Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συμπαθείας [53]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συμπαθείας


000-00-00 Serial Number=0447615147
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01026]  Ὥστε ὅταν ἀκούσῃς, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐξέπεμπε, μὴ τὴν ὀδύνην λελύσθαι νόμιζε τοῦτο γὰρ ἀδύνατον ἦν, ἀλλὰ τὴν σφοδρὰν ὑπακοὴν θαύμασον, ὅτι καὶ ὑπὸ τῆς συμπαθείας καμπτόμενος οὐκ ἀντέλεγε τῷ Θεῷ, ἀλλ'
 [01051]  Πόσης οἴει ταῦτα συμπαθείας εἶναι τὰ ῥήματα;
 [01297]  Εἰ γὰρ ἡμᾶς τοὺς μετὰ τοσοῦτον χρόνον γεγενημένους καὶ οὐδὲν τοιοῦτο δικαίωμα συμπαθείας πρὸς Ἰουδαίους ἔχοντας τοσοῦτος ἔλεος εἰσέρχεται τῆς παιδοκτονίας ἐκείνης, τί οὐκ ἂν ὁ μακάριος ἐκεῖνος ἔπαθε, πολλῷ μὲν τῷ πόθῳ πρὸς πᾶν τὸ ἔθνος συνδεδεμένος, ὄψεσι δὲ τὰς ἐκείνων παραλαμβάνων συμφορὰς, καὶ τοὺς ταῦτα ἐργαζομένους τὰ κακὰ γονεῖς ἐπιγράφεσθαι ἀναγκαζόμενος;
 [01381]  ὁ δὲ πενθῶν καὶ ἀνιώμενος καὶ καταρώμενος ἑαυτῷ τὴν χαλεπὴν ἐκείνην ἀρὰν Μωσῆς ἦν, καὶ οὐδὲν αὐτὸν ὅλως ἔπειθεν ἀποστῆναι τῆς συμπαθείας τῆς πρὸς αὐτούς.
 [01418]  Ὅτι γὰρ καὶ μετὰ τὰ [47.477] ῥήματα ταῦτα οὐκ ἐπαύσατο τῆς συμπαθείας τῆς πρὸς αὐτοὺς, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε, δῆλον ἡμῖν.
 [01789]  Οὐ γὰρ τῇ αὐτῇ γνώμῃ τά τε οἰκεῖα καὶ τὰ ἀλλότρια κρίνειν εἰώθαμεν κακὰ, ἀλλ' ἐκεῖνα μὲν λόγῳ καὶ ὄψει μόνον μαθόντες, ταῦτα δὲ τῇ πείρᾳ καὶ τῇ αἰσθήσει καὶ μετὰ τῆς συμπαθείας τῆς ἑαυτῶν·
000-00-00 Serial Number=0787018478
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00785]  Καθάπερ γὰρ κοινὸς ὢν ἁπάντων πατήρ, οὕτω τὰς ἑκάστου συμφοράς, τὰς μὲν διώρθου, τὰς δὲ ἐθρήνει καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων καὶ διὰ συμπαθείας καὶ δακρύων καὶ διὰ παντὸς τρόπου τοὺς ἐν συμφοραῖς ἀνέχων καὶ κοινός τις ἁπάντων λιμὴν γενόμενος.
000-00-00 Serial Number=0691843152
Ad populum Antiochenum Ante [Go Back]  
 [00482]  Νῦν τοῦτο τὰς πόλεις ἁπάσας τὰς κύκλῳ ποιῆσαι ἐχρῆν, καὶ πρὸς τὴν πόλιν τὴν ἡμετέραν ἐλθεῖν, καὶ θρηνῆσαι τὰ γεγενημένα μετὰ συμπαθείας ἁπάσης.
