Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συγγνώμην [249]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συγγνώμην


000-00-00 Serial Number=0723249435
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00075]  τίνα δὲ συγγνώμην, τοσαύτῃ κεχρημένος μανίᾳ καὶ ἀπονοίᾳ, τὰ ἀνεξιχνίαστα βουλόμενος καταλαβεῖν καὶ περὶ πάσης τῆς τοῦ Θεοῦ προνοίας λόγον ἀπαιτῶν;
 [00696]  Ποίαν γὰρ ἂν σχοῖεν συγγνώμην, τὸν Χριστὸν μὴ δεξάμενοι, οἱ μέλλοντες ἐκείνῳ πιστεύειν;
000-00-00 Serial Number=0295564830
Ad populum Antiochenum Ante [Go Back]  
 [00160]  δαίμων ἐστὶν αὐθαίρετος, νόσημα συγγνώμην οὐκ ἔχον, πτῶμα ἀπολογίας ἐστερημένον, κοινὴ τοῦ γένους ἡμῶν ἀσχημοσύνη.
 [01144]  Ποίαν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, ὅταν τὰ ἡμέτερα μὲν μηδὲ εἰς νοῦν λαμβάνωμεν, τὰ δὲ ἀλλότρια οὕτω πολυπραγμονῶμεν;
 [01396]  Τίνα οὖν ἂν ἔχοιμεν ἀπολογίαν, ἢ ποίαν συγγνώμην, οὕτως ἀνθρώπινον πειρασμὸν οὐ φέροντες οἱ τοσαῦτα φιλοσοφοῦντες ἐν τῇ χάριτι, τοῦ πρὸ τῆς χάριτος καὶ τῆς Παλαιᾶς ∆ιαθήκης οὕτω τὸν ἀφόρητον πόλεμον ἐκεῖνον ἐνεγκόντος γενναίως;
 [01483]  εἰ δὲ μετὰ τοσούτων μυριάδων τοῦτο ποιοῦμεν, τίς οὐ δώσει συγγνώμην;
 [01692]  σὺ δὲ ὁ πρὸς βελτίονα ὁδεύων ὁδὸν, καὶ περὶ τῆς ἐλπίδος τῆς ἐκεῖ φιλοσοφεῖν ἔχων, ποίαν ἂν ἔχοις συγγνώμην, περὶ ἀναστάσεως μὲν θαῤῥῶν, ὁμοίως δὲ τοῖς ἀπιστοῦσι τῇ ἀναστάσει τὸν θάνατον δεδοικώς;
 [02309]  ὥσπερ οὖν οὐδὲ αἱ παρθένοι αἱ πέντε οὐκ ἔσχον τινὰ συγγνώμην παρ' ἀλλήλων, ἀλλ' ὑπὸ τῶν κατωρθωκότων καὶ οὗτοι κἀκεῖναι καταδικασθέντες ἐκολάζοντο.
 [02373]  Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ τραφέντες, ὅτε οὔπω ἐνενέκρωτο θάνατος, οὔτε αἱ χαλκαῖ πύλαι συνεκλάσθησαν, οὔτε οἱ μοχλοὶ οἱ σιδηροῖ συνετρίβησαν, οὕτω γενναίως κατ [49.92] ετόλμησαν τῆς τελευτῆς, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς, ἢ ποίαν συγγνώμην, τοσαύτης ἀπολαύσαντες τῆς χάριτος, καὶ μηδὲ πρὸς τὰ αὐτὰ φθάνοντες ἐκείνοις μέτρα τῆς ἀρετῆς νῦν, ὅτε ὄνομα μόνον ἐστὶν ὁ θάνατος πράγματος ἔρημον;
 [02558]  Καθάπερ γὰρ οἱ μέλλοντες εἰς δικαστήριον εἰσάγεσθαι, καὶ εὐθύνας τῶν πεπλημμελημένων ὑπέχειν, αὐχμῶντες, ῥυπῶντες, στυγνοὶ, κατεσταλμένοι τοῖς δικάζουσι φαίνονται, ὥστε καὶ ἀπὸ τοῦ σχήματος αὐτοὺς εἰς φιλανθρωπίαν ἐπισπάσασθαι καὶ ἔλεον καὶ συγγνώμην·
 [02635]  Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν δὲ συγγνώμην, ὅταν σώματος μὲν νοσοῦντος, ἔνθα καὶ ἀργύριόν ἐστι καταβαλεῖν, καὶ ἰατροὺς παρακαλέσαι, καὶ ὀδύνην ὑπομεῖναι πολλὴν, τοσαύτην ποιώμεθα πρόνοιαν, καὶ ταῦτα οὐ πολλῆς ἡμῖν τῆς βλάβης ἀπὸ τῆς ἀῤῥωστίας γινομένης ἐκείνης·
 [02729]  Μηδεὶς ἠριστηκὼς συμμιγέσθω, μηδεὶς φαγὼν ἀκροάσθω, εἶχές τινα συγγνώμην·
 [04334]  Τίνα οὖν ἕξομεν συγγνώμην, τίνα δὲ ἀπολογίαν, ὅταν τῶν ἀλόγων ὦμεν ἀνοητότεροι;
 [04868]  καὶ ἴσχυσαν, τῶν ὑπευθύνων γενομένων φανερῶν, πεῖσαι τοὺς δικάζοντας μὴ τὴν καταδικάζουσαν ἐξενεγκεῖν ψῆφον, ἀλλ' εἰς τὴν βασιλέως γνώμην ἀναβαλέσθαι τὸ τέλος, καὶ ὑπέσχοντο πείσειν ἐκεῖνον πάντως δοῦναι συγγνώμην τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, καὶ τῆς ἀποδημίας ἥπτοντο.
 [05418]  Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα δὲ συγγνώμην, ὅταν ἐκ πρώτης ἡλικίας ἡμεῖς ἄχρις ἐσχάτης πολιᾶς ἐνταῦθα συναγόμενοι καὶ τοσαύτης ἀπολαύοντες διδασκαλίας, ὅμοιοι μένωμεν ἐκείνοις, καὶ μηδὲ ἓν ἐλάττωμα διορθώσασθαι σπουδάζωμεν;
 [05509]  τίνα οὖν ἕξομεν, εἰπέ μοι, συγγνώμην τοιούτῳ πονηρῷ θηρίῳ παραδιδόντες ἑαυτοὺς ἑκόντες;
 [05518]  Καὶ ἵνα παρῶ τὰ ἄλλα πάντα, ἃ τὸ συνειδὸς ἑκάστου τῶν ἁμαρτανόντων ἐπίσταται, καὶ ὧν οὐκ ἔχει μάρτυρας ἀνθρώπους, ἀλλὰ τὸν Θεὸν μόνον, τῶν φανερῶν τούτων καὶ ὡμολογημένων ἂν ἀπαιτηθῶμεν λόγον, ποίαν ἐν τούτοις ἕξομεν συγγνώμην;
 [05520]  Φίλῳ μὲν γὰρ διαλεγόμενος μετὰ τοῦ προσέχειν τοῦτο ποιεῖς, Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων τοσούτων συγχώρησιν αἰτῶν, καὶ συγγνώμην ἀξιῶν σοι γενέσθαι, ῥᾳθυμεῖς πολλάκις, καὶ τῶν γονάτων σου χαμαὶ κειμένων, πολλαχοῦ τῆς ἀγορᾶς καὶ τῆς οἰκίας πλανᾶσθαί σου τὴν διάνοιαν ἐᾷς, τοῦ στόματός σου ληροῦντος εἰκῆ καὶ μάτην·
 [05522]  Ἂν τοίνυν τοῦτο μόνον ἐξετάσαι θελήσῃ ὁ Θεὸς, ἆρα ἕξομεν συγγνώμην;
 [05608]  Πῶς αἰτῆσαι συγγνώμην;
 [05691]  Ἂν μὲν γὰρ πρὸ τῆς ἑσπέρας καταλλαγῇς, ἔχεις ἀπὸ τοῦ Θεοῦ τινα συγγνώμην·
 [05720]  Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν καὶ μισθὸν τοσοῦτον μέλλοντες λαμβάνειν, μηδὲ οὕτως ὑπακούωμεν τῷ νομοθέτῃ, ἀλλὰ μένωμεν καταφρονοῦντες;
 [05724]  Τίνα οὖν ἕξομεν συγγνώμην, μηδὲ τοσαύτην ἀπονέμοντες τῷ ∆εσπότῃ τιμὴν, ὅσην τοῖς ὁμοδούλοις τοῖς ἡμετέροις;
 [06077]  τὸ δὲ φείσασθαι τῶν ὑβρικότων, καὶ συγγνώμην δοῦναι τοῖς ἀσύγγνωστα ἡμαρτηκόσιν, ἑνός που καὶ δευτέρου μόλις ἐστὶ, καὶ μάλιστα ὅταν βασιλεὺς ὁ ὑβρισμένος ᾖ·
000-00-00 Serial Number=0659856439
Adversus Judaeos Ante [Go Back]  
 [00213]  καὶ ποίαν ἕξεις συγγνώμην, Χριστιανὸς ὢν ἐξ ἡμισείας;
 [00215]  ἐὰν δὲ ἀγνοήσω, συγγνώμην ὁ Θεὸς δώσει πάντως.
