Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τυραννίδα [115]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τυραννίδα


000-00-00 Serial Number=0998541296
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00162]  Τὴν γὰρ τῆς κενοδοξίας τυραννίδα, ἣν αὐτὸς μὲν διὰ τῶν ἑξῆς ῥημάτων κατέλυσεν, ἡμεῖς δὲ ηὐξήσαμεν, οὐκ ἐπὶ τὰς εὐχὰς μόνον καὶ νηστείας καὶ τὰς ἐλεημοσύνας, ἀλλὰ καὶ ἐπὶ τὰ ἄλλα πάντα ἑλκύσαντες αὐτῆς τὴν ἀρχὴν, καὶ παντὸς μᾶλλον ἀργυρωνήτου τῇ μανίᾳ ταύτης ὑποθέντες ἑαυτοὺς διὰ τὸ πᾶσιν εἶναι δῆλον, παρίημι, τοσοῦτον εἰπὼν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν εἰς ἐσχάτην καταφρόνησιν ἐκδόντες ἑαυτοὺς, οὐδενὶ τῶν προστεταγμένων προσέχουσιν, οἱ δὲ ἐκ βραχείας μοίρας ὑπακούειν θελήσαντες, καί τινας τῶν ἐντολῶν φυλάξαι σπουδάσαντες, καὶ οὗτοι πάλιν εἰς τὴν αὐτὴν ἐκείνοις ζημίαν κατέστρεψαν, διὰ τὸ μὴ θελῆσαι τῆς κενοδοξίας ἀποδύσασθαι τοὺς δεσμούς.
000-00-00 Serial Number=0168358684
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00414]  Εἰ δὲ παρὰ ἀνθρώποις τοσοῦτος ἔλεος καὶ τοσαύτη δόξης ὑπεροψία, ὥστε τὰς πολλάκις καταισχυνθείσας ἐπὶ τοῦ τέγους ἀπαλλάξαι τῆς δουλείας ἐκείνης καὶ ἐν τάξει ἔχειν γυναικῶν, πολλῷ μᾶλλον ἐπὶ τοῦ θεοῦ τοῦτο ἔσται, καὶ τῶν ψυχῶν τῶν ἀπὸ τῆς ἄνωθεν εὐγενείας κατὰ τὴν τοῦ διαβόλου τυραννίδα εἰς τὸ τοῦ παρόντος βίου χαμαιτυπεῖον καταπεσουσῶν.
000-00-00 Serial Number=0382966578
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00595]  ἀλλὰ καὶ ἐπιθυμίας τυραννίδα καὶ νέας ἡλικίας θορύβους καὶ ἀκολάστου γυναικὸς ἐπιβουλὴν καὶ δεσποίνης ἐφόδους καὶ νεότητος ταραχὰς καὶ πάντα ὅσα εἰκὸς ἐκ τῆς ἁφῆς ἐκείνης γενέσθαι καὶ τῆς ὄψεως καὶ τῆς μανίας, μετὰ πολλῆς τῆς εὐκολίας ὑπερβάς, ὥσπερ τις ἀετὸς ὑψηλὸν τείνας τὸ πτερὸν καὶ αὐτὰ ἀποδυσάμενος τὰ ἱμάτια καὶ καταλιπὼν ταῖς ἀκολάστοις χερσίν, ἐξῆλθεν ἱματίων μὲν γυμνός, λαμπρὰν δὲ τῆς σωφροσύνης ἕχων τὴν περιβολὴν καὶ τῆς ἁλουργίδος αὐτῆς περιφανεστέραν.
000-00-00 Serial Number=0004462719
Ad populum Antiochenum Ante [Go Back]  
 [00740]  Ἂν δὲ μετριάζειν εἰδῇς, ὑποτέμνῃ τῇ ταπεινοφροσύνῃ τῆς βασκανίας τὴν τυραννίδα, καὶ μετὰ ἀσφαλείας ἔχεις ἅπερ ἂν ἔχῃς.
 [02147]  Εἰ γὰρ δὴ τούτων γενομένων ἐξελθόντες πάλιν ἐμέμνηντο τῆς Αἰγύπτου, [49.86] καὶ τῆς χαλεπῆς δουλείας καὶ πρὸς τὴν προτέραν τυραννίδα ὑποστρέφειν ἠπείγοντο, εἰ μὴ τοιούτων ἐπειράθησαν τῶν βαρβάρων, πότε ἂν ἀφεῖναι τὴν ἀλλοτρίαν ἠθέλησαν;
 [04140]  Καὶ μή μοι τὴν ἔκβασιν τοῦ πράγματος εἴπῃς, ἀλλ' ἐννόησον ὅσα ἐτίκτετο κακὰ, καὶ πῶς τὴν τοῦ Ἀβεσσαλὼμ τραγῳδίαν καὶ τυραννίδα ἐντεῦθεν κατεσκεύαζεν ὁ διάβολος.
 [04143]  Ὁρᾷς καὶ τυραννίδα καὶ παιδοκτονίαν, καὶ πατροκτονίαν, καὶ πόλεμον ἐμφύλιον, καὶ μάχην, καὶ σφαγὰς, καὶ αἵματα, καὶ μυρίους νεκροὺς ἀφ' ἑνὸς ὅρκου γενομένους;
 [04164]  ἀλλὰ καὶ ἐν ἀῤῥωστίᾳ ὄντες πολλάκις, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παῖδες καὶ γέροντες, καὶ ὠδίνων ἄρτι παυσάμεναι πολλαὶ γυναῖκες, καὶ ἀναγκαίως ἅπαντες τὸ φάρμακον τοῦτο ἐπιζητοῦντες, φέρουσι καὶ ἑκόντες καὶ ἄκοντες τὸ ἐπίταγμα, καὶ οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων αὐτοὶ κολάζεσθαι, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν μέχρι τούτου στῆναι τὴν βασιλικὴν ὀργήν.
000-00-00 Serial Number=0031514823
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00152]  Ὀδύνην γὰρ καὶ βασάνους καὶ ἀθυμίας τυραννίδα καὶ τὴν ἐκ τῶν τοσούτων νιφάδων ἐγγινομένην ταραχὴν οὐδεμία λόγου δύναμις ἑρμηνεῦσαι δύναται τοῖς ἀκηκοόσιν, ὡς αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα.
000-00-00 Serial Number=0213236928
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00252]  τοὐναντίον γὰρ, καθάπερ καὶ ἔφθην εἰπὼν, καὶ ἐβουλόμην καὶ εὔχομαι τοσαύτης ἡμᾶς ἀπολαύειν εἰρήνης, καὶ τὴν τυραννίδα τῶν κακῶν τούτων εἰς τοσοῦτον καταλυθῆναι, ὡς μὴ μόνον τοῖς ἐν ταῖς πόλεσιν ἀνάγκην μὴ γίνεσθαι τὰ ὄρη καταλαβεῖν, ἀλλὰ καὶ τοὺς τὰς ἐρημίας οἰκοῦντας καθάπερ τινὰς φυγάδας διὰ μακροῦ τοῦ χρόνου πρὸς τὴν αὐτῶν πόλιν καταγαγεῖν.
