Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρακαλῶν [126]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρακαλῶν


000-00-00 Serial Number=0489216506
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00095]  τὸν δὲ Σαοὺλ ὁ ἅγιος τοῦ Θεοῦ Σαμουήλ, ὅλας νύκτας πενθῶν καὶ δακρύων καὶ παρακαλῶν, οὐκ ἐξίσχυσεν ἐξελέσθαι τῆς καταδίκης, ἧς ἐξήνεγκεν κατ' αὐτοῦ ὁ θεός, ἐπειδὴ τὸν τῶν ἀλλοφύλων βασιλέα, δέον ἀνελεῖν, ἔσωσεν παρὰ γνώμην θεοῦ.
000-00-00 Serial Number=0698530316
Ad populum Antiochenum Ante [Go Back]  
 [01560]  Καὶ τῶν τριῶν δὲ ἐκείνων μνημονεύσωμεν, περὶ ὧν πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, παρακαλῶν μηδένα ἔχειν ἐχθρὸν, μηδὲ κακῶς λέγειν τινὰ τῶν λελυπηκότων ὑμᾶς, καὶ τὴν πονηρὰν τῶν ὅρκων ἐκβαλεῖν ἀπὸ τοῦ στόματος ὑμῶν συνήθειαν.
 [01569]  ∆ιὰ τοῦτο παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ὥστε ἑκάστην ἐντολὴν ἀπολαβόντας καθ' ἑαυτὴν, δύο καὶ τρεῖς ἡμέρας εἰς τὴν κατόρθωσιν αὐτῆς ἀναλίσκειν·
 [03185]  Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλησιν αἰδεσθεὶς τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσασθε, καὶ μάλιστα ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τῆς ὑμετέρας τοῦτο ποιῇ σωτηρίας·
 [03942]  Τὸ αὐτὸ δὴ τοῦτο καὶ νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύομαι, ὥστε ὅπουπερ ἂν ἀπίωμεν, ταύτην βαστάζοντας τὴν κεφαλὴν ἀπιέναι, καὶ πᾶσιν αὐτὴν ἐπιδεικνύναι βοῶσαν καὶ τῶν ὅρκων κατηγοροῦσαν.
 [04777]  Ἆρα εἴ τίς σοι χρύσινον ἕνα καθ' ἕκαστον διορθούμενον ἄνθρωπον ἐπηγγείλατο, οὐ πᾶσαν ἂν ἐποιήσω σπουδὴν, καὶ διημέρευες προσεδρεύων, πείθων, παρακαλῶν;
 [05778]  Ὁ Θεὸς καθ' ἑκάστην ἡμέραν ἡμᾶς παρακαλεῖ, καὶ οὐκ ἀκούομεν, καὶ ὅμως οὐ παύεται παρακαλῶν·
 [05783]  Ὅσῳ γὰρ ἂν ἐκεῖνος φιλονεικῇ, καὶ σὺ μένῃς παρακαλῶν, τοσούτῳ σοι τὰ τῆς ἀμοιβῆς αὔξεται·
 [05964]  Ἐπειδὴ γὰρ ἔμαθε ταῦτα παρ' ἐκείνων, θερμοτέρας ἠφίει πηγὰς δακρύων, καὶ μετὰ πλείονος δεήσεως πρὸς Θεὸν κατέφευγε, καὶ τὰς νύκτας ἄϋπνος διῆγε παρακαλῶν, καὶ τῇ πόλει παραγενέσθαι ταῦτα πασχούσῃ, καὶ τοῦ βασιλέως πραοτέραν ποιῆσαι τὴν διάνοιαν.
000-00-00 Serial Number=0035859883
Ad viduam juniorem Ante [Go Back]  
 [00006]  Ἔτι μὲν γὰρ τοῦ χειμῶνος ὄντος σφοδροῦ καὶ πολλοῦ τοῦ πένθους πνέοντος, ὁ παρακαλῶν ἀποσχέσθαι τῆς λύπης πλέον ἂν παρώξυνε πρὸς τὰς οἰμωγὰς καὶ τὸ μισηθῆναι κερδάνας μόνον ὕλην ἂν πολλὴν τοῖς τοιούτοις λόγοις παρέσχε τῷ πυρὶ μετὰ τοῦ καὶ ἐχθροῦ καὶ ἀνοήτου δόξαν λαβεῖν·
000-00-00 Serial Number=0565558195
Commentarius in Job Ante [Go Back]  
 [03472]  [29,25a] ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων [25b] καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, [25c] [155] ὃν τρόπον συμπαθὴς παρακαλῶν.
