Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συνήθειαν [126]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συνήθειαν


000-00-00 Serial Number=0649254322
Ad illuminandos catecheses Ante [Go Back]  
 [00235]  Ὥσπερ γὰρ νῦν σπουδάζοντά σε καὶ φυλαττόμενον καὶ μεριμνῶντα καὶ φροντίζοντα ἴσχυσε πολλάκις ὑποσκελίσαι ἐκείνη, οὕτως ἂν εἰς τὴν ἀγαθὴν σαυτὸν συνήθειαν μεταστήσῃς τὴν τοῦ μὴ ὀμνύναι, οὐδὲ ἄκων, οὐδὲ ῥᾳθυμῶν ἐμπεσεῖν δυνήσῃ ποτὲ πρὸς τὰ τῶν ὅρκων πτώματα·
 [00237]  Ἵν' οὖν μὴ πονῶμεν συνεχῶς, ἑαυτοὺς εἰς συνήθειαν μεταστήσωμεν ἑτέραν, καὶ ἕκαστον τῶν σοι συγγινομένων καὶ συνόντων ταύτην αἴτησαι τὴν χάριν, ἵνα συμβουλεύῃ καὶ παραινῇ φεύγειν τοὺς ὅρκους, καὶ ἁλισκόμενον ἐλέγχῃ.
 [00355]  πῶς δὲ οὐ πείσῃ, τὴν πονηρὰν συνήθειαν μὴ ἐκβαλὼν τῶν κακῶν;
 [00376]  εἴτε ὀμνύναι, εἴτε ψεύδεσθαι, εἴτε ὑβρίζειν, εἴτε αἰσχρολογεῖν, εἴτε γελωτοποιεῖν, εἴτε ἄλλο τι τῶν τοιούτων τῶν μὴ νενομισμένων συνήθειαν ἔχεις ποιεῖν, ἔξελε τὴν συνήθειαν, ἵνα μὴ πάλιν πρὸς αὐτὴν ἐπανέλθῃς μετὰ τὸ βάπτισμα.
 [00377]  Τὰ ἁμαρτήματα ἀφανίζει τὸ λουτρὸν, τὴν συνήθειαν διόρθωσον σὺ, ἵνα τῶν χρωμάτων ἐπενεχθέντων καὶ λαμψάσης τῆς βασιλικῆς εἰκόνος, μηκέτι λοιπὸν ἐξαλείφῃς, καὶ τραύματα καὶ οὐλὰς ἐμποιῇς τῷ παρὰ τοῦ Θεοῦ δοθέντι σοι κάλλει.
000-00-00 Serial Number=0441866577
Ad populum Antiochenum Ante [Go Back]  
 [00164]  Περικόψωμεν τοίνυν τὴν πονηρὰν ταύτην συνήθειαν, καὶ ἀκούσωμεν Παύλου λέγοντος, Οἴνῳ ὀλίγῳ χρῶ·
 [01173]  Ἵνα γὰρ καὶ τῶν ἡμετέρων ἀμελήσωμεν, καὶ χαλεπωτέρας ἑαυτοῖς καταστήσωμεν τὰς εὐθύνας, εἰς ταύτην ἡμᾶς τὴν συνήθειαν ὁ διάβολος ἤγαγε·
 [01268]  τὸ μηδένα κακῶς λέγειν, τὸ μηδένα ἐχθρὸν ἔχειν, τὸ καθόλου πᾶσαν ἐκ τοῦ στόματος ἀπελάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν.
 [01560]  Καὶ τῶν τριῶν δὲ ἐκείνων μνημονεύσωμεν, περὶ ὧν πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, παρακαλῶν μηδένα ἔχειν ἐχθρὸν, μηδὲ κακῶς λέγειν τινὰ τῶν λελυπηκότων ὑμᾶς, καὶ τὴν πονηρὰν τῶν ὅρκων ἐκβαλεῖν ἀπὸ τοῦ στόματος ὑμῶν συνήθειαν.
 [01566]  ὅτι καὶ τὴν πονηρὰν μετέβαλε συνήθειαν, καθάπερ καὶ τὴν τροφήν;
 [01994]  αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τὰς πολυορκίας, οὐδ' ἂν μυριάκις τις ἀναγκάσῃ, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν.
 [01995]  Ἀλλ' ὥσπερ νῦν μετὰ πολλοῦ τοῦ πόνου καὶ μυρίας τῆς ἐνοχλήσεως φοβοῦντες, ἀπειλοῦντες, παραινοῦντες, συμβουλεύοντες, μόλις ἰσχύσαμεν εἰς ἑτέραν αὐτὸ μεταθεῖναι συνήθειαν·
 [02316]  Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο ἐπείγομαι εἰς ἑτέραν ὑμᾶς συνήθειαν ἐμβαλεῖν, χρηστὴν καὶ κέρδος ἔχουσαν.
 [02317]  Ὅταν γὰρ εἴπῃς, ὅτι ∆υσκόλως ἀφίσταμαι τῆς συνηθείας, δι' αὐτὸ τοῦτο σπούδασον ἀποστῆναι, σαφῶς εἰδὼς, ὅτι ἐὰν ἑτέραν σαυτῷ ποιήσῃς συνήθειαν τὴν τοῦ μὴ ὀμνύειν, οὐδενὸς δεήσῃ πόνου λοιπόν.
 [02321]  καὶ ταῦτα ἡδέως πρὸς τὴν τράπεζαν ἔχοντες, ἀλλ' ὅμως διὰ τὴν ἀπὸ τοῦ συνειδότος συνήθειαν φέρομεν πάντα γενναίως ταλαιπωρούμενοι.
