Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προσηκούσης [117]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προσηκούσης


000-00-00 Serial Number=0844044745
Ad Innocentium papam i Ante [Go Back]  
 [00022]  Ἀλλ' ἡμεῖς συνειδότες ὅτι οὐ πρὸς δικαστήριον ἀφικόμεθα ἢ γὰρ ἂν μυριάκις παρεγενόμεθα, ἀλλὰ πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τά τε ἔμπροσθεν γεγενημένα καὶ τὰ μετὰ ταῦτα ἐδήλωσεν, ἀπεστάλκαμεν πρὸς αὐτὸν ἐπισκόπους, τὸν Πισινοῦντος ∆ημήτριον, τὸν Ἀπαμείας Εὐλύσιον, τὸν Ἀππιαρίας Λουπίκινον, πρεσβυτέρους δὲ, Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας ἀποκρινόμενοι, καὶ λέγοντες μὴ παραιτεῖσθαι κρίσιν, ἀλλ' ἐχθρὸν πρόδηλον καὶ πολέμιον φανερόν.
000-00-00 Serial Number=0413708687
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00222]  καὶ οὐδὲ τὸ μικρὸν τοῦτο μετὰ προθυμίας τῆς προσηκούσης ἐλευθέροις πράττομεν, ἀλλὰ πρότερον ἐξετάζομεν εἰ μισθὸν ἔχει, καὶ εἰ πολὺν τὸν μισθὸν, καὶ εἰ ἡμῖν αὐτοῖς λογίζεται, ἀνελευθέρων τινῶν καὶ μισθωτῶν φθεγγόμενοι ῥήματα.
000-00-00 Serial Number=0926335514
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00223]  [9] ∆ιὰ τοῦτο καὶ τὸν Ἰουδὰν ἀπήγαγεν ἐνθένδε ὁ πονηρός, ἵνα μὴ τῆς προσηκούσης λαβόμενος ἀρχῆς ἐπανέλθῃ διὰ τῆς μετανοίας ὅθεν ἐξέπεσεν.
000-00-00 Serial Number=0661099076
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01022]  [19.11] Ὁρῶν τοίνυν τοσοῦτον πλοῦτον, τοσοῦτον κέρδος, τοσαύτην ἐμπορίαν τῇ Ἐκκλησίᾳ συνηγμένην, τοσούτους θησαυροὺς ἀποτιθεμένους, πυρὸς σφοδροτέρους γινομένους τοὺς πρότερον ἀναπεπτωκότας καὶ τοὺς θεάτροις προσηλωμένους εἰς τὰς ἐρημίας ἐξιόντας καὶ τὰς νάπας καὶ τὰ ὄρη ποιοῦντας ἐκκλησίαν καὶ οὐδενὸς ἐξάγοντος τὴν ἀγέλην, εἰς τὴν τῶν ποιμένων τάξιν μεταστάντα τὰ πρόβατα καὶ τοὺς στρατιώτας εἰς τὴν τοῦ στρατηγοῦ, παρρησίας ἕνεκεν καὶ ἀνδρείας καὶ πάντας μετὰ τῆς προσηκούσης θερμότητος, σπουδῆς, ἐμμελείας, τὰς συνάξεις ἐπιτελοῦντας, οὐκ ἐκπλήττῃ καὶ θαυμάζεις, ὅσον ἐκ τούτου κατόρθωμα γέγονεν;
000-00-00 Serial Number=0826376259
Ad populum Antiochenum Ante [Go Back]  
 [00729]  Οὐδὲν γὰρ οὕτω ψυχὴν εἴωθεν ἀνακτᾶσθαι καὶ ἀμείνω ποιεῖν, ὡς ἡ χρηστὴ τῶν μελλόντων ἐλπὶς, ἐὰν ἐκεῖ μεταθῇς τὸν πλοῦτον, καὶ τῆς ψυχῆς ἐπιμελήσῃ τῆς σεαυτοῦ μετὰ σχολῆς τῆς προσηκούσης.
 [02135]  Οὐ ζῶμεν μετὰ τῆς προσηκούσης τοῖς Χριστιανοῖς σκληραγωγίας, ἀλλὰ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον καὶ χαῦνον ἐζηλώσαμεν βίον·
 [02706]  οὕτω γὰρ μαθόντες τί μὲν ὑμῖν ἀπήρτισται, τί δὲ ἐλλέλειπται, μετὰ τῆς προσηκούσης ἐπιστήμης τὰ λοιπὰ ἐπιθήσομεν φάρμακα.
 [02720]  ἡ γὰρ φροντὶς καὶ ἡ προσδοκία τῆς εἰς τὴν ἐκκλησίαν ἀφίξεως παιδεύει μετὰ τῆς προσηκούσης εὐκοσμίας, καὶ τροφῆς καὶ ποτοῦ μεταλαμβάνειν, ἵνα μὴ εἰσελθὼν καὶ τοῖς ἀδελφοῖς ἀναμιχθεὶς, εἶτα ἀποπνέων οἴνου καὶ ἐρευγόμενος ἀτάκτως, καταγελασθῇς παρὰ τῶν παρόντων ἁπάντων.
 [02839]  Τίς οὖν οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὃς ὁρῶν μὲν οὐρανὸν, ὁρῶν δὲ θάλατταν καὶ γῆν, ὁρῶν δὲ τοσαύτην ὡρῶν εὐκρασίαν οὕτως ἀκριβῆ, καὶ ἡμέρας καὶ νυκτὸς ἀδιάπτωτον τάξιν, νομίζειν αὐτομάτως ταῦτα γενέσθαι, ἀλλὰ μὴ προσκυνεῖν τὸν ἅπαντα ταῦτα μετὰ σοφίας τῆς προσηκούσης διαταξάμενον;
 [02973]  ἐπεὶ καὶ ὁ ἑστιαθεὶς, καὶ ἐνταῦθα μετὰ τῆς προσηκούσης παραγενόμενος σωφροσύνης, οὐ πολὺ τοῦ νηστεύοντος ἀπολιμπάνεται, ὥσπερ οὖν ὁ νηστεύσας καὶ μὴ μετὰ σπουδῆς καὶ ἀκριβείας τοῖς λεγομένοις προσέχων, οὐδὲν ἀπὸ τῆς νηστείας καρπώσεται μέγα.