000-00-00 Serial Number=0038902223
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00009]  ∆ιὰ δὴ ταῦτα τὸν παρελθόντα ἀπελείφθην ἐνδοὺς χρόνον περιιὼν, παρακαλῶν, δεόμενος, ἱκετεύων τοῖς κυρίοις λυθῆναι τὴν συμφοράν.
 [00144]  Καὶ πάντα κρημνοὶ, καὶ σκόπελοι, καὶ ὁ μὲν παρακαλῶν οὐδεὶς, οἱ δὲ ἐπεμβαίνοντες μυρίοι·
000-00-00 Serial Number=0369053245
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00117]  [25] Καὶ οὔτε ἡ νεότης τὸ θηρίον ἐπέκαμψεν οὔτε ἡ παρεπομένη τοῖς τοιούτοις μιάσμασι δίκη τὸν ἄγριον ἐκεῖνον ἐφόβησεν οὔτε τὰ τοῦ παρακαταθεμένου πατρὸς αὐτὸν εἰσῆλθε ῥήματα ἅπερ ἐκεῖνος τὸν υἱὸν ἐγχειρίζων ἴσως ἐπέσκηπτεν ἐν ἐπιμελείᾳ τε αὐτὸν ἔχειν ἀξιῶν πολλῇ καὶ πατέρα αὐτὸν ἐπιφημίζων τῷ παιδὶ καὶ ὡς αὐτὸν γεγεννηκότα οὕτω τρέφειν καὶ παιδεύειν παρακαλῶν καὶ τῆς τῶν οἰκείων προγόνων εὐγενείας ἄξιον ἀποφαίνειν, καὶ μετὰ τούτων τῶν ῥημάτων τὴν δεξιὰν τοῦ παιδὸς τῇ δεξιᾷ τοῦ φονέως ἐντιθεὶς καὶ μετὰ δακρύων διαλυόμενος.
000-00-00 Serial Number=0315550864
De Christi divinitate Ante [Go Back]  
 [00266]  ὃ καὶ πρῴην παρεκάλεσα, καὶ νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι·
000-00-00 Serial Number=0102705956
De Christi precibus Ante [Go Back]  
 [00282]  Καίτοι εἰ διὰ τὸ ἐλάττω εἶναι κατὰ φύσιν, κατεδέξατο σάρκα φορέσαι, οὐκ ἔτι ταπεινοφροσύνης τὸ γενόμενον, ἀλλὰ περιττῶς αὐτὸ παρήγαγεν ὁ Παῦλος εἰς ταπεινοφροσύνην παρακαλῶν·
000-00-00 Serial Number=0548796833
De Davide et Saule Ante [Go Back]  
 [00603]  Μαρτύριόν σοι τὸ πρᾶγμα λογίζεται, ἂν τὸν ἐπίβουλον, καὶ μέχρι τοσούτου τὴν ἔχθραν ἐξαγαγόντα, ἐν τοῖς εὐεργέταις ἀριθμῇς, καὶ διατελῇς εὐχόμενος ὑπὲρ αὐτοῦ, καὶ τὸν Θεὸν ἵλεω γενέσθαι παρακαλῶν.
 [00841]  ∆έησιν ὁ βασιλεὺς τῷ ἰδιώτῃ προσάγει, καὶ ἱκετηρίαν τίθησιν ὁ τὸ διάδημα περικείμενος, ὑπὲρ τῶν παίδων τῶν ἑαυτοῦ παρακαλῶν τὸν φυγάδα.
000-00-00 Serial Number=0725355744
De Lazaro Ante [Go Back]  
 [00033]  Ταῦτα δὲ λέγω, οὐκ ἐμαυτὸν παραμυθούμενος, οὐδὲ παρακαλῶν·
 [00183]  καὶ ὅμως οὐκ ἀφίσταται καὶ διαλεγόμενος καὶ παρακαλῶν ἀεὶ τοὺς ἀφηνιῶντας καὶ μὴ προσέχοντας.
 [00389]  Οὐδεὶς γὰρ ἦν, οὐχ ὁ λόγῳ παρακαλῶν, οὐχ ὁ ἔργῳ παραμυθούμενος, οὐ φίλος, οὐ γείτων, οὐ συγγενὴς, οὐ τῶν ὁρώντων οὐδεὶς, πάσης τῆς τοῦ πλουσίου διεφθαρμένης οἰκίας.