 [02323]  καὶ καθάπερ νῦν, κἂν μυρίαν ἀνάγκην τις ἐπιθῇ, μένεις κατέχων τὴν συνήθειαν·
 [02510]  Καὶ ποία συγγνώμη, τίς δὲ ἡμῖν ἔσται ἀπολογία, κἂν μυριάκις συνήθειαν προβαλλώμεθα;
 [02933]  Ταῦτα δῶμεν αὐτοῖς περὶ ἡμῶν λέγειν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν ἀπελάσωμεν, καὶ τοσαύτην δῶμεν τῷ Θεῷ τιμὴν, ὅσην τοῖς ἱματίοις ἡμῶν τοῖς πολυτελεστέροις.
 [03700]  Ὅταν γὰρ φίλοι παραπέμπωσι μετὰ τοιαύτης συμβουλῆς, καὶ οἴκοι γενόμενον ἡ γυνὴ πάλιν τὰ αὐτὰ ἀναμιμνήσκῃ, καὶ μόνους ὄντας ὁ λόγος ὁ ἡμέτερος κατέχῃ, ταχέως ἀποκρουσόμεθα τὴν πονηρὰν συνήθειαν ταύτην.
 [03870]  Πολλοὶ γὰρ ἑτέρους ἰδόντες τὴν πονηρὰν ἀποθεμένους τῶν ὅρκων συνήθειαν, ἐμιμήσαντο τὴν σπουδὴν, καὶ περιεγένοντο τῆς ἁμαρτίας·
 [03935]  Πάλιν γὰρ ὑμῖν περὶ τῆς αὐτῆς ὑποθέσεως διαλεχθῆναι βούλομαι, ὥστε πρόῤῥιζον ἀπὸ τῆς διανοίας ὑμῶν ἀνασπάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν.
 [04161]  διὰ τοῦτο ἐνταῦθα τῆς ἱστορίας ταύτης τὴν διήγησιν καταλύσας, μετὰ τῆς Ἰωάννου κεφαλῆς καὶ τὴν τοῦ Ἰωνάθαν σφαγὴν, καὶ τὴν πανωλεθρίαν τοῦ δήμου παντὸς, τὴν οὐ γενομένην μὲν, συμβᾶσαν δὲ ὅμως ἀπὸ τῆς ἀνάγκης τῶν ὅρκων, πρὸς ἀλλήλους λέγειν παρακαλῶ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πρὸς γυναῖκας, καὶ πρὸς φίλους, καὶ πρὸς γείτονας, καὶ πρὸς πάντας ἀνθρώπους ἁπλῶς ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι σπουδὴν, καὶ μὴ νομίζειν ἀρκοῦσαν ἡμῖν ἀπολογίαν εἶναι, εἰ συνήθειαν προβαλοίμεθα.
 [04163]  Ἀπέκλεισε τὰ βαλανεῖα τῆς πόλεως ὁ βασιλεὺς, καὶ μηδένα λούσασθαι ἐκέλευσε, καὶ οὐδεὶς ἐτόλμησε παραβῆναι τὸν νόμον, οὐδὲ αἰτιάσασθαι τὸ γεγενημένον, οὐδὲ [49.152] συνήθειαν προβαλέσθαι·
 [04169]  Πῶς οὖν οὐκ ἄτοπον, βασιλέως μὲν ἐπιτάττοντος καὶ τὰ χαλεπώτατα φέρειν, Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, ἀλλὰ ῥᾴδιον σφόδρα καὶ εὔκολον, καταφρονεῖν καὶ καταγελᾷν, καὶ συνήθειαν προβάλλεσθαι;
 [04188]  ταύτην καὶ πονηρὰν συνήθειαν ἀποθεμένους τῆς ψυχῆς, ἕτερον στέφανον ἀναδήσασθαι.
 [04413]  Πρὸ τῶν ἄλλων τοίνυν ἁπάντων μελῶν ταύτην σωφρονίσωμεν, ταύτην χαλινώσωμεν, καὶ λοιδορίας καὶ ὕβρεις καὶ αἰσχρολογίας καὶ κακηγορίας ἀπὸ τοῦ στόματος ἐξελάσωμεν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν·
 [04550]  Οἶδα ὅτι ἐνταῦθα εὐλαβέστεροι γινόμεθα, καὶ πᾶσαν πονηρὰν συνήθειαν ἀποτιθέμεθα·
 [04785]  ὁρῶν δὲ καθ' ἑκάστην ἡμέραν κατακρημνιζομένους πάντας τοὺς ἀδελφοὺς εἰς τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν, οὐδὲ ῥῆμα προέσθαι τολμᾷς;
 [05296]  Φέρε οὖν καὶ ἡμεῖς ἀντὶ τῶν δώρων τούτων, τῆς ἀγάπης λέγω καὶ τῆς διαθέσεως, ἐφόδια δόντες αὐτοῖς, οὕτως αὐτοὺς ἀποπέμψωμεν, καὶ τὸν περὶ τῶν ὅρκων πάλιν κινήσωμεν λόγον, ὥστε πρόῤῥιζον ἐκ τῆς διανοίας ἁπάντων ἀνασπασθῆναι τὴν πονηρὰν ταύτην συνήθειαν.