000-00-00 Serial Number=0066935360
Catecheses ad illuminandos Ante [Go Back]  
 [00372]  [2.23] Ἐπειδὴ γὰρ οἶδε λοιπὸν ὅτι μέμηνεν ὁ ἐχθρὸς καὶ θήγει τοὺς ὀδόντας καὶ περιέρχεται ὡς λέων ὠρυόμενος καὶ ὁρῶν τοὺς πρότερον ὑπὸ τὴν αὐτοῦ τυραννίδα τυγχάνοντας ἀθρόον κατεξανισταμένους αὐτοῦ καὶ αὐτῷ μὲν ἀποταξαμένους, μεταταξαμένους δὲ καὶ τὴν πρὸς τὸν Χριστὸν συνταγὴν ἐπιδειξαμένους, διὰ τοῦτο ἀλείφει ἐπὶ τοῦ μετώπου καὶ τὴν σφραγῖδα ἐπιτίθησιν ἵνα ἀποστρέψῃ τὰς ὄψεις ἐκεῖνος.
 [00526]  Ὡμολογήσαμεν αὐτοῦ τὴν δεσποτείαν, ἠρνησάμεθα τὴν τυραννίδα τὴν διαβολικήν, τοῦτο χειρόγραφον ἐγένετο, τοῦτο συνθήκη, τοῦτο γραμματεῖον.
 [00589]  [4.3] Οἱ γὰρ χθὲς καὶ πρώην δοῦλοι τῆς ἁμαρτίας καὶ ἀπαρρησίαστοι καὶ ὑπὸ τὴν τυραννίδα τοῦ διαβόλου τυγχάνοντες καὶ καθάπερ αἰχμάλωτοι οὕτως ἀγόμενοι καὶ περιαγόμενοι, ἰδοὺ σήμερον εἰς τὴν τῶν υἱῶν τάξιν ἐδέχθησαν καὶ τὰ τῶν ἁμαρτημάτων ἀποθέμενοι φορτία καὶ τὴν βασιλικὴν ἐνδυσάμενοι στολήν, αὐτῷ σχεδὸν ἀντιλάμπουσι τῷ οὐρανῷ καὶ φαιδρότερον τῶν ἀστέρων τούτων ὀφθέντες τὸ φῶς καταυγάζουσι τῶν εἰς αὐτοὺς ὁρώντων τὰς ὄψεις.
000-00-00 Serial Number=0746745825
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00426]  Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον.
000-00-00 Serial Number=0672097147
De Anna i Ante [Go Back]  
 [00453]  Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν γενναίως ἐνεγκόντα τὴν ἐπανάστασιν τοῦ παιδὸς, καὶ τὴν παράνομον ἐκείνην τυραννίδα, βουλόμενος ὑποσκελίσαι τὴν διάνοιαν, καὶ πεῖσαι εἰς ὀργὴν ἐκπεσεῖν, καθῆκεν ἐκεῖνον τὸν Σεμεεὶ, ῥήμασι πικροῖς παρασκευάσας δακεῖν αὐτοῦ τὴν ψυχήν.
000-00-00 Serial Number=0939195037
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00347]  [73] Καὶ τῆς μὲν ἀσελγείας τὴν τυραννίδα οὕτως ὁ μακάριος κατέλυσε πῶς δὲ καὶ τοῦ δαίμονος τὴν δύναμιν ἔσβεσε;
000-00-00 Serial Number=0195945799
De Chananaea Ante [Go Back]  
 [00299]  τὴν τυραννίδα τοῦ διαβόλου;
000-00-00 Serial Number=0689060211
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00027]  οὔτε ὑμῶν φέρω τὴν τυραννίδα, οὔτε τούτων τὴν ἀνάγκην·
000-00-00 Serial Number=0107116878
De Lazaro Ante [Go Back]  
 [00014]  ὁ γὰρ ἐν μέθῃ διημερεύων καὶ τρυφῇ καὶ ἀδηφαγίᾳ, ὑπ' αὐτὴν τοῦ διαβόλου τὴν τυραννίδα γεγένηται.
 [00592]  Ὅτι γὰρ οὐκ ἔστι ψυχὴν τοῦ σώματος ἐξελθοῦσαν ὑπὸ τὴν τῶν δαιμόνων γενέσθαι τυραννίδα, ἄκουσον τί φησιν ὁ Παῦλος·
 [00599]  Ὅθεν δῆλον ὅτι καὶ τοῦ πείθεσθαι καὶ τοῦ μὴ πείθεσθαι ταῖς ἐκείνου συμβουλαῖς ἡμεῖς ἐσμεν κύριοι, καὶ ἀνάγκην οὐδεμίαν, οὐδὲ τυραννίδα ὑφιστάμεθα παρ' ἐκείνου.
 [02181]  ὅταν λυθῇ τὸ θέατρον, ὅταν ῥιφῇ τὰ προσωπεῖα, ὅταν δοκιμάζηται ἕκαστος καὶ τὰ ἔργα αὐτοῦ, οὐχ ἕκαστος καὶ ὁ πλοῦτος αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ ἀρχὴ αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ τιμὴ αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ δυναστεία αὐτοῦ, ἀλλ' ἕκαστος καὶ τὰ ἔργα αὐτοῦ, καὶ ἄρχων, καὶ βασιλεὺς, καὶ γυνὴ, καὶ ἀνὴρ, ὅτε ἡμᾶς βίον ἀπαιτεῖ καὶ πράξεις ἀγαθὰς, οὐκ ἀξιωμάτων ὄγκον, οὐ πενίας εὐτέλειαν, οὐ καταφρονήσεως τυραννίδα·
000-00-00 Serial Number=0098247170
De Maccabeis Ante [Go Back]  
 [00080]  Ἀλλ' αὕτη καὶ τὴν διὰ τῶν λογικῶν ἀνθρώπων καὶ τὴν διὰ τῶν ἀλόγων ζώων τεταμένην τῆς φύσεως τυραννίδα κατέλυσε·
000-00-00 Serial Number=0576455414
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00170]  Τοῦτο γὰρ θάνατον κατέλυσεν, οὐρανοὺς ἀνέῳξε, γῆν ἐκάθηρε, τὴν φύσιν τὴν ἡμετέραν ἐπὶ τὸν θρόνον ἀνήγαγε τὸν βασιλικὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε.
000-00-00 Serial Number=0224533319
De continentia Ante [Go Back]  
 [00055]  ∆ιόπερ καὶ τοὺς ἡμαρτηκότας ἤδη καὶ δουλεύοντας ἡδοναῖς ἀξιοῦμεν καὶ ἱκετεύομεν διαναστῆναι καὶ νῆψαι καὶ μὴ πάντα ἡττᾶσθαι τοῦ πάθους μηδὲ ὥσπερ κατὰ ῥοῦν φέρεσθαι μηδὲ δουλώσαντας ταῖς ἡδοναῖς τὸν λογισμὸν πικρὰν ἐν τῇ ψυχῇ τὴν τυραννίδα περιφέρειν, ἀλλ' ἀντιστῆναι καὶ παρατάξασθαι καὶ τῷ φόβῳ τοῦ Χριστοῦ τὸν νοῦν ἐπιρρώσαντας ἐκβαλεῖν ἐκ τῆς ἀκροπόλεως χαλεπὴν δέσποιναν, ἵνα πᾶσαν κηλῖδα ῥίψαντες καὶ τῶν ἡμαρτημένων τὸ πλῆθος ἀπορριψάμενοι μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου τῆς ψυχῆς δυνηθῶμεν προςϊέναι τοῖς θείοις καὶ φοβεροῖς μυστηρίοις τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0719691694
De diabolo tentatore Ante [Go Back]  
 [00851]  ἐπηγγείλατο ποιήσειν θεοὺς, καὶ κατέβαλεν εἰς τὴν τοῦ θανάτου τυραννίδα.