 [00442]  καὶ ποίαν ἕξεις συγγνώμην;
 [00720]  Εἰ γὰρ τελώνην κατακρίνας ὁ Φαρισαῖος, πάντα ἀπώλεσεν ἅπερ εἶχεν ἀγαθὰ, τίνα ἕξεις συγγνώμην, ποίαν δὲ ἀπολογίαν τοσούτων κατεξανιστάμενος διδασκάλων τῶν τῷ Θεῷ φίλων, καὶ ταῦτα ἀδίκως καὶ μετὰ πολλῆς τῆς ἀλογίας;
 [01094]  Ὅταν γὰρ φαίνωνται ἐκεῖνοι, μήτε θύσαντες, μήτε ᾠδὴν ᾄσαντες ἐπὶ γῆς ἀλλοτρίας, μήτε νηστείαν τοιαύτην τινὰ νηστεύσαντες, ποίαν ἔχοιεν ἂν οὗτοι συγγνώμην;
 [01204]  καὶ ποίαν ἕξεις συγγνώμην;
 [02142]  Καὶ ποίαν ἕξεις, εἰπέ μοι, ἀπολογίαν, τίνα συγγνώμην, ἑκὼν σεαυτὸν εἰς τὸ βάραθρον ὠθῶν, καὶ κατὰ κρημνῶν ἀφιείς;
 [02518]  Ἵν' οὖν καὶ τοὺς ἀδελφοὺς διασώσωμεν, καὶ ἑαυτοῖς συγγνώμην ἐπὶ τοῖς ἡμαρτημένοις, μᾶλλον δὲ παῤῥησίαν πολλὴν προαποθώμεθα, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεσθαι παρασκευάσωμεν, μετὰ γυναικῶν καὶ παιδίων καὶ οἰκετῶν ἐπὶ τὴν ἄγραν ταύτην καὶ τὴν θήραν ἐξελθόντες, ἐκσπάσωμεν ἐκ τῆς τοῦ διαβόλου παγίδος τοὺς [48.927] ἐζωγρημένους ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα·
 [02651]  Εἰ δὲ ὁ Σαμαρείτης οὕτω φιλάνθρωπος καὶ ἥμερος γέγονε περὶ ἄνθρωπον ἄγνωστον, τίνα ἂν ἔχοιμεν συγγνώμην ἡμεῖς, τῶν ἀδελφῶν τῶν οἰκείων ἀμελοῦντες ἐπὶ μείζοσι κακοῖς;
 [02783]  Τίνα οὖν ἕξομεν συγγνώμην ἡμεῖς, εἰ τοσαῦτα πασχόντων ἐκείνων καὶ καρτερούντων ἢ διὰ πυρετὸν ἢ διὰ τραύματα, τρέχομεν ἐπὶ συναγωγὰς, καὶ τοὺς φαρμακοὺς καὶ γόητας εἰς τὰς οἰκίας καλοῦμεν τὰς ἑαυτῶν;
 [02799]  Καὶ γὰρ οἱ τῆς φύσεως καὶ οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες νόμοι, κἂν μαστίζῃ, κἂν τραπέζης εἴργῃ, κἂν ἐκβάλλῃ τῆς οἰκίας, κἂν παντὶ κολάζῃ τρόπῳ, κελεύουσιν ἅπαντα φέρειν γενναίως, κἂν μὴ πείθηται μηδὲ ἀνέχηται, οὐδεμίαν οὐδεὶς αὐτῷ δίδωσι συγγνώμην·
 [02810]  Οὕτως ἐστὶν ἁμαρτήματά τινα πᾶσαν ὑπερβαίνοντα συγγνώμην, καὶ οὐ δυνάμενα ἀπολογίας τυχεῖν.
000-00-00 Serial Number=0510768235
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00956]  Ὥσπερ γὰρ ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην, οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων.
 [01743]  ὅταν δὲ μηδὲ τοῦτο ἐξῇ, ἀλλ' ἀνάγκη πάντως ἀπολέσθαι, καὶ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ᾖ, τίνα συγγνώμην ἕξομεν, τίνα δὲ ἀπολογίαν, οὐ μόνον τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα τοῖς παισὶν ἁμαρτανομένων τὰς εὐθύνας ἐφ' ἑαυτοὺς ἕλκοντες χαλεπωτέρας;
000-00-00 Serial Number=0564172983
Catecheses ad illuminandos Ante [Go Back]  
 [00358]  ὅσας καὶ οἵας ἂν βούλησθε, μόνον ἐὰν πνευματικὰ ζητήσωμεν, αἰτῆσαι χάριν καὶ ὑπὲρ ἡμῶν ὥστε τῶν ἡμαρτημένων ἡμῖν μὴ ἀπαιτῆσαι εὐθύνας ἀλλὰ συγγνώμην δόντα εἰς τὸ ἑξῆς τῆς παρ' αὐτοῦ ἀξιῶσαι ῥοπῆς.
 [00435]  [3.8] Ὁ μὲν γὰρ πρὸ τούτου χρόνος παλαίστρα καὶ γυμνάσιον ἦν καὶ συγγνώμην εἶχε τὰ πτώματα·
 [01260]  ἕκαστος μέντοι μετὰ φόβου καὶ ἀγωνίας τοῖς πράγμασι προσίτω καὶ τὸν τῆς ἡμέρας καιρὸν οὕτω διανυέτω ὡς ὀφείλων περὶ τὸν τῆς ἑσπέρας καιρὸν πάλιν ἐνταῦθα παραγενέσθαι καὶ τῆς ἡμέρας ἁπάσης τὸν λόγον ἀποδοῦναι τῷ δεσπότῃ καὶ συγγνώμην αἰτῆσαι περὶ τῶν ἐπταισμένων.
 [01263]  [8.18] Καὶ διὰ τοῦτο προσήκει ἡμᾶς καθ' ἑκάστην ἑσπέραν ὑπὲρ τούτων ἁπάντων τὴν συγγνώμην αἰτεῖν παρὰ τοῦ δεσπότου καὶ ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταφεύγειν καὶ παρακαλεῖν.
000-00-00 Serial Number=0273038328
Commentarius in Job Ante [Go Back]  
 [02887]  ἀλλ' ὑμᾶς οὐκ ἐχρῆν ἐπεμβαίνειν, εἰ καὶ τοῦτο οὕτως εἶχεν, ἀλλ' αἰδεῖσθαι τὴν συμφοράν, ἀλλὰ φοβεῖσθαι τὸν πλήξαντα, ἀλλὰ συγγνώμην ἀπονεῖμαι τῷ μεγέθει τῶν δεινῶν.».
000-00-00 Serial Number=0476703525
De Anna i Ante [Go Back]  
 [00436]  Ὅτι δὲ κἂν εἰδὼς ᾖς ἀκριβῶς, οὐκ ἔχεις ἀπολογίαν, οὐδὲ συγγνώμην, καταφρονῶν τῶν προεστώτων, καὶ παρακούων τῶν λεγομένων, ἄκουσον πῶς καὶ ταύτην ἡμῶν ἀνεῖλε τὴν πρόφασιν ὁ Χριστὸς, δι' ὧν φησιν ἐν Εὐαγγελίοις, Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ γραμματεῖς, καὶ οἱ Φαρισαῖοι·
 [00985]  Εἰ δὲ βασιλεὺς ἀνὴρ μυρίαις βαπτιζόμενος φροντίσι, καὶ πανταχόθεν περιελκόμενος, τοσαυτάκις τῆς ἡμέρας παρεκάλει τὸν Θεὸν, τινὰ ἂν ἔχοιμεν ἀπολογίαν ἢ συγγνώμην ἡμεῖς, τοσαύτην σχολὴν ἄγοντες, καὶ μὴ συνεχῶς αὐτὸν ἱκετεύοντες, καὶ ταῦτα τοσοῦτον μέλλοντες καρποῦσθαι κέρδος;
 [01050]  Καὶ γὰρ τοῦ τὴν οὐσίαν κατεδηδοκότος υἱοῦ, καὶ πρὸς τὴν πατρικὴν οἰκίαν ἐπανελθόντος ἀνεμνήσαμεν, καὶ τὴν ταλαιπωρίαν ἅπασαν, καὶ τὸν λιμὸν, καὶ τὴν αἰσχύνην, καὶ τὰ ὀνείδη καὶ τὰ ἄλλα, ὅσα ἐπὶ τῆς ἀλλοτρίας ὑπέμεινε, προσεθήκαμεν, τῷ παραδείγματι τούτῳ σωφρονεστέρους ποιῆσαι βουλόμενοι καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς φιλοστοργίαν περὶ αὐτοὺς ἐπεδειξάμεθα, οὐκ ἀπαιτήσαντες αὐτοὺς τῆς ῥᾳθυμίας εὐθύνας, ἀλλ' ὑπτίαις τούτους δεξάμενοι ταῖς χερσὶ, καὶ συγγνώμην δόντες ὑπὲρ τῶν πεπλημμελημένων, καὶ τὴν οἰκίαν ἀνοίξαντες, καὶ τὴν τράπεζαν παραθέντες, καὶ στολὴν αὐτοὺς περιβαλόντες τὴν ἀπὸ τῆς διδασκαλίας, καὶ τὴν ἄλλην ἅπασαν παρασχόντες αὐτοῖς θεραπείαν.
000-00-00 Serial Number=0062424242
De Chananaea Ante [Go Back]  
 [00517]  ἐκεῖνος συγγνώμην ἔχει, οὗτος ἀπολογίας ἐστέρηται.
000-00-00 Serial Number=0152613163
De Christi divinitate Ante [Go Back]  
 [00218]  Ἴδωμεν οὖν εἰ πρότερον συγγνώμην αἰτεῖ ὡς δοῦλος καὶ ὑποτεταγμένος, ἢ ὡς ἐξουσίαν ἔχων καὶ αὐθεντίαν ἐπιδείκνυται, ὡς ∆εσπότης, καὶ ἐπικείμενος τῷ νόμῳ, καὶ τὰς ἐντολὰς αὐτὸς δεδωκώς.
000-00-00 Serial Number=0027493179
De Christi precibus Ante [Go Back]  
 [00322]  Ἂν δὲ ἐκεῖνον πρότερον ἀναμείνῃς ἐλθεῖν καὶ συγγνώμην αἰτῆσαι, οὐ τοσοῦτον ἕξεις τὸ κέρδος·
000-00-00 Serial Number=0904012799
De Davide et Saule Ante [Go Back]  
 [00015]  Ὃν γὰρ οὐκ ἀπώλεσε τὰ μυρία τάλαντα, τοῦτον ἑκατὸν δηνάρια κατεπόντισε, καὶ τὴν δοθεῖσαν συγγνώμην ἀνεκαλέσατο, καὶ τὴν δωρεὰν ἀπεκρούσατο, καὶ ἀπαλλαγέντα τῶν εὐθυνῶν εἰς τὸ δικαστήριον πάλιν εἰσήγαγε, κἀκεῖθεν εἰς τὸ δεσμωτήριον ἐνέβαλε, καὶ οὕτως ἀθανάτῳ αὐτὸν παρέδωκε τιμωρίᾳ.