 [05419]  Μή μοί τις λοιπὸν συνήθειαν προβαλλέσθω·
 [05825]  Καὶ ἵνα μὴ νομίσητε, ὅτι ἁπλῶς ταῦτα λέγω, ὃν νομίζετε εἶναι πολύορκον ἄνθρωπον καὶ πλείονα ὀμνύοντα μᾶλλον ἢ φθεγγόμενον, τοῦτον ἐμοὶ παράδοτε δέκα μόνον ἡμέρας, κἂν μὴ πᾶσαν ἐξέλω τὴν συνήθειαν ἐν ταῖς ὀλίγαις ταύταις ἡμέραις, κατάγνωτέ μου τὴν ἐσχάτην ταύτην κατάγνωσιν·
 [05829]  ἀλλ' ὅμως οὗτοι οἱ βάρβαροι καὶ ἀνόητοι, οἱ μηδενὸς μηδέποτε ἀκούσαντες φιλοσοφοῦντος, οἱ μηδέποτε παραγγέλματα τοιαῦτα λαβόντες, ἀκούσαντες τοῦ προφήτου λέγοντος, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, ἐν τρισὶν ἡμέραις πᾶσαν ἀπέθεντο πονηρὰν συνήθειαν·
 [05893]  ∆ιὰ τί ὁ κλέπτων οὐ προβάλλεται συνήθειαν, καὶ ἀπαλλάττεται κολάσεως;
000-00-00 Serial Number=0948001981
Ad viduam juniorem Ante [Go Back]  
 [00088]  Ἀλλὰ ῥημάτων ἴσως ποθεῖς ἀκοῦσαι τῶν ἐκείνου καὶ φιλίας ἀπολαῦσαι τῆς πρὸς αὐτόν, καὶ συνήθειαν ἐπιζητεῖς καὶ δόξαν τὴν δι' αὐτὸν καὶ λαμπρότητα καὶ τιμὴν καὶ ἀσφάλειαν, καὶ ταῦτά σε πάντα φροῦδα γενόμενα θορυβεῖ καὶ σκοτοῖ.
000-00-00 Serial Number=0965179265
Adversus Judaeos Ante [Go Back]  
 [00777]  Καὶ ὅτι μέγα κατώρθωσαν, διὰ τῆς συγκαταβάσεως ταύτης εἰς συνήθειαν ἡμᾶς νηστείας καταστήσαντες, δῆλον ἐκεῖθεν.
 [00804]  Καὶ καθάπερ αἱρεῖσθε νῦν πάντα ὑπομεῖναι, ἢ μεταθεῖναι τὴν συνήθειαν, οὕτως ἔδει τούτου μὲν καταφρονεῖν, πάντα δὲ αἱρεῖσθαι πάσχειν καὶ ποιεῖν, ὥστε μὴ μεθ' ἁμαρτημάτων προσιέναι.
 [00837]  Τοῦτο καὶ Ἰουδαίους ἀπώλεσεν, οἳ τὴν παλαιὰν ἐπιζητοῦντες ἀεὶ συνήθειαν, πρὸς ἀσέβειαν ἀπεσύροντο.
000-00-00 Serial Number=0744396925
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01031]  ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς τῶν Ἑβραίων τοὺς παῖδας, ἐπειδὴ ἔδει τὴν παλαιὰν τῶν κακῶν ἀποθέσθαι συνήθειαν, τὴν ἐν Αἰγύπτῳ λέγω, λαβὼν καταμόνας αὐτοὺς ἐπὶ τῆς ἐρημίας, καὶ τῶν διαφθειρόντων ἀποστήσας ὡς ποῤῥωτάτω, καθάπερ ἐπὶ μοναστηρίου τινὸς, τῆς ἐρημίας, διέπλαττεν αὐτῶν τὰς ψυχὰς, πᾶσαν ὁδὸν ἰατρείας κινῶν.
 [01603]  Ἀλλὰ συνήθειαν ἐπιζητοῦμεν, καὶ σὺν ἡμῖν αὐτοὺς εἶναι βουλόμεθα.
000-00-00 Serial Number=0601995409
Catecheses ad illuminandos Ante [Go Back]  
 [00233]  Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται καὶ ἄνδρες καὶ γυναῖκες, τοῦτο γὰρ τὸ τοῦ Χριστοῦ στρατόπεδον οὐκ οἶδε φύσεως διαφοράν, ἐντεῦθεν ἤδη πᾶσαν τοιαύτην συνήθειαν ἐκκόψαντες ὡς μέλλοντες τὸν ἁπάντων βασιλέα ὑποδέχεσθαι, οὕτως ἐκκαθάρατε ὑμῶν τὴν διάνοιαν ὥστε μηδένα ῥύπον ἐπισκοτεῖν τοῖς ὑμετέροις λογισμοῖς.
000-00-00 Serial Number=0380945563
Catechesis de juramento Ante [Go Back]  
 [00005]  Ἆρα ἀπηλάσατε ἐκ τοῦ στόματος ὑμῶν τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν;
000-00-00 Serial Number=0176358283
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00404]  Εἰ δὲ δοκεῖ τινα δυσκολίαν ἔχειν τὸ συνήθειαν διασπασθῆναι μακρὰν, τῇ δυνάμει τοῦ λογισμοῦ μετὰ τὴν τοῦ Θεοῦ χάριν τὸ πᾶν ἐπιτρέψαντες, κἀκεῖνο πείσαντες ἑαυτοὺς, ὅτι, ἂν ἀρχὴν μόνον ἐπιθῶμεν τῷ πράγματι, οὐκέτι ὀψόμεθα δυσχερὲς, οὕτω κατατολμήσωμεν τῆς συνηθείας.