 [02974]  Ὁ γὰρ ἐσθίων καὶ συνάξεως ἁγίας κοινωνῶν μετὰ τῆς προσηκούσης σπουδῆς, τοῦ μηδὲν ἐσθίοντος καὶ ἀπολιμπανομένου πολὺ βελτίων ἐστίν·
000-00-00 Serial Number=0659341097
Ad viduam juniorem Ante [Go Back]  
 [00102]  Εἰπὲ γάρ μοι, εἰ βασιλέα τις αὐτὸν ἐπηγγέλλετο πάσης ποιῆσαι τῆς γῆς, εἶτα ἐτῶν εἴκοσι χρόνον ἀποστῆναί σε ἐκέλευσεν ὑπὲρ τούτου, καὶ μετὰ ταῦτά σοι μετὰ τοῦ διαδήματος καὶ τῆς ἀλουργίδος ἀποδώσειν αὐτὸν ἐπηγγέλλετο καὶ πάλιν εἰς τὴν αὐτὴν τάξειν ἐκείνῳ τιμήν, ἂν τὸν χωρισμὸν πράως ἐνέγκῃς καὶ μετὰ σωφροσύνης τῆς προσηκούσης;
000-00-00 Serial Number=0861557424
Adversus Judaeos Ante [Go Back]  
 [00630]  ∆ιὰ τοῦτο μεγάλα γίνεται τὰ ἕλκη, ὥσπερ οὖν τὰ μεγάλα ῥᾳδίως [48.863] ἂν γένοιτο μικρὰ τῆς προσηκούσης ἀπολαύοντα ἐπιμελείας.
000-00-00 Serial Number=0089075923
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00230]  Καὶ πρὸς αὐτὴν τῆς σωφροσύνης τὴν κορυφὴν ἀνέβη, καὶ πᾶσαν ἀρετὴν μετὰ τῆς προσηκούσης ἀκριβείας κατώρθου.
000-00-00 Serial Number=0091517985
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01215]  Εἰ γὰρ μήτε δικαστήρια ἦν, μήτε κατήγοροι, μήτε συκοφάνται, μὴ βάσανοι καὶ τιμωρίαι, μὴ δεσμωτήρια καὶ κολάσεις, μὴ δημεύσεις καὶ ζημίαι, μὴ φόβοι καὶ κίνδυνοι, μὴ ἔχθραι, μὴ ἐπιβουλαὶ, μὴ λοιδορίαι καὶ μῖσος, μὴ λιμοὶ καὶ λοιμοὶ, μηδ' ἄλλο τι τῶν ἀπηριθμημένων δεινῶν, ἀλλὰ πάντες μετ' ἐπιεικείας ἔζων τῆς προσηκούσης, τίς ἂν τῶν ζώντων ἁπάντων ἠμφισβήτησε περὶ τῆς τοῦ Θεοῦ προνοίας;
000-00-00 Serial Number=0466699123
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00372]  Καθάπερ γὰρ οὗτοι σφόδρα αὐταῖς ἀρέσκειν βουλόμενοι τῆς ἁρμοττούσης πολιτείας ἐκβαίνουσιν, οὕτω καὶ αὗται τῆς προσηκούσης αὐταῖς αἰδοῦς δι' ἐκείνους ἐκπίπτουσιν, τὴν πονηρὰν αὐτοῖς καὶ ὀλέθριον παρέχουσαι ταύτην ἀντίδοσιν.
000-00-00 Serial Number=0881133735
Contra theatra Ante [Go Back]  
 [00005]  Ἐπεὶ καὶ πατέρες παῖδας σφαλλομένους τῆς οἰκίας ἐκβάλλουσι πολλάκις, καὶ τῆς τραπέζης ἀπείργουσι, οὐχ ἵνα διὰ παντὸς τούτων ἐκπέσωσιν, ἀλλ' ἵνα βελτίους τῇ νουθεσίᾳ ταύτῃ γενόμενοι, μετὰ τῆς προσηκούσης δόξης καὶ τιμῆς ἐπὶ τὸν πατρῷον ἐπανέλθωσι κλῆρον.
000-00-00 Serial Number=0955395818
De Anna i Ante [Go Back]  
 [00116]  Τὰ γὰρ παιδία τὰ τικτόμενα, ἂν τῆς προσηκούσης ἀπολαύῃ θεραπείας, καὶ εἰς ἀρετὴν ἐνάγηται παρὰ τῆς σῆς προνοίας, πολλῆς σοι σωτηρίας ἀφορμὴ καὶ πρόφασις γίνεται, καὶ πρὸς τοῖς οἰκείοις κατορθώμασι, καὶ τῆς περὶ ταῦτα θεραπείας πολλὴν ἀπολήψῃ τὴν ἀμοιβήν.
 [00986]  Ἀμήχανον γὰρ, ἀμήχανον, ἄνθρωπον μετὰ τῆς προσηκούσης προθυμίας εὐχόμενον, καὶ παρακαλοῦντα τὸν Θεὸν συνεχῶς, ἁμαρτεῖν ποτε.
 [01163]  Εἰ γὰρ μετὰ τῆς προσηκούσης γνώμης, καὶ πεπονημένης διανοίας καὶ ταῦτα ἐξετάζειν ἤθελες, εἰ καὶ μηδὲν ἕτερον ἦν τὸ συνιστῶν τὴν τοῦ Θεοῦ πρόνοιαν, ὁ πλοῦτος καὶ ἡ πενία ταύτην ἂν μάλιστα σαφῶς ἀπέδειξεν.
000-00-00 Serial Number=0967411816
De Davide et Saule Ante [Go Back]  
 [00506]  ἐπεὶ καὶ πατέρες παῖδας σφαλλομένους τῆς οἰκίας ἐκβάλλουσι πολλάκις, καὶ τῆς τραπέζης ἀπείργουσιν, οὐχ ἵνα διὰ παντὸς τούτων ἐκπέσωσιν, ἀλλ' ἵνα βελτίους τῇ νουθεσίᾳ ταύτῃ γενόμενοι, μετὰ τῆς προσηκούσης δόξης εἰς τὸν πατρῷον ἐπανέλθωσι κλῆρον.