000-00-00 Serial Number=0395765126
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00067]  Ἐπειδὴ γὰρ οὐδὲν ἐντεῦθεν ἐγένετο πλέον τῷ διαβόλῳ, τῶν φίλων ὁ χορὸς παρεγένετο, ἐν προσωπείῳ συμπαθείας τὰ τῶν πολεμίων ἐπιδεικνύμενος, καὶ ἐνάλλονται κειμένῳ, καὶ ἀναξαίνουσι τὰ ἕλκη, ἀλλήλους διαδεχόμενοι καὶ μηδὲ ἀναπνεῖν ἐῶντες, καὶ πολλοὺς κύκλους κυκλοῦντες, χαλεπήν τινα χορείαν χορεύοντες.
000-00-00 Serial Number=0466311216
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00022]  ∆ιὰ γὰρ τοῦτο τῆς σωματικῆς συμπαθείας ἀπηλλάχθαι Χριστὸς παρακελεύεται, φεύγειν τε φιλοχρηματίαν, καὶ φιλοδοξίας ἀφίστασθαι, ὅλως δὲ ἡδονὴν μὴ παραδέχεσθαι ἐν ἑαυτῷ, ἵνα μὴ διὰ μηδὲν τούτων κακωθῶμεν τὴν ψυχὴν, καὶ διατεθῶμεν ἀλλότριοι εἰς τὸ ἅγιον Πνεῦμα.
000-00-00 Serial Number=0395236909
Commentarius in Job Ante [Go Back]  
 [00622]  ὅρα, πῶς ἑαυτὸν ἀπεχώρισεν, ὅρα, πῶς ἑαυτὸν ἀπέστησε τῆς συμπαθείας.
000-00-00 Serial Number=0124267936
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00134]  Ὅταν γὰρ ἴδω σε δυσαποσπάστως ἔχοντα, καὶ μυρίων βλαπτομένων καταφρονοῦντα, καὶ πολλῶν γε ἐγκαλούντων οὐδὲ ἐπιστρεφόμενον, ἀλλὰ καὶ τὴν δόξαν ἑαυτοῦ καταπατοῦντα, καὶ τῷ κοινῷ τῆς Ἐκκλησίας προστριβόμενον κατηγορίαν πολλὴν, καὶ τὰ τῶν ἀπίστων ἀνοίγοντα στόματα, καὶ πάντας πονηρᾷ περιβάλλοντα δόξῃ, καὶ τοσαῦτα μὲν ἀπὸ τοῦ συνοικεῖν κακὰ, ἀγαθὸν δὲ μηδὲν ὑμῖν ἐγγινόμενον, ἀπὸ δὲ τοῦ χωρισμοῦ, τούτων μὲν ἁπάντων τὴν ἀναίρεσιν τῶν κακῶν, πολλῶν δὲ ἑτέρων κτῆσιν ἀγαθῶν, εἶτα οὐκ ἀνεχόμενον ἀποπηδῆσαι, πῶς δυνήσομαι πεῖσαι τοὺς ἐγκαλοῦντας, ὅτι πάσης ἀπήλλαξαι συμπαθείας, καὶ ἐπιθυμίας εἶ πονηρᾶς καθαρός;
 [00367]  Καὶ γὰρ ἀμήχανον τὸν γυναιξὶ συνοικοῦντα μετὰ συμπαθείας τοσαύτης, καὶ ταῖς ἐκείνων ἐντρεφόμενον ὁμιλίαις, μὴ ἀγύρτην τινὰ εἶναι καὶ ἀγοραῖον καὶ συρφετώδη.
000-00-00 Serial Number=0577250540
De Maccabeis Ante [Go Back]  
 [00045]  τὸ τῆς φύσεως ἀσθενὲς, ἢ τὸ τῆς ἡλικίας ὥριμον, ἢ τὸ τῆς συμπαθείας εὐεπηρέαστον;
000-00-00 Serial Number=0735575676
De cruce et latrone i Ante [Go Back]  
 [00286]  Καὶ ἵνα μάθῃς ὅτι μετὰ σπουδῆς εὔχεται, οὐχ ἁπλῶς εὔχεται ἑστὼς καὶ καταλευόμενος, ἀλλὰ θεὶς τὰ γόνατα εἶπε μετὰ κατανύξεως, μετὰ πολλῆς συμπαθείας.