000-00-00 Serial Number=0853540301
De fato et providentia Ante [Go Back]  
 [00025]  Μὴ δαίμοσι λογιζώμεθα τοῦ κόσμου τὴν οἰκονομίαν, μὴ ἀπρονόητα εἶναι νομίζωμεν τὰ παρόντα, μὴ γενέσεώς τινος καὶ εἱμαρμένης τυραννίδα ἐπιτειχίζωμεν τῇ προνοίᾳ τοῦ Θεοῦ.
 [00093]  ὅταν οἱ τὸν Χριστὸν λέγοντες προσκυνεῖν, καὶ τοσούτων καταξιωθέντες μυστηρίων, καὶ τῶν ἀποῤῥήτων μετασχόντες δογμάτων, καὶ τῆς σοφίας τῆς ἐξ οὐρανῶν ἡμῖν κατενηνεγμένης, μετὰ τὴν τοσαύτην τιμὴν ἧς ἀπολελαύκασι παρὰ τοῦ Θεοῦ, ἑκόντες ἑαυτοὺς κατακρημνίζωσι, τῆς μὲν ἐλευθερίας, ἣν αὐτοῖς ὁ Θεὸς ἐχαρίσατο, μετὰ πολλῆς ἀλογίας ἑαυτοὺς ἐκβαλόντες, δουλείᾳ δὲ χαλεπωτάτῃ ὑποβαλόντες ἑαυτοὺς, καὶ τυραννικωτάτην τυραννίδα τὴν οὐκ οὖσαν ἀναπλάττοντες διὰ τῶν λογισμῶν, καὶ πᾶσαν ἐλπίδα χρηστὴν ἐκκόπτοντες, καὶ τὰ νεῦρα τῶν ὑπὲρ ἀρετῆς ἐσπουδακότων ἐκτεμεῖν ἐπιχειροῦντες.
000-00-00 Serial Number=0781523287
De futurae vitae deliciis Ante [Go Back]  
 [00020]  οὕτω δὴ κἀγὼ τὸν ψυχὴν ἔχοντα δούλην, καὶ τῶν παθῶν αἰχμάλωτον, κἂν μή τι τοιοῦτον ἡ ἔξωθεν ἐπιδείκνυται ὄψις, ἀλλὰ τοὐναντίον, ἁπάντων δουλικώτερον φαίην ἂν τὸν ἐν τῷ βάθει τὸν πυρετὸν τῶν κακῶν ἔχοντα, καὶ τὴν τυραννίδα τῶν παθῶν ἐν αὐτῇ ἱδρυμένην τῇ ψυχῇ·
 [00021]  ἄρχοντα δὲ καὶ ἐλεύθερον, καὶ βασιλέων βασιλικώτερον, κἂν ῥάκια περιβεβλημένος ᾖ, κἂν δεσμωτήριον οἰκῇ, κἂν ἅλυσιν περικέηται, τὸν ταύτην ἀποδυσάμενον τὴν τυραννίδα, καὶ οὔτε ταῖς πονηραῖς ἐπιθυμίαις κατεχόμενον, οὔτε ἄλογον δέος πενίας καὶ ἀτιμίας, αὐτῶν τῶν δοκούντων εἶναι λυπηρῶν ἐν τῷ παρόντι βίῳ, δεδοικότα καὶ τρέμοντα.
000-00-00 Serial Number=0446487904
De incomprehensibili dei natura Ante [Go Back]  
 [00556]  τὸ δὲ σῶμα τὸ δεσποτικὸν ἀναστὰν οὐκ εἰς τὴν γῆν ὑπέστρεψεν, ἀλλ' εἰς τοὺς οὐρανοὺς ἀνέβη καὶ πᾶσαν τοῦ ἐχθροῦ κατέλυσε τὴν τυραννίδα καὶ μεθ' ἑαυτοῦ τὴν οἰκουμένην συνανέστησεν ἅπασαν καὶ νῦν τῷ θρόνῳ κάθηται τῷ βασιλικῷ.
 [00917]  διὰ τοῦτο καὶ κοσμοκράτορας αὐτοὺς καλεῖ, δεικνὺς ὅτι ἄβατος αὐτοῖς ἐστιν ὁ οὐρανὸς καὶ τὴν τυραννίδα πᾶσαν ἐν τῷ παρόντι κόσμῳ ἐπιδείκνυνται μόνον.
000-00-00 Serial Number=0792353332
De jejunio sermones 1 Ante [Go Back]  
 [00125]  Νηστεία δαίμονας φυγαδεύει, καὶ τὴν τοῦ διαβόλου τυραννίδα καταλύει, μάλιστα εἰ τὴν εὐχὴν ἔχει συνεργοῦσαν·
000-00-00 Serial Number=0669979215
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00152]  καὶ οὔτε σώματος ἀσθένειαν, οὐ πραγμάτων περίστασιν, οὐ φύσεως τυραννίδα, οὐκ ἄλλο οὐδὲν ᾐτιάσατο.
000-00-00 Serial Number=0478935063
De precatione [1] Ante [Go Back]  
 [00210]  οὕτω τὴν τυραννίδα τῶν δαιμόνων κατέλυσε.
000-00-00 Serial Number=0164067030
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00327]  Ὥστε μειζόνως διὰ τῶν θυγατέρων ἐμαρτύρησεν αὕτη, καὶ πρὸς αὐτὴν ἀπεδύσατο τῆς φύσεως τὴν τυραννίδα, καὶ πρὸς τὴν φλόγα τῶν ὠδίνων ἔστη, καὶ πρὸς τὴν ἀφόρητον τῶν σπλάγχνων ταραχὴν, καὶ πρὸς τὸν τῆς μήτρας θόρυβον.
000-00-00 Serial Number=0460172594
De studio praesentium Ante [Go Back]  
 [00079]  Κατὰ δὴ τὸν αὐτὸν τρόπον, ὥσπερ τοῦτον οὐκ ἂν καλέσαιμι ἄνδρα, ἀλλὰ γυναικὸς μαλακώτερον, οὕτω καὶ τὴν γυναῖκα τὴν ἀνδριζομένην ἀνδρὸς παντὸς στεῤῥοτέραν, ἂν τὰ ὅπλα ἁρπάσασα τὰ πνευματικὰ, καὶ τὸν θώρακα ἐνδυσαμένη τῆς δικαιοσύνης, καὶ τὸ κράνος περιθεμένη τοῦ σωτηρίου, καὶ τὴν ἀσπίδα προβαλλομένη τῆς πίστεως, καὶ τὴν ζώνην ζωσαμένη τῆς ἀληθείας, καὶ τὴν μάχαιραν λαμβάνουσα τοῦ πνεύματος, ἐπὶ τῆς παρατάξεως στῇ λάμπουσα ἀπὸ τῶν ὅπλων, ὑψηλοτέρα τῶν οὐρανῶν ἀπὸ τοῦ φρονήματος γινομένη, διαλύουσα τῶν δαιμόνων τὰς φάλαγγας, καθαιροῦσα τοῦ διαβόλου τὴν τυραννίδα, κατακεντοῦσα τὰ πάθη, πτώματα ἐργαζομένη τῶν ἐν τοῖς πολέμοις πυκνότερα, οὐκ ἀνθρώπων, ἀλλὰ λογισμῶν ἀτόπων.