000-00-00 Serial Number=0664457083
De baptismo Christi Ante [Go Back]  
 [00254]  Μετὰ πολλῆς τοίνυν τῆς σιγῆς, μετὰ πολλῆς τῆς εὐταξίας, μετὰ τῆς προσηκούσης εὐλαβείας, τῆς ἱερᾶς ταύτης ἁπτώμεθα θυσίας, ἵνα εἰς πλείονα τὴν εὔνοιαν τὸν Θεὸν ἐπισπασώμεθα, καὶ τὴν ψυχὴν ἐκκαθάρωμεν, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν·
000-00-00 Serial Number=0061541498
De beato Philogonio Ante [Go Back]  
 [00041]  Οὐδεὶς ἐκεῖ θόρυβος καθάπερ ἐνταῦθα, οὐδεμία ταραχὴ, ἀλλὰ πολὺς ὁ κόσμος πάντων μετὰ τῆς προσηκούσης εὐταξίας, ὥσπερ ἐν κιθάρᾳ τινὶ, μετὰ ῥυθμοῦ τὴν παναρμόνιον μελῳδίαν καὶ πάσης ἡδίω μουσικῆς τῷ ∆εσπότῃ τῆς κτίσεως ἑκατέρας ἀναπεμπόντων, καὶ τῆς ψυχῆς ἐκεῖ καθάπερ ἐν ἱεροῖς ἀδύτοις καὶ θείοις τισὶ μυστηρίοις τὴν θείαν τελουμένης μυσταγωγίαν.
000-00-00 Serial Number=0343127608
De consubstantiali Ante [Go Back]  
 [00312]  Εἰ γὰρ οἰκέτῃ δεσπότου διαλεγομένου, οὐδεὶς ἂν τῶν συνδούλων, οὔτε τις τῶν παῤῥησίαν ἐχόντων προσελθεῖν τολμήσειε καὶ διενοχλῆσαι, πολλῷ μᾶλλον οὗτοι, τῶν προσκεκρουκότων ὄντες καὶ ἀπαῤῥησιάστων, οὐκ ἂν δυνηθεῖεν ἡμῖν ἐνοχλῆσαι τῷ Θεῷ διαλεγομένοις μετὰ τῆς [48.768] προσηκούσης σπουδῆς.
000-00-00 Serial Number=0267351210
De cruce et latrone ii Ante [Go Back]  
 [00161]  ἀλλ' ὅμως οὐδὲν τούτων αὐτὸν παρέτρεψεν, οὐδὲ τῆς προσηκούσης δόξης ἀπήγαγεν, ἀλλὰ καὶ τῷ ἑτέρῳ λῃστῇ σφοδρῶς ἐπιτίθεται, καί φησι πρὸς αὐτόν·
000-00-00 Serial Number=0625234604
De mutatione nominum Ante [Go Back]  
 [00354]  Οὐδὲν γὰρ ἁπλῶς οὔτε εἰκῆ οὔτε ποιεῖν οὔτε λέγειν ὁ Θεὸς εἴωθεν, ἀλλ' ἕκαστον μετὰ τῆς αὐτῷ προσηκούσης σοφίας.
 [01128]  Ὥσπερ γὰρ τὸ Παῦλος ὄνομα πολλὴν παρέσχεν ἡμῖν εὐπορίαν, οὕτω καὶ τὸ Κλητὸς, εἰ βουληθείημεν αὐτὸ καταμαθεῖν μετὰ τῆς προσηκούσης σπουδῆς, τῆς ἴσης ἢ καὶ πλείονος ἐμπλήσειε θεωρίας ἡμᾶς.
000-00-00 Serial Number=0847421825
De non iterando conjugio Ante [Go Back]  
 [00051]  οὔτε δὲ τοῦ προτέρου μεμνῆσθαι δύναιτ' ἂν καλῶς τῷ ἑτέρῳ μετ' ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται, σχιζομένης εἰς τὸν ἀπελθόντα τῆς διανοίας αὐτῆς.
 [00052]  Ὥστε ἑκάτερον λοιπὸν συμβαίνει καὶ τοῦτον κἀκεῖνον ἐκβεβλῆσθαι τῆς ἀνδρὶ προσηκούσης καὶ τιμῆς καὶ φιλίας παρὰ γυναικός.
000-00-00 Serial Number=0230847955
De paenitentia [1] Ante [Go Back]  
 [00019]  ∆ιὰ τοῦτο καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας ἐπὶ πλέον ἐκεῖ διατρίβειν ἀναγκαζούσης, καὶ τῆς τοῦ ἀέρος ὠφελείας εἰς τὴν τῆς σαρκὸς ἀπολαύειν ὑγίειαν, ἡ τῆς ἀγάπης βία τῆς ὑμετέρας οὐκ ἠνέσχετο τοῦτο, ἀλλὰ κατεβόησε, καὶ οὐ πρότερον ἀπέστη διενοχλοῦσα, ἕως ἡμᾶς καὶ πρὸ τῆς προσηκούσης ὥρας ἀναστῆναι ἔπεισε, καὶ ὑγίειαν καὶ τέρψιν καὶ πᾶν ὁτιοῦν ἀγαθὸν τὴν ὑμετέραν ἡγήσασθαι συνεβούλευσε συνουσίαν.
000-00-00 Serial Number=0118106186
De precatione [1] Ante [Go Back]  
 [00069]  οὕτω καὶ θάνατον διέφυγε, μετὰ τῆς προσηκούσης εὐλαβείας τῷ Θεῷ προσπεσὼν, καὶ ἡ προσευχὴ μόνη δέδωκεν ἀναβιῶναι τῷ βασιλεῖ.
000-00-00 Serial Number=0781221628
De proditione Judae Ante [Go Back]  
 [00010]  Ἵν' οὖν μήτ' ἐκείνης τῆς τραπέζης ἀποτύχωσι, μήτε ταύτης ἐκπέσωσιν, ἀνάγκη σύμμετρον ποιήσασθαι τὴν ἑστίασιν, ἵν' ἑκατέρωθεν ὑμῖν τὸ κέρδος γένηται, καὶ ἀπὸ ταύτης ἐφοδιασθέντες καὶ τῶν παρ' ἡμῶν λόγων, οὕτως ἀπέλθητε, καὶ μετὰ φόβου καὶ τρόμου καὶ τῆς προσηκούσης εὐλαβείας τῇ φοβερᾷ καὶ φρικτῇ προσέλθητε κοινωνίᾳ.
 [00314]  Πάντες τοίνυν προσέλθωμεν μετὰ τῆς προσηκούσης σωφροσύνης καὶ νήψεως·
000-00-00 Serial Number=0504704893
De sacerdotio Ante [Go Back]  
 [00482]  οἱ μὲν γάρ, εἰ καὶ μὴ προσηκούσης αὐτοῖς ἀντεποιοῦντο τῆς ἀρχῆς, ἀλλ' ὅμως θαυμαστήν τινα περὶ αὐτῆς εἶχον δόξαν καὶ τοῦτο τῷ μετὰ πολλῆς ἐφίεσθαι σπουδῆς ἔδειξαν·
 [00484]  Οὐδὲ γὰρ ἴσον εἰς καταφρονήσεως λόγον ἐφίεσθαι μὴ προσηκούσης τιμῆς καὶ ὑπερορᾶν τοσούτων ἀγαθῶν, ἀλλὰ τοσούτῳ μεῖζον ἐκεῖνο τούτου ὅσῳ τοῦ διαπτύειν καὶ θαυμάζειν τὸ μέσον ἐστί.
