Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συμφορᾶς [172]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συμφορᾶς


000-00-00 Serial Number=0167349577
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01323]  Ὅταν δὲ καὶ φόβος προσῇ καὶ βίος ταλαίπωρος, καὶ τὰ φορτικὰ ταῦτα καὶ ἐπαχθῆ τῆς ἡδίστης ἐπανόδου κουφότερα φαίνηται, θέα μοι τὸ ποικίλον τῆς συμφορᾶς.
 [01399]  Τῷ δὲ Μωϋσῇ διπλῆν ἐν ἅπασι τὴν ἀθυμίαν εἶναι συνέβαινε, τῷ τε ἐκείνους ἀπόλλυσθαι, καὶ τῷ τοὺς ὑπολειπομένους ἀδιορθώτους μένειν καὶ μηδὲν ἐκ τῆς ἐκείνων κερδαίνειν συμφορᾶς.
 [01428]  πῶς δὲ αὐτὸν τὸν Μωσῆν, ὁρῶντα καὶ παῖδας ὀρφανοὺς καὶ γυναῖκας χήρας ἀπὸ ταύτης γενομένας τῆς συμφορᾶς, καὶ τὴν ἀδελφὴν καὶ τὸν ἀδελφὸν τελευτήσαντας, καὶ τοὺς υἱοὺς τοὺς ἐκείνου καυθέντας ὑπὲρ παρανομίας τινός·
 [01581]  Οὐ γὰρ συμφορᾶς αὐτῷ μόνον, ἀλλὰ καὶ αἰσχύνης ὑπόθεσιν εἶχεν ὁ πόλεμος.
 [01602]  Τί ταύτης ἠκούσθη πολυπλοκώτερον τῆς συμφορᾶς;
000-00-00 Serial Number=0217903078
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00198]  εἰ δὲ ὅπερ ἀπευχόμεθα συμβαίη, τὸ γοῦν σιγῆς μὴ ἐγκαλεῖσθαι κερδανοῦμεν, καὶ ἐσόμεθα τῶν θάλατταν πλεόντων οὐ χείρους, οἳ τοὺς ὁμοτέχνους ὅταν ἴδωσι, τῆς νηὸς ἢ κυμάτων ἢ πνευμάτων βίᾳ λυθείσης, ἐπὶ σανίδος φερομένους, ἱστία καθελόντες καὶ ἀγκύρας χαλάσαντες καὶ εἰς ἀκάτιον ἐμβάντες, ἀνθρώπους ἀγνώστους, ἀπὸ δὲ συμφορᾶς ἐπιγιγνωσκομένους μόνον, ἀνασῴζειν ἐπιχείρουσιν.
000-00-00 Serial Number=0878925681
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00582]  τὸ ἀθρόον, τὸ ἀπροσδόκητον, τὸ παρ' ἐλπίδα ἀμελέτητον, τὸ χαλεπὸν τῆς συμφορᾶς, τὸ παρ' ἀδελφῶν καὶ ἀδελφῶν ἀγαπωμένων, μὴ μικρόν, μὴ μέγα ἐκείνους ἠδικηκότα, μᾶλλον δὲ καὶ εὐεργετηκότα, ταῦτα παθεῖν;
 [00755]  [13.10] Ὁ δὲ υἱὸς ὁ τούτου, καίτοι ἔνδοξον ἔχων τὸν διδάσκαλον διηνεκῶς, τοῦ πατρὸς τὴν ἀρετὴν καὶ νουθεσίας ἀπολαύων καὶ τῆς διὰ ῥημάτων καὶ τῆς διὰ τῶν ἔργων καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ὁρῶν καὶ τὴν ἀπὸ τῆς συμφορᾶς καὶ τὴν ἀπὸ τῆς σωτηρίας παραίνεσιν, πονηρὸς περὶ τὸν φύντα ἐγένετο καὶ ἐκωμῴδει τοῦ γεγεννηκότος τὴν γύμνωσιν καὶ ἐξεπόμπευσεν.
000-00-00 Serial Number=0645308554
Ad populum Antiochenum Ante [Go Back]  
 [00471]  [49.33] ΟΜΙΛΙΑ ∆ΕΥΤΕΡΑ, Λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιᾷ λεγομένῃ ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου·
 [00567]  Τοῦτο καὶ πρὸς αὐτὴν ἡμῖν τῆς συμφορᾶς συμβαλεῖται τὴν λύσιν.
 [00601]  Ἀλλ' ὅμως οὐδὲν γέγονε πλέον, ἀλλὰ γενέσθω νῦν, καὶ ἀπὸ τῆς παρούσης σωφρονισθέντες συμφορᾶς, ἐπίσχωμεν τὴν ἄτακτον ἐκείνων μανίαν.
 [01043]  Καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβάλλοντες, καὶ τοῖς ἱπποκόμοις αὐτοὺς ἐγχειρίσαντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον ἅπαντας ἐπισπώμενοι·
 [01274]  Ἂν οὕτω τὸν ἑαυτῶν ῥυθμίζωμεν βίον, ἐντεῦθεν ὑμῖν ἐγγυῶμαι καὶ ὑπισχνοῦμαι, ὅτι καὶ τῆς παρούσης συμφορᾶς ἔσται τις λύσις, [49.59] καὶ τῶν δεινῶν τούτων ἀπαλλαγή·
 [02380]  Ὥσπερ γὰρ, εἰ μηδὲν περὶ τῆς συμφορᾶς ταύτης διελέχθημεν, ὠμότητα ἄν τις ἡμῶν κατέγνω καὶ ἀπανθρωπίαν·
 [03737]  Ἐπειδὴ γὰρ οἱ προσήκοντες ἅπαντες ἐκείνοις, καὶ γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἱστήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἴ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορᾶς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχὴν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας, προκαταλαμβάνοντες αὐτῶν τῷ δέει τὴν διάνοιαν.
 [03738]  Τὸ δὲ πάντων ἐλεεινότερον, μήτηρ μία καὶ ἀδελφὴ τῶν ἔνδον κρινομένων τινὸς, πρὸς αὐτὰ τῶν δικαζόντων ἐκάθηντο τὰ πρόθυρα, κυλινδούμεναι περὶ τὸ ἔδαφος, καὶ κοινὸν οὖσαι θέατρον τοῖς περιεστῶσιν ἅπασι, συγκαλυπτόμεναι τὰς ὄψεις, καὶ τοσοῦτον αἰσχυνόμεναι μόνον, ὅσον ἐπέτρεπεν ἡ τῆς συμφορᾶς ἀνάγκη·
 [03773]  Τὸ γὰρ τῆς συμφορᾶς μέγεθος, καὶ τὸ, μείζονα προσδοκήσαντας τούτων, ταῦτα ὑπομεῖναι, φιλοσοφεῖν παρεσκεύαζε τὴν ψυχήν.
 [04174]  Καὶ γὰρ ἀρξαμένης τῆς συμφορᾶς ταύτης τῆς τὴν πόλιν κατεχούσης ἠρξάμην τῆς παραινέσεως ταύτης·
 [04205]  ὁ γὰρ τῆς ἐπικειμένης συμφορᾶς φόβος ἀντὶ πάσης παραινέσεως καὶ συμβουλῆς ἀρκεῖ τὰς ἁπάντων σωφρονίσαι ψυχάς.
 [04826]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι τοσοῦτον κίνδυνον ἔλυσεν ὁ Θεὸς, ἀλλ' ὅτι καὶ μεγάλα ἡμᾶς εὐηργέτησε, καὶ τὴν πόλιν ἡμῶν ἐκόσμησε, καὶ διὰ τοῦ πειρασμοῦ τούτου καὶ τῆς συμφορᾶς δοκιμωτέρους εἰργάσατο·
 [04830]  καὶ ἦν ἰδεῖν τὴν πόλιν ἐοικυῖαν οὐρανῷ τότε, πανταχοῦ τῶν ἁγίων ἐκείνων φαινομένων, καὶ ἀπὸ τῆς ὄψεως μόνον παρακαλούντων τοὺς ὀδυνωμένους, καὶ πρὸς πᾶσαν ὑπεροψίαν συμφορᾶς ἀγόντων.