000-00-00 Serial Number=0454851508
De virginitate Ante [Go Back]  
 [00576]  Εἰ δέ τις ἀκριβέστερον καταμάθοι τὸ τοῦ Παύλου, μᾶλλον ἐπιτείνει τὴν τυραννίδα καὶ φορτικωτέραν ἐργάζεται τὴν δουλείαν.
 [00596]  Καθάπερ γὰρ ἐκεῖνος μετὰ πάσης ἀκριβείας τοὺς περὶ τῆς βασιλείας ἐξηγεῖται νόμους τοῖς ἰδιώταις, οὐχ ἵνα δέξωνται ἀλλ' ἵνα μὴ δέξωνται, καὶ δοκεῖ μὲν διδασκαλίας τὸ πρᾶγμα εἶναι, τὸ δὲ ἀληθὲς ἀποτροπή τις ἦν τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου, οὕτω καὶ ὁ Παῦλος τοῦ γάμου τὴν τυραννίδα συνεχέστερον στρέφει καὶ σαφέστερον, τούτους αὐτοὺς τοῖς ῥήμασιν ἐκεῖθεν ἐξελκύσαι βουλόμενος.
 [00824]  Ἀλλ' ὅμως ἅπαντα ταῦτα ῥᾷστα καὶ φορητὰ τοῖς ἀνθρώποις ἔδοξεν εἶναι, μόνον ἵνα μὴ τὴν ἀπὸ τῆς ἐπιθυμίας φέρειν ἀναγκάζωνται τυραννίδα.
000-00-00 Serial Number=0009327948
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01611]  Ὁ δὲ μετριάζειν εἰδὼς ὑποτέμνει τῇ ταπει [63.618] νοφροσύνῃ τῆς βασκανίας τὴν τυραννίδα, καὶ μετὰ ἀσφαλείας ἔχει ἅπερ ἔχει·
 [05032]  καὶ μὴν ἅπαντας ὁρῶμεν ὑπὸ τὴν τυραννίδα τοῦ θανάτου γινομένους.
 [05033]  Μὴ θορυβηθῇς, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων μάνθανε, ὅπως ἡ τῆς ἐλεημοσύνης δύναμις ἐνίκησε τούτου τὴν τυραννίδα.
 [06908]  Ὁρᾷς καὶ τυραννίδα καὶ παιδοκτονίαν καὶ πατροκτονίαν καὶ πόλεμον ἐμφύλιον καὶ μάχην καὶ σφαγὰς καὶ αἵματα καὶ μυρίους νεκροὺς ἀφ' ἑνὸς ὅρκου κειμένους;
 [08421]  τίνας δὲ οὐκ ἂν ἐκίνει μηχανὰς, δι' ὧν πάλιν ἐλπίδας ἔτρε [63.825] φεν ὑποχείριον λαβεῖν τὸ γένος, καὶ ὑπὸ τὴν ἀρχαίαν αὐτοῦ καθελκύσαι τυραννίδα;
000-00-00 Serial Number=0167859077
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00159]  τύραννοι καὶ θεομάχοι πολλάκις ἐνέρρηξαν κατὰ τῶν χριστιανῶν τὴν τυραννίδα ἀλλ' οὐκ ἠδυνήθησαν μίαν τρίχα ἐξαλεῖψαι τοῦ εὐαγγελίου.
000-00-00 Serial Number=0913884342
Epistula ad Cyriacum Ante [Go Back]  
 [00124]  Καὶ τυραννίδα δὲ αὐτῷ ἐνεκάλουν λέγοντες·
 [00409]  Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ τῆς προσεδρείας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται εἰρήνην καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψας θορύβων λευκήν σοι καὶ παγίαν δείξῃ γαλήνην καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ.
 [00483]  Ὁ δὲ Ἠλίας ἐκεῖνος οὐ γὰρ ἀποστήσομαι αὐτοῦ οὐδὲ νῦν μετὰ τὴν φυγὴν καὶ τὴν ἀναχώρησιν τὴν ἀπὸ Παλαιστίνης οὐ φέρων τὴν τυραννίδα καὶ γὰρ σφόδρα ἠθύμει·
000-00-00 Serial Number=0948452592
Epistulae Ante [Go Back]  
 [00418]  Τὸ μὲν γὰρ ὅταν συνεχέστερον ὁμιλήσῃ τοῖς ἀπολαύουσιν αὐτοῦ τῆς γλυκύτητος, οὐκ ἔτι ὁμοίως ἡδὺ φαίνεται, τοῦ κόρου τὴν τυραννίδα τῆς ἡδονῆς καταλύοντος·
 [01172]  μηδὲ ἀφῇς τῆς ἀθυμίας τὴν τυραννίδα εἰς σιγήν σε ἐμβαλεῖν, ἀλλὰ πάσης ἀράχνης εὐκολώτερον αὐτὴν διασπάσας, φαίνου λαμπρὸς ἐπὶ τῆς παρατάξεως, καὶ τῇ πολλῇ παῤῥησίᾳ καὶ ἐλευθερίᾳ συγχέων τοὺς ἐναντίους.
 [01376]  Τὸ μὲν γὰρ ὅταν συνεχέστερον ὁμιλήσῃ τοῖς ἀπολαύουσιν αὐτοῦ τῆς γλυκύτητος, οὐκ ἔτι ὁμοίως ἡδὺ φαίνεται, τοῦ κόρου τὴν τυραννίδα τῆς ἡδονῆς καταλύοντος·
 [02130]  μηδὲ ἀφῇς τῆς ἀθυμίας τὴν τυραννίδα εἰς σιγήν σε ἐμβαλεῖν, ἀλλὰ πάσης ἀράχνης εὐκολώτερον αὐτὴν διασπάσας, φαίνου λαμπρὸς ἐπὶ τῆς παρατάξεως, καὶ τῇ πολλῇ παῤῥησίᾳ καὶ ἐλευθερίᾳ συγχέων τοὺς ἐναντίους.
 [03556]  Κατέλυσας αὐτὴν τῆς φύσεως τὴν τυραννίδα, κελεύσασα ἡμᾶς ἔρημον ἀνταλλάξασθαι πόλεως, καὶ φόβον Ἰσαυρικὸν ἀδείας, καὶ τὸν χωρισμὸν ἡμῶν τῆς συνουσίας τῆς μεθ' ὑμῶν, ὥστε μηδὲν ἀναγκασθῆναι ποιῆσαι τῶν μὴ προσηκόντων.