 [00567]  Ὁ γὰρ οὐκ ἐπιθυμῶν ἐπὶ ταύτης δειχθῆναι τῆς ἐξουσίας οὐδὲ τὴν καθαίρεσιν αὐτῆς δέδοικεν, οὐ δεδοικὼς δὲ μετὰ τῆς προσηκούσης χριστιανοῖς ἐλευθερίας πάντα πράττειν δύναιτ' ἄν.
 [00773]  αὐτὴ δὲ μίαν ἔχει φροντίδα μόνον, τὸ μηδὲν ἀνάξιον μήτε πρᾶξαι μήτε εἰπεῖν τῆς αὐτῇ προσηκούσης κοσμιότητος.
 [00779]  Ἡ γὰρ πενία καὶ τὸ ἀπροστάτευτον οὐκ ἀφίησιν αὐτὸν ἀκριβῆ τῆς ἐκείνῃ προσηκούσης εὐκοσμίας γενέσθαι ἐξεταστήν·
000-00-00 Serial Number=0133266330
De sanctis martyribus [2] Ante [Go Back]  
 [00071]  οὗτοι δὲ οὐ πυρετοῦ ἐπικειμένου, ἀλλὰ φλογὸς πάντοθεν αὐτοὺς πολιορκούσης, καὶ τῶν σπινθήρων τοῖς ἕλκεσιν ἐπιπηδώντων, καὶ θηρίου παντὸς δριμύτερον δακνόντων τὰ τραύματα, καθάπερ ἀδαμάντινοί τινες, καὶ ἐν ἀλλοτρίοις ὁρῶντες ταῦτα γινόμενα σώμασιν, οὕτω γενναίως καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς ἀνδρείας ἐπὶ τῶν τῆς ὁμολογίας εἱστήκεισαν ῥημάτων, ἀπερίτρεπτοι διὰ πάντων τῶν δεινῶν μένοντες, καὶ τὴν ἑαυτῶν ἀνδρείαν καὶ τὴν τοῦ Θεοῦ χάριν λαμπρῶς ἐπιδεικνύμενοι.
000-00-00 Serial Number=0038048327
De virginitate Ante [Go Back]  
 [00387]  Καὶ γὰρ τοὺς γάλακτος μόνου δεομένους παῖδας ἂν εἴ τις ἐκείνης ἀπαγαγὼν τῆς τροφῆς τῆς ἀνδράσι προσηκούσης ἀναγκάζῃ μεταλαμβάνειν, οὐδὲν τὸ κωλύον αὐτοὺς ἀπολέσθαι εὐθέως·
000-00-00 Serial Number=0389803410
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00451]  τῷ ∆εσπότῃ τῷ ἡμετέρῳ, ἔνθα πάντως ἐστὶν ἀπολαβεῖν τὴν ἀμοιβὴν πολλῷ μείζω [63.582] τῶν πόνων, οὐ καρτεροῦμεν προσεδρεῦσαι μετὰ τῆς προσηκούσης σπουδῆς;
 [00466]  Ἀμήχανον γὰρ, ἀμήχανον, ἄνθρωπον μετὰ τῆς προσηκούσης προθυμίας εὐχόμενον, καὶ παρακαλοῦντα τὸν Θεὸν συνεχῶς, ἁμαρτεῖν ποτε.
 [01956]  Ἐπεὶ καὶ πατέρες παῖδας σφαλλομένους τῆς οἰκίας ἐκβάλλουσι, καὶ τῆς τραπέζης ἀπείργουσιν, οὐχ ἵνα διαπαντὸς τούτων ἐκπέσωσιν, ἀλλ' ἵνα καὶ βελτίους τῇ νουθεσίᾳ ταύτῃ γενόμενοι, μετὰ [63.629] τῆς προσηκούσης δόξης πρὸς τὸν πατρῷον ἐπανέλθωσι κλῆρον.
 [02922]  Ὁ μὲν γὰρ πρῶτος ἐκβέβληται παρὰ τοῦ δευτέρου, ὁ δεύτερος δὲ ὑπ' ἐκείνου, καὶ οὔτε τοῦ προτέρου μεμνῆσθαι δύναιτ' ἂν καλῶς τῷ ἑτέρῳ μετ' ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται, σχηματιζομένης εἰς τὸν ἀπελθόντα τῆς διανοίας αὐτῆς.
 [05088]  Εἰ δὲ παρθένοι ἐκβάλλονται, ἐπειδὴ ταύτην μετὰ δαψιλείας τῆς προσηκούσης οὐκ ἔχουσι, τίς δυνήσεται, ταύτης ἄνευ, συγγνώμης τυχεῖν;
 [05611]  Ἀλλὰ διὰ τοῦτο τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισέρχεται, ὅτι τὰ ἐλάττονα τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως·
 [09999]  Τὸ δὲ κρίνειν καὶ διορθοῦσθαι ἐν ἀγάπῃ, καὶ ἐξελέσθαι ἀδικούμενον ἐκ χειρὸς τοῦ ἀδικοῦντος αὐτὸν, καὶ γενέσθαι ἀδυνάτων πατέρα, καὶ ὀφθαλμὸν ἕνα τῶν τυφλῶν, καὶ πόδα τῶν χωλῶν, κατὰ τὸ εἰρημένον, εὐσεβὲς καὶ δίκαιον μετὰ τῆς προσηκούσης νουθεσίας καὶ παραινέσεως γενόμενον·
000-00-00 Serial Number=0823734939
Epistulae Ante [Go Back]  
 [00228]  Ἀλλ' ὅτι μὲν μετὰ πολλῆς τῆς εὐφροσύνης ἐδέξω ἡμῶν τὰ γράμματα, καὶ τὸν ἐγχειρίσαντα ταῦτα τῆς σοι προσηκούσης ἐποίησας ἀπολαῦσαι τιμῆς, καὶ τὰ παρὰ σαυτοῦ πάντα εἰσήνεγκας, ἐν οἷς ἐδεῖτό σου τῆς δυνάμεως, ἔγνωμεν, καὶ οὐδὲν ἡμᾶς τούτων ἔλαθεν·
 [00722]  Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν ἀκλινῆ, τούτους ἀποστρεφόμενον μετὰ τῆς προσηκούσης ἀνδρείας.