 [00843]  Καὶ τοῦτο ἀεὶ παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ἵνα μὴ μόνον ἐνταῦθα τοῖς λεγομένοις [48.992] προσέχητε, ἀλλὰ καὶ οἴκοι γινόμενοι, τῇ τῶν θείων Γραφῶν ἀναγνώσει συνεχῶς ἐνδιατρίβητε.
000-00-00 Serial Number=0838684380
De continentia Ante [Go Back]  
 [00018]  Οὐκοῦν ἐπειδὴ πάντες ἡμεῖς ἀγέλη Χριστοῦ, ἔστι δὲ πῶλος ἐν ἡμῖν ἀγαθὸς ὁ σωφρονέστατος Ἰωσὴφ τοῖς οὐρανίοις σκιρτήμασιν ἐπὶ τὸν ζῆλον τὸν ἑαυτοῦ τοὺς ὁμοδούλους παρακαλῶν, συγχορεύσωμεν τῷ καλῷ νεανίσκῳ τὴν πνευματικὴν χορείαν ἐπαινοῦντες αὐτοῦ τὴν σωφροσύνην μὴ λόγοις μόνον, ἀλλὰ καὶ τῇ μιμήσει τῶν ἔργων.
000-00-00 Serial Number=0007182360
De diabolo tentatore Ante [Go Back]  
 [00953]  Οὐ μόνον ὁ παρακαλῶν οὐκ ἦν, ἀλλὰ καὶ πολλοὶ πολλαχόθεν ἐπέκειντο ὀνειδίζοντες.
000-00-00 Serial Number=0663736761
De eleemosyna [1] Ante [Go Back]  
 [00146]  ∆ιὰ τοῦτο καὶ μετὰ παῤῥησίας παρακαλῶν οὐ παύομαι, ἀλλὰ νουθετῶ καὶ διαμαρτύρομαι πλουσίους ἅμα καὶ πένητας, ἄνδρας ὁμοῦ καὶ γυναῖκας, φείσασθε τῶν ὑμετέρων ψυχῶν, καὶ λυτρώσασθε ταύτας διὰ τῶν χρημάτων ἀπὸ τῆς μελλούσης ὀργῆς·
 [00184]  νῦν ἔμαθες τὸ ῥῆμα τοῦ Χριστοῦ, ὅπου παρακαλῶν ἔλεγε, Τί ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;
000-00-00 Serial Number=0145428538
De eleemosyna [3] Ante [Go Back]  
 [00145]  ∆ιὰ τοῦτο καὶ μετὰ παῤῥησίας παρακαλῶν οὐ παύομαι, ἀλλὰ νουθετῶ καὶ διαμαρτύρομαι πλουσίους ἅμα καὶ πένητας, ἄνδρας ὁμοῦ καὶ γυναῖκας, φείσασθε τῶν ὑμετέρων ψυχῶν, καὶ λυτρώσασθε ταύτας διὰ τῶν χρημάτων ἀπὸ τῆς μελλούσης ὀργῆς·
 [00183]  νῦν ἔμαθες τὸ ῥῆμα τοῦ Χριστοῦ, ὅπου παρακαλῶν ἔλεγε, Τί ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;
000-00-00 Serial Number=0533788264
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00157]  Οὐ παύομαι παρακαλῶν ὑμᾶς καὶ δεόμενος καὶ ἀντιβολῶν, ὥστε πρὸ τῶν ἄλλων ἁπάντων τέως ὑμῶν ῥυθμίζειν τοὺς παῖδας.
000-00-00 Serial Number=0305903912
De incomprehensibili dei natura Ante [Go Back]  
 [00799]  Οὐχ οὕτως εἰσακούῃ κατὰ σαυτὸν τὸν ∆εσπότην παρακαλῶν ὡς μετὰ τῶν ἀδελφῶν τῶν σῶν.
000-00-00 Serial Number=0865472496
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00327]  Καὶ γὰρ ὥσπερ τὴν οἰκουμένην ἅπασαν γεννήσας αὐτός, οὕτως ἐθορυβεῖτο, οὕτως ἔτρεχεν, οὕτω πάντας ἐσπούδαζεν εἰσαγαγεῖν εἰς τὴν βασιλείαν, θεραπεύων, παρακαλῶν, ὑπισχνούμενος, εὐχόμενος, ἱκετεύων, τοὺς δαίμονας φοβῶν, τοὺς διαφθείροντας ἐλαύνων, διὰ παρουσίας, διὰ γραμμάτων, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ μαθητῶν, δι' ἑαυτοῦ, τοὺς πίπτοντας ἀνορθῶν, τοὺς ἑστῶτας στηρίζων, διεγείρων τοὺς χαμαὶ κειμένους, θεραπεύων τοὺς συντετριμμένους, ἀλείφων τοὺς ῥᾳθυμοῦντας, φοβερὸν ἐμβοῶν ἐπὶ τοῖς ἐχθροῖς, δριμὺ βλέπων ἐπὶ τοῖς πολεμίοις·
000-00-00 Serial Number=0496520162
De mutatione nominum Ante [Go Back]  
 [01110]  Ἐπειδὴ γὰρ εἷς ἦν ὁ παρακαλῶν, τριπλοῦν ἐφιλονείκησε ποιῆσαι τὸν ὑπὲρ Ὀνησίμου δεόμενον, τὸν πρεσβύτην.