 [04849]  οὗτοι δὲ οὓς οὐκ ἐγέννησαν οὐδὲ ἔθρεψαν, μᾶλλον δὲ οὓς οὐκ εἶδον, ὧν οὐκ ἤκουσαν, οἷς οὐδέποτε συνεγένοντο, οὓς ἀπὸ τῆς συμφορᾶς ἐγνώρισαν μόνης, οὕτως ἐφίλησαν ὡς, εἰ καὶ μυρίας εἶχον ψυχὰς, ἑλέσθαι πάσας ὑπὲρ τῆς τούτων ἐπιδοῦναι σωτηρίας.
 [04859]  Οἱ τὰ πρῶτα πολιτευσάμενοι παρ' ἡμῖν, οἱ ἐν δυναστείαις ὄντες, οἱ πλοῦτον ἄφατον περιβεβλημένοι, οἱ πολλὴν πρὸς βασιλέα παῤῥησίαν ἔχοντες, τὰς οἰκίας ἀφέντες ἐρήμους ἅπαντες, ὑπὲρ τῆς ἑαυτῶν ἐβουλεύοντο σωτηρίας, καὶ φιλία πᾶσα καὶ συγγένεια τότε ἠλέγχετο, καὶ οὓς πάλαι ᾔδεσαν, κατὰ τὸν καιρὸν τῆς συμφορᾶς τούτους ἀγνοεῖν ἐβούλοντο, καὶ ἀγνοεῖσθαι παρ' ἐκείνων ηὔχοντο·
 [04924]  Οὐ συνέστειλεν αὐτοὺς ὁ καιρὸς, οὐδὲ ὀκνηροτέρους ἐποίησεν ἡ τῆς συμφορᾶς προσδοκία·
 [05204]  οἱ δὲ τὸν Θεὸν φοβούμενοι, οἱ ἐν μοναστηρίοις διατρίβοντες, οὗτοι μετὰ πολλῆς τῆς παῤῥησίας καταδραμόντες πάντα ἔλυσαν, καὶ τοσοῦτον ἀπέσχον αὐτοὺς φοβῆσαι καὶ εἰς ἀγωνίαν ἐμβαλεῖν τὰ συμβάντα δεινὰ καὶ αἱ προσδοκώμεναι ἀπειλαὶ, ὅτι πόῤῥω καθήμενοι τῆς συμφορᾶς καὶ οὐδὲν κοινὸν ἔχοντες, ἑκόντες ἑαυτοὺς ἔῤῥιψαν εἰς μέσην τὴν πυρὰν, καὶ πάντας ἐξείλοντο, καὶ ὃ πᾶσι δοκεῖ φοβερὸν εἶναι καὶ φρικῶδες, ὁ θάνατος, τοῦτο οὗτοι μετὰ πάσης ἀνεδέξαντο τῆς προθυμίας·
 [05212]  καὶ ὑπὲρ τῶν ἐμβεβλημένων τὸν Θεὸν παρακαλῶμεν, ὥστε αὐτοὺς ἀπαλλάξαι τῆς ἐπικειμένης αὐτοῖς συμφορᾶς.
 [05216]  Ἔτι τὰ λείψανα μένει τῆς συμφορᾶς, καὶ ἔτι τοῦ βασιλέως ἄδηλός ἐστιν ἡ γνώμη, καὶ οἱ τὰ τῆς πόλεως ἄγοντες πράγματα ἅπαντές εἰσιν ἐν δεσμοῖς, καὶ πολλοὶ τῶν τὴν πόλιν ἡμῖν οἰκούντων τῇ τοῦ λούεσθαι ἐπιθυμίᾳ ἐπὶ τὸν ποταμὸν τρέχουσι, μυρία κωμῳδοῦντες ἐκεῖ, ἀσελγαίνοντες, σκιρτῶντες, χορεύοντες, γυναῖκας ἐπισυρόμενοι.
 [05309]  Οὐδὲ γὰρ οὕτω λόγος καθικέσθαι διανοίας εἴωθεν, ὡς ὄψις φοβερὰ καὶ τὰ ἴχνη τῆς συμφορᾶς φέρουσα διὰ παντὸς τοῦ χρόνου.
 [05393]  Ἀπῄτησεν αὐτὸν εὐθύνας, ἐδικάσατο μετ' αὐτοῦ, καὶ πρῶτον τοὺς υἱοὺς αὐτοῦ κατέσφαξεν, ἵνα θεωρὸς γένηται τῆς οἰκείας συμφορᾶς, καὶ τὴν τραγῳδίαν ἐκείνην ἴδῃ τὴν ἐλεεινὴν, καὶ τότε αὐτὸν ἐξετύφλωσε.
 [05396]  οὐκ ἐκεῖνοι δὲ μόνον, ἀλλὰ καὶ οἱ παρὰ τὴν ὁδὸν πάντες οἰκοῦντες δεδεμένον καὶ πεπηρωμένον ὁρῶντες μανθάνωσι διὰ τῆς συμφορᾶς τῆς [49.195] ἁμαρτίας τὸ μέγεθος.
 [05535]  καὶ ὅτι ἡδόμεθα πασχόντων ἑτέρων κακῶς, καὶ νομίζομεν παραμυθίαν τῆς οἰκείας συμφορᾶς τὰς ἀλλοτρίας δυσημερίας;
 [05913]  ὁ δὲ Θεὸς καὶ τὴν πόλιν καὶ τὸν ἱερέα καὶ τὸν βασιλέα διὰ ταύτης ἐκόσμησε τῆς συμφορᾶς, καὶ λαμπροτέρους πάντας ἀπέφηνεν.
 [06116]  Οἶδα, φησὶν, ὅτι νῦν αὐτῶν εἰσιν αἱ ψυχαὶ δεδονημέναι, καὶ πολλὰ τῆς συμφορᾶς τὰ λείψανα·
000-00-00 Serial Number=0535307884
Ad viduam juniorem Ante [Go Back]  
 [00025]  Ἵνα δὲ μὴ συνεχῶς τοῦτο λεγόμενον τὸ ὄνομα στρέφῃ σου τὴν ψυχὴν καὶ συγχέῃ τὸν λογισμὸν ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει ἐπελθόν, ὑπὲρ τούτου διαλεχθῆναι βούλομαι πρῶτον καὶ δεῖξαι ὅτι οὐ συμφορᾶς, ἀλλὰ τιμῆς ἐστιν ὄνομα, τὸ τῆς χηρείας ὄνομα, καὶ τιμῆς τῆς μεγίστης.
 [00112]  οὗτος καὶ κάλλει καὶ μεγέθει σώματος καὶ παρρησίᾳ τῇ πρὸς τὸν βασιλέα πάντων κρατῶν, καὶ δυνάμενος ὅσα τῶν ἔνδον στρεφομένων οὐδείς, οὐκ ἤνεγκε τὴν εὐπραγίαν πράως ἐκείνην, ἀλλ' ἐπιβουλεύσας βασιλεῖ καὶ ἁλοὺς αὐτὸς μὲν ἀπετμήθη σφόδρα ἐλεεινῶς, ἡ δὲ τούτου γυνή, καὶ ἀνατροφῆς καὶ γένους καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔλαττον ἔχουσα τῆς εὐγενείας τῆς σῆς, πάντων ἄφνω γυμνωθεῖσα τῶν αὑτῆς καὶ τῆς ἐλευθερίας ἐκπεσοῦσα ταῖς ταμιακαῖς ἐρίθοις ἐγκατελέγετο, καὶ πάσης θεραπαινίδος οἰκτρότερον ζῆν ἠναγκάζετο βίον, τοσοῦτον ἔχουσα τῶν ἄλλων πλέον, ὅσον διὰ τὴν ὑπερβολὴν τῆς συμφορᾶς ἐδακρύετο παρὰ τῶν ὁρώντων ἁπάντων αὐτήν.