 [03621]  Εἴθε μοι δυνατὸν ἦν παραστῆσαι τῷ λόγῳ τῆς ἀθυμίας τὴν τυραννίδα·
000-00-00 Serial Number=0214315712
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00227]  Καὶ τυραννίδα δὲ αὐτῷ ἐνεκάλουν λέγοντες·
 [00387]  Πολλαὶ γὰρ τούτων πρὸς τυραννίδα φύσεως ἀποδυσάμεναι καὶ καθαρῶς τὸν τῆς παρθενίας διανύουσαι δρόμον καὶ ἀγγελικὴν ἐν τούτῳ μιμούμεναι πολιτείαν καὶ ἐν θνητῷ σώματι τὰ τῆς ἀναστάσεως ἐπιδεικνύμεναι προοίμια »ἐν γὰρ τῷ αἰῶνι ἐκείνῳ, φησίν, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίσκονται» καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις θέμεναι τὴν ἅμιλλαν καὶ πρὸς τὴν ἀφθαρσίαν ἐν φθαρτῷ σώματι φιλονεικοῦσαι καὶ ὃ πολλοῖς οὐδὲ ἀκοῦσαι φορητὸν διὰ τῶν ἔργων κατορθοῦσαι καὶ καθάπερ λυττῶντα κύνα καὶ συνεχῶς ἐπιπηδῶντα τὴν ἐπιθυμίαν διακρουόμεναι καὶ μαινομένην θάλασσαν καταστέλλουσαι καὶ ἐν ἀγρίοις κύμασι μετὰ γαλήνης πλέουσαι καὶ ταραττομένου σφοδρῶς τοῦ πελάγους ἐξ οὐρίας φερόμεναι καὶ ἐν καμίνῳ φυσικῆς ἐπιθυμίας ἑστῶσαι καὶ μὴ κατακαιόμεναι, ἀλλ' ὡς πηλὸν τοὺς ἄνθρακας τούτους καταπατοῦσαι, ὑπὸ τῆς ἐπιθυμίας ταύτης ἑάλωσαν αἰσχρῶς πάνυ καὶ ἐλεεινῶς καὶ τὰ μείζονα δυνηθεῖσαι ὑπὸ τούτου κατηγωνίσθησαν.
 [00450]  Τὸ γὰρ χαλεπώτερον μάλιστα πάντων τοῦτό ἐστι καὶ ὃ μεθ' ὑπερβολῆς δείκνυσιν αὐτῶν τὸ νόσημα, καὶ τοῦ πάθους τὴν τυραννίδα, ὅτι ἴσχυσαν καὶ ἐφιλονείκησαν καὶ ἐβιάσαντο δι' εὐτελῶν ἱματίων ἐκείνων ὑπερακοντίσαι τὸν καλλωπισμὸν τῶν τὰ χρυσᾶ περικειμένων καὶ τὰ ἱμάτια τὰ σηρικὰ καὶ ἐπέραστοι μᾶλλον ἐντεῦθεν αὐτῶν φανῆναι, ὡς μὲν αὐταὶ νομίζουσιν, ἀδιάφορον μετιοῦσαι πρᾶγμα, ὡς δὲ ἡ τοῦ πράγματος φύσις δείκνυσιν, ὀλέθριον καὶ βλαβερὸν καὶ βαθὺ τὸ βάραθρον ἔχον.
 [00748]  Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν ταύτης κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ τῆς προσεδρίας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται τὴν εἰρήνην καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψασα θορύβων λευκήν σοι καὶ παγίαν δείξῃ γαλήνην, καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ.
 [00824]  Ὁ δὲ Ἠλίας πάλιν ἐκεῖνος οὐ γὰρ ἀποστήσομαι αὐτοῦ οὐδὲ νῦν μετὰ τὴν φυγὴν καὶ τὴν ἀναχώρησιν τὴν ἀπὸ Παλαιστίνης, οὐ φέρων τῆς ἀθυμίας τὴν τυραννίδα καὶ γὰρ σφόδρα ἠθύμει·
 [01192]  Τὰ δὲ ὅπλα τὰ σὰ οὐ βέλη βαρβαρικά, οὐδὲ μηχανήματα πολεμίων ἀνθρώπων, οὐδὲ ἐφόδους καὶ κλοπὰς τοιαύτας διελέγχει, ἀλλὰ τὰς τῆς φύσεως κατεπάτησεν ἀνάγκας καὶ τὴν τυραννίδα κατέλυσε καὶ τὴν ἀκρόπολιν αὐτῶν καθεῖλε.
000-00-00 Serial Number=0745522738
Expositiones in Psalmos Ante [Go Back]  
 [00258]  εἶτα ἐννοῶν τὴν κεχυμένην ἐν ἀνθρώποις κακίαν, καὶ τῆς ἀσεβείας τὴν τυραννίδα, καθάπερ ἀποπνιγόμενος ἀπὸ τῆς ἀθυμίας, τρέπει τὸν λόγον πρὸς τοὺς ἐν πονηρίᾳ ζῶντας, μονονουχὶ λέγων, ὅτι Τοιοῦτον ἔχοντες Θεὸν, οὕτω χρηστὸν, οὕτω φιλάνθρωπον, οὕτω δυνατὸν, πῶς εἰς ἀσέβειαν ἐξεκλίνατε;
 [00651]  Τὰ γὰρ πάθη ταῦτα καὶ τὴν ἀπὸ τῆς φύσεως ἄδειαν διδομένην διαφθείρει, ἑτέρᾳ τυραννίδι χαλεπωτέρᾳ τοῦ ὕπνου τὴν τυραννίδα παντελῶς παρωθούμενα.
000-00-00 Serial Number=0853012502
Fragmenta in Job Ante [Go Back]  
 [00916]  ἐπειδὴ γὰρ εἶδεν αὐτὸν γενναίως ἐνεγκόντα τὴν ἐπανάστασιν τοῦ παιδὸς, καὶ τὴν παράνομον ἐκείνην τυραννίδα, βουλόμενος ὑποσκελίσαι τὴν διάνοιαν, καὶ πεῖσαι εἰς ὀργὴν ἐκπεσεῖν, καθῆκεν ἐκεῖνον τὸν Σεμεῒ, ῥήμασι πικροῖς παρασκευάσας δακεῖν αὐτοῦ τὴν ψυχήν.
 [01703]  ὀδύνην γὰρ, καὶ βασάνους, καὶ ἀθυμίας τυραννίδα, καὶ τὴν ἐκ τῶν τοσούτων νιφάδων ἐγγινομένην ταραχὴν, οὐδεμία λόγου δύναμις ἑρμηνεῦσαι δύναται τοῖς ἀκηκοόσιν, ὡς αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα).