000-00-00 Serial Number=0861616910
De pseudoprophetis Ante [Go Back]  
 [00721]  Οὗτος γὰρ τύπος μετανοίας ἡμῖν γέγονε, παραινῶν ἡμῖν, καὶ παρακαλῶν, καὶ λέγων, ∆εῦτε τέκνα.
000-00-00 Serial Number=0429107428
De sacerdotio Ante [Go Back]  
 [00019]  ∆ιὰ τοῦτο πρότερον διειργόμενος, ἐπειδή ποτε ἡμᾶς ἔλαβεν εἰς τὴν αὐτὴν τοῦ βίου κατάστασιν, ἀθρόως ἣν πάλαι ὤδινεν ἐπιθυμίαν ἀπέτεκε τότε καὶ οὐδὲ τὸ βραχύτατον τῆς ἡμέρας ἡμᾶς ἀπολιμπάνειν ἠνείχετο μέρος, διετέλει τε παρακαλῶν ἵνα τὴν οἰκίαν ἀφέντες ἕκαστος τὴν ἑαυτοῦ κοινὴν ἀμφότεροι τὴν οἴκησιν ἔχοιμεν·
 [00160]  Ἐπέπεσέ ποτέ τινι πυρετὸς ἀθρόως μετὰ πολλῆς τῆς σφοδρότητος καὶ ἡ φλὸξ ᾔρετο καὶ τὰ μὲν δυνάμενα σβέσαι τὸ πῦρ ἀπεστρέφετο ὁ νοσῶν, ἐπεθύμει δὲ καὶ πολὺς ἐνέκειτο, τοὺς εἰσιόντας πρὸς αὐτὸν ἅπαντας παρακαλῶν, ἄκρατον ὀρέξαι πολὺν καὶ παρασχεῖν ἐμφορηθῆναι τῆς ὀλεθρίου ταύτης ἐπιθυμίας·
 [00733]  τῷ δυναμένῳ τὴν ἐκείνου φέρειν ἀσθένειαν διαλέγεται, παρακαλῶν τῷ τε ἡμέρῳ τῆς ὄψεως καὶ τῇ τῶν λόγων πραότητι πρὸ τῆς δόσεως αὐτὸν ἀνορθοῦν.
 [01554]  ἐγὼ δὲ αὐτῷ περιχυθεὶς καὶ καταφιλήσας τὴν κεφαλήν, προὔπεμπον, παρακαλῶν γενναίως φέρειν τὸ συμβεβηκός.
000-00-00 Serial Number=0425793588
De virginitate Ante [Go Back]  
 [01177]  Πρὸς δαίμονάς με μάχεσθαι καλῶν «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα» , πρὸς μανίαν φύσεως ἑστάναι προτρέπων, μετὰ σαρκὸς καὶ αἵματος τὰ αὐτὰ ταῖς ἀσωμάτοις δυνάμεσι κατορθῶσαι παρακαλῶν, τῶν ἐν τῇ γῇ μεμνῆσαι καλῶν καὶ ὅτι θλῖψιν οὐχ ἕξομεν τὴν ἀπὸ τῶν γάμων;
000-00-00 Serial Number=0275761962
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00196]  Οἶδα ἐγώ τινα, ὃς ὑπὲρ φίλου τοὺς ἁγίους ἄνδρας παρακαλῶν, παρεκάλει πρότερον εὔχεσθαι ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ.
 [00592]  Οὐχ οὕτως ἀκούῃ κατὰ σαυτὸν τὸν ∆εσπότην παρακαλῶν, ὡς μετὰ τῶν ἀδελφῶν τῶν σῶν.