000-00-00 Serial Number=0396281421
De cruce et latrone ii Ante [Go Back]  
 [00358]  Καὶ ἵνα μάθῃς ὅτι ἐσπουδασμένως τοῦτο ποιεῖ, οὐχ ἁπλῶς ηὔξατο, οὐδὲ ἀφωσιωμένως, οὐδὲ ἑστὼς, ἀλλὰ θεὶς τὰ γόνατα, μετὰ κατανύξεως, μετὰ πολλῆς τῆς συμπαθείας.
000-00-00 Serial Number=0944620728
De non iterando conjugio Ante [Go Back]  
 [00030]  ἡ δὲ δεύτερον ἐπεισάγουσα νυμφίον τῇ τοῦ προτέρου εὐνῇ, τῆς πολλῆς περὶ τὸν κόσμον φιλίας καὶ πρὸς τὰ γήϊνα πράγματα συμπαθείας τεκμήριον ἐξήνεγκεν οὐ μικρόν.
000-00-00 Serial Number=0895733178
De patientia sermo 1 Ante [Go Back]  
 [00306]  Καὶ γὰρ κἀγὼ νόμοις φύσεως πείθομαι, καὶ τῷ καιρῷ τῆς συμπαθείας οὐκ ἀντιτάσσομαι·
000-00-00 Serial Number=0691504717
De perfecta caritate Ante [Go Back]  
 [00158]  Καὶ γὰρ τὴν ἐκ φύσεως συμπάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ γνώμης τὰ κακὰ, ὥστε καθαρὰν αὐτοῖς εἶναι τὴν εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαι τότε ἐστὶ, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων.
000-00-00 Serial Number=0044363439
De sancta Droside martyre Ante [Go Back]  
 [00030]  ἐξελθόντας ἔξω τειχῶν, καὶ πρὸς τοὺς τάφους τούτους ἐλθόντας, καὶ τὸ πλῆθος τῶν κατοιχομένων θεασαμένους, ἀνάγκη πᾶσα καὶ ἑκόντας καὶ ἄκοντας τούτους ἀπὸ τῆς ὄψεως δέξασθαι τοὺς λογισμοὺς, καὶ δεξαμένους ὑψηλοτέρους γενέσθαι, καὶ τῆς πρὸς τὰ βιωτικὰ πράγματα συμπαθείας ἀπαλλαγῆναι.
000-00-00 Serial Number=0702767253
De virginitate Ante [Go Back]  
 [00627]  Ὅπου γὰρ νῦν μετὰ τὴν τοσαύτην ἀσφάλειαν πειρᾶται ἐμποδίζειν ἡμῖν κατὰ τὸν τῆς προσευχῆς καιρὸν ὁ διάβολος, ἂν διακεχυμένην λάβῃ ψυχὴν καὶ ὑπὸ τῆς πρὸς τὴν γυναῖκα συμπαθείας μεμαλαγμένην, τί οὖν ἐργάσεται τῇδε κἀκεῖσε τοὺς τῆς διανοίας ἀναρριπίζων ὀφθαλμούς;
000-00-00 Serial Number=0764115870
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01019]  Ἀμήχανον οὖν τὸν γυναιξὶ συνοικοῦντα μετὰ συμπαθείας τοσαύτης καὶ ταῖς ἐκείνων ἐντρεφόμενον ὁμιλίαις, μὴ ἀγύρτην τινὰ εἶναι καὶ ἀγοραῖον καὶ συρφετώδη·
 [02919]  ἡ δὲ δεύτερον ἐπεισαγαγοῦσα νυμφίον τῇ τοῦ προτέρου εὐνῇ, τῆς πολλῆς περὶ τὸν κόσμον φιλίας, καὶ πρὸς τὰ γήϊνα πράγματα συμπαθείας τεκμήριον ἐξήνεγκεν οὐ μικρόν.
 [05899]  [63.746] Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν, δεῖ δὲ καθαρὰν αὐτοῖς εἶναι εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τούτους ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαί φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων.