 [00116]  Καὶ πολλὰς ἂν ἑτέρας εἶχον οἰκίας εἰπεῖν οὕτω κατενεχθείσας, εἰ μὴ τήν τε εὐλάβειαν καὶ τὴν σύνεσιν τῆς σῆς ἠπιστάμην ψυχῆς, οὐκ ἐκ τῶν ἀλλοτρίων κακῶν τῆς οἰκείας συμφορᾶς παραμυθίαν βουλομένην εὑρεῖν.
000-00-00 Serial Number=0985366046
Adversus Judaeos Ante [Go Back]  
 [00413]  Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Ἰὼβ τῇ γυναικὶ πεισθεὶς βλασφημῆσαι εἰς τὸν Θεὸν, καὶ ἀπαλλαγῆναι τῆς ἐπικειμένης συμφορᾶς;
 [02764]  Μετ' ἐκεῖνα πάντα καιρίαν ἐν τῷ σώματι [48.936] δεξάμενος τὴν πληγὴν, σκώληκας ἑώρα πάντοθεν βρύοντας ἀπὸ τοῦ σώματος, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο, κοινὸν τοῖς παροῦσι συμφορᾶς θέατρον, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
000-00-00 Serial Number=0212523103
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01094]  Ἀλλ' οὔπω τὸν κολοφῶνα τῶν κακῶν εἶπον, οὐδὲ τὸ κεφάλαιον ἐξεκάλυψα τῆς συμφορᾶς, πολλάκις μὲν ἐλθὼν εἰπεῖν καὶ ἐρυθριάσας, πολλάκις δὲ καὶ αἰσχυνθείς.
000-00-00 Serial Number=0986557305
Catecheses ad illuminandos Ante [Go Back]  
 [00333]  Ὥσπερ οἱ τὴν αἰχμαλωσίαν ταύτην τὴν σωματικὴν ὑπομένοντες καὶ διὰ τοῦ σχήματος τὴν κατήφειαν δεικνύουσι τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς, οὕτω καὶ οὗτοι αἰχμάλωτοι γενόμενοι ὑπὸ τοῦ διαβόλου, ἐπειδὴ μέλλουσιν
000-00-00 Serial Number=0735438585
Commentarius in Job Ante [Go Back]  
 [00556]  τί ταύτης τῆς συμφορᾶς βαρύτερον;
 [00595]  ὁρᾷς, πῶς οὐ περιτρέπει τῆς συμφορᾶς τὸ μέγεθος τὸν θεοσεβῆ;
 [00607]  ἀλλ' ἀκούσωμεν, οἷα φιλοσοφεῖ παρ' αὐτὸν τῆς συμφορᾶς τὸν καιρὸν καί, ἅπερ ἄν τις αὐτῷ παρῄνεσεν, ταῦτα αὐτὸς κατεπᾴδων ὁ παθὼν καὶ λογισμοὺς κινῶν θεοσεβεῖς.
 [00911]  πῶς ἄν τις ἐφίκοιτο τῷ λόγῳ τῆς συμφορᾶς ἐκείνης;
 [00917]  τοὺς γὰρ μάλιστα ἀντέχεσθαι μέλλοντας τῆς συμφορᾶς προανήρπασεν, τὴν δὲ παραμυθίαν τὴν ὑπολειπομένην τὴν γυναῖκα λέγω οὐ μόνον οὐκ εἴασεν, ἀλλὰ καὶ ὥπλισε κατ' αὐτοῦ.
 [01020]  «ἐτελεύτησαν», ὃ κοινὸν τῆς ἁπάντων ἀνθρώπων συμφορᾶς ἐστιν ὄνομα, οὐκ εἶπε τὴν συνήθη προσηγορίαν, ἀλλὰ τί;
 [01022]  ἐμοὶ δοκεῖ καὶ τὸ τῆς συμφορᾶς ὠμὸν παραστῆσαι βουλομένη ταῦτα εἶπεν.
 [01042]  ταῦτα δὲ λέγει, ἵνα δείξῃ καὶ αὑτὴν κοινωνοῦσαν τῆς συμφορᾶς.
 [01065]  ὢ τῆς συμφορᾶς·
 [01067]  ἐμοὶ δοκεῖ καὶ παράνομόν τινα αὐτὴν ἀπὸ τῆς συμφορᾶς ἐνόμιζον εἶναι.
 [01248]  ὥσπερ ὁ Χριστὸς εἰπὼν καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη οὐδὲν ἕτερον ἐδήλωσεν, ἀλλ' ἢ ὅτι δεινὰ αὐτὸν ἀναμένει καὶ χαλεπά, οὕτω καὶ ἐνταῦθα ὁ Ἰὼβ λέγων «εἴθε μὴ ἐγεννήθην» οὐ τῆς δημιουργίας τοῦ θεοῦ κατατρέχει, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς παρίστησιν.
 [01290]  ἐπειδὴ γὰρ φρικτὸν τὸ πρᾶγμα ἐδόκει εἶναι, ἐμφιλοσοφεῖ τῷ θανάτῳ ὑπὸ τῆς συμφορᾶς δεικνὺς αὐτὸν τῆς ζωῆς ὄντα βελτίονα τοῖς ἐν ὀδύναις.
 [01426]  πλήττει αὐτὸν διὰ τῆς τῶν παίδων συμφορᾶς·
 [01428]  ἐπειδὴ γὰρ ὁ πρῶτος λόγος ἠλέγχετο, τὸν δεύτερον ἐπήγαγε δοκοῦντα ἰσχυρὸν εἶναι καὶ τῆς συμφορᾶς αὐτὸν ἀναμιμνῄσκοντα τῆς οἰκείας.
 [01720]  τὸ μέγεθος τῆς συμφορᾶς οὐ μόνον οὐκ ἀπολογεῖται», φησίν, «ὑπὲρ ἐμοῦ οὐδὲ μόνον οὐκ ἀφίησί με ἐλεεινὸν φαίνεσθαι, ἀλλὰ καὶ αὐτό με καταδικάζει.
 [01805]  σὺ δὲ ἐννόησον, ὅτι οὐκ ἐν προοιμίοις τῆς συμφορᾶς ταῦτα λέγεται, ἀλλὰ χρόνου πολλοῦ προβεβηκότος, πρὸς αὐτῷ τῷ τέλει τῶν ἀγώνων.
 [01820]  ταῦτα τῆς συμφορᾶς χαλεπώτερά ἐστιν.
 [01852]  «ἀλλ' οὐ δυνατόν», φησίν, «ἀγωνίσασθαι καλῶς μοι τῆς συμφορᾶς ἀντιφθεγγομένης.».
 [02052]  οὗτοι δὲ τῆς συμφορᾶς ἀναμιμνῄσκουσι καὶ πικρῶς, οὐχ ὅτι ἐτελεύτησαν μόνον λέγοντες, ἀλλ' ὅτι καὶ δι' ἁμαρτίας.
 [02566]  πάλιν τὸ μέγεθος λέγει τῆς συμφορᾶς, πάλιν τὸ εὐτελὲς τῆς φύσεως κωμῳδεῖ.