 [00406]  εἶτα ὁδῷ προβαίνων οὐδὲ αἴσθησιν λήψῃ λοιπὸν τῆς ἐν ἀρχῇ δυσκολίας, ἀλλὰ τὸ σφόδρα δυσκαταγώνιστον εὐκολώτατον ὄψει γινόμενον, καὶ εἰς ἑτέραν καταστήσεις πάλιν σαυτὸν συνήθειαν, καὶ ῥᾳδίαν εὑρήσεις τὴν μετάθεσιν οὖσαν οὐ διὰ συνήθειαν μόνον, ἀλλὰ καὶ διὰ τὰς χρηστὰς ἐλπίδας.
000-00-00 Serial Number=0830830574
De Anna i Ante [Go Back]  
 [00503]  μάλιστα μὲν γὰρ οὐδὲ εἰς μέθην ἐμπεσούμεθα ῥᾳδίως, καθάπερ ἔφθην εἰπὼν, εἰ καταστήσαιμεν εἰς ταύτην ἑαυτοὺς τὴν συνήθειαν.
 [00504]  Ὥστε κἂν κραιπαλῶν κἂν μεθύων ποτὲ ἀναστῇς, μηδὲ οὕτω καταλύσῃς τὸ ἔθος, ἀλλὰ κἂν καρηβαρῶμεν, κἂν περιφερώμεθα καὶ καταπί [54.651] πτωμεν, καὶ οὕτως εὐξώμεθα, καὶ μὴ διαλύσωμεν τὴν συνήθειαν.
000-00-00 Serial Number=0432782352
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00660]  Καὶ καλέσας Ἰουδαίων τινὰς καὶ θύειν κελεύσας καὶ γὰρ τοὺς προγόνους τοὺς ἐκείνων τοῦτον τῆς θρησκείας θρησκεύειν τὸν τρόπον ἔλεγεν ἐπειδὴ εἰς ταύτην ἐκεῖνοι κατέφυγον τὴν ἀναχώρησιν ὡς οὐ θέμις αὐτοῖς τοῦ ναοῦ πεπτωκότος ἔξω τῆς παλαιᾶς μητροπόλεως τοῦτο ποιεῖν κελεύει χρήματα ἀπὸ τῶν ταμείων λαβόντας τῶν βασιλικῶν καὶ τὰ ἄλλα ἅπαντα ἃ πρὸς τὴν οἰκοδομὴν παρέχειν ἐχρῆν ἀπιέναι καὶ ἀνορθοῦν τὸν ναὸν καὶ ἐπὶ τὴν παλαιὰν ἐπανιέναι συνήθειαν τῶν θυσιῶν.
000-00-00 Serial Number=0868321061
De Lazaro Ante [Go Back]  
 [00337]  Οἶδα ὅτι πολλοὶ καταγνώσονται τῶν λεγομένων, ὡς καινήν τινα καὶ παράδοξον συνήθειαν εἰσαγόντων τῷ βίῳ·
 [01622]  Ἀλλὰ συνήθειαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο ὀδύρῃ καὶ θρηνεῖς;
000-00-00 Serial Number=0025022805
De baptismo Christi Ante [Go Back]  
 [00035]  Ὑμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν τούτων εἰδέναι δυνήσεσθε μέρος, ἅπαξ [49.365] ἐνταῦθα καὶ τοῦτο παρέργως συναγόμενοι, καὶ διὰ συνήθειαν ἑορτῆς, οὐ δι' εὐλάβειαν ψυχῆς.
 [00205]  Οἶδα ὅτι πολλοὶ παρ' ἡμῖν διὰ τὴν τῆς ἑορτῆς συνήθειαν τῇ ἱερᾷ ταύτῃ προσδραμοῦνται τραπέζῃ.
000-00-00 Serial Number=0602463961
De decem millium talentorum debitore Ante [Go Back]  
 [00032]  Ἤδη μὲν οὖν μίαν ἐκρούσαμεν νευρὰν δι' ὅλης τῆς Τεσσαρακοστῆς, τὸν περὶ τῶν ὅρκων νόμον ὑμῖν ἀναγινώσκοντες, καὶ διὰ τὴν τοῦ Θεοῦ χάριν πολλὰ στόματα τῶν ἀκροατῶν ἡμῖν ἐπαιδεύθη τὴν τοῦ νόμου μελῳδίαν ἐκείνου, καὶ τὴν πονηρὰν ἀπελάσαντες συνήθειαν ἀντὶ τοῦ τὸν Θεὸν ὀμνύναι, τὸ Ναὶ, καὶ τὸ Οὒ, καὶ τὸ Πίστευσον, ἐπὶ τοῦ στόματος φέρουσι διηνεκῶς ἐπὶ διαλέξεως ἁπάσης·
000-00-00 Serial Number=0415001333
De nativitate Ante [Go Back]  
 [00069]  Τὴν συνήθειαν τῶν ὅρκων ἐκκόψατε, τὸν γεννηθέντα Χριστὸν δοξάζοντες, ὅτι αὐτῷ πρέπει τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0280306697
De negatione Petri Ante [Go Back]  
 [00246]  Καὶ ὥσπερ οὐδ' ἂν ὁτιοῦν γένοιτο, χερσὶν ἀνίπτοις ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέστης εἰς συνήθειαν ἅπαξ·
000-00-00 Serial Number=0963138163
De paenitentia [1] Ante [Go Back]  
 [01753]  Καὶ εἰ βούλει ξένον ἐπακοῦσαι λόγον, ξένον μὲν ὅσον εἰς συνήθειαν, ἀληθινὸν δὲ ὅσον εἰς εὐσέβειαν, ἄκουσον.