000-00-00 Serial Number=0907889843
In Acta apostolorum Ante [Go Back]  
 [05817]  Οὐκ ἔτι θυμὸς λοιπὸν τοῦτό ἐστιν, ὅταν τῆς οἰκείας συμπαθείας ἀπηλλαγμένος ᾖς.
 [09999]  Αἱ θλίψεις ἀποσχίζουσιν ἡμᾶς τῆς συμπαθείας τῆς πρὸς τὸν παρόντα κόσμον·
 [09999]  Τοῦτο μὲν γὰρ συμπαθείας τῆς πρὸς τοὺς ἀσθενεῖς, τὸ ἐκ τῶν ἰδίων κόπων διδόναι·
000-00-00 Serial Number=0180608451
In Eutropium Ante [Go Back]  
 [00120]  Ἐπεὶ οὖν ὑμῖν ἡ πέτρα γέγονε βαθύγειος, καὶ λιπαρὰ χώρα, φέρε δὴ καὶ καρπὸν ἐλεημοσύνης βλαστήσαντες, καὶ τὸν στάχυν κομῶντα τῆς συμπαθείας ἐπιδειξάμενοι, προσπέσωμεν τῷ βασιλεῖ, μᾶλλον δὲ παρακαλέσωμεν τὸν φιλάνθρωπον Θεὸν, μαλάξαι τὸν θυμὸν τοῦ βασιλέως, καὶ ἁπαλὴν αὐτοῦ ποιῆσαι τὴν καρδίαν, ὥστε ὁλόκληρον ἡμῖν δοῦναι τὴν χάριν.
 [00139]  ἂν δὲ ἁμαρτωλὸς, παρατρέχει τὰ ἁμαρτήματα, τῆς πρὸς τὸν ὁμόδουλον συμπαθείας ἀμοιβὴν αὐτῷ ταύτην ἀποδιδούς.
000-00-00 Serial Number=0187831044
In Heliam et viduam Ante [Go Back]  
 [00075]  Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶν κολαζομένους αὐτοὺς κατακλασθῇς διὰ τὸ μέγεθος τῆς συμφορᾶς, μηδὲ μετ' ἐκείνων ἐγκαλῇς τῷ Θεῷ, ἀλλὰ μετὰ τοῦ Θεοῦ κατακρίνῃς ἐκείνους, προλαβὼν τῇ τῆς πονηρίας ἀποδείξει, πάντα προανήρπασεν αὐτῶν τὸν ἔλεον, τῆς πρὸς αὐτοὺς συμπαθείας ἀπαγαγὼν ἡμᾶς.
000-00-00 Serial Number=0877528012
In decem virgines Ante [Go Back]  
 [00133]  Ἐκεῖνος ἐμοὶ εὐκόλως συνεισέρχεται, ὁ τὴν ἐμὴν μιμησάμενος περὶ τοὺς πτωχοὺς εὐσπλαγχνίαν, ὁ πτωχεύσας τῷ πνεύματι, ὁ τοῖς δεομένοις τὴν ἀκοὴν ὑποκλίνας, ὁ τὰ τοῦ πλησίον οἰκειωσάμενος πάθη, ὁ δακρύσας ἐπὶ συμφοραῖς ἀλλοτρίαις, ὁ ἐμπλήσας ἀγαθῶν τὴν ψυχὴν τοῦ πεινῶντος, ὁ τῶν γυμνῶν διαθερμάνας τοὺς ὤμους, ὁ μὴ παρακούσας τῆς φωνῆς τοῦ νοσοῦντος, ὁ δανείσας ὀλιγοψύχῳ παρακλήσεως λόγον, ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεξάμενος, ὁ τῷ σπόγγῳ τῆς συμπαθείας τῶν χηρῶν ἀποσμήξας τὸ δάκρυον, ὁ ἐλαφρύνας τῇ προστασίᾳ τῆς ὀρφανίας τὸ βάρος.