000-00-00 Serial Number=0364710689
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00105]  Ἐλθὼν τοίνυν καὶ ἰδὼν τὸν κάμνοντα ἐπὶ κλίνης κείμενον καὶ ἀπεγνωσμένον (κάμνοντα δὲ ὅταν εἴπω, τὸ γένος φημὶ τὸ ἀνθρώπινον, οὐκ ἐπὶ κλίνης τοιαύτης, ἀλλ' ἐπὶ κλίνης τῆς πονηρίας), ὑπὸ ἰατρῶν ἐγκαταλελειμμένον, ὑπὸ παθῶν πολιορκούμενον, ὑπὸ τῆς νόσου κρατούμενον, πᾶν εἶδος ἀῤῥωστήματος εἰς τὴν ἀνθρωπίνην κατασκῆψαν φύσιν, καὶ αὐτὸν ἑαυτοῦ λοιπὸν ἀπεγνωκότα τὸν ἄνθρωπον, καὶ τὸν δεδομένον ἰατρὸν τῶν ἑλκῶν κατήγορον γινόμενον πικρὸν, τὸν νόμον λέγω, καὶ αὔξοντα τὰ ἐγκλήματα, καὶ μείζονι δίκῃ ποιοῦντα ὑπεύθυνον τὸν ἄνθρω [63.505] πον, καὶ τῆς ἀῤῥωστίας τὴν τυραννίδα, καὶ τῶν κακῶν τὴν ὑπερβολὴν, οὐδένα ἕτερον ἐπιζητοῦντα, ἢ τὸν ἐξ ἀρχῆς ἡμᾶς διαπλάσαντα·
 [00187]  ἕλκει δὲ αὐτοὺς ἀστὴρ, ἵνα ἀπαλλάξῃ τοῦ περὶ ἀστέρας λοιπὸν ἠσχολῆσθαι, καὶ τὴν τῆς ἀστρονομίας καταλύσῃ τυραννίδα.
000-00-00 Serial Number=0514613688
In Acta apostolorum Ante [Go Back]  
 [05029]  στῆθι πρὸς τύφου τυραννίδα, στῆθι πρὸς θυμοῦ μάχην, στῆθι πρὸς ἐπιθυμίας βάσανον.
 [09999]  Οὐκ ἴστε τὴν τυραννίδα τῶν ὠδινῶν τῶν πνευματικῶν, πῶς μυριάκις ἕλοιτο ἂν κατακοπῆναι ὁ τοῦτον τὸν τόκον ὠδίνων, ἢ τῶν τεχθέντων ἕνα ἀπολλύμενον ἰδεῖν καὶ διεφθαρμένον;
 [09999]  ὅσῳ γὰρ ἂν μειζόνως ἀναλίσκῃ, τοσούτῳ δηλοῖ τὴν τυραννίδα τῶν παθῶν ἐκείνων·
000-00-00 Serial Number=0447412014
In Isaiam Ante [Go Back]  
 [00010]  πατέρων φιλοστοργίαν τῇ περὶ τοὺς ἀρχομένους ἀπέκρυψαν διαθέσει καὶ τὴν τῆς φύσεως τυραννίδα ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισαν.
 [00346]  Πασῶν γὰρ ἐπιστημῶν αὕτη ἀνωτέρα καὶ πλείονος δεομένη σπουδῆς, ὅσῳ καὶ πλείονα ἔχει τὰ διακωλύοντα, φύσεως τυραννίδα καὶ προαιρέσεως ῥᾳθυμίαν καὶ δαιμόνων ἐπιβουλὰς καὶ πραγμάτων ὄχλον.
 [01049]  Οὐχὶ νέος ὢν καὶ σφόδρα νέος τὸν χαλεπὸν ἐκεῖνον ἀνείλετο πόλεμον, οὐχὶ πρὸς ἄνδρας, ἀλλὰ πρὸς αὐτὴν τῆς φύσεως τὴν τυραννίδα μαχόμενος, καὶ ἐκ μέσου καμίνου καὶ φλογὸς πολὺ τῆς Περσικῆς χαλεπωτέρας ἐξεπήδησεν ἀσινής, τῶν τριῶν παίδων οὐκ ἔλαττον ἀβλαβὴς διαμείνας;
 [01188]  Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ἐνταῦθα τῆς πλεονεξίας ἵσταντο, ἀλλὰ καὶ περαιτέρω προῆγον τὴν τυραννίδα, δούλους τοὺς ἐλευθέρους ποιοῦντες.
 [01372]  Τούτοις δὲ οὐχ ἁπλῶς ἐνδιέτριψα, ἀλλ' ἐπειδὴ πονηρὸν νόσημα εἰς τὰς τῶν ἀνθρώπων εἰσῆλθεν οἰκίας διὰ τῆς τῶν γυναικῶν βλακείας, ὁ τῆς φιλοκοσμίας ἔρως, ὃς καὶ τὴν τῶν χρημάτων ἐπέτεινε τυραννίδα, εἰς ἀκαίρους δαπάνας τοὺς ἄνδρας ἐμβαλών, καὶ πολέμου καὶ στάσεως καὶ φιλονεικίας ὑπόθεσις γινόμενος καθημερινῆς καὶ τὰς τῶν πενήτων κατατείνων γαστέρας.
000-00-00 Serial Number=0188995063
In Joannem Ante [Go Back]  
 [00636]  Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα παρὰ τοῦ Χριστοῦ, δεῖξαι πᾶσαν αὐτοῦ τὴν τυραννίδα·
 [01366]  Οὐ γὰρ μόνον ἰσόθεος οὐ γέγονε, καθὼς ὑπισχνεῖτο αὐτῷ, ἀλλὰ καὶ εἰς τὴν τοῦ θανάτου τυραννίδα ἐξέπεσεν, οὐ μόνον οὐδὲν πλέον ἀπὸ τῆς τοῦ ξύλου βρώσεως προσλαβὼν, ἀλλὰ καὶ τῆς γνώσεως ἧς εἶχεν οὐ μικρὸν ἀπολέσας, ἐλπίδι πλείονος γνώσεως.
 [02006]  τῶν δὲ τοῦ μνήματος αὐτοῦ λίθων ἡρμοσμένων τῇ θήκῃ, ἔτι καὶ τῶν σημάντρων ἐπικειμένων, ἀνίστατο ὁ νεκρὸς ὁ σταυρωθεὶς, ὁ προσηλωθεὶς, καὶ τῆς δυνάμεως τῆς πολλῆς τότε τοὺς ἔνδεκα μαθητὰς ἐμπλήσας, ἔπεμπε τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις, ἰατροὺς κοινοὺς τῆς φύσεως ἐσομένους ἁπάσης, καὶ τὸν βίον ὀρθώσοντας, τὴν τῶν οὐρανίων δογμάτων γνῶσιν πανταχοῦ διασπεροῦντας γῆς, τὴν δὲ τῶν δαιμόνων λύσοντας τυραννίδα, καὶ τὰ μεγάλα καὶ ἀπόῤῥητα διδάξοντας ἀγαθὰ, καὶ εὐαγγελιουμένους ἡμῖν ψυχῆς ἀθανασίαν, καὶ σώματος ζωὴν αἰώνιον, τὰ καὶ νοῦν ὑπερβαίνοντα ἔπαθλα, καὶ μηδέποτε ἕξοντα τέλος.
 [04169]  Ὅτι τοῦτο μάλιστα ἦν τὸ δεικνύον αὐτὸν οὐκ ὄντα ἄνθρωπον ψιλὸν, τὸ δυνηθῆναι κατὰ τοῦ θανάτου στῆσαι τρόπαιον, τὸ τὴν τυραννίδα αὐτοῦ τὴν μακρὰν, καὶ τὸν χαλεπὸν καταλῦσαι πόλεμον οὕτω ταχέως.