 [00741]  Καὶ παρακαλοῦμεν ὑμᾶς, καθάπερ καὶ ἔμπροσθεν ἐποιήσατε, κοσμοῦντές τε ἑαυτοὺς, καὶ τὰς Ἐκκλησίας ἀσφαλιζόμενοι, οὕτω καὶ νῦν ποιήσατε, καὶ τοὺς τοσαύτας ταραχὰς ἐμβαλόντας εἰς τὴν οἰκουμένην ἅπασαν, καὶ τὰς Ἐκκλησίας διαταράξαντας ἀποστρέφεσθε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας.
 [01680]  Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν ἀκλινῆ, τούτους ἀποστρεφόμενον μετὰ τῆς προσηκούσης ἀνδρείας.
 [01699]  Καὶ παρακαλοῦμεν ὑμᾶς, καθάπερ καὶ ἔμπροσθεν ἐποιήσατε, κοσμοῦντές τε ἑαυτοὺς, καὶ τὰς Ἐκκλησίας ἀσφαλιζόμενοι, οὕτω καὶ νῦν ποιήσατε, καὶ τοὺς τοσαύτας ταραχὰς ἐμβαλόντας εἰς τὴν οἰκουμένην ἅπασαν, καὶ τὰς Ἐκκλησίας διαταράξαντας ἀποστρέφεσθε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας.
 [02772]  Πολλὴ μὲν ὑμῶν τῆς ἀγάπης καὶ ἡ ἔμπροσθεν σπουδὴ, καὶ χάριτας ὑπὲρ τούτων ὁμολογοῦμεν, ὅτι ἐν οὕτω χρόνῳ μακρῷ ἔστητε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας, μηδενὶ εἴκοντες τῶν συναρπάζειν ἐπιχειρούντων·
 [02789]  Ἰδὼν τοίνυν αὐτὸν μετ' εὐνοίας, καὶ ἀγάπης, καὶ τῆς προσηκούσης φιλοφροσύνης, ὡς μέλος ἡμέτερον, ἡνίκα ἂν ἐπανίῃ, τὰ περὶ τῆς ῥώσεώς σου δηλῶσαι ἡμῖν μὴ κατοκνήσῃς.
 [02794]  Ἐπεὶ δὲ καὶ μακρὰν οὕτως ἀποδημίαν προσεθήκατε, καὶ πάντα ὄκνον ἐκβαλόντες, μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας τοσαύτην ὁδὸν ἐστείλασθε, οὐχ ὡς ἔτυχε καὶ διὰ τοῦτο ὑμᾶς ἐκπληττόμεθα, καὶ εὐχαριστοῦντες οὐ διαλιμπάνομεν, καὶ διὰ γραμμάτων νῦν, καὶ χωρὶς γραμμάτων.
 [02897]  ∆εῖξον τοίνυν, δέσποτά μου τιμιώτατε, ὡς οὐ τηνάλλως ταῦτα ἐνόμισε, καὶ δεξάμενος αὐτὸν μετὰ τῆς σοι προσηκούσης εὐνοίας, ἄν τι δίκαιον νομίζῃ, καὶ λόγον ἔχον, ἕτοιμον σεαυτὸν αὐτῷ παρασχεῖν παρακλήθητι, καὶ δεῖξον διὰ τῶν ἔργων αὐτῷ ὡς οὐ μάτην οὐδὲ εἰκῆ ταύτην ἦλθε φέρων παρ' ἡμῶν τὴν ἐπιστολὴν, ἀλλὰ γέγονέ τι πλέον [52.713] αὐτῷ εἰς εὐνοίας καὶ συμμαχίας δικαίας λόγον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων.
 [03214]  Πρὸ δὲ πάντων εὔχεσθε, καὶ μὴ διαλίπητε ἐκτενῶς δεόμενοι τοῦ φιλανθρώπου Θεοῦ, καὶ μετὰ τῆς προσηκούσης σπουδῆς, ἵνα λύσῃ τὰ κατέχοντα νῦν κακὰ, καὶ πολλὴν παράσχῃ καὶ βαθεῖαν τῇ Ἐκκλησίᾳ εἰρήνην.
000-00-00 Serial Number=0991850019
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00028]  Ἀλλ' ὅσῳ σφοδρότερος ὁ χειμών, τοσούτῳ καὶ μείζονα τὰ βραβεῖα, εἰ διηνεκῶς αὐτὸν εὐχαρίστως ἐνέγκοιτε καὶ μετὰ τῆς προσηκούσης ἀνδρείας, ὥσπερ οὖν καὶ φέρετε.
 [00033]  καὶ πέμπε γράμματα ἡμῖν τοῦτο ἀπαγγέλλοντα ἵνα καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην, μαθόντες ὅτι μετὰ τῆς προσηκούσης σοι συνέσεως καὶ φιλοσοφίας ἤνεγκας τὴν ἀθυμίαν ταύτην.
 [00278]  Ἵν' οὖν μὴ γένηται τοῦτο, καὶ τὰ παρὰ σεαυτῆς μετὰ τῆς προσηκούσης συνέσεως σπούδαζε εἰσφέρειν ἡμῖν, ὥστε ἑκατέρωθεν πολλὴν γενέσθαι τὴν ὠφέλειαν.
 [01319]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει χαίρειν καὶ σκιρτᾶν τοὺς τοῦτον ἀγωνιζομένους τὸν ἀγῶνα μετὰ τῆς προσηκούσης ὑπομονῆς.
000-00-00 Serial Number=0265275776
Expositiones in Psalmos Ante [Go Back]  
 [00064]  Εἰ δὲ μετὰ τῆς προσηκούσης εὐλαβείας, καὶ ὡς Θεῷ διαλέξεσθαι μέλλοντες, οὕτω προσῄειμεν, τότε ἂν ἔγνωμεν, καὶ πρὸ τοῦ λαβεῖν ἅπερ ᾐτοῦμεν, ἡλίκον κέρδος καρπούμεθα.
 [00218]  Πλῆκτρον δὲ ἡμῖν ἔστω ἡ γλῶττα, μηδὲν ἀηδὲς φθεγγομένη, ἀλλ' ἐμμελὲς καὶ παναρμόνιον μετὰ διανοίας τῆς προσηκούσης·
 [00505]  ἡ δὲ ἐπὶ Θεὸν ἐλπὶς ἀθάνατος, ἄτρεπτος, ἀκίνητος, μεταβολὴν οὐ δεχομένη, ἐν ἀσφαλείᾳ πάσῃ καθιστῶσα, καὶ ἄμαχον ποιοῦσα τὸν αὐτῇ μετὰ ἀκριβείας καὶ τῆς προσηκούσης διαθέσεως χρώμενον.