 [02899]  τοῦτο τὸ μέγα τῆς συμφορᾶς κεφάλαιον·
 [02929]  ἤτοι τὰ τῆς συμφορᾶς ἤτοι τὰ τοῦ βίου, τὰ ἐν ταῖς ἀρεταῖς, ἃ ἐμαρτύρει αὐτῷ, ὅτι οὐκ ἦν πονηρός.
 [02931]  «οὕτω γὰρ θαρρῶ», φησίν, «οὐδένα ἠδικηκώς, ὥστε ἐβουλόμην καὶ μετὰ ταῦτα γραφῆναι τὰ τῆς συμφορᾶς, ἐπειδὴ φέρει τινὰ καὶ τοῦτο παραμυθίαν.».
 [03432]  ἔβλεπον δι' ἐμοῦ, οὐκ ἐλάμβανον πεῖραν τῆς οἰκείας συμφορᾶς δι' ἐμέ, οὐκ ἐπεζήτουν τοὺς χειραγωγοῦντας, τοὺς ὁδηγοῦντας, πανταχοῦ τὸ σκότος αὐτοῖς [153] ἐποίουν φῶς.».
 [03527]  τοῦτο δὲ ἀπὸ τοῦ μεγέθους γίνεται τῆς συμφορᾶς.
 [03535]  τὰ δὲ ὀστᾶ μου, φησίν, ἀπὸ καύματος συνεφρύγη, ἤτοι ἀπὸ τῆς [158] συμφορᾶς, ἤτοι ἀπὸ τοῦ αἴθριος εἶναι διὰ παντός.
000-00-00 Serial Number=0963343084
Contra theatra Ante [Go Back]  
 [00316]  Ὢ τῆς δεινῆς ταύτης καὶ ἀπευκταίας συμφορᾶς! Ὁ δεσπότης ἡμῶν τάχα μαίνεται, καὶ οὐ γνωρίζει τὸν περιπόθητον υἱὸν, ἀλλ' ἕν τι τῶν εἰς θυσίαν κατέχειν φαντάζεται, μόσχον ἢ πρόβατον.
000-00-00 Serial Number=0793484569
De Anna i Ante [Go Back]  
 [00039]  Καὶ γὰρ ἐλθόντος τοῦ πατρὸς ἀπὸ τῆς μακρᾶς ἀποδημίας, ἀναγκαῖον ἦν τὰ κατὰ τὸ στρατόπεδον συμβάντα ἅπαντα εἰπεῖν, καὶ μετὰ ταῦτα πρὸς Ἕλληνας ἀποτείνεσθαι, ὥστε τούτους ἀπὸ τῆς συμφορᾶς βελτίους γενομένους.
 [00405]  πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὐχ οὕτως αὐτὸν ἐθαύμασα εἰ τὸ διάδημα καὶ τὴν βασιλείαν ἔχων, καὶ ἐπὶ τοῦ θρόνου καθήμενος, εἶτα λοιδορούμενος ἤνεγκεν, ὡς νῦν αὐτὸν ἐπαινῶ καὶ ἐκπλήττομαι ἐν τῷ καιρῷ τῆς συμφορᾶς φιλοσοφήσαντα.
 [00707]  Οὐδὲν τούτων εἶπεν, ἀλλὰ σιγήσασα τῆς συμφορᾶς τὸ εἶδος, ὅτι ἀθυμεῖ μόνον ἐδήλωσεν, εἰποῦσα, ὅτι Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι·
000-00-00 Serial Number=0948995173
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00016]  [4] Οἱ γὰρ μηδέποτε ἐκ τῶν ἡμετέρων κορεννύμενοι συμφορῶν μηδὲ εἰδότες ὅρον τινὰ καὶ πέρας τῆς μάχης τῆς πρὸς ἡμᾶς, ἀλλὰ ἀθάνατα λυττῶντες ἀεὶ καθάπερ οὐκ ἀρκοῦν αὐτῶν ἐμπλῆσαι τὸν θυμὸν τὸ γυναῖκας καὶ παῖδας ἀντὶ προβάτων καὶ βοῶν εἰς τοὺς αὐτῶν κατασφάττεσθαι βωμοὺς, ἐπενόησαν ξένην ἀνδροφονίας παρανομίαν καὶ καινότερον συμφορᾶς ἐπεισήγαγον τρόπον.
 [00272]  Τούτου χάριν καὶ ὁ μακάριος ∆αυὶδ μετὰ τὰ τρόπαια καὶ τὴν νίκην ἐπένθει καὶ ἐδάκρυεν ἐπειδὴ μετὰ τῆς τοῦ παιδὸς συμφορᾶς αὕτη γέγονε, καὶ τοῖς τε ἐξιοῦσι στρατηγοῖς ἐπέσκηπτεν ὑπὲρ τοῦ τυράννου πολλὰ καὶ ἀνελεῖν αὐτὸν ἐπειγομένους ἐπεῖχε λέγων φείσασθε τοῦ παιδαρίου Ἀβεσσαλὼμ καὶ πεσόντα ἐπένθει καὶ ἀνεκαλεῖτο τὸν ἐχθρὸν μετὰ οἰμωγῶν καὶ δακρύων πικρῶν.
 [00666]  Καὶ γὰρ ἀφόρητον ἦν αὐτῷ καὶ πάσης συμφορᾶς χεῖρον τὸ παραχθέντα τινὰ εἰς μέσον μέχρι τελευτῆς ἐγκαρτερῆσαι ταῖς ὑπὲρ τῆς ἀληθείας βασάνοις.
000-00-00 Serial Number=0982158184
De Chananaea Ante [Go Back]  
 [00192]  Ἐκείνη ἐν ἀναισθησίᾳ ἔχει τὸ πάθος, οὐκ οἶδε τί πάσχει, οὐκ αἰσθάνεται τῆς ὀδύνης, παραπέτασμα τῆς συμφορᾶς ἔχουσα τὸ ἀνώδυνον, μᾶλλον δὲ τὸ ἀναίσθητον.
 [00194]  θέατρον ἔχω συμφορᾶς ἐν τῇ οἰκίᾳ.
 [00199]  Ἀλλ' εὑρίσκω τὸν πολέμιον ἔνδον, τὰ κύματα ἐν τῷ λιμένι, θέατρον συμφορᾶς.
000-00-00 Serial Number=0071084678
De Davide et Saule Ante [Go Back]  
 [00485]  Ἐπειδὴ γὰρ τὰ σώματα μὴ παρόντα περιπτύξασθαι οὐκ εἶχε, περιπλέκεται αὐτῶν ταῖς προσηγορίαις, τὴν οἰκείαν ὀδύνην, ὡς οἷόν τε, τούτοις καταπραΰνων, καὶ τὸ τῆς συμφορᾶς παραμυθούμενος μέγεθος.
000-00-00 Serial Number=0176558614
De Lazaro Ante [Go Back]  
 [00212]  Ἄνθρωπός τις, φησὶν, ἦν πλούσιος κακίᾳ πολλῇ συζῶν, οὐδεμιᾶς πεῖραν ἐδέχετο συμφορᾶς, ἀλλὰ πάντα αὐτῷ ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει.
 [00414]  Καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ, ἐπειδὰν ἴδωσί τινας ἐν λιμῷ καὶ νόσῳ διηνεκεῖ καὶ τοῖς ἐσχάτοις ὄντας κακοῖς, μηδὲ χρηστὴν περὶ αὐτῶν δόξαν ἔχειν, ἀλλ' ἀπὸ τῆς συμφορᾶς τὰ κατὰ τὸν βίον κρίνειν, καὶ διὰ πονηρίαν νομίζειν πάντως αὐτοὺς οὕτω ταλαιπωρεῖσθαι·
 [01831]  Μὴ δή μοι τὸ πένθος εἴπῃς, μηδὲ τὸ τῆς συμφορᾶς ἀφόρητον, ἀλλ' ἐκεῖνο σκόπησον, ὅτι καὶ τοῦ πένθους χαλεποῦ ὄντος ἀνώτερος ἦν.