000-00-00 Serial Number=0281811833
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00067]  ὁ δὲ ὅπερ ἐζήτει πάλαι εὑρὼν, καὶ προφάσεως ἐπιλαβόμενος δυναμένης αὐτοὺς ἀποστερῆσαι τῶν τοῦ μαρτυρίου μισθῶν, κελεύει δημευθῆναι τὴν οὐσίαν αὐτῶν ἅπασαν, τυραννίδα ἐγκαλῶν ὑπὲρ τῶν ῥημάτων τούτων, καὶ γυμνοὺς εἰς τὸ δεσμωτήριον εἰσαχθῆναι προσέταξεν.
000-00-00 Serial Number=0238163769
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05460]  Τί γὰρ αὐτῆς ἀνδρειότερον γένοιτ' ἂν τῆς γυναικὸς, ἣ καὶ πρὸς φύσεως τυραννίδα, καὶ πρὸς λιμοῦ βίαν, καὶ πρὸς τελευτῆς ἀπειλὴν ἔστη γενναίως, καὶ πάντων γέγονεν ἰσχυροτέρα;
 [06427]  Πάλιν τὴν βλακείαν αὐτῶν αἰνιττόμενος, οὐ τὴν τυραννίδα τῶν χρημάτων, ἀλλὰ τὴν σφοδρὰν αὐτῶν δουλείαν.
000-00-00 Serial Number=0102201223
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00279]  Ὁ γὰρ θάνατος ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, ὁ θάνατος ἐκεῖνος τῇ γῇ συνῆψε τὸν οὐρανὸν, ὁ θάνατος ἐκεῖνος τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε καὶ Θεοῦ υἱούς·
 [01479]  ἐπεὶ, εἰ σωφρονεῖς δεδοικὼς τὴν κόλασιν, καὶ τοσαύτην ὑπομένεις βίαν καὶ τοσαύτην τυραννίδα, πολλῷ μᾶλλον ἐλεημοσύνας ποιεῖν ἔδει.
 [01566]  Εἰ τὸ μικρὸν τοῦτο τοσαύτην ἔχει τὴν τυραννίδα, καὶ πάντως ἐκπληροῦται καθ' ἑκάστην ἡμέραν·
000-00-00 Serial Number=0998309076
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03865]  Ἀλλ', ἐὰν θέλωμεν, τὴν πικρὰν ταύτην τυραννίδα ἀπὸ τοῦ θρόνου καταστρέψομεν, καὶ ἡμῖν εἴκειν ποιήσομεν, ἀλλ' οὐκ ἐπιτάττειν.
 [05057]  Σφόδρα δὲ εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἀνέμνησε, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδηφαγίας τὴν τυραννίδα, καὶ μονονουχὶ λέγων·
 [05947]  Ἡ γὰρ φιλότιμος ψυχὴ, ὅταν ἐπί τινι καλλωπίζηται, κἂν ἑτέρους βλάπτῃ τοῦτο, σφόδρα αὐτοῦ ἔχεται διὰ τὴν τῆς κενοδοξίας τυραννίδα.
 [06503]  [61.175] ἀλλὰ δεικνὺς αὐτῶν τὴν αὐθάδειαν καὶ τὴν τυραννίδα καὶ τὴν ἐμπορίαν, φησίν·
 [09999]  Ἀλλ' οὐδὲν τούτων κατα-κλᾷ τοὺς μιαροὺς ἐκείνους διὰ τὴν ἀπὸ τῆς πονηρᾶς ἐπιθυμίας τυραννίδα.
000-00-00 Serial Number=0782824874
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01305]  Τί δὲ ὁ Ἰωσὴφ, εἰπέ μοι, ὁ στεῤῥὸς, ὁ πρὸς τυραννίδα τοσαύτην στὰς, ὁ πρὸς τοσαύτην ἔρωτος πυρὰν οὕτω γενναῖος ὀφθεὶς, ὁ οὕτω καταγωνισάμενος καὶ καταπαλαίσας τῆς δεσποίνης τὴν τοσαύτην μανίαν;
000-00-00 Serial Number=0198259413
In epistulam ad Ephesios Ante [Go Back]  
 [00437]  οὐ γὰρ ἔνεστι τῇ οἰκείᾳ κεχρῆσθαι γυναικὶ, καὶ παῦσαι τὴν τυραννίδα;
000-00-00 Serial Number=0082509995
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00337]  καὶ γὰρ Ἑλλήνων ἔθη πολλὰ παρά τισι τῶν ἡμετέρων φυλάττεται, κλῃδονισμοὶ καὶ οἰωνισμοὶ καὶ σύμβολα καὶ ἡμερῶν παρατηρήσεις, καὶ ἡ περὶ τὴν γένεσιν σπουδὴ, καὶ τὰ πάσης ἀσεβείας γέμοντα γραμματεῖα, ἃ τικτομένων τῶν παιδίων εὐθέως ἐπὶ κακῷ τῆς ἑαυτῶν συντιθέασι κεφαλῆς, ἐκ προοιμίων παιδεύοντες καταλύειν τοὺς ὑπὲρ ἀρετῆς πόνους, καὶ ὑπὸ τὴν πεπλανημένην τυραννίδα τῆς εἱμαρμένης τό γε αὐτῶν ἄγοντες μέρος.
000-00-00 Serial Number=0725595653
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01406]  Ὁρᾷς ὅτι τοῦ θανάτου τὴν τυραννίδα ἐκβαλὼν, συγκατέλυσε καὶ τοῦ διαβόλου τὴν ἰσχύν;
 [03633]  σὺ δὲ τὴν ἐκείνης δεδοικὼς τυραννίδα, πάντα ὑπομένεις, καὶ ἐκείνης οὐ καταφρονεῖς;
000-00-00 Serial Number=0846326470
In epistulam ad Philippenses Ante [Go Back]  
 [00635]  Ἀλλ' ἡμεῖς οὐκ ἐλεοῦμεν ἑαυτοὺς, ἀλλ' ἐπενοήσαμεν, καθάπερ ἐχθροὶ ὄντες ἑαυτῶν, τῆς φυσικῆς ἀνάγκης καὶ ἀναπαύσεως μείζονα τυραννίδα, τὴν ἀπὸ τοῦ πλούτου ἀγρυπνίαν.
 [00640]  Ἡμεῖς δὲ ὡς σφόδρα ἑαυτοὺς μισοῦντες, ὡς ἑτέρους πολεμοῦντες καὶ θλίβοντες, τῆς φυσικῆς ταύτης ἀνάγκης μείζονα τὴν ἀπὸ τῶν χρημάτων ἐπενοήσαμεν τυραννίδα.
 [00806]  ἐνταῦθα δὲ, ὅτι με οὐκ εἴασε φοβηθῆναι τοῦ θανάτου τὴν τυραννίδα.