000-00-00 Serial Number=0549185514
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04828]  Ἐν κλαυθμῷ Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς εἰδότας, καὶ τὸ μῆκος, καὶ τὴν ταλαιπωρίαν τῆς ὁδοῦ ἰλιγγιᾷν, εἰκότως καὶ τοῦτον ἀναιρεῖ τὸν φόβον λέγων, ὅτι Οὐ φεύγοντες ἥξετε, οὐ δὲ θορυβούμενοι, ἀλλὰ μετὰ τιμῆς καὶ παρακλήσεως καὶ ἀνέσεως τῆς προσηκούσης, καίτοι ποῖος τοῦτο λογισμὸς εὑρεῖν δυνήσεται, ὅτι τῆς πόλεως ἁλούσης, καὶ τῶν δεσποτῶν χειρωθέντων, οἱ δοῦλοι παρὰ τῶν δεσποτῶν τῶν χειρωσαμένων μετὰ τιμῆς ἔμελλον ἀπολύεσθαι πρὸς τὴν οἰκείαν;
000-00-00 Serial Number=0072395265
Fragmenta in Job Ante [Go Back]  
 [00025]  πᾶσαν γὰρ ἀρετὴν μετὰ τῆς προσηκούσης ἀκριβείας κατώρθου.
 [00366]  Ταῦτα οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ·
000-00-00 Serial Number=0315449119
Homilia in martyres Ante [Go Back]  
 [00019]  Καὶ ταῦτα λέγω, οὐχ ἵνα μὴ παραγινώμεθα πρὸς τοὺς τάφους τῶν μαρτύρων, ἀλλ' ἵνα παραγενόμενοι μετὰ τῆς προσηκούσης ἀπαντῶμεν προθυμίας, καὶ μὴ μόνον ταῖς ἡμέραις αὐτῶν, ἀλλὰ καὶ τούτων χωρὶς, τὴν αὐτὴν εὐλάβειαν παρεχώμεθα.
 [00077]  Οὕτω τοίνυν εἰς τὴν πόλιν ἐπανίωμεν, μετὰ τῆς προσηκούσης εὐταξίας, μετὰ εὐτάκτου βαδίσεως, μετὰ συνέσεως καὶ σωφροσύνης, μετὰ ἡμέρου καὶ γαληνοῦ βλέμματος.
000-00-00 Serial Number=0335738242
In Acta apostolorum Ante [Go Back]  
 [01699]  Ἐπικαλέσηται, οὐχ ἁπλῶς (Οὐ γὰρ πᾶς, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε), ἀλλὰ μετὰ διαθέσεως, μετὰ βίου ἀρίστου, μετὰ παῤῥησίας τῆς προσηκούσης.
 [05484]  Πάλιν ὁ οἶνος ἂν τῆς προσηκούσης κατεργασίας τύχῃ, καὶ τῆς τῶν ὡρῶν κράσεως, πρότερον μὲν πάντα ὁμοῦ γίνεται, μετὰ δὲ ταῦτα τὸ μὲν αὐτοῦ εἰς τρύγα ὑφιζάνει, τὸ δὲ εἰς ἀφρὸν ἀνατρέχει, τὸ δὲ μένει ἀπόλαυσις τῶν μετεχόντων, καὶ τοῦτό ἐστι τὸ χρηστὸν, καὶ οὐκ ἄν ποτε ταχέως τοῦτο τραπείη·
 [09999]  καὶ πολλάκις ἐνενόησα θεῖναι νόμον τὸν κωλύοντα τοὺς κρότους, καὶ πείθοντα μετὰ σιγῆς ὑμᾶς ἀκροᾶσθαι καὶ τῆς προσηκούσης εὐταξίας.
000-00-00 Serial Number=0464018822
In Isaiam Ante [Go Back]  
 [00441]  οὐ μόνον οὐ πολεμοῦσι τοῖς κλέπταις, ἀλλὰ καὶ συμπράττουσιν, ἐκ διαμέτρου τῆς προσηκούσης ἀρετῆς ἄρχοντι τὴν κακίαν μετιόντες.
 [00561]  Εἰ δὲ ἀναισχυντοῖεν Ἰουδαῖοι τοῦτον παρακρουόμενοι τῆς προφητείας τὸν νόμον, μάλιστα μὲν ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων ῥᾳδίως διελεγχθεῖεν, εἴ τις μετὰ ἀκριβείας τὰς προφητείας ἐξαπλώσας καὶ πᾶσαν ῥῆσιν μετὰ τῆς προσηκούσης ἐξετάζων προσοχῆς, ἁρμόζοι τὰ εἰρημένα τοῖς γεγενημένοις.
 [00634]  Ὁ γοῦν προφήτης Μαλαχίας ἅπασαν εἰς τοῦτο κατηνάλωσε τὴν προφητείαν, ἐγκαλῶν, ἀπειλῶν, εὐθύνας ἀπαιτῶν τῆς οὐ προσηκούσης ἐπιγαμβρίας.
 [01410]  Οὐδὲ γὰρ προστασίας ἔφησαν δεῖσθαι τῆς ταῖς γυναιξὶ προσηκούσης ὑπὸ ἀνδρῶν παρέχεσθαι, ἀλλὰ ἀτελῆ τῆς λειτουργίας αὐτὸν ἀφεῖναι ταύτης καὶ στέργειν καὶ ἀγαπᾶν, εἰ ἁπλῶς γοῦν καὶ ὡς ἔτυχε τοῦ τῆς χηρείας ἀπαλλάγειεν ὀνόματος.
 [01422]  Ἐν βουλῇ, ὅτι συνετῶς, φησί, πάντα ἐργάσεται καὶ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας.
000-00-00 Serial Number=0199233234
In Joannem Ante [Go Back]  
 [02875]  Τοιοῦτος ὁ Ἰωάννης ἦν, οὐ πλῆθος, οὐ δόξαν, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ὑφορώμενος, ἀλλὰ ταῦτα πάντα καταπατῶν, καὶ μετὰ τῆς προσηκούσης ἐλευθερίας τὰ περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνακηρύττων.
 [03782]  Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ' οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας.
 [03817]  Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ' οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας.