000-00-00 Serial Number=0930876553
De diabolo tentatore Ante [Go Back]  
 [00074]  Ἀλλ' οὐ πρὸς τοῦτο εἶδεν ὁ Θεὸς, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς κατηλέησε, καὶ τὸν ἐν λιμένι παθόντα ναυάγιον, καθάπερ ἐν μέσῳ τῷ πελάγει τοῦτο ὑπομείναντα, οὕτω φιλοφρόνως ἐδέξατο·
 [00139]  Μέμνηται τῆς συμφορᾶς, καὶ οὐκ ἀποδυσπετεῖ τὸ γύναιον, ἀλλ' εὐχαριστεῖ τῷ Θεῷ πάλιν, καὶ τὸ παιδίον ἀπὸ τῆς δωρεᾶς καλεῖ, διηνεκῆ παρέχουσα αὐτῷ διδασκαλίας ὑπόθεσιν.
 [00904]  οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ·
000-00-00 Serial Number=0893203497
De incomprehensibili dei natura Ante [Go Back]  
 [00834]  ∆ιὰ τοῦτο αὐτοὺς ἵστησιν, ἵνα κατελεήσας αὐτοὺς καὶ τῆς συμφορᾶς καὶ τῆς ἀφωνίας, τῇ οἰκείᾳ παρρησίᾳ πρὸς τὴν ἐκείνων ἀποχρήσῃ προστασίαν.
000-00-00 Serial Number=0017880380
De jejunio de Davide Ante [Go Back]  
 [00126]  μὴ οὗτος ὁ τῇ καταδίκῃ φρουρούμενος, δι' ἑαυτοῦ πρόεισι, καὶ τὸν ἄρχοντα παρακαλεῖ τῆς συμφορᾶς ἐκείνης ἀπαλλαγῆναι;
000-00-00 Serial Number=0546376586
De paenitentia [1] Ante [Go Back]  
 [00131]  Ἀλλ' οὐχ ὁρᾷ τὴν ἀξίαν ἐν τῷ καιρῷ τῆς συμφορᾶς·
 [00250]  Μὴ τὰ παρόντα ἴδῃς, φησὶν, ἀλλ' ἐννόησον τῆς προτέρας συμφορᾶς τὸ μέγεθος·
 [01097]  οἷον γὰρ ἐὰν ᾖ δεινὸν, οἷον ἐὰν ᾖ μέγεθος συμφορᾶς, πάντα καὶ λῦσαι καὶ παραγαγεῖν δύναται·
 [02039]  τοῦτο καὶ λύπης, τοῦτο καὶ συμφορᾶς [49.332] ἁπάσης ὑπόθεσις γίνεται.
000-00-00 Serial Number=0440807402
De sanctis martyribus [2] Ante [Go Back]  
 [00025]  Ὁρᾷς σοφίαν Θεοῦ, πῶς τὸ μέγιστον τῶν κακῶν, τὸ κεφάλαιον τῆς ἡμετέρας συμφορᾶς, ὅπερ εἰσήγαγεν ὁ διάβολος, τὸν θάνατον λέγω, τοῦτον εἰς τιμὴν καὶ δόξαν ἡμετέραν μετέβαλε, διὰ τοῦτο πρὸς τὰ τοῦ μαρτυρίου βραβεῖα τοὺς ἀθλητὰς ἄγων;
000-00-00 Serial Number=0755256653
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00076]  Εἰ γὰρ ἐνταῦθα τὴν ψυχὴν ἀφῆκεν, ἀφόρητος ἔμελλεν ὁ τῆς συμφορᾶς ὄγκος ἔσεσθαι.
 [00079]  [50.519] τίς βλέπων ταῦτα οὐκ ἂν ἐξέστη τῷ μεγέθει τῆς συμφορᾶς;
000-00-00 Serial Number=0506183803
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00665]  καὶ ἡδόμεθα πασχόντων ἑτέρων κακῶς, καὶ νομίζομεν παραμυθίαν εἶναι τῆς οἰκείας συμφορᾶς τὰς ἀλλοτρίας δυσημερίας.
 [00974]  καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβαλόντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον ἅπαντας ἐπισπώμενοι, οὕτω δὴ καὶ τῆς πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ περιέβαλον καὶ ζυγῷ νηστείας.
 [04448]  καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ ἑαυτοῖς συνίσασι τὰ δεινά (καὶ οὐ μικρὸν τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ)·
 [04464]  λόγισαι τὸ μέγεθος τῆς συμφορᾶς καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον ἐκείνην τραγῳδίαν.
 [04501]  Εἰ γὰρ ἡμεῖς μετὰ τοσοῦτον χρόνον οὐ δυνάμεθα ἀδακρυτὶ τῆς τραγῳδίας ἐκείνης τὴν ἀκοὴν ἐνεγκεῖν, καὶ ταῦτα ἀλλοτρίας ἀκούοντες συμφορᾶς, τίς ἦν ὁ ἀδάμας ἐκεῖνος, θέᾳ ταῦτα παραλαμβάνων, οὐκ ἐν ἀλλοτρίοις, ἀλλ' ἐν οἰκείοις φιλοσοφῶν κακοῖς;
 [04580]  Οὐδὲ γὰρ προσαιτῶ μόνον, ἀλλὰ καὶ πλανῶμαι, καὶ δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιιοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακά.
 [05276]  Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας, οὔτε ἀπὸ τῆς συμφορᾶς τοὺς ἀνηλεεῖς ἐπεσπάσαντο, προσέθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμόν·
 [05438]  Ἀλλ' οὔτε τὰ τῆς συμφορᾶς εἰς ἔλεόν σε ἐπικάμπτει;
 [05490]  καὶ τὰ ξύλα καὶ οἱ λίθοι καὶ ὁ ἀὴρ καὶ τὰ ὕδατα τῆς τοιαύτης μετέσχηκε συμφορᾶς.
 [06519]  καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούντων τὴν ἀγοράν.
 [07131]  Ἐπειδὴ γὰρ τὰ σώματα παρόντα περιπτύξασθαι οὐκ εἶχε, περιπλέκεται αὐτῶν ταῖς προσηγορίαις, τὴν οἰκείαν ὀδύνην, ὡς οἷόν τε, τούτοις καταπραΰνων, καὶ τὸ τῆς συμφορᾶς παραμυθούμενος μέγεθος.
 [08969]  ἀλλ' οὐχ ὁρᾷ τὴν ἀξίαν ἐν τῷ καιρῷ τῆς συμφορᾶς·
000-00-00 Serial Number=0108077645
Epistula ad Cyriacum Ante [Go Back]  
 [00644]  Οἶσθα δὲ ἡλίκον εἰς συμφορᾶς λόγον τὸ δεσπότας τοιούτους ἐκ τοιούτων ἀμείβειν·
000-00-00 Serial Number=0925870240
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00417]  Οὐ γὰρ οἶδα πῶς αὐτὸν καλέσω, οὐδὲ εὑρίσκω ὄνομα ἐπιθεῖναι τῷ παραδόξῳ τῆς συμφορᾶς εἴδει.
 [00434]  Εἴπω τὸ κεφάλαιον τῶν κακῶν, τὸν κολοφῶνα τῆς συμφορᾶς τὸν μάλιστα ἄγχοντα αὐτόν;
 [00533]  Οὐδεὶς δύναται παραστῆσαι τῆς συμφορᾶς ταύτης τῷ λόγῳ τὸ μέγεθος.