 [02069]  Οἷον ὡς ἐπὶ ὑποδείγματος ἵνα εἴπω, ὁ Ἀβεσσαλὼμ ἥρπασε τὴν τυραννίδα, καὶ [62.229] ἀποθέσθαι ταύτην οὐκ ἐτόλμα λοιπόν.
000-00-00 Serial Number=0521670640
In epistulam ad Romanos Ante [Go Back]  
 [00257]  ∆ειχθέντος, ἀποφανθέντος, κριθέντος, ὁμολογηθέντος παρὰ τῆς ἁπάντων γνώμης καὶ ψήφου, ἀπὸ τῶν προφητῶν, ἀπὸ τῆς παραδόξου γεννήσεως τῆς κατὰ σάρκα, [60.398] ἀπὸ τῆς δυνάμεως τῆς ἐν τοῖς σημείοις, ἀπὸ τοῦ Πνεύματος, δι' οὗ τὸν ἁγιασμὸν ἔδωκεν, ἀπὸ τῆς ἀναστάσεως, δι' ἧς τοῦ θανάτου τὴν τυραννίδα κατέλυσε.
 [04841]  Ἵνα μάθῃς, ὅτι οὐ τὴν τυραννίδα τῆς ἁμαρτίας ἔσβεσε μόνον ὁ Χριστὸς, ἀλλὰ καὶ τὴν σάρκα κουφοτέραν καὶ πνευματικωτέραν ἐποίησεν, οὐ τῷ τὴν φύσιν μεταβαλεῖν, ἀλλὰ τῷ πτερῶσαι μᾶλλον αὐτήν.
 [05785]  Οὐ γὰρ εἶπε ταῦτα οἷς καθημέραν ἁλισκόμεθα, χρημάτων ἔρωτα καὶ δόξης ἐπιθυμίαν καὶ ὀργῆς τυραννίδα, ἀλλὰ ἃ πολλῷ τούτων ἐστὶ τυραννικώτερα, καὶ τὴν φύσιν αὐτὴν ἱκανὰ βιάσασθαι, καὶ διανοίας στεῤῥότητα ἀναμοχλεῦσαι πολλάκις καὶ ἀκόντων ἡμῶν, ταῦτα τίθησι, θλίψεις καὶ στενοχωρίας.
 [06981]  Ἴστε γὰρ τοῦ πάθους τὴν τυραννίδα, καὶ ὅσην ἔχει τὴν ἰσχὺν τῆς ζηλοτυπίας ἡ φύσις πρὸς τὸ λῦσαι φιλονεικίαν ἅπασαν, καὶ τοὺς ἀναπεπτωκότας διαναστῆσαι.
000-00-00 Serial Number=0820528269
In epistulam ad Titum Ante [Go Back]  
 [01036]  οἶδε γὰρ οἵαν ἐνέθηκε τὴν τυραννίδα.
000-00-00 Serial Number=0636784971
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00007]  ἀλλ', ὥσπερ ἔφθην εἰπὼν, τῆς ὑμετέρας ἀγάπης φανερῶν τὴν τυραννίδα, ἢν περὶ τὴν ἡμετέραν σμικρότητα ἐπιδείκνυσθαι μεμελετήκατε·
 [00193]  Εἶδες κακίας τυραννίδα;
000-00-00 Serial Number=0987026095
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00237]  οὕτω δὴ καὶ οἱ πονηρῷ συνεχόμενοι συνειδότι, εἶτα παραμυθίαν ζητοῦντες εὑρεῖν καὶ μὴ βουλόμενοι μετανοίᾳ τὰ ἁμαρτήματα ἀπονίψασθαι, τὴν τῆς εἱμαρμένης ἐπεισήγαγον τυραννίδα, καὶ τὴν τῆς ἀναστάσεως ἀπιστίαν.
000-00-00 Serial Number=0726769030
In illud Messis quidem multa Ante [Go Back]  
 [00016]  τότε γὰρ, τότε τῆς φύσεως τὴν τυραννίδα κατέλυσε, καὶ τὸν παῖδα κατέσφα ξεν·
 [00105]  πῶς καταλύ σομεν τυράννων θυμὸν, δήμων ἐπαναστάσεις, φιλοσόφων κατασκευὰς, ῥητόρων δεινότητα, προλήψεως τυραννίδα, συνηθείας παλαιᾶς ἰσχὺν, δαιμόνων ἐπιβουλὰς, ψυχὰς μυρίοις νοσήμασι προκατειλημμένας;
000-00-00 Serial Number=0573641300
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00256]  Λέγει αὐτῶν τὰς παρανομίας, τὰς ἁμαρτίας, τὸ ἀδιόρθωτον, τὴν τυραννίδα, τὴν τιμωρίαν.
000-00-00 Serial Number=0522221267
In illud Vidi dominum Ante [Go Back]  
 [00676]  Εἴσελθε καὶ βλέπε πένητας ἐκ μεσονυκτίων μέχρι τῆς ἡμέρας παραμένοντας, βλέπε παννυχί δας ἱερὰς ἡμέρᾳ καὶ νυκτὶ συναφθείσας, βλέπε δῆμον φιλόχριστον, οὔτε ἐν ἡμέρᾳ τὴν ἀνάγκην τῆς πενίας φοβουμένους, οὔτε ἐν νυκτὶ τὴν τυραννίδα τοῦ ὕπνου.
000-00-00 Serial Number=0146391034
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00425]  ἀλλ' ἔσται μεῖζον τῆς ζημίας τὸ κέρδος, πλείω τῶν κακῶν τὰ ἀγαθὰ, διὰ τῶν ῥημάτων τούτων ἵλεω τὸν Θεὸν σεαυτῷ ποιῶν, τὴν τυραννίδα ἀποκρουόμενος.
000-00-00 Serial Number=0051652730
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00128]  Κατεφρόνησεν ἐκεῖνος λιμοῦ, καταφρονήσωμεν καὶ ἡμεῖς τρυφῆς, καὶ τῆς γαστρὸς τὴν τυραννίδα καθέλωμεν, ἵνα ἂν καιρὸς ἐπιστῇ τοσαύτην παρ' ἡμῶν τὴν ἀν [50.526] δρείαν ἐπιζητῶν, προγυμνασθέντες ἐν τοῖς ἐλάττοσι, λαμπροὶ φανῶμεν ἐπὶ τῶν σκαμμάτων.
000-00-00 Serial Number=0440054655
In sanctum pascha [1] Ante [Go Back]  
 [00058]  σήμερον ἡμῶν ὁ ∆εσπό της τὸ κατὰ τοῦ θανάτου τρόπαιον στήσας, καὶ τοῦ διαβόλου τὴν τυραννίδα καταλύσας, τὴν διὰ τῆς ἀνα στάσεως ὁδὸν εἰς σωτηρίαν ἐχαρίσατο.
000-00-00 Serial Number=0649787843
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00354]  Οὐκ ἐνόμισαν ἀρκεῖν αὐτοῖς εἰς ἀπολογίαν τὴν ἀνάγκην οὐδὲ τὴν τυραννίδα τοῦ τὴν πόλιν ἔχοντος, ἀλλὰ πάντα μηχανῶνται καὶ πραγματεύονται, ὥστε τὴν ἁμαρτίαν φευγεῖν, καίτοι πανταχόθεν προδεδομένοι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»