 [03692]  μαρτύριόν σοι τὸ πρᾶγμα λογίζεται, ἂν τὸν ἐπίβουλον καὶ μέχρι τοσούτου τὴν ἔχθραν ἐξαγαγόντα, ἐν τοῖς εὐεργέταις ἀριθμῇς, καὶ διατελῇς εὐχόμενος ὑπὲρ αὐτοῦ, καὶ τὸν Θεὸν ἵλεων γενέσθαι παρακαλῶν.
 [05228]  καὶ πῶς αὐτὸς εἰσακουσθῆναι βούλει παρακαλῶν;
 [06744]  καὶ μάλιστα, ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τῆς ὑμετέρας σωτηρίας τοῦτο ποιοῖτο Μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυ [63.772] τοῦ οὐκ ἂν ἀρνησαίμην τοῦτο ποιεῖν·
 [07104]  ∆έησιν ὁ βασιλεὺς τῷ ἰδιώτῃ προσάγει λοιπὸν, καὶ ἱκετηρίαν τίθησιν ὁ τὸ διάδημα περικείμενος, ὑπὲρ τῶν παίδων τῶν ἑαυτοῦ παρακαλῶν τὸν φυγάδα·
000-00-00 Serial Number=0393276274
Epistula ad Cyriacum Ante [Go Back]  
 [00054]  Μὴ τοίνυν θορυβοῦ μηδὲ ταράττου, ἀλλὰ μένε διηνεκῶς ὑπὲρ πάντων τῷ Θεῷ εὐχαριστῶν, δοξολογῶν, παρακαλῶν, δεόμενος, ἱκετεύων, κἂν μυρίοι θόρυβοι, κἂν μυρίαι ταραχαὶ ἐπίωσι, κἂν καταιγίδες, κἂν πάντα ἐπ' ὄψιν κέηται, μηδέν σε τούτων ταραττέτω.
 [00705]  Εἶτα παρακαλῶν ἀναμνῆσαι τὸν βασιλέα τῆς ἀπαλλαγῆς ἕνεκεν τῆς αὑτοῦ εἰ γὰρ καὶ γενναῖος καὶ θαυμαστὸς ἦν, ἀλλ' ἄνθρωπος ἦν καὶ οὐκ ἐβούλετο ταῖς ἁλύσεσιν ἐνταλαιπωρεῖσθαι ἐκείναις παρακαλῶν τοίνυν μνησθῆναι αὐτοῦ πρὸς βασιλέα καὶ πεῖσαι ἀφεῖναι αὐτὸν τῶν δεσμῶν καὶ ἀναγκαζόμενος καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν ἐβέβλητο, ὥστε καὶ ἐκεῖνον τὸν ὑπὲρ αὐτοῦ δεόμενον εὐπρόσωπον ἔχειν πρόφασιν τῆς ὑπὲρ αὐτοῦ συνηγορίας, οὐδενὸς ἐμνημόνευσε τῶν ἠδικηκότων.
 [00732]  Ἐβουλόμην καὶ ἕτερον προσθεῖναι τῇ ἐπιστολῇ μῆκος, ἀλλ', ἐπειδὴ καὶ τοῦτο μετὰ πολλῆς τῆς περιουσίας οἶμαι τὸ μέτρον ὑπερβεβηκέναι ἐνταῦθα καταλύσας τὸν λόγον ἐκεῖνο παρακαλῶ σου τὴν εὐλάβειαν, ὅπερ ἀεὶ διετέλεσα παρακαλῶν.
000-00-00 Serial Number=0475975037
Epistulae Ante [Go Back]  
 [00765]  ∆ιὸ τούτων ἀφέμενος, μὴ διαλίπῃς εὐχόμενος ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἐκκλησιῶν, ὑπέρ τε τῆς ταπεινώσεως τῆς ἡμετέρας, καὶ τὸν φιλάνθρωπον παρακαλῶν Θεὸν δοῦναι λύσιν τοῖς καταλαβοῦσι τὴν οἰκουμένην κακοῖς.
 [01254]  Ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, καὶ λόγοις παρακαλῶν, καὶ συμβουλαῖς ἀνορθῶν, καὶ τῶν χρειῶν τὴν ἀφθονίαν παρέχων, ὥστε ἐν μηδενὶ ὑμᾶς ὑστερηθῆναι.
 [01723]  ∆ιὸ τούτων ἀφέμενος, μὴ διαλίπῃς εὐχόμενος ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἐκκλησιῶν, ὑπέρ τε τῆς ταπεινώσεως τῆς ἡμετέρας, καὶ τὸν φιλάνθρωπον παρακαλῶν Θεὸν δοῦναι λύσιν τοῖς καταλαβοῦσι τὴν οἰκουμένην κακοῖς.