 [00583]  Τίν' οὖν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, θηρία μὲν ἡμεροῦντες, ἀνθρώπους δὲ λέγοντες μὴ δύνασθαι καταπραΰνειν ποτὲ, μηδὲ ποιεῖν πρὸς ἡμᾶς ἔχειν ἡδέως;
 [00875]  Κἂν ἀπολογήσασθαι δέῃ, καὶ συγγνώμην αἰτῆσαι παρ' ἐκείνων, μὴ παραιτώμεθα, κἂν αὐτοὶ ὦμεν ἠδικημένοι.
000-00-00 Serial Number=0958474934
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00240]  ποίαν ἂν σχοίητε ἀπολογίαν, ποίαν συγγνώμην, μηδὲ ὀλίγους σταδίους διαπερῶντες ὑπὲρ τῆς θεωρίας τῶν παλαισμάτων ἐκείνων;
000-00-00 Serial Number=0180525541
De Lazaro Ante [Go Back]  
 [00081]  καὶ ποίαν ἕξομεν συγγνώμην;
 [00537]  Εἰ γὰρ ἐν πενίᾳ ἐκεῖνος ὢν οὐκ ἀπεδυσπέτησε, τίνα ἕξουσι συγγνώμην οἱ ἐν πλούτῳ τοῦτο ποιοῦντες;
 [00539]  Πάλιν οἱ πένητες οἱ διὰ τὴν πτωχίαν ἀγανακτοῦντες καὶ δυσχεραίνοντες, τίνα ἕξουσι συγγνώμην, ὅταν οὗτος ἐν λιμῷ καὶ πενίᾳ καὶ ἐρημίᾳ καὶ ἀῤῥωστίᾳ διηνεκεῖ ζῶν ἐν οἰκίᾳ πλουτοῦντος, καὶ [48.982] παρὰ πάντων ὑπερορώμενος, καὶ πρὸς ἕτερον τὰ αὐτὰ αὐτῷ πεπονθότα ἰδεῖν οὐκ ἔχων, οὕτω φαίνηται φιλοσοφῶν;
 [01830]  Τίνα οὖν ἕξομεν συγγνώμην, εἰπέ μοι, ποίαν δὲ ἀπολογίαν, εἰ τὸν γενναῖον ἐκεῖνον μετὰ τοσαύτης εἴδομεν προθυμίας τῷ Θεῷ πειθόμενον, καὶ πάντων αὐτῷ παραχωροῦντα, καὶ ἡμεῖς δυσχεραίνομεν;
 [01939]  καὶ ποίαν ἔχω συγγνώμην;
 [02575]  οἱ δὲ τὰ ἀργύρια δεξάμενοι ταῦτα τὰ πνευματικὰ, ποίαν ἕξουσιν, εἰπέ μοι, ἀπολογίαν, ποίαν δὲ συγγνώμην, ὅταν μὴ μόνον αὐτὰ ἀπαιτῶνται, ἀλλὰ καὶ τὴν τούτων ἐργασίαν;
000-00-00 Serial Number=0045562685
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00157]  Βούλεται γὰρ ἡμᾶς ἡμέρους εἶναι περὶ τοὺς ὑπευθύνους, ἀμνησικάκους περὶ τοὺς εἰς ἡμᾶς πλημμελοῦντας, καὶ τῇ περὶ τούτους συγγνώμῃ ἑαυτοῖς δωρεῖσθαι συγγνώμην, καὶ ἡμᾶς αὐτοὺς προεισφέρειν τῆς φιλανθρωπίας τὰ μέτρα.
000-00-00 Serial Number=0794384360
De beato Abraham Ante [Go Back]  
 [00014]  ἀλλὰ καθέζεται ἐν τῇ νηῒ τὴν ἐπὶ τῆς ἡλικίας ἔχων συγγνώμην.
000-00-00 Serial Number=0703620017
De cruce et latrone ii Ante [Go Back]  
 [00320]  ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ, ἵνα εἰδῆτε Θεοῦ φιλανθρωπίαν ὑπερβάλλουσαν, καὶ πῶς αὐτῇ τῇ ἀνοίᾳ αὐτῶν ἀφορμῇ κέχρηται εἰς συγγνώμην ὁ Χριστός.
000-00-00 Serial Number=0946310997
De diabolo tentatore Ante [Go Back]  
 [00254]  Εἰ δὲ ὑπὲρ ἀμφοτέρων τούτων εὐχαριστεῖν δεῖ καὶ καθ' ἑαυτὸ, καὶ τῆς δόσεως ἡ ἀφαίρεσις οὐκ ἔλαττον ᾖ χρησιμωτέρα, ποίαν ἂν σχοίημεν συγγνώμην, εἰπέ μοι, τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον καὶ κηδεμόνα, καὶ παντὸς ἰατροῦ σοφώτερον, καὶ παντὸς πατρὸς φιλοστοργότερον, καὶ παντὸς δικαστοῦ δικαιότερον, καὶ γεωργοῦ παντὸς ἐπιμελέστερον τὰς ἡμετέρας θεραπεύοντα ψυχὰς τοῖς ἐναντίοις ἀμειβόμενοι, καὶ ὃν προσκυνεῖν δέον, ἀποδυσπετοῦντες;
000-00-00 Serial Number=0994544208
De eleemosyna [2] Ante [Go Back]  
 [00065]  ποίαν ἕξεις συγγνώμην;
 [00203]  Ποίαν, εἰπέ μοι, συγγνώμην ἔχεις;
000-00-00 Serial Number=0458426118
De fato et providentia Ante [Go Back]  
 [00293]  ποίαν ἔχεις, εἰπέ μοι, συγγνώμην, ἐν τοῖς ἄλλοις σκανδαλιζόμενος;
 [00472]  ἡ δὲ εἱμαρμένη τοῖς ὑπηκόοις, καὶ πάντα πειθομένοις, μᾶλλον δὲ κατηναγκασμένοις, οὐκ εἴσεται συγγνώμην, ἀλλ' ὑπὲρ ὧν αὐτοὺς κατηνάγκασε πρᾶξαι, ὑπὲρ τῶν αὐτῶν αὐτοὺς ἀπαιτεῖ δίκην·
 [00595]  Ποίαν γὰρ συγγνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς χρείας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ καὶ ὑπὲρ τὴν χρείαν ὁδεύωμεν;
000-00-00 Serial Number=0428535759
De incomprehensibili dei natura Ante [Go Back]  
 [00330]  Ὑπὲρ τοῦ λαοῦ παρεκάλει, ὑπὲρ τῶν ἁμαρτημάτων ἐδεῖτο, συγγνώμην ᾔτει τοῖς συνδούλοις, καὶ λέγει·
 [01024]  καὶ ποίαν ἕξεις συγγνώμην, εἰπέ μοι, οὕτως ἀσυμπαθὴς ὤν, οὕτως ἀπάνθρωπος, οὕτως ὠμός;
000-00-00 Serial Number=0870440722
De libello repudii Ante [Go Back]  
 [00140]  Ποίαν γὰρ ἔχοιεν συγγνώμην οἱ, τοῦ Παύλου καὶ δεύτερον ἐπιτρέποντος γάμον μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος, καὶ τοσαύτην παρέχοντος ἄδειαν, πρὸ τῆς τελευτῆς τολμῶντες τοῦτο ποιεῖν;
000-00-00 Serial Number=0175524175
De meretrice Ante [Go Back]  
 [00004]  καὶ τῶν οἰκείων πλημμελημάτων κατηγοροῦσι θερμῶς, καὶ τὴν ἐπὶ τοῖς αὐτῶν πταίσμασιν συγγνώμην αἰτοῦσιν παρὰ τοῦ φιλανθρώπου κριτοῦ.
000-00-00 Serial Number=0305378795
De mutatione nominum Ante [Go Back]  
 [00110]  Ὁ μὲν γὰρ ἄτοπον ἐρῶν ἔρωτα, εἰκότως συγγνώμην αἰτεῖ·
 [00616]  Καὶ ποίαν ἕξεις συγγνώμην παρὰ τοῦ Θεοῦ;
000-00-00 Serial Number=0967999995
De negatione Petri Ante [Go Back]  
 [00242]  ὑπὲρ τούτων ἁπάντων εἰσέρχῃ τὸν Θεὸν αἰτήσων συγγνώμην, καὶ ἀπολογησόμενος.
000-00-00 Serial Number=0261081219
De non iterando conjugio Ante [Go Back]  
 [00081]  «Τοῦτο γὰρ λέγω, φησί, κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν, διὰ τὴν ἀκρασίαν ὑμῶν.».
000-00-00 Serial Number=0226503074
De paenitentia [1] Ante [Go Back]  
 [00199]  εἰ γὰρ τοὺς ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντας ἔσωσε, καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὢν παρεκάλει τὸν Πατέρα, καὶ συγγνώμην αὐτοῖς ᾔτει τοῦ τολμήματος, εὔδηλον ὅτι καὶ τὸν προδόντα, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο·
 [00608]  εἰπέ μοι, καὶ ποίαν ἕξεις συγγνώμην;
000-00-00 Serial Number=0733740926
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00093]  μετὰ δὲ τὴν ἐντεῦθεν ἀποδημίαν καὶ τὸ λυθῆναι τὸ θέατρον οὐκ ἔστι λοιπὸν φάρμακον τοῖς γεγενημένοις εὑρεῖν, οὐδὲ συγγνώμην καὶ ἀπολογίαν, ἀλλ' ἀνάγκη λοιπὸν κολάζεσθαι·
000-00-00 Serial Number=0189017117
De proditione Judae Ante [Go Back]  
 [00044]  ταῦτα πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην.
 [00448]  Ἐκεῖνα ἀνίατά ἐστι καὶ ἀσύγγνωστα, ταῦτα δὲ πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην.
000-00-00 Serial Number=0329719305
De profectu evangelii Ante [Go Back]  
 [00062]  Ἰδοὺ καὶ ἁπλότητα τέθεικε, καὶ συγγνώμην οὐκ ἔδωκεν.