 [00534]  ∆ιὰ τοῦτο καὶ Παῦλος περιελθὼν καὶ ζητήσας καὶ ἐρημίας καὶ συμφορᾶς χαλεπῆς ῥῆσιν ἐνδεικτικήν, ἵνα παραστήσῃ ὅπερ ἔπασχε τῶν ἀγαπωμένων χωριζόμενος, ταύτῃ ἐχρήσατο τῇ λέξει·
 [00999]  Οἶσθα δὲ ἡλίκον τοῦτο εἰς συμφορᾶς λόγον, τὸ δεσπότας τοιούτους ἐκ τοιούτων ἀμείβειν.
000-00-00 Serial Number=0039570093
Expositiones in Psalmos Ante [Go Back]  
 [01955]  Καὶ ὁ Σεμεεὶ δὲ ἀνδροφόνον ἐκάλει τὸν ∆αυῒδ, ἀπὸ τῆς συμφορᾶς ταύτην τὴν πονηρὰν περὶ αὐτοῦ φέρων ψῆφον.
000-00-00 Serial Number=0684737623
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02224]  Οὐκ ἔχω, φησὶν, ἐν τῇ φύσει δακρύων πλῆθος ἀρκοῦν τῷ μεγέθει τῆς συμφορᾶς.
 [02226]  συμφορᾶς διὰ τῶν θρήνων, ἐβουλόμην καὶ αὐτὸς, φησὶ, πλέον τι τῆς φύσεως ἀναλαβεῖν, ὥστε ἀποκεῖσθαί μοι τὸ ὕδωρ, καὶ φέρεσθαι ἀνεμποδίστως·
 [03076]  Ἐννόησον μέγεθος συμφορᾶς, ὅταν μηδὲ δακρύειν ἐξῇ τὰ πάθη τὰ οἰκεῖα, ἀλλὰ καὶ ταύτην ὦσιν ἀφηρημένοι τὴν ἐξουσίαν.
 [03215]  Ὅρα τὴν ἱκετηρίαν ἀπὸ τοῦ προφήτου γεγενημένην, καὶ ἐξ αὐτῶν δὲ ἐκείνων ὡς ἀπὸ τῆς συμφορᾶς σωφρονισθέντων.
 [04850]  νῦν γὰρ οὐκ εἶχον, οὐ γάμους, οὐ παιδοποιίας, ἀλλὰ τιμωρίας, καὶ συμφορᾶς ἦσαν αὐτοῖς ὑπόθεσις οἱ νέοι.
 [05622]  ὅτι γὰρ οὐ περὶ συμφορᾶς αὐτό φησι, μηνύει τὸ ἐπαγόμενον·
 [05627]  ἀπελθὼν εἰπὲ τῷ λαῷ τὰ παρὰ τοῦ προφήτου λεγόμενα, εὖ εἰδὼς, ὡς οὐ κοινωνήσεις αὐτοῖς τῆς συμφορᾶς, οὐδέ τι διαθήσουσί σε κακόν·
 [05681]  Τὸ διάδηλον τῆς συμφορᾶς, ὅτι ἠσθένησαν ἐν τῇ παρατάξει.
 [05724]  Παραδείγματι τῆς συμφορᾶς τὸ πλῆθος ἐσήμανε.
000-00-00 Serial Number=0727933764
Fragmenta in Job Ante [Go Back]  
 [00412]  Λόγισται τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν.
 [00682]  Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ' ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ' ἂν αὕτη τὴν συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπάραι τῷ λόγῳ.
 [00737]  Ταῦτα δέ φησιν, ἵνα δείξῃ, καὶ ἑαυτὴν κοινωνοῦσαν τῆς συμφορᾶς·
 [00747]  [64.564] Οὐ προσαιτῶ δὲ μόνον, ἀλλὰ καὶ πλανῶμαι, καὶ δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιϊοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακὰ, ἄλλοτε ἄλλον τόπον ἀμείβουσα, καὶ θυροκοποῦσα τῆς ἐφημέρου ἕνεκεν τροφῆς, ἡ τοσαύτην χορηγίαν τῶν ἀγαθῶν κεκτημένη.
 [00980]  Εἴθε μὴ ἐγεννήθην, ἢ γεννηθεὶς εὐθὺς ἀπωλόμην, ὡς σύνδρομον εἶναι τῇ γεννήσει τὸν θάνατον, οὐ τῆς δημιουργίας τοῦ Θεοῦ κατατρέχει, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς παρίστησιν.
 [01154]  Καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ καὶ αὑτοῖς συνίσασι τὰ δεινὰ, δι' ἃ ἔχοιεν ἂν ἑαυτοὺς αἰτιᾶσθαι (οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ), ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε.
 [01172]  τὸν ἑκούσιον, τὸν ἀκούσιον, οὐ γὰρ οἶδα πῶς αὐτὸν καλέσω, οὐδὲ εὑρίσκω ὄνομα ἐπιθεῖναι τῷ παραδόξῳ τῆς συμφορᾶς εἴδει·
 [01465]  Πάλιν τὸ μέγεθος λέγει τῆς συμφορᾶς, πάλιν τὸ εὐτελὲς τῆς φύσεως κωμῳδεῖ.
 [01714]  ἀλλ', Ὀφθαλμὸς αὐτῶν ἤμην, Ἔβλεπον δι' ἐμοῦ, Οὐκ ἐλάμβανον πεῖραν τῆς οἰκείας αὐτῶν συμφορᾶς δι' ἐμὲ, Οὐκ ἐπεζήτουν τοὺς χειραγωγοῦντας, τοὺς ὁδηγοῦντας.
 [01717]  Ὀφθαλμὸς ἤμην τυφλῶν, οὐκ ὀφθαλμοὺς ἀποδιδοὺς (οὔπω γὰρ ἦν αὕτη ἡ χάρις), ἀλλὰ μηδὲ αἰσθέσθαι τῆς συμφορᾶς ποιῶν·
000-00-00 Serial Number=0849749148
Fragmenta in Proverbia Ante [Go Back]  
 [01433]  ∆ιὰ τοῦτο γὰρ γεννῶνται, φησὶν, ἵνα κοινωνήσωσί σοι συμφορᾶς·
000-00-00 Serial Number=0167591572
In Acta apostolorum Ante [Go Back]  
 [06006]  Σὺ δέ μοι θαύμασον καὶ πῶς ἐν καιρῷ συμφορᾶς οὐκ ἀμελοῦσιν, ἀλλὰ τοῦ κηρύγματος ἔχονται·
 [09472]  Καὶ οὐκ εἶπεν, οἱ προσήλυτοι, ὅπερ ἦν συμφορᾶς ὄνομα.
 [09999]  Οὗτος οὐδὲν ἰδὼν, ἀλλ' ἀπὸ τῆς συμφορᾶς μόνης ἐλεήσας αὐτοὺς, ὑπεδέξατο καὶ ἐθεράπευσεν.
 [09999]  Ἤδει γὰρ, ὅτι οὐκ ἔστιν εὐπαράδεκτος ἐγκαλῶν τις ἐν συμφορᾷ, ἀλλ' ὅταν καὶ τὰ πλείονα παρατρέχῃ τῆς συμφορᾶς, τότε εὐπαράδεκτος γίνεται.
 [09999]  οἱ δὲ βάρβαροι οὐδὲν θεασάμενοι, ἀπὸ μόνης τῆς συμφορᾶς φιλάνθρωποι ἦσαν.