 [02212]  Ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, καὶ λόγοις παρακαλῶν, καὶ συμβουλαῖς ἀνορθῶν, καὶ τῶν χρειῶν τὴν ἀφθονίαν παρέχων, ὥστε ἐν μηδενὶ ὑμᾶς ὑστερηθῆναι.
 [02500]  ∆ιὰ ταῦτα χαῖρε καὶ εὐφραίνου, καὶ μὴ παύσῃ τὸν Θεὸν παρακαλῶν, ὥστε ἐν ἀσφαλείᾳ ἡμᾶς καταστῆσαι πάσῃ, καὶ ἀπαλλάξαι καὶ τῆς ἐπικειμένης ἡμῖν ἀῤῥωστίας.
 [03358]  Τῇ τετάρτῃ τοῦ Πανέμου μηνὸς μέλλων ἀπὸ τῆς Νικαίας διεξορμᾷν, ταῦτα διαπέμπομαι τὰ γράμματα πρὸς τὴν σὴν θεοσέβειαν, παρακαλῶν, ὅπερ ἀεὶ παρακαλῶν οὐκ ἐπαυσάμην, κἂν χαλεπώτερος τοῦ νῦν κατέχοντος γένηται ὁ χειμὼν, κἂν μείζονα τὰ κύματα, μὴ διαλιπεῖν τὰ σαυτοῦ πληροῦντα εἰς τὴν οἰκονομίαν, ἧς ἐξ ἀρχῆς ἥψω·
000-00-00 Serial Number=0609653652
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00089]  Ἀλλ' ἔτυχεν ὁ δεσπότης μου ∆ιόσκορος ἐνταῦθα ὤν, ὃς καὶ εἰς Καισάρειαν ἀπέστειλεν οἰκέτην εἰς αὐτὸ τοῦτο, παρακαλῶν καὶ δεόμενος μὴ προτιμῆσαι τῆς αὐτοῦ οἰκίας ἑτέραν καὶ ἕτεροι δὲ πλείους.
 [00107]  Καὶ γὰρ καὶ ἐπέστειλέν μοι παρακαλῶν ἵνα ἐπιτρέψω αὐτῷ ἐλθεῖν·
 [00629]  Ὁρῶν τοίνυν τὰ πράγματα ἐν ἀπορίᾳ πολλῇ καὶ οὔτε τολμῶν ἡμῖν συμβουλεῦσαι εἰς φόνον φανερὸν ἐξελθεῖν, οὔτε πάλιν ἔνδον μένειν διὰ τὴν τοσαύτην ἐκείνων μανίαν, ἔπεμψε πρὸς τὸν Φαρέτριον παρακαλῶν ὀλίγων ἐνδοῦναι ἡμερῶν, διά τε τὴν ἀρρωστίαν, διά τε τὸν ἐπικείμενον κίνδυνον.
 [00678]  Καίτοι γε πρὸ πολλῶν ἡμερῶν ἐπέστειλα πρὸς τὴν σὴν τιμιότητα παρακαλῶν μὴ κινεῖν με ἐντεῦθεν.
 [01069]  Εἶτα παρακαλῶν ἀναμνῆσαι τὸν βασιλέα, τῆς ἀπαλλαγῆς ἕνεκεν τῆς αὐτοῦ, εἰ γὰρ καὶ γενναῖος καὶ θαυμαστὸς ἦν, ἀλλ' ἄνθρωπος ἦν καὶ οὐκ ἐβούλετο ταῖς ἁλύσεσιν ἐνταλαιπωρεῖσθαι ἐκείναις, παρακαλῶν τοίνυν μνησθῆναι αὐτοῦ πρὸς τὸν βασιλέα καὶ πεῖσαι ἀφεῖναι αὐτὸν τῶν δεσμῶν, καὶ ἀναγκαζόμενος καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν ἐνεβέβλητο, ὥστε κἀκεῖνον τὸν ὑπὲρ αὐτοῦ δεόμενον εὐπρόσωπον ἔχειν πρόφασιν τῆς ὑπὲρ αὐτοῦ συνηγορίας, οὐδενὸς ἐμνημόνευσε τῶν ἠδικηκότων, ἀλλ' ἀπαλλάξας ἑαυτὸν τῶν ἐγκλημάτων ἔστη μέχρι τούτου μόνον καὶ οὐ προσέθηκε τοὺς εἰς αὐτὸν πεπλημμεληκότας.