 [00110]  τίνα συγγνώμην;
000-00-00 Serial Number=0075520456
De sacerdotio Ante [Go Back]  
 [00312]  Σὺ μὲν γὰρ ἔφης τὴν ἄγνοιαν ἡμῖν φέρειν συγγνώμην καὶ πάσης ἂν ἡμᾶς ἀφεῖναι κατηγορίας, εἰ μηδὲν τῶν σῶν εἰδότες εἶτά σε εἰς τὰ παρόντα ἠγάγομεν·
 [00840]  οὔτε γὰρ ἂν αὐτὸς ἔχοις τοιοῦτόν τι σαυτοῦ καταγνῶναι καὶ πᾶσίν ἐστι καταφανὲς ὅτι οὔτε μέγα οὔτε μικρὸν ὑπὲρ ταύτης ἐσπούδασας τῆς τιμῆς, ἀλλ' ἑτέρων γέγονε τὸ κατόρθωμα καὶ ὅπερ ἐκείνους ἐν τοῖς ἁμαρτήμασιν οὐκ ἀφίησιν ἔχειν συγγνώμην, τοῦτό σοι πολλὴν παρέχει πρὸς ἀπολογίαν ὑπόθεσιν.
 [00879]  ἐπειδὴ ἥμαρτεν ἐπὶ τοῦ ὕδατος, ἴσχυσαν αἱ συνεχεῖς αὗται παραιτήσεις ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ καὶ πεῖσαι τὸν Θεὸν δοῦναι συγγνώμην;
000-00-00 Serial Number=0271893859
De sancta Droside martyre Ante [Go Back]  
 [00078]  τίνα συγγνώμην;
000-00-00 Serial Number=0568943083
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00017]  Ποίαν οὖν συγγνώμην ἔχει ὁ ἰδιώτης, βασιλέων τὰς βασιλικὰς αὐλὰς καταλιμπανόντων, καὶ τῷ τάφῳ τοῦ μάρτυρος παρακαθημένων;
000-00-00 Serial Number=0456787109
De virginitate Ante [Go Back]  
 [00708]  «Τοῦτο», γάρ φησι, «λέγω κατὰ συγγνώμην οὐ κατ' ἐπιτάγην.».
 [00714]  Ἐπὶ μὲν γὰρ τῆς παρθένου γνώμην δίδωσιν, ἐνταῦθα δὲ συγγνώμην.
 [01155]  Εἰ γὰρ μηδὲ πρὸς ὀλίγον τοῦτο ποιεῖν ἐπιτέτραπται ἄκοντος ἐκείνου, τίνα ἂν ἔχοι συγγνώμην ἡ διὰ παντὸς αὐτὸν ταύτης ἀφελομένη τῆς παραμυθίας;
000-00-00 Serial Number=0143779933
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00465]  Εἰ οὖν ὁ μακάριος ∆αυῒδ βασιλεὺς ὢν, καὶ μυρίαις βαπτιζόμενος φροντίσι, καὶ πανταχόθεν περιελκόμενος, ἑπτάκις τῆς ἡμέρας παρεκάλει τὸν Θεὸν, τίνα ἂν ἔχοιμεν ἀπολογίαν καὶ συγγνώμην ἡμεῖς, τοσαύτην σχολὴν ἄγοντες, καὶ μὴ συνεχῶς αὐτὸν ἱκετεύοντες, καὶ ταῦτα τοσοῦτον μέλλοντες καρποῦσθαι κέρδος;
 [00656]  Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων τοσούτων συγχώρησιν αἰτῶν, καὶ συγγνώμην ἀξιῶν σοι γενέσθαι.
 [00659]  Ἐὰν τοῦτο μόνον θελήσῃ ὁ Θεὸς ἐξετάσαι, ἆρα ἕξομεν συγγνώμην;
 [01257]  ποίαν ἕξεις συγγνώμην, εἰπέ μοι, οὕτως ἀσυμπαθὴς ὢν, οὕτως ἀπάνθρωπος, οὕτως ὠμός;
 [01312]  καὶ ποίαν ἕξεις συγγνώμην παρὰ τῷ Θεῷ, καὶ τίνα ἀπολογίαν;
 [01392]  καὶ ποίαν ἕξεις [63.611] συγγνώμην, ποίας ἀπολογίας τεύξῃ;
 [01548]  Ποίαν γὰρ ἕξομεν ἀπολογίαν ἢ συγγνώμην, ὅταν τὰ ἡμέτερα μηδὲ εἰς νοῦν λαμβάνοντες, οὕτω τὰ ἀλλότρια πολυπραγμονῶμεν καὶ περιεργαζώμεθα;
 [01660]  οἱ γὰρ πρῴην ἐλάσαντες, νῦν παραγενόμενοι πρὸς τὸν δίκαιον, οὐ μόνον ἀπολογοῦνται ὑπὲρ τῶν ἤδη γεγενημένων καὶ συγγνώμην αἰτοῦσιν, ἀλλὰ καὶ ἀνακηρύττουσι.
 [01793]  Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν συγγνώμην, ὅταν μὲν τοῦ σώματος νοσοῦντος, ἔνθα καὶ ἀργύριόν ἐστι καταβαλεῖν, καὶ ἰατροὺς παρακαλέσαι, καὶ ὀδύνην ὑπομεῖναι πολλὴν, τοσαύτην ποιώμεθα πρόνοιαν·
 [01828]  ∆ιὰ γὰρ τοῦτο καὶ αὐτοὺς τοὺς ἱερεῖς πάθει δουλεύειν παρεσκεύασεν ὁ Θεὸς ἐξ ὧν αὐτοὶ πάσχωσι, [63.625] καὶ τοῖς ἄλλοις συγγνώμην δίδωσι.
 [02560]  Ποίαν γὰρ συγγνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς χρείας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ ὑπὲρ τὴν χρείαν τρυφῶντες ὦμεν;
 [02632]  Εἰ γὰρ ὁ ἅγιος ἐκεῖνος Τιμόθεος καὶ νόσῳ κατεχόμενος, καὶ ἐπαλλήλους ἀῤῥωστίας ὑπομένων οὐ μετέλαβεν οἴνου, ἕως ἂν ἐπέτρεψεν ὁ διδάσκαλος, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς, ἐν ὑγείᾳ μεθύοντες;
 [02801]  Τίνα οὖν ἕξομεν συγγνώμην ἡμεῖς, τοσαῦτα πάσχοντος ἐκείνου δεινὰ καὶ καρτεροῦντος, εἰ διὰ πυρετὸν ἢ τραύματα φαρμακοὺς καὶ γόητας εἰς τὰς οἰκίας καλοῦμεν τὰς ἑαυτῶν;
 [03178]  ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην;
 [03607]  ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην;
 [03702]  Τίνα οὖν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, θηρία μὲν ἡμεροῦντες, ἀνθρώπους δὲ λέγοντες μὴ δύνασθαι καταπραΰνειν ποτὲ, μηδὲ πρὸς ἡμᾶς ἔχειν ἡδέως;
 [04092]  καὶ τίνα ἕξομεν ἀπολογίαν ἢ συγγνώμην;
 [04159]  Τὸ μὲν γὰρ μὴ κολάσαι τοὺς ὑπευθύνους, καὶ συγγνώμην δοῦναι τοῖς ἀσύγγνωστα ἡμαρτηκόσιν, ἑνός που ἢ δευτέρου μόλις ἐστὶν ἀνθρώπου, καὶ μάλιστα ὅταν βασιλεὺς ὑβριζόμενος ᾖ·
 [04309]  συγγνώμην αἰτῶ παρὰ τοῦ ∆εσπότου·
 [05181]  καὶ ποίαν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἑαυτοὺς ἀποστεροῦντες, παρὸν ἀμφότερα μετὰ ἀδείας καρπώσασθαι;
 [05447]  καὶ ποίαν ἕξεις συγγνώμην τοιαῦτα λαμβάνων, καὶ τῶν εὐτελῶν φειδόμενος;
 [06145]  κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν·
 [06508]  Καὶ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους μετὰ ἀκριβείας περιεργάζεσθαι χρὴ, τὰς διατριβὰς, τὰς συνουσίας, εἰδότες, ὅτι τούτων ἀμελουμένων οὐδεμίαν ἕξουσι παρὰ τῷ Θεῷ συγγνώμην.
 [06539]  ποίαν οὖν ἔχοις συγγνώμην, εἰ περιίδοις αὐτὸν ἀποσκιρτήσαντα;
 [06570]  Ὥσπερ γάρ τις ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην·
 [07145]  Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην ἁμαρτημάτων παρελθόντων μνημονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνόμενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ, ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας φαίνηται φειδόμενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως;
 [07154]  Ποίαν οὖν σχοίημεν συγγνώμην λοιπὸν, τίνα δὲ ἀπολογίαν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μὴ φθάνοντες εἰς τὰ μέτρα τῶν ἐν τῇ Παλαιᾷ πολιτευσαμένων, καὶ ταῦτα πολλὴν περισσείαν ἀπαιτούμενοι;
 [08720]  καὶ τίνα ἂν σχοίης συγγνώμην;
 [08997]  Εἰ γὰρ τοὺς ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντας ἔσωσε, καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὢν παρεκάλει τὸν πατέρα, καὶ συγγνώμην αὐτοῖς ᾔτει τοῦ τολμήματος·
 [09908]  ὥστε διπλοῦν εἶναι τὸ ἔγκλημα, καὶ μηδὲ ἀπὸ τῆς ἀνάγκης συγγνώμην αὐτοὺς εὑρέσθαι.
 [09922]  Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ πρᾶγμα τοσοῦτον ἔχον κέρδος, καὶ τοσαύτην τὴν ὠφέλειαν, καὶ οὐδένα πόνον, μὴ πράττωμεν;
 [09999]  Ὁ μαινόμενος ἔχει πολλὴν συγγνώμην παρὰ τῶν ὁρώντων·
 [09999]  τὸ δὲ πιστοὺς ἀνθρώπους τοιαῦτα ληρεῖν, ποίαν ἂν ἔχοι συγγνώμην;
 [09999]  καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συναγαγεῖν ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώρων, ἀπὸ τῶν μετ' αὐτῶν καλουμένων.
 [09999]  Τί τοίνυν ἀλγεῖς, τί δὲ θρηνεῖς, ὁπότε τοσαύτην δυνατὸν συγγνώμην συναγαγεῖν τῷ ἀπελθόντι;
000-00-00 Serial Number=0968726754
Epistulae Ante [Go Back]  
 [00015]  Ἀλλ' ἐπειδὴ καὶ τοῦτο παρείλετο ἡμᾶς ἡ ἐρημία τοῦ χωρίου ἐν ᾧ διατρίβομεν, καὶ τὸ σφόδρα αὐτὸ ἀπῳκίσθαι τῆς δημοσίας ὀδοῦ, παρακαλῶ, ἂν μὴ συνεχῶς τοῦτο ποιῶμεν, συγγνώμην ἡμῖν νέμειν, καὶ γραφόντων ἡμῶν καὶ σιγώντων, τὴν αὐτὴν ἔχειν περὶ τῆς ἀγάπης τῆς ἡμετέρας ψῆφον, λογιζομένους ὅτι τὴν σιγὴν ἡμῖν πολλάκις μακροτέραν ἡ ἐρημία τοῦ τόπου, οὐχ ἡ τοῦ τρόπου ῥᾳθυμία ἐργάζεται.