 [02334]  μόνον ἔκκοψον πρᾶγμα πονηρὸν καὶ ἰσχυρὸν, συνήθειαν πονηράν.
000-00-00 Serial Number=0515901089
De proditione Judae Ante [Go Back]  
 [00149]  τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν τὴν ἐν τραπέζῃ, τὰ θαύματα, τὴν διδασκαλίαν, τὴν παραίνεσιν, τὴν νουθεσίαν·
 [00541]  Αὕτη ἐπεισελθοῦσα τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν, τὴν θαυμαστὴν διδασκαλίαν, πάντα ταῦτα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία.
000-00-00 Serial Number=0741340339
De sacerdotio Ante [Go Back]  
 [00044]  Εἰ μὲν γὰρ ἔχεις ἐγκαλεῖν ὅτι σὲ εἰς βιωτικὰς περιέλκω φροντίδας καὶ τῶν πραγμάτων ἀναγκάζω προστῆναι τῶν σῶν, μὴ τοὺς τῆς φύσεως νόμους, μὴ τὴν ἀνατροφήν, μὴ τὴν συνήθειαν, μηδὲ ἄλλο μηδὲν αἰδεσθῇς, ὡς ἐπιβούλους φεῦγε καὶ πολεμίους·
000-00-00 Serial Number=0351338506
De virginitate Ante [Go Back]  
 [00748]  Τοῖς Γαλάταις γὰρ διαλεγόμενος καὶ τὸν ἀπὸ τοῦ νόμου φόβον ἐκλῦσαι σπεύδων, δι' ὃν ἐπὶ τὴν παλαίαν κατεφέροντο συνήθειαν πολλὰ τῶν ἐκεῖ φυλάττοντες, τί φησί;
 [01797]  Ἀλλὰ τὸ μὲν ποτὸν αὐτοῖς ἄφθονον παρεῖχον καὶ ἡδὺ πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, τράπεζαν δὲ τῷ μὲν ἄγγελος κατεσκεύαζε θαυμαστήν τινα καὶ παράδοξον καὶ μείζονα ἢ κατ' ἀνθρωπίνην συνήθειαν.
000-00-00 Serial Number=0849896252
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [06771]  Πείσωμεν τοίνυν ἑαυτοὺς τὴν τῶν ὅρκων φυγεῖν συνήθειαν, καὶ τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν.
 [06787]  αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τοὺς ὅρκους, οὐδ' ἂν μυριάκις ἀναγκάσῃ τις, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν.
 [06799]  Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, καταφρονεῖν, καὶ συνήθειαν πονηρὰν προβάλλεσθαι;
 [08545]  Ὥστε εἰ μὴ παρθένος ἦν, οὐδὲ σημεῖον ἦν, τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν, καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν, καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρώντων καὶ ἀκουόντων.
 [08817]  μόνον ἔκκοψον πρᾶγμα πονηρὸν καὶ ἰσχυρὸν καὶ συνήθειαν πονηράν.
 [09999]  ὅταν δὲ ἀνακαλουμένου ῥήματα λέγῃς, καὶ συνήθειαν, καὶ προστασίαν, οὐχὶ διὰ τοῦτο πενθεῖς, ἀλλὰ σκέπτῃ.
000-00-00 Serial Number=0806066275
Expositiones in Psalmos Ante [Go Back]  
 [00058]  Ὅτι οὐ μικρὸς σύνδεσμος τῆς πρὸς Θεὸν ἀγάπης ἡ εὐχὴ, συνήθειαν ἡμῖν ἐμποιοῦσα τῆς πρὸς αὐτὸν ὁμιλίας, καὶ εἰς φιλοσοφίαν ἄγουσα.
 [06267]  Ἐὰν εἰς ταύτην ἑαυτοὺς καταστήσωμεν τὴν συνήθειαν, οὐδὲ ἑκόντες, οὐδὲ ῥᾳθυμοῦντές ποτε προησόμεθα τὴν καλὴν ταύτην λειτουργίαν, τοῦ ἔθους καὶ ἄκοντας ἡμᾶς ἀναγκάζοντος καθ' ἑκάστην ἡμέραν τὴν καλὴν ταύτην ἐπιτελεῖν λατρείαν.
000-00-00 Serial Number=0269526422
Fragmenta in Job Ante [Go Back]  
 [00059]  Καὶ ἡμεῖς δὲ κατὰ τὴν κοινὴν συνήθειαν ἐπειδ' ἂν ἐπί τινα πρᾶξιν τὸν οἰκέτην ἢ τὸν υἱὸν ἀποστέλλωμεν, εἰώθαμεν μὲν λέγειν πρὸς αὐτὸν, ὡς ἄνθρωπος ἅψαι τῆς πράξεως, τουτέστι τὴν ἀνθρωπίνην κατάστασιν τήρησον, ὡς νουνεχὴς, ὡς λόγον ἔχων, οὕτω διανόησαι, οὕτω πρᾶξον, ἐκ τῆς ἐνεργείας δεῖξον ὅτι ὄντως ἄνθρωπος εἶ.
000-00-00 Serial Number=0820735335
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00086]  Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες συνήθειαν, χρονίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν πόλεων ἔθη διασαλεύοντες καὶ καθαιροῦντες, καὶ ἀπ' ἐναντίας πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δικασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις, γηπόνοις, ναύταις, πόλεμος ἀνεῤῥιπίζετο χαλεπὸς, καὶ, ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά·
000-00-00 Serial Number=0529840529
In Acta apostolorum Ante [Go Back]  
 [02680]  Νηστεύσατε, παρακαλέσατε τὸν Θεὸν, καὶ ἡμεῖς μεθ' ὑμῶν, ὥστε τὴν ὀλέθριον ταύτην ἐξελεῖν συνήθειαν.