 [03912]  Εἰ γὰρ ὑπέκειτο, πῶς ἂν τῆς προσηκούσης ὥρας μὴ παραγενομένης ἔπραξεν ἂν ὅπερ ἔπραξεν;
 [04267]  Καὶ νῦν δὲ διέκειτο μὲν περὶ τὸν Χριστὸν, οὐχ ὡς ἐχρῆν δὲ, οὔτε μετὰ διανοίας τῆς προσηκούσης, ἀλλ' ἔτι ὑπὸ τῆς Ἰουδαϊκῆς κατείχετο ἀσθενείας.
 [04325]  ∆εικνὺς ὅτι οὐδὲ τῶν προθύρων τῆς προσηκούσης γνώσεως ἐπέβη, οὐδὲ ἐν τοῖς προπυλαίοις ἔστη, ἀλλ' ἔξω που τῆς βασιλείας πλανᾶται ἔτι, καὶ αὐτὸς, καὶ ὅστις ἂν ἕτερος ταῦτα λέγῃ, καὶ οὐδέπω πρὸς τὴν ἀληθῆ παρέκυψε γνῶσιν, ὁ ταύτην περὶ τοῦ Μονογενοῦς ἔχων τὴν δόξαν·
 [05590]  καὶ οὐχ ἁπλῶς οἰκονομῶν αὐτὰ, ἀλλὰ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας, καὶ τοῦ μηδεμίαν καταλιπεῖν Ἰουδαίοις μηδὲ ἀναισχύντου τινὸς ἀπολογίας πρόφασιν.
 [05690]  διόπερ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας πάντα τὰ παρόντα οἰκονομεῖ.
000-00-00 Serial Number=0570921540
In adorationem venerandae crucis Ante [Go Back]  
 [00208]  ∆ιὰ τοῦτο κἀγὼ μετὰ τῆς προσηκούσης σωφροσύνης καὶ νήψεως αὖθις μικρά τινα [62.753] ἐγκώμια προσθήσας τῷ ζωοποιῷ σταυρῷ, καταπαύσω τὸν λόγον.
000-00-00 Serial Number=0911361992
In diem natalem Ante [Go Back]  
 [00286]  καὶ οὕτω διακαθάραντες ἑαυτοὺς ἠρέμα, καὶ μετὰ τῆς προσηκούσης εὐταξίας, ὡς τῷ βασιλεῖ προσιόντες τῶν οὐρανῶν, οὕτω προσέλθωμεν·
000-00-00 Serial Number=0961024523
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05058]  Πρῶτον ἀπὸ τοῦ κηρύγματος ἐπαινῶν, οὐχ ὅτι ἐκήρυττε μόνον, ἀλλ' ὅτι καὶ ὡς ἐχρῆν, καὶ μετὰ τῆς προσηκούσης σπουδῆς.
 [05316]  Ἐπειδὴ γὰρ ταῦτα ἐναντία ἐστὶ, φιλοτιμία καὶ προθυμία, καὶ ὁ μὲν πολὺ δοὺς πολλάκις ἀθυμεῖ, ὁ δὲ ὑπὲρ τοῦ μὴ ἀλγεῖν ἔλαττον δίδωσιν, ὅρα πῶς ἑκατέρους ἐπιμελεῖται, καὶ μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως.
000-00-00 Serial Number=0286585271
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00628]  Εἰσερχώμεθα τοίνυν μετὰ τῆς προσηκούσης τιμῆς εἰς τὰς ἐκκλησίας, καὶ μετὰ [62.485] φόβου ἐπακούωμεν τῶν λεγομένων.
000-00-00 Serial Number=0823758006
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04070]  μᾶλλον δὲ μηδὲ τοῦτο μετὰ τῆς προσηκούσης ἐπιδείκνυσθαι σπουδῆς;
 [05514]  Κἂν ἀποστῇς τῆς δουλείας τῆς προσηκούσης, προσέκρουσας τῷ Θεῷ·
 [07470]  σὺ δὲ οὐδὲ τῷ ἀδελφῷ ἀξιοῖς ἡνῶσθαι μετὰ ἀκριβείας τῆς προσηκούσης, ἀλλὰ ἀποσχίζεις σεαυτὸν, τοσαύτης καὶ ἀγάπης καὶ ζωῆς ἀπολαύσας παρὰ τοῦ ∆εσπότου.
 [09999]  Μὴ γένοιτο, ἀλλ' ἀνοηταίνουσιν οἱ μὴ μετὰ τῆς προσ-ηκούσης ἀκριβείας ἐξετάζοντες τὰ γεγραμμένα ἅπαντα.
000-00-00 Serial Number=0858174860
In epistulam ad Colossenses Ante [Go Back]  
 [03500]  Ἔνι γὰρ καὶ χαριεντίζεσθαι, ἔνι καὶ μετὰ τῆς προσηκούσης κοσμιότητος τοῦτο ποιεῖν.
000-00-00 Serial Number=0254619122
In epistulam ad Ephesios Ante [Go Back]  
 [03194]  Ὥστε ἕκαστον ἐπὶ τῆς οἰκείας μένειν χώρας, καὶ μὴ τῆς ἑτέρας καὶ μηδὲν αὐτῷ προσηκούσης ἐπιβαίνειν, ἐννόησον ὅσον ἐστί.
000-00-00 Serial Number=0253701866
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00315]  καὶ Ὀζᾶ τὴν κιβωτὸν μέλλουσαν περιτρέπεσθαι στηρίξας, παραχρῆμα ἀπέθανεν, ὅτι μὴ προσηκούσης αὐτῷ διακονίας ἥψατο;
 [00320]  ∆ιὰ τοῦτο τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισῆλθεν, ὅτι τὰ ἐλάττονα τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως.
 [00331]  Εἰ γὰρ οἱ παρὰ τὴν ἀρχὴν ἀποπηδᾷν τῶν θείων θεσμῶν ἐπιχειροῦντες καὶ μικρόν τι παρακινεῖν, τῆς προσηκούσης ἐτύγχανον ἐπιτιμήσεως, οὐκ ἂν ὁ παρὼν ἐτέχθη λοιμὸς, καὶ τοσοῦτος χειμὼν τὰς Ἐκκλησίας κατέλαβεν.