 [00293]  Τί περιέρχῃ ἀπολογίαν ζητοῦσα, καὶ συγγνώμην [52.635] αἰτοῦσα ὑπὲρ ὧν ἡμεῖς σε στεφανοῦμεν καὶ ἀνακηρύττομεν, ὅτι μὲν ἔγραψας, ἀποδεχόμενοι, ὅτι δὲ ὀψὲ καὶ βραδέως, ἐγκαλεῖν ἔχοντες;
 [02776]  Ἐπειδὴ δὲ τὰ τῆς ἐξορίας δεσμὰ τοῦτο ἡμᾶς παρείλετο, καὶ ἐν ἑνὶ καθεῖρξε χωρίῳ, τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον ἀπεστάλκαμεν, καὶ δι' αὐτοῦ τήν τε ὀφειλομένην πρόσρησιν ἀποδιδόαμεν, καὶ δηλοῦμεν, ὅτι χάριτας πολλὰς καὶ μεγάλας ὁμολογοῦντες ὑμῶν τῇ θεοσεβείᾳ οὐ διαλιμπάνομεν, καὶ ἀξιοῦντες ὑπὲρ τῆς μακρᾶς σιγῆς τῆς ἔμπροσθεν συγγνώμην ἡμῖν νεῖμαι.
 [03087]  εἰ γὰρ καὶ μετὰ τὴν ἐπιστολὴν ταύτην μένεις σιγῶν, οὐκ ἔτι σοι συγγνώμην δώσομεν, ἀλλὰ γραψόμεθά σε τῆς ἐσχάτης ἀγνωμοσύνης.
 [03173]  Ποίαν γὰρ σχοίητε συγγνώμην ἑτέρων διωκομένων, ἐξοριζομένων, ἐλαυνομένων, ὑμεῖς δὲ μηδὲ τὴν ἀπὸ τῆς παρουσίας ὑμῶν ἢ τῆς διδασκαλίας εἰσφέροντες τῷ χειμαζομένῳ λαῷ σπουδήν;
 [03189]  ἐπεὶ ἃ ἐποίησεν εἰς ἡμᾶς ὁ Φαρέτριος οὐδεμίαν ἔχει συγγνώμην.
 [03660]  ∆ιὸ καὶ χάριν ὑμῖν ἔχω πολλὴν, τὴν γνησίαν ὑμῶν εἰδὼς διάθεσιν, καὶ ὑπὲρ τῆς ἀπουσίας πολλὴν ἔχω συγγνώμην, διά τε τὴν τοῦ σώματος ἀῤῥωστίαν καὶ τὴν τοῦ ἔτους ὥραν καὶ τὸν τῶν λῃστῶν φόβον Γράφειν δὴ μὴ κατοκνεῖτε συνεχῶς ἡμῖν τὰ περὶ τῆς [52.747] ὑγείας ὑμῶν εὐαγγελιζόμεναι.
000-00-00 Serial Number=0023610413
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00344]  Εἰ δὲ ὑπὲρ ἐλεημοσύνης μόνον τοσαῦται αἱ ἀντιδόσεις, τοσοῦτοι οἱ στέφανοι, τοσαύτη ἡ λαμπρότης, τοσαύτη ἡ περιφάνεια καὶ ἡ δόξα, εἰ καὶ τὰ ἄλλα τῆς ἀρετῆς ἐπέλθοιμί σοι μέρη, ποίαν ἂν σχοίης συγγνώμην, ὀφείλουσα ἐντεῦθεν ἤδη ἑορτὴν ἄγειν καὶ σκιρτᾶν καὶ χορεύειν καὶ στεφανοῦσθαι, ἐπειδὴ δὲ ὁ δεῖνα ἐμάνη καὶ ὁ δεῖνα κατὰ κρημνῶν ἦλθε, κατακόπτουσα ἑαυτὴν καὶ εὔκολον κατὰ τῆς ἁγίας σου ψυχῆς τῷ διαβόλῳ ποιοῦσα τὴν ἔφοδον ὃν μέχρι σήμερον καταξαίνουσα οὐκ ἐπαύσω;
 [00456]  Εἰ γὰρ ἐπὶ τῶν βιωτικῶν καὶ Ἑβραίων γυναικῶν καὶ ἐν ἐκείνῳ τῷ καιρῷ τοσαύτην ἔφερε τὴν κόλασιν τὸ πλημμέλημα, ἐπὶ τῶν ὀφειλουσῶν τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς καὶ ἀγγελικὸν μιμεῖσθαι βίον καὶ ἐν χάριτι πολιτευομένων, τίνα ἂν σχοίη συγγνώμην τὸ αὐτὸ τοῦτο τολμώμενον μετὰ πλείονος τῆς ὑπερβολῆς;
000-00-00 Serial Number=0707287073
Expositiones in Psalmos Ante [Go Back]  
 [00199]  Πῶς γὰρ δυνήσῃ τῶν οἰκείων ἁμαρτημάτων λαβεῖν συγγνώμην, ὅταν τῶν τοῖς ἑτέροις πεπλημμελημένων τιμωρὸν τὸν Θεὸν ἀξιοῖς εἶναι;
 [00263]  Εἰ γὰρ τὸ ἐξ ἀρχῆς μὴ συνιδεῖν τοῦ Θεοῦ τὴν εὐεργεσίαν ἔγκλημα, ποίαν ἕξει συγγνώμην τὸ μέχρι τοσούτου πρὸς τὴν ἀλήθειαν τυφλώττειν;
 [01239]  Ἔστι καὶ ἑτέρωθεν ἰδεῖν συγγνώμην καὶ ἐπίτασιν τιμωρίας γινομένην·
 [01729]  Ποίαν οὖν σχοίημεν συγγνώμην ἡμεῖς, ποίαν δὲ ἀπολογίαν, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μὴ φθάνοντες εἰς τὰ μέτρα τῶν ἐν τῇ Παλαιᾷ πολιτευομένων, καὶ ταῦτα πολλὴν περισσείαν ἀπαιτούμενοι;
 [02551]  τίνα ἂν σχοῖεν ἐκεῖνοι συγγνώμην, οἱ τὴν οὐσίαν αὐτοῦ λέγοντες εἰδέναι, τοῦ Προφήτου μηδὲ πόσον ἐστὶ θαυμαστὸν τὸ ὄνομα δυναμένου μαθεῖν;
 [04314]  τίνα ἂν σχοῖεν ἐκεῖνοι συγγνώμην, οἱ τὴν οὐσίαν αὐτοῦ λέγοντες εἰδέναι, τοῦ Προφήτου μηδὲ πόσον ἐστὶ θαυμαστὸν τὸ ὄνομα δυναμένου μαθεῖν;
000-00-00 Serial Number=0798774183
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00833]  Εἶτα διὰ πλειόνων διδάσκει, ὅτι οὐκ ἐβδελύξατο τῆς ἀδελφῆς τὴν ἀσέβειαν, τὴν πανωλεθρίαν θεασαμένη, καὶ ὅτι μᾶλλον ἔχουσί τινα συγγνώμην αἱ δέκα φυλαὶ, ἤπερ ἡ τοῦ Ἰούδα φυλὴ, ἐπειδὴ τὰς συμφορὰς ἐκείνων ἑωρακυῖα, τὰ ἕτερα αἴτια τῶν συμφορῶν διετέλεσε δρῶσα.
 [01787]  Καὶ μὴν εἰ ἀδιόρθωτα πταίουσι, καὶ ἀνίατα νοσοῦσι, καὶ οὐδεμία ἔσται παραμυθία τῶν δεινῶν, τίνος ἕνεκεν πάλιν πέμπει τὸν ἰατρὸν, οὐδὲν ἕτερον ἢ τὴν τιμωρίαν αὐτοῖς αὔξοντα, καὶ πᾶσαν ἀναιροῦντα συγγνώμην;
000-00-00 Serial Number=0034261584
Homilia de capto Eutropio Ante [Go Back]  
 [00485]  πηλίνην κέκτημαι γλῶσσαν, συγγνώμην αἰτῶ παρὰ τοῦ ∆εσπότου.
000-00-00 Serial Number=0985453188
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00034]  Εἰ γὰρ ὁ τῶν ἀγγέλων ∆εσπότης, ὃν τὰ Χερουβεὶμ φρίττει, οὐ παρῃτήσατο πόρνῃ γυναικὶ διαλεχθῆναι μόνῃ, τίνα ἂν σχοίημεν ἀπολογίαν, ποίαν δὲ συγγνώμην, τοσοῦτον παρατρέχοντες σύλλογον;
000-00-00 Serial Number=0596416950
In Acta apostolorum Ante [Go Back]  
 [02938]  ἀλλ', Ἐπράξατε, ἐπὶ συγγνώμην αὐτοὺς ἄγων.
 [03988]  Οὐκ ἔχει τὸ γενόμενον συγγνώμην, ἐκτός ἐστιν ἀπολογίας.
 [09999]  Μέχρι τίνος παίζομεν ἐν οὐ παικτοῖς, οὐδὲ ἔχουσι συγγνώμην;
000-00-00 Serial Number=0057409942
In Genesim sermones Ante [Go Back]  
 [00484]  Ἡ μὲν οὖν Γραφὴ μυρίας ὑπὲρ τοῦ δικαίου συντίθησιν ἀπολογίας, μᾶλλον δὲ ἑνὶ ῥήματι πᾶσαν αὐτῷ δίδωσι συγγνώμην.