000-00-00 Serial Number=0111842871
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03193]  ὥστε καθαρὰν εἶναι τὴν ἡδονὴν καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν, καὶ ταύτην σβέννυσθαι τὴν συμπάθειάν φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων.
000-00-00 Serial Number=0186181009
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01869]  οὕτως ὁ μὴ βουλόμενος τὴν ἀπὸ τῆς συμπαθείας φέρειν λύπην, ἐν τοῖς ἑαυτοῦ ταῦτα εἴσεται πάντα.
000-00-00 Serial Number=0568818450
In epistulam I ad Corinthios Ante [Go Back]  
 [07880]  μετὰ γὰρ γνησιότητος αὐτὸ βούλεται γίνεσθαι καὶ συμπαθείας πολλῆς.
 [09497]  Ὥστε οὐ χρὴ διαπιστεῖν, εἴ τινες τούτων καὶ ἐν τέχναις καὶ ἐν στρατείαις ἤνθησαν καὶ ἐν χρημάτων περιουσίαις, ἀλλὰ καὶ ἐλεεῖν αὐτοὺς μετὰ πολλῆς τῆς συμπαθείας, καὶ ὑπὲρ ἑαυτῶν δεδοικέναι, μή ποτε καὶ αὐτοὶ τὰ αὐτὰ πάθωμεν.
000-00-00 Serial Number=0791450560
In epistulam ad Colossenses Ante [Go Back]  
 [03970]  Τούτου τοὺς ὀφθαλμοὺς ὁ ὁρῶν ὡραιότερον τὸν τῆς ψυχῆς ἐργάζεται, κατασπᾷ γαστέρα, φιλοσοφίας ἐμπίπλησι, συμπαθείας πολλῆς, καὶ ἀδαμαντίνην μαλάξαι δύναται ψυχήν.
000-00-00 Serial Number=0449420929
In epistulam ad Ephesios Ante [Go Back]  
 [00548]  Οὐδὲν ἦν ἴσον τῶν σπλάγχνων τῶν ἀποστολικῶν, οὐδὲν ὅμοιον τῆς συμπαθείας καὶ τῆς φιλοστοργίας ἐγένετο τῆς τοῦ μακαρίου Παύλου, ὃς πάσας αὐτοῦ τὰς εὐχὰς ὑπὲρ πόλεων ὁλοκλήρων ἐποιεῖτο καὶ δήμων.
000-00-00 Serial Number=0185409725
In epistulam ad Philippenses Ante [Go Back]  
 [01009]  Καὶ γὰρ οὐ συμπαθείας ἐκεῖνοι οἱ κοπετοὶ οἱ ἐπ' ἀγορᾶς, ἀλλ' ἐπιδείξεως καὶ φιλοτιμίας καὶ κενοδοξίας εἰσί·
 [01012]  τοῦτο συμπαθείας ἐστὶ, τοῦτο καὶ σὲ ὠφελεῖ.
 [01426]  ὅρα πῶς λιπαρῶς, πῶς σφοδρῶς, πῶς μετὰ συμπαθείας πολλῆς.
 [04747]  Πάλιν μετ' ἐγκωμίου καὶ συμπαθείας, καὶ τὸ χρῄζειν.
 [04911]  Ἀπὸ γὰρ ψυχῆς φιλοθέου καὶ φιλοστόργου ἐγίνετο, ἀπὸ ἀγάπης, ἣν αὐτὸς ὁ Χριστὸς ἐζήτει, ἀπὸ συμπαθείας ἀδελφικῆς καὶ πατρικῆς, μᾶλλον δὲ καὶ τούτων ἀμφοτέρων μείζονος.
000-00-00 Serial Number=0785243630
In epistulam ad Romanos Ante [Go Back]  
 [08359]  Μὴ τοίνυν, ἐπειδὴ πόῤῥω τῶν δεινῶν αὐτὸς ἕστηκας, καὶ τῆς συμπαθείας μένε ἐκτός·
 [08852]  Ἀλλ' οὐκ ἀπὸ τῶν λυπηρῶν, ἀλλ' ἀπὸ τῶν χρηστῶν προτρέπει τέως, καὶ ταύτῃ τῆς τῶν παρόντων αὐτοὺς ἀπολύων συμπαθείας.