 [01103]  ἀλλ' ἐπειδὴ καὶ τοῦτο μετὰ πολλῆς τῆς περιουσίας οἶμαι τὸ μέτρον αὐτῆς ὑπερβεβηκέναι, ἐνταῦθα καταλύσας τὸν λόγον ἐκεῖνο παρακαλῶ σου τὴν εὐλάβειαν ὅπερ ἀεὶ διετέλεσα παρακαλῶν, ἀθυμίας μὲν ἀπαλλάττεσθαι, δοξάζουσαν δὲ τὸν Θεόν ὅπερ ἀεὶ πεποίηκάς τε καὶ ποιεῖς διατελεῖν χάριτας ὁμολογοῦσαν ὑπὲρ πάντων αὐτῷ τῶν χαλεπῶν τούτων καὶ ὀδυνηρῶν.
 [01317]  «Εἶδον, φησί, τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἦν αὐτοὺς ὁ παρακαλῶν.».
000-00-00 Serial Number=0000793099
Expositiones in Psalmos Ante [Go Back]  
 [00192]  Ὁ κατὰ τῶν ἐχθρῶν αὐτὸν παρακαλῶν·
 [03495]  Καὶ γὰρ ἀπαλλαγεὶς τῶν δεινῶν, καὶ ἐν ἀσφαλείᾳ γενόμενος, οὐκ ἀφίσταται τοῦ πάλιν εὔχεσθαι, λέγων, Ἐλέησόν με, καὶ ὑπὲρ τῶν μελλόντων αὐτὸν παρακαλῶν.
 [03664]  Ταῦτά φησιν ὁ Προφήτης, ἐκ προσώπου τῶν θλιβομένων παρακαλῶν καὶ δεόμενος, οὐκ ἐγκαλῶν·
 [03680]  Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης·
 [03888]  Ταύτην τοίνυν διὰ παντὸς ἐκκοπῆναι παρακαλεῖ ὁ Προφήτης, ἀπειλῶν, φοβῶν, τὸν Θεὸν παρακαλῶν ἐπὶ τὴν κόλασιν ἀναστῆναι τῆς τοιαύτης ἀναλγησίας.
 [03999]  Εἶδες σύμμαχον παρεσκευασμένον, βοηθὸν εὐτρεπισμένον, πανταχοῦ παρόντα, πάντα ὁρῶντα, πάντα βλέποντα, τοῦτο ἔργον ἔχοντα μάλιστα, κἂν μηδεὶς ὁ παρακαλῶν ᾖ, προνοεῖν, κήδεσθαι, κωλύειν ἀδικοῦντας, βοηθεῖν ἀδικουμένοις, τοῖς μὲν ἀποδιδόναι τὰς ἀμοιβὰς τῶν κατορθωμάτων, τοῖς δὲ τιθέναι τὰς τιμωρίας τῶν ἁμαρτημάτων;
 [05258]  Καὶ γὰρ ἀπαλλαγεὶς τῶν δεινῶν, καὶ ἐν ἀσφαλείᾳ γενόμενος, οὐκ ἀφίσταται τοῦ πάλιν εὔχεσθαι, λέγων, Ἐλέησόν με, καὶ ὑπὲρ τῶν μελλόντων αὐτὸν παρακαλῶν.
 [05427]  Ταῦτά φησιν ὁ Προφήτης, ἐκ προσώπου τῶν θλιβομένων παρακαλῶν καὶ δεόμενος, οὐκ ἐγκαλῶν·
 [05443]  Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης·
 [05651]  Ταύτην τοίνυν διὰ παντὸς ἐκκοπῆναι παρακαλεῖ ὁ Προφήτης, ἀπειλῶν, φοβῶν, τὸν Θεὸν παρακαλῶν ἐπὶ τὴν κόλασιν ἀναστῆναι τῆς τοιαύτης ἀναλγησίας.
 [05762]  Εἶδες σύμμαχον παρεσκευασμένον, βοηθὸν εὐτρεπισμένον, πανταχοῦ παρόντα, πάντα ὁρῶντα, πάντα βλέποντα, τοῦτο ἔργον ἔχοντα μάλιστα, κἂν μηδεὶς ὁ παρακαλῶν ᾖ, προνοεῖν, κήδεσθαι, κωλύειν ἀδικοῦντας, βοηθεῖν ἀδικουμένοις, τοῖς μὲν ἀποδιδόναι τὰς ἀμοιβὰς τῶν κατορθωμάτων, τοῖς δὲ τιθέναι τὰς τιμωρίας τῶν ἁμαρτημάτων;
000-00-00 Serial Number=0638348877
Fragmenta in Job Ante [Go Back]  
 [00016]  καὶ ὁ μὲν παρακαλῶν, οὐδεὶς, οἱ δὲ ἐπεμβαίνοντες, μυρίοι·
 [01451]  Εἰς ἀκοὴν δὲ τῶν ὑπ' αὐτοῦ λεγομένων τοὺς φίλους παρακαλῶν, πρὸς πλείονα δυσώπησιν, διπλασιάζει τὴν παράκλησιν·
000-00-00 Serial Number=0730259180
In Acta apostolorum Ante [Go Back]  
 [03545]  Κάλεσον αὐτὸν ὡς ἐκάλεσε Μωϋσῆς, καὶ ἐβόα παρακαλῶν ὑπὲρ τῶν φυγαδευσάντων αὐτόν.