 [00783]  Ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἐπικάμπτει, ἀλλὰ μετὰ τοσαύτην ἀπανθρωπίαν εἰς τὸν οὐρανὸν ἐκτεῖναι τὰς χεῖρας τολμῶμεν, καὶ περὶ ἐλέου διαλεχθῆναι τῷ Θεῷ, καὶ συγγνώμην αἰτῆσαι τῶν οἰκείων ἁμαρτημάτων·
 [01364]  Ὥσπερ γὰρ ὁ χωρὶς συγγνώμης ὁρῶν τὰ τῶν ἀδελφῶν τραύματα, εἴ ποτε καὶ αὐτὸς ἁμάρτοι, οὐδένα εὑρήσει τὸν συγγνώμην αὐτῷ νέμοντα·
 [01391]  Οὐκ εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ' ἐπὶ εἶδος ἁμαρτίας κατέφυγε συγγνώμην ἔχον.
 [01396]  Καθάπερ οὖν ὁ μέγας Ἰὼβ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ συγγνώμην βουλόμενος, ἔλεγε·
 [01415]  οὐ βούλει ὡς ἀνθρώπῳ ὄντι δοῦναι συγγνώμην;
000-00-00 Serial Number=0730278134
In Herodem et infantes Ante [Go Back]  
 [00009]  ∆ιὸ συγγνώμην οὐκ αἰτῶ, ἀλλ' ἐνδοχὴν παρακαλῶ.
000-00-00 Serial Number=0731632054
In Joannem Ante [Go Back]  
 [00393]  καὶ οὐκ ἔτι θηρίον γίνεται μόνον, ἀλλὰ τέρας πολύμορφόν τι καὶ ποικίλον, καὶ οὐδὲ τὴν ἀπὸ τῆς φύσεως συγγνώμην ἔχει.
 [05025]  Ὁ μὲν γὰρ ἐν ἀπουσίᾳ φωτὸς ἐν σκότει καθήμενος, ἴσως ἂν συγγνώμην σχοίη·
000-00-00 Serial Number=0105194807
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00538]  Ὅταν γὰρ ἐνέγκω σοι ἄλλον μὴ ἔχοντα γυναῖκα, σωφρονοῦντα δὲ, ποίαν ἔχεις σὺ ἀπολογίαν, ἢ ποίαν συγγνώμην;
000-00-00 Serial Number=0539133012
In Psalmum 145 Ante [Go Back]  
 [00336]  ∆υνατὸς γὰρ ὁ Θεὸς, εἰ μετὰ νηφούσης διανοίας καὶ πεπυρωμένης ψυχῆς καὶ θερμοῦ συνειδότος αὐτῷ προσέλθωμεν, καὶ συγγνώμην αἰτήσαιμεν, πάντων ἡμῖν δοῦναι τῶν πεπλημμελημένων ἄφεσιν·
000-00-00 Serial Number=0510939002
In centurionem Ante [Go Back]  
 [00043]  μηδὲ σὺ αἴτει συγγνώμην.
000-00-00 Serial Number=0962159216
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02854]  τὸ δὲ πιστοὺς ἀνθρώπους τοιαῦτα ληρεῖν, ποίαν ἔχει συγγνώμην;
 [03887]  Ἐπειδὴ γὰρ λοιπὸν μέλλει ἐπιτιμᾷν, συγγνώμην αἰτεῖ, αὐτὸ τὸ ἐπιτιμᾷν μετὰ παῤῥησίας ἀπόδειξιν ποιούμενος τοῦ σφόδρα αὐτοὺς φιλεῖν.
 [05978]  Εἰ γὰρ ἐκεῖνος τῶν πρὸ τοῦ λουτροῦ πλημμελημάτων ἐμέμνητο, καίτοι πάντων ἀφανισθέντων, τίνα ἂν σχοίημεν συγγνώμην οἱ τῶν μετὰ τὸ λουτρὸν ἀμνημονοῦντες ἡμεῖς;
 [06398]  κἂν ὁ πάσχων κακῶς ἀνάξιος ᾖ βοηθείας, [61.562] ὅταν μεθ' ὑπερβολῆς τοῦτο πάθῃ, καὶ εἰς τὴν ἑαυτοῦ συγγνώμην τὸν Θεὸν ἐπισπᾶται, καὶ εἰς τὴν ἄμυναν τοῦ ποιοῦντος ἐντεῦθεν μόνον.
 [06413]  Καὶ ταῦτα λέγω, οὐ συγγνώμην διδοὺς τοῖς ὑπὸ ἐπιθυμίας τοιαύτης ἁλισκομένοις, ἀλλὰ μᾶλλον αὐτοὺς νήφειν παρασκευάζων.
 [07194]  Ἀπαρτίσας τὸν περὶ τῶν οἰκείων ἐγκωμίων λόγον, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ ἀπολογεῖται πάλιν, καὶ συγγνώμην ὑπὲρ τῶν εἰρημένων αἰτεῖ, ἀνάγκης εἶναι λέγων τὸ πρᾶγμα, οὐ προαιρέσεως.
 [07254]  Εἰ τοῦτο, φησὶν, ἐγκαλεῖτε (οὐκ εἶπεν, ὅτι Κακῶς ἐγκαλεῖτε, ἀλλὰ μετὰ πολλῆς τῆς γλυκύτητος), συγγνώμην αἰτῶ, χαρίσασθέ μοι τουτὶ τὸ ἁμάρτημα.
 [07266]  εἰ τοῦτο πλημμέλημα εἶναι ἡγεῖσθε, συγγνώμην αἰτῶ.
 [07937]  Ἡ μὲν γὰρ ἔχει συγγνώμην, αὕτη δὲ ἀπολογίας ἐστέρηται, ὅταν αὐτὴ ἡ ψυχὴ διεφθαρμένη ᾖ, καὶ μὴ ὀρθὴ ἡ κρίσις αὐτῆς, ἀλλ' ἀπολωλυῖα·
000-00-00 Serial Number=0946084023
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00924]  Ἢ γὰρ ἀπελογησάμεθα, ἢ καταγνωσθέντες συγγνώμην ᾐτήσαμεν, καὶ πειρώμεθα λοιπὸν μηκέτι περιπεσεῖν τοῖς αὐτοῖς.
000-00-00 Serial Number=0669053257
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00518]  Κἂν ἀπολίπῃ σύνεσις, συγγνώμην ἔχε.
000-00-00 Serial Number=0413414598
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00471]  τί μάτην ψυχραῖς ἑαυτοὺς ἀπατῶμεν οἱ πολλοὶ προφάσεσι καὶ ἀπολογίαις, μὴ μόνον συγγνώμην οὐ φερούσαις, ἀλλὰ καὶ κόλασιν ἀφόρητον, δέον τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πρὸ τῶν ὀφθαλμῶν ἔχοντας ἀρετῆς ἐπιμελεῖσθαι, καὶ μικρὰ πονέσαντας, τοὺς ἀκηράτους λαβεῖν στεφάνους;
 [01599]  κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν.
 [02197]  ὅπερ αὐτοῖς μὲν φέρει κατηγορίαν, τῷ δὲ διδασκάλῳ συγγνώμην.
 [04740]  Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἁμάρτημα τὸ πρὸς ἀδελφὸν κρίνεσθαι, τὸ καὶ ἐπὶ ἐξωτικῶν ποίαν ἔχει συγγνώμην;
 [05359]  τὸ δὲ μετὰ τὸν οὐρανὸν, μετὰ τὰ βασίλεια, μετὰ τὸ τῶν μυστηρίων ἀπολαῦσαι τῶν φρικτῶν πάλιν μολύνεσθαι, ποίαν ἕξει συγγνώμην;
 [05569]  Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν.
 [07637]  καὶ τίνα ἂν σχοίης συγγνώμην;
000-00-00 Serial Number=0628023446
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02618]  Ὁ μαινόμενος ἔχει πολλὴν συγγνώμην παρὰ τῶν ὁρώντων·
000-00-00 Serial Number=0078618288
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01257]  ∆ι' ὧν γὰρ αὐτὸν κατ' ἐκείνου ἀξιοῖς, διὰ τούτων καὶ τὰ σαυτοῦ πικρότερα ἐργάζῃ, οὐκ ἀφιεὶς αὐτὸν συγγνώμην δοῦναι τοῖς σοῖς.
000-00-00 Serial Number=0131069601
In epistulam ad Colossenses Ante [Go Back]  
 [00724]  Μὴ γὰρ, ἂν ἑτέρους διαφθείρωμεν, συγγνώμην ἔχομεν τῶν ἁμαρτημάτων;
 [00738]  οὐχ ἕξει τινὰ συγγνώμην, εἰπέ μοι;
000-00-00 Serial Number=0698508143
In epistulam ad Ephesios Ante [Go Back]  
 [00415]  Ὅτε μὲν γὰρ οὐκ ᾔδεις τὸν Θεὸν, ἐχθραίνων αὐτῷ, ὁπωσδήποτέ τινα συγγνώμην εἶχες·
 [00419]  Εἰ ἀνάγκην καὶ βίαν ὑπομένεις, ἕξεις συγγνώμην·
 [04421]  ἐξέτεμε κακίαν καὶ βλασφημίαν, ἐφύτευσε συγγνώμην·
000-00-00 Serial Number=0009315073
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00254]  καὶ ποίαν ἂν σχοίητε συγγνώμην;
 [00690]  Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν.
000-00-00 Serial Number=0475026608
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02411]  Νέος γὰρ ἐκεῖ δύναται συγγνώμην ἔχειν μόνον, ὅταν εἰς διοίκησιν πραγμάτων καλῆται, ὅταν ἄπειρος ᾖ, ὅταν χρόνου δέηται καὶ πείρας ὅταν, δὲ δέῃ σωφροσύνην καὶ ἀνδρείαν ἐπιδείξασθαι, οὐκέτι, οὐδὲ ὅταν δέῃ χρημάτων κρατεῖν.
 [02426]  ἐνταῦθα ἔχει τὴν συγγνώμην, ἐν δὲ τοῖς ἄλλοις οὐκέτι, ἀλλὰ πάντα ἐξ ἴσης τῷ μονάζοντι πράττειν αὐτὸν προσῆκε.