 [09999]  οὐ γὰρ ᾔδεσαν τίνες ἦσαν ἐκεῖνοι, ἀλλ' ἀπὸ τῆς συμφορᾶς τέως, ὅτι ἄνθρωποι ἦσαν, ἐμάνθανον·
000-00-00 Serial Number=0851698577
In Eutropium Ante [Go Back]  
 [00057]  ἀλλ' ἐπείπερ οὗτος οὔτε οἴκοθεν, οὔτε παρ' ἑτέρων ἐγίνετο βελτίων, ὑμεῖς γοῦν οἱ κομῶντες τῷ πλούτῳ, ἀπὸ τῆς τούτου κερδάνατε συμφορᾶς·
 [00096]  ∆ιδάσκαλος ἀνεφάνη διὰ τῆς συμφορᾶς, καὶ λαμπηδόνα μεγάλην ἀφίησι τὸ θυσιαστήριον, νῦν φοβερὸν μάλιστα καὶ ἐκ τούτου φαινόμενον, ὅτι τὸν λέοντα δεδεμένον ἔχει·
000-00-00 Serial Number=0823974729
In Genesim sermones Ante [Go Back]  
 [00489]  ὁ δὲ ἐξ αὐτοῦ γεννηθεὶς, ὁ δι' ἐκείνου σωθεὶς (διὰ γὰρ τὴν εἰς τὸν πατέρα τιμὴν οὐ συναπώλετο τῷ τῶν λοιπῶν κλυδωνίῳ), οὐ πρὸς τὴν φύσιν ἰδὼν αὐτὴν, οὐ τῆς σωτηρίας ἀναμνησθεὶς, οὐ τῷ φόβῳ σωφρονισθεὶς, ὁρῶν ἔτι τὰ λείψανα τῆς τοῦ Θεοῦ μένοντα ὀργῆς, καὶ τῆς συμφορᾶς τὰ ἴχνη φαινόμενα, καὶ τὸν τῶν γεγενημένων ἀκμάζοντα φόβον, ἐξύβρισεν εἰς τὸν γεγεννηκότα ∆ιὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων·
 [00778]  καὶ οὔτε πρὸς τὸν καιρὸν ἐπιστρεφόμεθα, ὅτι ἀωρὶ λοιπὸν τῶν νυκτῶν καθευδόντων ἁπάντων ἐκεῖνος ὀδύρεται μόνος, οὔτε πρὸς τὸ κοῦφον τῆς αἰτήσεως, ὅτι ἄρτου πλέον οὐδὲν ἡμᾶς ἀπαιτεῖ, ἢ ἀργύριον ὀλίγον, οὔτε πρὸς τὸ μέγεθος τῆς συμφορᾶς, ὅτι λιμῷ παλαίει διηνεκεῖ, οὔτε πρὸς τὴν ἐπιείκειαν τοῦ ἱκέτου, ὅτι τοσαύτῃ κατεχόμενος ἀνάγκῃ, οὐ πρὸς τὰς θύρας ἐλθεῖν, οὐκ ἐγγὺς γενέσθαι τολμᾷ, ἀλλὰ κάτωθεν ἐκ πολλοῦ τοῦ διαστήματος ποιεῖται τὴν ἱκετηρίαν.
 [01433]  Κἂν ἐξουρίων αὐτοῖς φέρηται τὸ σκάφος, κἂν πάσης ἀπολαύωσιν ἀσφαλείας, ἴδωσι δὲ πόῤῥωθεν ναυαγήσαντας ἑτέρους, οὐ πρὸς τὴν οἰκείαν εὐ [54.623] πρέπειαν βλέποντες, τῆς ἐκείνων καταφρονοῦσι συμφορᾶς·
000-00-00 Serial Number=0020854771
In Heliam et viduam Ante [Go Back]  
 [00075]  Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶν κολαζομένους αὐτοὺς κατακλασθῇς διὰ τὸ μέγεθος τῆς συμφορᾶς, μηδὲ μετ' ἐκείνων ἐγκαλῇς τῷ Θεῷ, ἀλλὰ μετὰ τοῦ Θεοῦ κατακρίνῃς ἐκείνους, προλαβὼν τῇ τῆς πονηρίας ἀποδείξει, πάντα προανήρπασεν αὐτῶν τὸν ἔλεον, τῆς πρὸς αὐτοὺς συμπαθείας ἀπαγαγὼν ἡμᾶς.
 [00107]  ∆ιὰ τοῦτο ὁ Θεὸς αὐτὸν ἀφῆκε κοινωνῆσαι τῆς συμφορᾶς, καὶ πεῖραν λαβεῖν τῶν συμβάντων δεινῶν, καὶ μετασχεῖν τοῦ λιμοῦ, ἵνα μάθῃς ὅτι οὐ λιμὸς, ἀλλὰ θεῖος ἦν ζῆλος παρ' αὐτῷ.
000-00-00 Serial Number=0526589155
In Isaiam Ante [Go Back]  
 [00020]  Ἰεζεκιὴλ δὲ καὶ συναπῆλθε καὶ τὴν ἀλλοτρίαν τῆς οἰκείας κουφοτέραν εἶναι ἐνόμιζε, μέγιστον εἰς παραμυθίαν τῆς συμφορᾶς ἔχων τὸ παρεῖναι τοῖς κάμνουσι καὶ διορθοῦν τὰ ἑτέρων πράγματα.
 [00207]  Ἐπίτασις συμφορᾶς, ὅταν καὶ θεαταὶ τῶν οἰκείων γίνωνται συμφορῶν καὶ μηδὲ ἐξ ἀκοῆς αὐτὰ μανθάνωσι μόνον.
 [01380]  Ὅταν γὰρ μετὰ τῆς δουλείας καὶ ἄωρα <τὰ> πένθη θρηνεῖν ἀναγκάζωνται, ἐννόησον ὅσον τῆς συμφορᾶς τὸ μέγεθος, τῶν καὶ καθ' ἑαυτὰ πικρῶν ὄντων συναπτομένων ἀλλήλοις.
 [01387]  ∆ιὰ πάντων αὔξει τὸν θρῆνον, ἐπιτείνει τὸν φόβον, ἀκμάζουσαν τὴν ἀγωνίαν ἐργάζεται, ὑπ' ὄψιν ἄγει τὰ δεινά, εὐρύνει τῆς συμφορᾶς τὴν διήγησιν, πανταχοῦ περιτρέχων, πάντοθεν συνάγων τὰ λυπηρὰ διὰ τὴν τῶν ἀκουόντων ἀναισθησίαν.
 [01838]  Σκότος δὲ ἐνταῦθά φησι τὸ ἀπὸ τῆς συμφορᾶς αὐτοῖς ἐγγινόμενον, οὐχ ὡς τῆς ἀκτῖνος ἀφανιζομένης, ἀλλὰ τῆς διαθέσεως τῶν πασχόντων ἐν μέσῃ τῇ μεσημβρίᾳ ἀντὶ φωτὸς σκότος ὁρώντων·
000-00-00 Serial Number=0407762468
In Kalendas Ante [Go Back]  
 [00214]  οὐ πάντων βίος ὁ πονηρότατος εἶναι δοκεῖ, Ἀλλ' ἔξεστι τῷ βουλομένῳ κἀκεῖθεν κερδᾶναι, ὅταν τῶν δεδεμένων φείδηται, ὅταν τοὺς ἀδίκως ἐμβεβλημένους θεραπεύῃ, ὅταν μὴ πραγματεύηται ἀπ' ἀλλοτρίας συμφορᾶς, ὅταν κοινὸς προκέηται λιμὴν τοῖς δεομένοις ἅπασι.
000-00-00 Serial Number=0506613135
In Rachelem et infantes Ante [Go Back]  
 [00021]  Βούλομαι ἐκ καρδίας προ φέρειν τὸν λόγον, καὶ πάλιν ἀναποδίζω, τὴν αἰτίαν τῶν κακῶν καὶ τῆς μεγίστης συμφορᾶς οὐχ εὑρίσκουσα.
000-00-00 Serial Number=0170449317
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06588]  Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας οὔτε ἀπὸ τῆς συμφορᾶς ἐπεσπάσαντο τοὺς ἀνηλεεῖς, προσέθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμὸν, κουφότερον εἶναι νομίζοντες ἀπεστερῆσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ καὶ τὸν οἴκτιστον ὑπομένειν θάνατον.