 [03571]  Οὐκοῦν ἐπεὶ τοσαύτη τῆς συνηθείας ἡ τυραννὶς, εἰς ἑτέραν αὐτὴν μετάγαγε συνήθειαν.
 [03831]  Πήξατε ἐν βάθει ταύτην τὴν συνήθειαν.
 [04460]  εἰς συνήθειαν ἀρίστην ἑαυτοὺς ἐμβάλωμεν·
 [07223]  Ὅταν δὲ ἀνακαλούμενος ῥήματα λέγῃς καὶ συνήθειαν καὶ προστασίαν, οὐχὶ διὰ τοῦτο πενθεῖς, ἀλλὰ σκήπτῃ.
 [09672]  ἐβουλόμην δὲ αὐτόν τι καὶ ἀπὸ τῆς ἡμετέρας καρπώσασθαι διαλέξεως, καὶ ὅπερ ἡ συνήθεια ἐποίησε, τοῦτο καὶ ἀφ' ἡμῶν γενέσθαι, καὶ ἑτέραν ἐπεισαχθῆναι συνήθειαν·
 [09999]  Τινὲς δὲ, ὃ παρ' ἡμῖν λέγουσι κατὰ τὴν Ῥωμαϊκὴν συνήθειαν, Ἐν τοῖς σίγνοις αὐτὸν ἔμβαλε, τοῦτο εἶναι τὸ, Αἶρε αὐτόν.
000-00-00 Serial Number=0751829147
In Isaiam Ante [Go Back]  
 [02408]  Τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρώντων καὶ ἀκουόντων.
000-00-00 Serial Number=0725450695
In Joannem Ante [Go Back]  
 [03756]  [59.131] ὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς ∆εσπότην σέβειν καὶ προσκυνεῖν.
 [03791]  Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἡ ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν ὁ τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦν ὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς ∆εσπότην σέβειν καὶ προσκυνεῖν.
000-00-00 Serial Number=0823323846
In annuntiationem sanctissimae deiparae Ante [Go Back]  
 [00026]  Ἢ ἀγνοεῖς τὴν τῶν προσαγορευόντων συνήθειαν, ἢ δοκιμάζεις με, εἰ εὐάλωτος τυγχάνω;
000-00-00 Serial Number=0660991013
In catechumenos Ante [Go Back]  
 [00087]  Οὐκοῦν πολιτείας ἀγαθῆς ἐρασθῶμεν, μισήσωμεν τὴν τοῦ ἁμαρτάνειν συνήθειαν, τῆς μελλούσης ἀπολογίας φροντίσωμεν, κτησώμεθα καθαρότητα βίου·
000-00-00 Serial Number=0191629648
In decem virgines Ante [Go Back]  
 [00081]  ἀγνοοῦσι γὰρ αὗται μὴ κτησάμεναι συναλλάγματος τοιούτου συνήθειαν.
000-00-00 Serial Number=0156293333
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00144]  Ὁρῶν τοίνυν ὁ Παῦλος ἐκ τοῦ πράγματος τούτου πολλὰ κακὰ, τὰ μὲν γινόμενα, τὰ δὲ μέλλοντα (καὶ γὰρ καταφρόνησις τῶν πενήτων τοῖς πλουσίοις ἐγίνετο καὶ ὑπεροψία πλείων, καὶ τοῖς πένησιν ἀθυμία καὶ ἀπέχθεια πρὸς τοὺς πλουτοῦντας, καὶ ὅσα ἄλλα εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν κακῶν), διορθοῦται τὴν πονηρὰν ταύτην καὶ πικρὰν συνήθειαν.
000-00-00 Serial Number=0530063510
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02004]  Καὶ γὰρ οἱ Ἰουδαῖοι μάννα ἔχοντες, σκόροδα ἐζήτουν, καὶ ἐλευθερίας ἀπολαύοντες, τῆς δουλείας ἐμέμνηντο, καὶ Αἴγυπτον συνεχῶς ἐπεζήτουν διὰ τὴν συνήθειαν.
 [02008]  ∆ιὰ δὴ τοῦτο καί τινες τῶν ἔξωθεν, δευτέραν φύσιν τὴν συνήθειαν ἐκάλεσαν.
 [02013]  Ἐπὶ δὲ τῶν ἀποστόλων καὶ ἕτερον ἦν δυνατώτερον τούτων ἐμπόδισμα, τὸ μὴ μόνον συνήθειαν ἀμείβειν οὕτω παλαιὰν καὶ ἀρχαίαν, ἀλλὰ καὶ μετὰ κινδύνων τὴν μετάστασιν ποιεῖσθαι.
 [02014]  Οὐ γὰρ ἁπλῶς ἀπὸ συνηθείας εἰς συνήθειαν εἷλκον, ἀλλ' ἀπὸ συνηθείας ἄδειαν ἐχούσης εἰς πράγματα κινδύνους ἀποτελοῦντα.
 [02016]  Ὥστε εἰ καὶ ἐπὶ συνήθειαν ἐκάλουν ἀπὸ καινοτομίας, καὶ οὕτω δύσκολον τὸ πρᾶγμα ἦν·
 [02114]  τοὺς καινοτομοῦντας, ἢ τοὺς τὴν συνήθειαν κρατύνοντας;
 [03527]  Καὶ μή μοι λέγε τὴν συνήθειαν.