 [03123]  ἡμεῖς οἱ γενόμενοι ἤδη ἀδόκιμοι, τίνα ἕξομεν ἀπολογίαν καὶ συγγνώμην, οὐδένα φόβον ἔχοντες, ἀλλ' ὡς συνήθειαν, οὕτω πληροῦντες τὸν Χριστιανισμὸν, καὶ ἀφοσιούμενοι;
 [05827]  Εἰ δὲ ἐν τῇ Παλαιᾷ ταῦτα, τίνα συγγνώμην ἕξομεν ἡμεῖς οἱ ἐν τῇ Καινῇ πολιτευόμενοι, καὶ μηδὲ πρὸς τὸ αὐτὸ ἐκείνοις φθάνοντες μέτρον;
 [09699]  ἐκεῖ μὲν γὰρ καὶ συγγνώμην ἔχουσιν ὑπὲρ τῆς ἀταξίας, ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ καὶ κολάζονται.
 [09758]  Εἰ γὰρ οἱ ἀνάγκῃ ἑλκόμενοι οὐδεμίαν ἔχουσι συγγνώμην οὐδὲ ἀπολογίαν, κακῶς τὸ πρᾶγμα οἰκονομοῦντες καὶ ἀμελοῦντες·
000-00-00 Serial Number=0570995033
In epistulam ad Philemonem Ante [Go Back]  
 [00166]  ὥστε διπλοῦν εἶναι τὸ ἔγκλημα, καὶ μηδὲ ἀπὸ τῆς ἀνάγκης δύνασθαι συγγνώμην αὐτοὺς εὑρέσθαι.
 [00179]  Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ κοῦφον πρᾶγμα καὶ τοσοῦτον ἔχον κέρδος καὶ τοσαύτην τὴν ὠφέλειαν καὶ οὐδένα πόνον, μὴ πράττωμεν;
000-00-00 Serial Number=0741280675
In epistulam ad Philippenses Ante [Go Back]  
 [03081]  ποίαν ἕξει συγγνώμην ἄνθρωπος ταῦτα ποιῶν, ἐφ' οἷς ἡ γυνὴ ἡ γεγηρακυῖα κολάζεται;
000-00-00 Serial Number=0043350995
In epistulam ad Romanos Ante [Go Back]  
 [03748]  Οἱ γὰρ ἑκόντες προσελθόντες, καὶ μηδεμίαν ὑπομείναντες ἀνάγκην, ποίαν ἂν σχοίητε συγγνώμην, τίνα δὲ ἀπολογίαν ἐπὶ τὰ πρότερα παλινδρομοῦντες;
 [05808]  Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ, φησὶ, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τῷ παρόντι συγκαταλυόμενα βίῳ, οὕτω τῆς παρούσης ὑπερεώρων ζωῆς, καὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς, μετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ καταμαλακιζόμενοι, καὶ μηδὲ πρὸς τὸ αὐτὸ μέτρον φθάνοντες ἐκείνων;
 [06825]  Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν.
 [07271]  Ἂν δὲ μὴ τοῦτο ποιῇς, τίς σε ἐξαιρήσεται λόγος, ὅταν μήτε ὁ τοῦ θανάτου φόβος, μήτε τὸ ἄχρηστά σοι λοιπὸν γεγενῆσθαι τὰ χρήματα, μήτε τὸ ἀσφάλειαν καταλιμπάνειν τοῖς τέκνοις, μήτε τὸ πολλὴν σαυτῷ προαποτίθεσθαι ἐκεῖ συγγνώμην, ποιῇ σε φιλάνθρωπον;
 [09607]  Πῶς οὖν ἂν ἔχοιεν οὗτοι συγγνώμην, ὁρῶντες τὸ δόγμα τῆς ἀληθείας ἐκτεταμένον, καὶ μὴ περιεργαζόμενοι μηδὲ φροντίζοντες μαθεῖν;
 [09999]  τίνα ἂν ἔχοιεν συγγνώμην οἱ πλουτοῦντες καὶ τοὺς πένητας παρορῶντες;
000-00-00 Serial Number=0135858297
In epistulam ad Titum Ante [Go Back]  
 [00987]  Εἰ γάρ τις, εἰπέ μοι, τὸν μυρία προσκρούσαντα οἰκέτην λαβὼν, μὴ κατατείνοι ἱμᾶσιν, ἀλλ' ἐπ' ἐκείνοις μὲν συγγνώμην παράσχοι, ὑπὲρ δὲ τῶν μελλόντων αὐτὸν ἀπαιτοίη εὐθύνας, καὶ φυλάττεσθαι παρα [62.689] κελεύοιτο, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν, καὶ δωρεαῖς μεγάλαις τιμήσειε·
000-00-00 Serial Number=0549681604
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00127]  συγγνώμην δίδωσιν, οὐ παιδείαν ἐπάγει.
000-00-00 Serial Number=0171676040
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00521]  Καὶ ποίαν εὑρήσεις συγγνώμην, ὅταν εἰς μὲν τὴν γῆν καταβάλλων θαῤῥῇς, καὶ μετὰ προθυμίας τοῦτο ποιῇς, εἰς δὲ τὴν χεῖρα τοῦ Θεοῦ μέλλων καταβάλλειν, ὀκνεῖς καὶ ἀμελεῖς;
 [00834]  ὑπὲρ τούτων ἁπάντων εἰσέρχῃ τὸν Θεὸν αἰτήσων συγγνώμην καὶ ἀπολογησόμενος.
000-00-00 Serial Number=0902799666
In illud Messis quidem multa Ante [Go Back]  
 [00046]  Τίνα γὰρ ἂν σχοίης συγγνώμην, τίνα ἀπολογίαν;
000-00-00 Serial Number=0355607986
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00272]  τίνα συγγνώμην;
000-00-00 Serial Number=0746145427
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00115]  Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, ὅταν γυναικῶν τοσαύτην προθυμίαν ἐπιδεικνυμένων καὶ τοσαύτην φιλοσοφίαν, ἡμεῖς τοῖς τοῦ κόσμου πράγμασιν ὦμεν συνδεδεμένοι διηνεκῶς;
 [00166]  Καὶ ποίαν ἕξομεν ἀπολογίαν, ἢ τίνα συγγνώμην, εἰπέ μοι;
 [00180]  οἱ μὲν γὰρ παρὰ τῆς ἀσθενείας ἔχουσι συγγνώμην, καὶ τύχοιεν ἂν ἐλέου·
 [00464]  ἀλλ' ὁ Μωϋσῆς, ὁ τοσοῦτον λαὸν ἐξαιτησάμενος μετὰ τὴν ἄφατον ἀσέβειαν ἐκείνην, οὗτος ὑπὲρ τῆς ἀδελφῆς προσπίπτων καὶ συγγνώμην αἰτῶν, οὐκ ἴσχυσεν ἵλεω ποιῆσαι τὸν Θεὸν, ἀλλὰ καὶ ἐπετιμᾶτο σφοδρῶς·
 [00512]  Εἰ γὰρ ἐπὶ τῶν σωματικῶν γονέων σοφός τίς φησι, Κἂν ἀπολίπῃ σύνεσιν, συγγνώμην ἔχε·
000-00-00 Serial Number=0265145898
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00088]  γυναικώδεις γὰρ αἱ σκήψεις, μᾶλλον δὲ οὐδὲ ἐκείναις πρὸς συγγνώμην ἀρκοῦσαι αἱ προφάσεις, αἷς μαλακώτερα τὰ σώματα, καὶ ἀσθενεστέρα ἡ φύσις.
 [00282]  ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος οὐχὶ οἰκείοις ῥήμασι τὸν νόμον εἰσήγαγεν, ἀλλ' αὐταῖς χρησάμενος ταῖς ῥήσεσιν, αἷς ὁ παρὰ τὴν ἀρχὴν αὐτὸν εἰσαγαγὼν ἔθηκεν, ἵνα μηδεμίαν συγγνώμην καταλείπῃ τοῖς μὴ τηροῦσιν αὐτόν.
 [00332]  Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην, ἁμαρτημάτων παρελθόντων μνημονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνόμενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος, τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας, φαίνηται φειδόμενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως;
000-00-00 Serial Number=0823806107
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00441]  Ποίαν ἡμεῖς συγγνώμην ἔχομεν·
000-00-00 Serial Number=0238340616
In illud Vidi dominum Ante [Go Back]  
 [00048]  Ἄθλιε καὶ ταλαίπωρε, δέον δεδοικότα καὶ τρέμοντα τὴν ἀγγελικὴν δοξολογίαν ἐκπέμπειν, φόβῳ τε τὴν ἐξομολόγησιν τῷ κτίστῃ ποιεῖσθαι καὶ διὰ ταύτης συγγνώμην τῶν ἐπταισμένων αἰτεῖσθαι·
 [00054]  Πῶς οὖν συγγνώμην ἐξαιτήσῃ τῶν οἰκείων ἁμαρτημάτων;
000-00-00 Serial Number=0410691679
In illud Vidua eligatur Ante [Go Back]  
 [00026]  πῶς ἐστι τιμία τῷ Θεῷ, καὶ ἐπέραστος καὶ συνήγορος μεγίστη, καὶ τοὺς καταδικασθέντας, καὶ τοὺς ἀπεγνωσμένους, καὶ τοὺς παῤῥησίαν οὐκ ἔχοντας, καὶ τοὺς ἐκπεπολεμωμένους τῷ Θεῷ καὶ πάσης ἐστερημένους ἀπολογίας φανεῖσα ἐξαρπάζει καὶ καταλλάττει, καὶ οὐχὶ συγγνώμην αὐτοῖς κομίζει μόνον, οὐδὲ ἀπαλλαγὴν τιμωρίας, ἀλλὰ καὶ πολλὴν τὴν παῤῥησίαν καὶ τὴν λαμπρότητα, καὶ τῶν ἡλιακῶν ἀκτίνων καθαρωτέρους ἐργάζεται, κἂν ἁπάντων ὦσι κατεῤῥυπωμένοι μᾶλλον ἀνθρώπων;
 [00100]  Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐκ ἐπιταγὴν, διὰ τὴν ἀκρασίαν ὑμῶν.
 [00178]  Καὶ τὰς εἰσόδους αὐτῶν, καὶ τὰς ἐξόδους μετ' ἀκριβείας περιεργάζεσθαι χρὴ, τὰς διατριβὰς, τὰς συνουσίας, εἰδότας ὅτι τούτων ἀμελουμένων, οὐδεμίαν ἕξομεν παρὰ τῷ Θεῷ συγγνώμην.