 [08777]  οὐ λογίζῃ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν;
 [08810]  Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ' ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ' ἂν αὕτη τὴν συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπᾶραι τῷ λόγῳ·
 [08848]  Οὐδὲ γὰρ προσαιτῶ μόνον, ἀλλὰ καὶ πλανῶμαι καὶ δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιιοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακά·
000-00-00 Serial Number=0735276222
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02207]  Καὶ τί λέγω λίθον καὶ ξύλα καὶ γῆν, ὅπου γε καὶ ἀὴρ, καὶ τὰ ὕδατα μετέσχε τῆς συμφορᾶς;
 [02276]  Τί ταύτης τῆς συμφορᾶς χαλεπώτερον;
000-00-00 Serial Number=0059289157
In epistulam ad Colossenses Ante [Go Back]  
 [02673]  Ἐκεῖ δὲ μετὰ τῆς συμφορᾶς καὶ τὸ συνειδὸς ἐπίκειται μαστίζον·
000-00-00 Serial Number=0969269395
In epistulam ad Philippenses Ante [Go Back]  
 [04832]  Ὥσπερ γὰρ οἱ ἐκ διαφόρων πόλεων αἰχμάλωτοί τινες ἀναστάντες, καὶ εἰς μίαν ἐλθόντες πόλιν, σφόδρα ἀλλήλοις συμπλέκονται, τοῦ κοινοῦ τῆς συμφορᾶς συγκολλῶντος αὐτούς·
000-00-00 Serial Number=0780771554
In epistulam ad Romanos Ante [Go Back]  
 [03181]  ἂν ἐννοήσῃς, ὅτι λυθῆναι μὲν τὸ γεγενημένον οὐκ ἔνι, ἔνι δέ τι καρπώσασθαι καὶ ἐκ τῆς ἀνιάτου συμφορᾶς τὸ γενναίως ἐνεγκεῖν τὸ συμβὰν, καὶ ἀντὶ τῶν ῥημάτων τῶν δυσφήμων εὐφημίαν ἀνενέγκῃς τῷ ∆εσπότῃ, οὕτω τὰ ἀβουλήτως ἐπενεχθέντα κακὰ, προαιρέσεως ἔσται σοι κατορθώματα.
 [08334]  πανηγύρεως καὶ ἑορτῆς, οὐ συμφορᾶς οὐδὲ ἀθυμίας.
000-00-00 Serial Number=0159436464
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00131]  Εἰ δέ τις οἰωνίζοιτο τὸ πένητας ἀντὶ τούτων εἰσάγεσθαι, καὶ συμφορᾶς λέγοι εἶναι σύμβολα ταῦτα, μαθέτω καὶ τοῦτο, ὅτι οὐ τὸ πένητας τρέφε σθαι καὶ χήρας, ἀλλὰ τὸ μαλακοὺς καὶ πόρνας, τοῦτο ἁπάσης ἀηδίας καὶ μυρίων ἐστὶ σύμβολον κακῶν.
000-00-00 Serial Number=0271427572
In illud Vidi dominum Ante [Go Back]  
 [01238]  Νόμος ἦν παλαιὸς τὸν λεπρὸν τῆς πόλεως ἐξελαύνεσθαι, ὥστε καὶ τοὺς τῇ πόλει βελτίους γίνεσθαι καὶ αὐτὸν μὴ προκεῖσθαι τοῖς βουλομένοις ὑβρίζειν σκωμμάτων καὶ χλευασίας ἀφορμήν, ἀλλ' ἔξω τῆς πόλεως μένοντα παραπέτασμα τῆς συμφορᾶς ἔχειν τὴν ἐρημίαν.
000-00-00 Serial Number=0128996730
In illud Vidua eligatur Ante [Go Back]  
 [00012]  Τὸ γὰρ τῆς χηρείας ὄνομα δοκεῖ μὲν εἶναι συμφορᾶς ὄνομα, οὐκ ἔστι δὲ, ἀλλ' ἀξίωμα, καὶ τιμὴ, καὶ δόξα μεγίστη·
 [00234]  καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούντων τὴν ἀγοράν.
 [00483]  Ἀλλ' οὔτε τὰ τῆς συμφορᾶς εἰς ἔλεόν σε ἐπικάμπτει;
000-00-00 Serial Number=0163161814
In infirmos Ante [Go Back]  
 [00023]  μή τις ἐπαοιδὸς φθόνῳ εἰργάσατο ἢ περιεποιήσατο ἢ ἀπὸ φαρμάκου ἢ φθόνου ἢ ζήλου, μὴ ἀπὸ βαρέων [326] αἰσχρῶν ὀφθαλμῶν, μὴ ἀπὸ βασκοσύνης καὶ πάσης ἄλλης συμφορᾶς ἐπερχομένης, μὴ πρηστηριακὸν ἢ βουβιατικὸν ἢ ἐπιπεμπτικὸν ἢ κεφαλικὸν ἢ χειρῶν καρδίας καὶ ποδῶν ἢ δαιμονικὸν φασματικὸν ἢ καλὶς τῶν ὀρέων, μὴ ὀνοσκελιακὸν ἢ νεραΐδων, μὴ τῶν ἐν ζώφῳ ἀέρων πετωμένων καὶ ἤλθατε ἀδικῆσαι τὴν δούλην τοῦ θεοῦ.
000-00-00 Serial Number=0677548885
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00038]  οὐδεὶς γὰρ οὕτω νωθρὸς καὶ παρειμένος, ὡς τὸ μέγεθος τῆς συμφορᾶς ἐννοήσας ἐκείνης, μὴ πάντα γενναίως ἐνεγκεῖν τὰ προσπίπτοντα δεινὰ, κἂν ἁπάντων ἀφορητότερα ᾖ.
000-00-00 Serial Number=0971240699
In principium Actorum Ante [Go Back]  
 [00645]  οὐκ ἐποίησέ σε κατήγορον κακίας, ἀλλὰ ἰατρὸν κατέστησε συμφορᾶς·
000-00-00 Serial Number=0517106175
In sanctum Romanum Ante [Go Back]  
 [00027]  Ἐκεῖ μὲν γὰρ αὐτὴ τῆς συμφορᾶς ἡ φύσις καὶ τὸν λίθον ἱκανὴ πρὸς συμπάθειαν ἐπικάμψαι·
 [00099]  ἐγὼ δὲ αὐτὸν βούλομαι στῆσαι μάρτυρα τῶν πτωμάτων καὶ τῆς συμφορᾶς τῶν οἰκείων στρατιωτῶν, ἵν', ὑπὸ τῆς ὀδύνης ἄγχηται καταπίπτοντας μὲν ὁρῶν, χεῖρα δὲ ὀρέγειν μὴ δυνάμενος, καὶ τὸ συμβουλεῦσαι ταῦτα ἅπερ καὶ πρότερον οὐκ ἔχων, τῆς φωνῆς μετὰ τῆς γλώττης ἐκκοπείσης.
000-00-00 Serial Number=0786186993
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00025]  οὕτω δὴ καὶ τοῦ πρώην ἐντεῦθεν ἐπενεχθέντος σεισμοῦ, ὁ μὲν τὴν οἰκίαν, ὁ δὲ τοὺς ἀγροὺς, ὁ δὲ τὰ ἀνδράποδα, ὁ δὲ τὸ ἀργύριον, ὁ δὲ τὸ χρυσίον διανειμάμενοι, πλατεῖαν τῆς συμφορᾶς τὴν ὄψιν εἰργάσαντο, καὶ πανταχοῦ τοῦ κλόνου τὰ ὑπομνήματα διασπαρῆναι παρεσκεύασαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»