 [06139]  Ὥσπερ ἂν εἴ τις τῷ νεκροῦ ἅπτεσθαι νομίζοι μολύνειν ἑαυτὸν κατὰ Ἰουδαϊκὴν συνήθειαν, εἶτα ἑτέρους ὁρῶν ἁπτομένους μετὰ καθαροῦ συνειδότος, μὴ ἁπτόμενος μετὰ τῆς αὐτῆς γνώμης, μολύνοιτο·
 [06409]  Ἐπειδὴ, ὅπερ ἰσχυρότατον ἦν, ἐκ τῶν ἀποστόλων ἀπέδειξεν, ὅτι ἔξεστι τοῦτο ποιεῖν, ἐπὶ παραδείγματα λοιπὸν ἔρχεται καὶ τὴν κοινὴν συνήθειαν, ὅπερ ἔθος αὐτῷ ποιεῖν, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις, λέγων.
 [06416]  Τὸν γὰρ ἀφελέστερον καὶ παχύτερον καὶ τοῦτο μάλιστα ἀναπαύειν εἴωθε, τὸ καὶ τὴν κοινὴν συνήθειαν ὁρᾷν τοῖς τοῦ Θεοῦ νόμοις συμβαίνουσαν.
 [06442]  Ἐπειδὴ γὰρ τέως ἀπὸ Γραφῶν οὐδὲν εἶπεν, ἀλλὰ τὴν κοινὴν συνήθειαν προεβάλετο, Μὴ νομίσητέ με, φησὶ, τούτοις ἰσχυρίζεσθαι μόνοις, μηδὲ ἀφ' ὧν τοῖς ἀνθρώποις δοκεῖ, ταῦτα νομοθετεῖν.
 [07939]  Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν;
 [08200]  Ὅπερ ἀεὶ ποιεῖ, κοινοὺς λογισμοὺς τιθεὶς, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, ἐπὶ τὴν κοινὴν συνήθειαν καταφεύγων, καὶ σφόδρα ἐντρέπων τοὺς ἀναμένοντας ταῦτα μανθάνειν παρ' αὐτοῦ, ἃ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας δυνατὸν [ἦν] μανθάνειν·
 [08221]  φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ.
 [08224]  Ἡμεῖς γὰρ, φησὶ, τοιαύτην συνήθειαν οὐκ ἔχομεν, ὥστε φιλονεικεῖν καὶ ἐρίζειν καὶ ἀντιτάττεσθαι.
 [09303]  Ἀνακτησάμενος τοίνυν καὶ ἀναγαγὼν τὸν δοκοῦντα ἠλλαττῶσθαι ἀπὸ τοῦ κοινοῦ τούτου παραδείγματος, πάλιν τὴν κοινὴν συνήθειαν ἀφίησι, καὶ ἐφ' ἕτερον ἔρχεται κεφάλαιον πνευματικὸν μείζονα φέρον τὴν παράκλησιν, καὶ πολλῆς ἰσοτιμίας ὂν ἐνδεικτικόν.
 [09999]  Εἰ δέ τις φιλό-νεικός ἐστιν, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν.
000-00-00 Serial Number=0792969286
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00340]  Εἶτα ὁ μὲν Παῦλος ὑπὲρ ἐθῶν Ἰουδαϊκῶν τοσαύτην ἐποιεῖτο σπουδὴν, ἐπειδὴ ἀκαίρως ἐφυλάττετο, ἡμεῖς δὲ οὐδὲ τὴν Ἑλληνικὴν περικόψομεν συνήθειαν;
 [01328]  Ἐπειδὴ γὰρ καὶ ἀπὸ Γραφῶν, καὶ ἀπὸ τῶν παρ' αὐτοῖς γινομένων θαυμάτων, καὶ ἀφ' ὧν ὁ Χριστὸς ἔπαθε, τὸν λόγον συνέστησε, καὶ ἀπὸ τοῦ πατριάρχου, καὶ εἰς τὴν κοινὴν λοιπὸν ἐκβαίνει συνήθειαν.
000-00-00 Serial Number=0289103031
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01428]  καίτοι πολλὰ ἐπιτειχίσαντος τοῦ Θεοῦ γίνεσθαι πρὸς τοῦτο, ἵνα ἀνέλῃ τὴν πονηρὰν ταύτην συνήθειαν.
 [01451]  Ἀλλ' οὐ τῇ ἀναστάσει διαπιστῶ, φησὶν, ἀλλὰ τὴν συνήθειαν ἐπιζητῶ.
 [01454]  Ἀλλ' ἐκεῖνο μὲν ὄντως συνήθειαν ἐπιζητούσης ἐστὶ, τοῦτο δὲ ἀπεγνωκυίας τὴν ἐπάνοδον.
 [03123]  ἡμεῖς οἱ γενόμενοι ἤδη ἀδόκιμοι, τίνα ἕξομεν ἀπολογίαν καὶ συγγνώμην, οὐδένα φόβον ἔχοντες, ἀλλ' ὡς συνήθειαν, οὕτω πληροῦντες τὸν Χριστιανισμὸν, καὶ ἀφοσιούμενοι;
 [03867]  Ἐπεὶ οὖν ἐκείνου τὸ πλέον ἐστὶ, τὸ πᾶν ἐκείνου εἶναί φησι, κατὰ τὴν συνήθειαν τὴν ἀνθρωπίνην τοῦτο λέγων.