 [00184]  ποίαν ἂν ἔχοις συγγνώμην, εἰ περιίδοις αὐτὸν ἀποσκιρτήσαντα;
 [00494]  Καὶ ποίαν ἕξεις συγγνώμην τοιαῦτα λαμβάνων, καὶ οὕτω τίμια, καὶ τῶν εὐτελῶν φειδόμενος;
000-00-00 Serial Number=0583274722
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00019]  συγγνώμην πλημμελημάτων ἐζήτει, καὶ ἀγόνου μήτρας ἐπαγγελίας ἐδέχετο.
 [00035]  ∆ι' ἐμοῦ δεήσεις ἀπέδωκαν τῷ βασιλεῖ, συγγνώμην αἰτοῦντες, ὡς πλημμελήσαντες.
000-00-00 Serial Number=0184116900
In natalem Christi diem Ante [Go Back]  
 [00060]  Ἀλλ' ἀπονείματέ μοι συγγνώμην, παρακαλῶ, ἐν προοιμίοις καταπαῦσαι τὸν λόγον βουλομένῳ.
000-00-00 Serial Number=0463316441
In parabolam de filio prodigo Ante [Go Back]  
 [00009]  ἀναπτύξωμεν πᾶσαν τὴν περὶ τοῦ ἀσώτου παραβολὴν, ἵνα μάθωμεν ἐξ αὐτῆς, πῶς δεῖ προσπελάζειν τῷ ἀπροσπελάστῳ, καὶ συγγνώμην τῶν πταισμάτων αἰτεῖν.
 [00085]  οὐ δύναται τὸ, Ἥμαρτον, ἀκούσας, μὴ δοῦναι συγγνώμην τοῖς ἐμοῖς ὀλισθήμασιν·
000-00-00 Serial Number=0068039596
In principium Actorum Ante [Go Back]  
 [00116]  Καὶ ποίαν ἔχεις συγγνώμην;
 [00178]  καὶ ποίαν ἔχεις συγγνώμην;
000-00-00 Serial Number=0864404798
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00021]  οὐκ ἀπήν [50.726] τησας εἰς εὐχὴν μαρτύρων, ποίαν ἔχεις συγγνώμην;
 [00040]  ἀλλὰ διὰ τοῦτο καὶ αὐτοὺς τοὺς ἱερεῖς πάθεσι δουλεύειν παρεσκεύασε, καὶ τοὺς ἄρχοντας, [50.727] ἵνα ἐξ ὧν αὐτοὶ πάσχουσι, καὶ τοῖς ἄλλοις συγγνώμην διδῶσι.
 [00048]  εἰ δὲ καὶ ἔσχε τὸ ἀν αμάρτητον, ποίαν ἂν συγγνώμην οἱ παρ' αὐτοῦ διδα σκόμενοι ἐλάμβανον;
 [00193]  Εἶτα παρηγάγομεν, ὅτι καὶ τοὺς μεγάλους, οἷς ἔμελλε πιστεύειν λαὸν πολὺν, συνεχώρησεν ἁμαρ τίᾳ ὑποπεσεῖν, καὶ συγγνώμην αὐτοῖς δοῦναι ἵνα μετὰ ταῦτα καὶ αὐτοὶ ἐξ ὧν ἐπαιδεύθησαν φιλαν θρωπότεροι γένωνται.
000-00-00 Serial Number=0831205189
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00237]  καὶ ποίαν ἕξεις, εἰπέ μοι, συγγνώμην;
000-00-00 Serial Number=0300616026
In sanctum Stephanum Ante [Go Back]  
 [00028]  Ἀπονέμει συγγνώμην ὁ ∆εσπότης σταυρούμενος·
000-00-00 Serial Number=0470447481
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00122]  τὸ μὲν γὰρ ἀληθὲς ὅπως ἔχει περὶ τούτων, Θεὸς καὶ ὁ τὸ ἱερὸν πάσχα ἐν ἑαυτῷ καὶ δι' ἑαυτοῦ κοσμήσας οἶδε λόγος, ἡμῖν δὲ ὡς ἀνθρώποις συγγνώμην διδόσθω, ἐάν, ἀγαπητοί, ὄντως παρασφαλλώ μεθα.
000-00-00 Serial Number=0164261222
Non esse desperandum Ante [Go Back]  
 [00008]  Ὅτε γὰρ ὑμῖν παρῄνουν μὴ κατεύχεσθαι τῶν ἐχθρῶν, καὶ ἔλεγον ὅτι τὸν Θεὸν παροξύνομεν τοῦτο ποιοῦντες, καὶ ἀντινομοθετοῦμεν αὐτῷ (αὐτὸς γὰρ εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν, ἡμεῖς δὲ κατευχόμενοι τῶν ἐχθρῶν, ἀξιοῦμεν αὐτὸν τὸν ἑαυτοῦ λῦσαι νόμον), ὅτε οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἔλεγον, πολλοὺς ἐν ὑμῖν εἶδον πρόσωπα τύπτοντας καὶ στήθη, στενάζοντας πικρῶς, εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἀνατείνοντας, συγγνώμην αἰτοῦντας περὶ τῶν τοιούτων εὐχῶν.
 [00041]  ἕστηκας συγγνώμην αἰτῶν ἁμαρτημάτων, καὶ θυμοῦ πληροῖς τὴν διάνοιαν;
 [00042]  Ὅτε πάντων ἡμερωτέρους εἶναι χρὴ, ∆εσπότῃ διαλεγομένους, ὑπὲρ οἰκείων πλημμελημάτων παρακαλοῦντας, ἔλεον καὶ φιλανθρωπίαν καὶ συγγνώμην αἰτοῦντας, τότε ἀγριούμεθα, καὶ πρὸς θηριωδίαν ἐκπίπτομεν, καὶ πικρίας τὸ στόμα πληροῦμεν;
000-00-00 Serial Number=0660395682
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00110]  Οἶδε γὰρ, οἶδε σαφῶς, ὅτι ἂν προσέλθωσι νήφοντες, καὶ εἴπωσι τὰ ἡμαρτημένα, καὶ ἀποδύρωνται ζεούσῃ τῇ ψυχῇ, πολλὴν λαβόντες συγγνώμην ἀπέρχονται·
 [00263]  Οὐ γὰρ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων παρακαλοῦσι τὸν Θεὸν, οὐδὲ συγγνώμην αἰτοῦσι τῶν πλημμεληθέντων αὐτοῖς, ἀλλὰ τὴν σπουδὴν ταύτην κατὰ τῶν ἐχθρῶν κινοῦσιν ἅπασαν, ταὐτὸν ποιοῦντες, ὥσπερ ἂν εἴ τις τὸ ξίφος ἀκονήσας, μὴ κατὰ τῶν πολεμίων χρῷτο τῷ ὅπλῳ, ἀλλὰ διὰ τῆς οἰκείας αὐτὸ δέρης ὠθοῖ.
000-00-00 Serial Number=0876765251
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00008]  Τίνα γὰρ ἂν ἔχοιεν συγγνώμην οἱ ἀπολειφθέντες, ὅπου γε οἱ μὲν μάρτυρες καὶ αὐτῆς τῆς ζωῆς κατεφρόνησαν, αὐτοὶ δὲ ὑπὲρ τοῦ παραγενέσθαι οὐδὲ πηλοῦ κατετόλμησαν;
 [00031]  καὶ ποίαν ἂν σχοίητε συγγνώμην, ἢ τίνα ἀπολογίαν;
 [00205]  Ταῦτα δὲ πάντα ἐγίνετο, καὶ ἠφίει αὐτοὺς ὁ Θεὸς γυμνοὺς τῆς αὑτοῦ χάριτος, ἵνα, ὅταν διδαχθῶσιν αὑτῶν τὴν ἀσθένειαν, καὶ πῶς οὐδὲν ἄνθρωπος ἀμοιρῶν τῆς ἄνωθεν ῥοπῆς, ἐπὶ τὸν δικαστικὸν ἀναβάντες θρόνον, καὶ δημαγωγοὶ γενόμενοι καὶ ἄρχοντες, πολλὴν τὴν φιλανθρωπίαν, πολλὴν τὴν συγκατάβασιν, πολλὴν τὴν συγγνώμην περὶ τοὺς ἀρχομένους ἐπιδείκνυνται.
000-00-00 Serial Number=0800837696
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00004]  Ἂν γὰρ βουληθῶσιν οἱ οὕτω διακείμενοι μὴ θορυβεῖν μηδὲ ταράττειν, ἀλλὰ ἀναμένειν τοῦ λόγου τὸ τέλος, εὖ οἶδ' ὅτι μεθ' ἡμῶν στήσονται καὶ ἑαυτῶν καταγνώσονται ὡς τὸν ἔμπροσθεν ἠπατημένοι χρόνον καὶ παλινῳδίαν ᾄσονται καὶ ἀπολογήσονται καὶ συγγνώμην αἰτήσονται ὑπὲρ ὧν οὐκ ὀρθὴν περὶ τῶν πραγμάτων ἔσχον τὴν ψῆφον καὶ χάριν ἡμῖν εἴσονται πολλήν, ὥσπερ οἱ κάμνοντες τοῖς ἰατροῖς, ἐπειδὰν τῶν νοσημάτων ἀπαλλαγῶσι τῶν τὸ σῶμα πολιορκούντων αὐτοῖς.
 [00145]  Εἰ τοίνυν τοσαῦτα πάσχων αὐτὸς ἔχαιρε καὶ ἐκαυχᾶτο, τίνα ἔχεις συγγνώμην, ποίαν δὲ ἀπολογίαν οὐ τὸ πολλοστὸν αὐτῶν ὑπομένων μέρος καὶ βλασφημῶν;
000-00-00 Serial Number=0246576905
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00250]  Καὶ ἡμεῖς δὲ ὅταν ἴδωμέν τινα δυσάρεστον ὑπὸ μακρᾶς ἀρρωστίας γενόμενον, τοὺς παροξύνοντας αὐτὸν ἀκαίρως τούτους τῆς οἰκίας ἀπελαύνομεν, καὶ οὐκ ἀκριβολογούμεθα, εἴτε δικαίως, εἴτε ἀδίκως τοῦτο ἐκεῖνοι ποιοῦσιν, ἀλλὰ πάσης αὐτοὺς ἀπολογίας ἐκβαλόντες καὶ πολλὴν τούτῳ δόντες συγγνώμην διὰ τὴν ἀσθένειαν, κἂν ἀδίκως παροξύνηται, ἐλεοῦμεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»