000-00-00 Serial Number=0749841034
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00013]  συμπαθείας οὖν ῥῆμα, ἰατρείας τὸ αἴνιγμα.
000-00-00 Serial Number=0001251459
In filium viduae Ante [Go Back]  
 [00005]  Ὅλα τὰ πάθη, ἐλεεινὰ, καὶ πολλῆς συμπαθείας [61.790] μεστά.
 [00020]  Ὄντως ἐλεεινὸν τὸ τῆς χήρας ὄνομα, οἴκτου πεπληρωμένον, δακρύων μεμεστωμένον, συμπαθείας ἐχόμενον.
000-00-00 Serial Number=0498912275
In illud Homo quidam descendebat Ante [Go Back]  
 [00007]  Οἱ μὲν γὰρ ἰδόντες ἐν ἑτέρῳ τὴν οἰκείαν κινδυνεύουσαν φύσιν, τὰ σπλάγχνα ἀπέκλεισαν τῆς συμπαθείας, καὶ τοὺς ὀφθαλμοὺς καμμύσαντες, ὡς στήλην νεκρὰν τὸν κείμενον ὑπερέβησαν, ὡς καί ποτε ὁ πλούσιος πρὸ τῶν θυρῶν αὐτοῦ ἐῤῥιμμένον τὸν Λάζαρον·
000-00-00 Serial Number=0187753558
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00333]  Καὶ ἵνα μάθῃς, ὅτι μετὰ σπουδῆς εὔχεται, οὐχ ἁπλῶς εὔχεται, ἑστὼς καὶ κατανευόμενος, ἀλλὰ Θεὶς τὰ γόνατα, εἶπε μετὰ κατανύξεως, μετὰ πολλῆς συμπαθείας·
000-00-00 Serial Number=0763258517
In synaxim incorporalium Ante [Go Back]  
 [00008]  βδελύττονται γὰρ τῶν ἀνθρώπων τοὺς ἀσθενοῦντας οἱ ὑγιεῖς, τοὺς τραυματίας οἱ ἀσινεῖς, τοὺς κραιπαλοῦντας οἱ νήφοντες, τοὺς ἀκολάστους οἱ σώφρονες, τοὺς ἀκρατεῖς οἱ ἐγκρατεῖς, δέον συμπάσχειν καὶ διὰ τῆς συμπαθείας φάρμακον προσφέρειν τῷ πάσχοντι·
000-00-00 Serial Number=0548157215
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00044]  Ὁρᾷς ὅτι ἡ ἀσθένεια τῆς συμπαθείας ὑπόθεσις γίνεται, καὶ τὸ συγγενὲς τῆς φύσεως οὐκ ἀφίησιν εἰς ἀμετρίαν ποτὲ ἐκπεσεῖν τὸν ἐπιτιμῶντα, κἂν σφόδρα φιλονεικῇ;
000-00-00 Serial Number=0346720397
Oratio secunda Ante [Go Back]  
 [00072]  μὴ βδελύξῃ με τὸν ἀνάξιον, ἀλλ' οἰκτείρησον τὸ ποίημά σου, ὁ δι' ἐμὲ σταυρὸν ὑπομείνας, καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα, ἀλλ' ἰασάμενος, ἐξάλειψον πάντα φαρμάκῳ συμπαθείας, καὶ σπόγγῳ φιλανθρωπίας σου·
000-00-00 Serial Number=0428753018
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00268]  Ἀλλ' ὅμως ἡμεῖς οἱ σφόδρα ἀναίσθητοι πρὸς τὰς ἀνθρωπίνας καταπίπτομεν συμπαθείας, καὶ τὸν μὲν οὕτως ἡμῶν σφοδρῶς ἐρῶντα καθυβρίζομεν, τοὺς δὲ οὐδὲν δυναμένους ὠφελῆσαι παντὶ τρόπῳ θεραπεύομεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»