 [08796]  καὶ γὰρ πλείονα σύνεστε χρόνον ἀλλήλοις, καὶ τὰ ἀλλήλων μᾶλλον ἡμῶν ἵστε, καὶ τὰ ἀλλήλων ἐλαττώματα οὐκ ἀγνοεῖτε, καὶ πλείονα καὶ παῤῥησίαν καὶ ἀγάπην ἔχετε καὶ συνήθειαν·
000-00-00 Serial Number=0633648574
In epistulam ad Philippenses Ante [Go Back]  
 [02772]  Ἀλλὰ τὴν συνήθειαν ἐπιζητοῦμεν, φησί.
 [02775]  καὶ σὺ συνήθειαν ἐπιζητεῖς;
 [02777]  εἰ δὲ μικρὸν ὕστερον καταλήψῃ τὸν ἀπελθόντα, ποίαν συνήθειαν ζητεῖς;
 [02779]  εἰ δὲ τὴν αὐτὴν ὁδὸν σοὶ πορεύσεται, ποίαν συνήθειαν ἐπιζητεῖς;
 [02782]  Εἰ συνήθειαν ἐπιζητεῖς, τοσοῦτον κλαῦσον μόνον, ὅσον ἐπιδεῖξαι τὴν φύσιν·
 [02913]  Τὰ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεῖ·
000-00-00 Serial Number=0038671613
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00838]  Καὶ ὥσπερ οὖν ἀεὶ, ὅ τι οὖν γένοιτο, χερσὶν ἀνίπτοις οὐχ ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέστης εἰς συνήθειαν ἅπαξ·
000-00-00 Serial Number=0695123494
In illud In faciem ei restiti Ante [Go Back]  
 [00324]  Ἐδεδοίκει γὰρ, μήποτε πρὸ καιροῦ τὴν συνήθειαν ταύτην ἀνασπάσαι βουλόμενος, καὶ τὴν εἰς τὸν Χριστὸν πίστιν συνανασπάσῃ μετ' ἐκείνων, τῆς ψυχῆς τῶν Ἰουδαίων οὐκ ἀνεχομένης οὐδέπω, διὰ τὴν χρονίαν τὴν περὶ τὸν νόμον πρόληψιν, τῶν ῥημάτων ἀκούειν τούτων.
000-00-00 Serial Number=0548704863
In illud Messis quidem multa Ante [Go Back]  
 [00194]  ἀλλ' ἀθρόον πᾶσαν ἐκείνην τὴν συνήθειαν ἐκβαλὼν καὶ ἀποστὰς τῆς τοιαύτης παρατηρήσεως·
000-00-00 Serial Number=0206649721
In nativitatem Joannis Baptistae Ante [Go Back]  
 [00057]  ἦλθεν τὴν κατώδυνον ἀλλάξαι συνήθειαν·
000-00-00 Serial Number=0514248252
In pharisaeum et meretricem Ante [Go Back]  
 [00022]  Ἀλλ' ὅμως ἡ τῶν τοιούτων καὶ τηλικούτων κακῶν ὑπάρχουσα ὑπηρέτις, ἐπειδὴ παρὰ συνήθειαν σωφροσύνης ἠράσθη, ταῖς βίβλοις τῶν Εὐαγγελίων ἐγγέγραπται.
000-00-00 Serial Number=0934653342
In sanctum pascha [1] Ante [Go Back]  
 [00225]  Ἐὰν εἰς τοιαύτην συνήθειαν ἐκ προοιμίων ἑαυτοὺς καταστήσωμεν, ὁδῷ βαδίζοντες λοιπὸν μετ' εὐκολίας, τὴν ἀρετὴν ἅπασαν διανύσομεν, καὶ οὐδὲ πολλοῦ πόνου δεησόμεθα, καὶ πολλὴν ἐπισπασόμεθα τὴν ἄνωθεν ῥοπήν.
000-00-00 Serial Number=0081336021
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00009]  [5] Βούλομαι οὖν, πρὶν εἰπεῖν τὴν αἰτίαν τῆς ἰσημερίας μυστικὴν οὔσαν καὶ τῆς τεσσαρεσκαιδεκάτης κατὰ σελήνην καὶ ταύτην τῷ μυστηρίῳ συμβαλλομένην καὶ πάλιν τῶν τριῶν ἡμερῶν τὴν αἰτίαν ἁρμόζουσαν πρὸς τὸ τέλος τοῦ μυστηρίου, πρῶτον εἰπεῖν τὴν ἔξω τῶν Ἰουδαίων συνήθειαν καὶ <τῶν> ταύτην ἀλόγως ἐπισυρομένων, εἶθ' οὕτω δια κρῖναι τοῦ ἐκκλησιαστικοῦ μυστηρίου τὴν καθαρότητα·
000-00-00 Serial Number=0105094135
In venerandum crucem Ante [Go Back]  
 [00020]  τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ οἱ πολλοὶ καταδέχονται·
000-00-00 Serial Number=0579901338
Visio Danielis Ante [Go Back]  
 [00020]  Ἐδεξιώθη δὲ αὐτοὺς ὁ βασιλεὺς Βύζας πέραν τῆς θαλάσσης ἐν Χαλκηδόνι μετὰ πλείστης θυμηδίας, δέδωκεν δώματα πολλὰ τοῖς συνοῦσιν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ Βυζάντιον καὶ δέδωκεν φιλοτιμίαν μεγάλην καὶ δῶρα μέγιστα κατὰ τὴν βασιλικὴν συνήθειαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»