 [02236]  Ἵνα γὰρ μή τις νομίσῃ, ὅτι διδασκάλων μὲν ἐπιμελεῖσθαι δεῖ καὶ τρέφειν αὐτοὺς, τῶν δὲ ἄλλων ἀμελεῖν, εἰς κοινὸν ἐξάγει τὸν λόγον, καὶ πᾶσι τὴν θύραν τῆς τοιαύτης ἀνοίγει φιλοτιμίας, καὶ τοσαύτην ποιεῖται τὴν ὑπερβολὴν, ὡς καὶ Ἰουδαίους καὶ Ἕλληνας ἐλεεῖν κελεύειν, μετὰ προσηκούσης μὲν τάξεως, ἐλεεῖν δ' ὅμως.
000-00-00 Serial Number=0628707051
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01177]  Ἠβουλόμην γνῶναι σαφῶς, εἴ τινες μετὰ τῆς προσηκούσης σπουδῆς τῶν λεγομένων ἀκούουσιν, εἰ μὴ παρὰ τὴν ὁδὸν τὰ σπέρματα ῥίπτομεν·
 [07873]  Μέγα ὅπλον εὐχὴ, ἐὰν μετὰ τῆς προσηκούσης γίνηται διανοίας.
000-00-00 Serial Number=0574431241
In epistulam ad Philippenses Ante [Go Back]  
 [00053]  Παραινέσας τοίνυν αὐτοῖς ὁμονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁμόνοια γίνεται, καὶ διατεινάμενος πρὸς τοὺς πανταχοῦ τῷ δόγματι λυμαινομένους Ἰουδαίους προσχήματι Χριστιανισμοῦ, κύνας τε αὐτοὺς καλέσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας ἐπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν, καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς, καὶ ῥυθμίσας αὐτοὺς, [62.180] καὶ ἀνακτησάμενος διὰ τοῦ εἰπεῖν, Ὁ Κύριος ἐγγὺς, μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων, καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει.
 [00930]  Οὐδὲν δεινὸν ἐργάσονταί με οἱ ἀποκτενοῦντές με, τῇ ζωῇ παραπέμποντες τῇ ἐμῇ, καὶ ταύτης τῆς οὐ προσηκούσης ἀπαλλάττοντες.
000-00-00 Serial Number=0962539434
In epistulam ad Romanos Ante [Go Back]  
 [04451]  Ὁρᾷς ὅτι, ἂν μὴ μετὰ τῆς προσηκούσης εὐλαβείας τὰς λέξεις ἐκλεξώμεθα, καὶ πρὸς τὸν ἀποστολικὸν ἴδωμεν σκοπὸν, μυρία ἕψεται τὰ ἄτοπα;
 [06356]  Τὴν μὲν οὖν ἄκαιρον αὐτῶν φιλονεικίαν οὕτως ἐπεστόμισε μετὰ τῆς προσηκούσης ὑπερβολῆς·
 [06538]  ᾐνίξατο δὲ αὐτὸ συνετῶς σφόδρα καὶ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας.
000-00-00 Serial Number=0809872568
In epistulam ad Titum Ante [Go Back]  
 [01070]  Οὐχ ἁπλῶς ἔργων, ἀλλὰ ζηλωτὴν, τουτέστι, μετὰ προθυμίας πολλῆς ἐπ' αὐτὴν ἰόντα τὴν ἀρετὴν, μετὰ σφοδρότητος τῆς προσηκούσης.
000-00-00 Serial Number=0170400023
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00351]  ἐργάζεται δὲ ἅπαντα καὶ δημιουργεῖ μετ' ἐξουσίας τῆς αὐτῷ προσηκούσης, μετὰ συνέσεως καὶ σοφίας τῆς αὐτῷ συγκεκληρωμένης, οὐ δεόμενος μανθάνειν, οὐ δεόμενος ἰδεῖν.
000-00-00 Serial Number=0568737090
In illud Vidi dominum Ante [Go Back]  
 [00034]  Σπεύσωμεν τοίνυν, ἀγαπητοί, αὐτὴν μὲν ἐπιτεινομένην ἐνδείκνυσθαι τὴν σπουδήν, μετὰ δὲ τῆς προσηκούσης εὐταξίας καὶ τοῦ πρέποντος σκοποῦ ταύτην ἀποπληροῦν.
 [00044]  [1.2] Τοῦτο τοίνυν εἰδότες, μετὰ τῆς προσηκούσης εὐλαβείας ἐνταῦθα παραγινώμεθα, ὅπως μὴ ἀντὶ ἁμαρτημάτων ἀφέσεως προσθήκην τούτων ποιησάμενοι, οἴκαδε πορευσώμεθα.
 [00233]  Οὕτω τοίνυν ἐνταῦθα παραγινόμενος ἕκαστος καὶ τὰ οἰκεῖα λογιζόμενος παραπτώματα, οὔτε ἕτερον μέμψοιτο καὶ μετὰ τῆς προσηκούσης εὐταξίας τὴν παροῦσαν ἀναπέμψοι δοξολογίαν.
 [01437]  καὶ γὰρ πάρεστιν ὄντως, τὴν ἑκάστου καταμανθάνων γνώμην, καὶ τίς μὲν μετὰ προσηκούσης ἁγιωσύνης, τίς δὲ μετὰ πονηροῦ προσέρχεται συνειδότος, μετὰ λογισμῶν ἀκαθάρτων καὶ ῥυπαρῶν, μετὰ πράξεων μιαρῶν.
000-00-00 Serial Number=0371467590
In illud Vidua eligatur Ante [Go Back]  
 [00215]  μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ τῆς προσηκούσης δὲ ἀκριβείας καὶ σφοδρότητος.
000-00-00 Serial Number=0657550991
Quales ducendae sint uxores Ante [Go Back]  
 [00391]  Οὐδὲ γὰρ ἀναισχύντως, οὐδὲ ἰταμῶς, οὔτε ἀναγκάζουσα, οὔτε ὀργιζομένη, ἀλλὰ μετὰ τῆς προσηκούσης σεμνότητος τοῦτο ἐποίει.
000-00-00 Serial Number=0653976083
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00054]  Ταῦτα οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ.
000-00-00 Serial Number=0288174927
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00113]  τὰ δὲ τῆς σαρκὸς σκιρτήματα τοῖς τῆς ἐγκρατείας φαρμάκοις κατέστελλεν, ὥσπερ ἵππῳ τινὶ δυσηνίῳ, τῷ σώματι τὸν ἀπὸ τῆς νηστείας χαλινὸν ἐμβάλλων καὶ μέχρι τοσούτου τείνων ὀπίσω ὡς αὐτὰ τῶν ἐπιθυμιῶν αἱμάξαι τὰ στόματα μετὰ τῆς προσηκούσης φειδοῦς·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»