 [09999]  Ἀνήρ τις ἦν Μακεδὼν ἑστὼς, παρακαλῶν αὐτὸν καὶ λέγων·
 [09999]  Καὶ ἰδοὺ, φησὶν, ἀνὴρ Μακεδὼν ἑστὼς, παρακαλῶν καὶ λέγων.
000-00-00 Serial Number=0128295362
In Ecclesiasten Ante [Go Back]  
 [00266]  Εἶδον δάκρυον τῶν συκοφαντουμένων καὶ οὐκ ἔστιν αὐτοὺς ὁ παρακαλῶν.
000-00-00 Serial Number=0850385547
In Genesim sermones Ante [Go Back]  
 [00781]  ἀλλ' ὥσπερ τις ὑπὸ δημίου τινὸς ἐπὶ κόλασιν ἀγόμενος ἀφόρητον, εἶτα τοὺς παριόντας ἅπαντας παρακαλῶν, ἱκετεύων, καὶ μηδεμιᾶς τυγχάνων ἀντιλήψεως, μετὰ πολλῆς [54.604] τῆς ἀπανθρωπίας πρὸς τὴν κόλασιν ἄγεται·
 [00782]  οὕτω καὶ οὗτος, καθάπερ ὑπὸ δημίου τοῦ λιμοῦ πρὸς τὴν νύκτα ἑλκόμενος καὶ τὴν ἀφόρητον ἀγρυπνίαν, ἐκτείνει μὲν τὰς χεῖρας, μετὰ σφοδρᾶς τῆς βοῆς τοὺς ἐν ταῖς οἰκίαις ἄνω καθημένους παρακαλῶν, οὐδεμιᾶς δὲ φιλανθρωπίας τυγχάνων, ἀνηλεῶς ἀποπέμπεται καὶ μετὰ πολλῆς τῆς ὠμότητος.
000-00-00 Serial Number=0123018801
In Isaiam Ante [Go Back]  
 [00035]  Τοιοῦτον καὶ οὗτος ἡμῖν διατηρεῖ τὸν χαρακτῆρα ὁ προφήτης, καὶ λέγων τὰς ἀποφάσεις τοῦ Θεοῦ μετὰ πολλῆς τῆς παρρησίας καὶ ἐπιτιμῶν τοῖς ἁμαρτάνουσι καὶ παρακαλῶν αὐτὸν συνεχῶς καὶ διὰ μακρῶν τῶν λόγων παροξυνόμενον κατ' αὐτῶν·
000-00-00 Serial Number=0425907612
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00112]  Σοφί [61.704] ζεται τὸν ἴδιον δοῦλον, οὐ παρακαλῶν, ἀλλὰ λέγων·
000-00-00 Serial Number=0842375457
In Psalmos 101-107 Ante [Go Back]  
 [00816]  Τὸ θεῖον κάλλος καὶ τὸν ἄῤῥητον πλοῦτον, ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει, διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐτῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν παντελῶς ἐκλεῖψαι συμμορίαν ἱκετεύει, οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μετα βληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀν τιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα.
000-00-00 Serial Number=0555069089
In centurionem Ante [Go Back]  
 [00111]  Ἐν τοσούτῳ γὰρ λογισάμενος ὅσον ἐστὶ τὸ διάφορον τοῦ ἀξιώματος, ἀποστέλλει δούλους, παρακαλῶν αὐτὸν καὶ λέγων, Μὴ σκύλλου·
 [00119]  Οἷος ἦν καὶ Πέτρος, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων καταπλαγεὶς, καὶ ἔννοιαν λαβὼν τοῦ μεγέθους τῆς δυνάμεως, εἶτα παρακαλῶν αὐτὸν καὶ λέγων·
000-00-00 Serial Number=0718196690
In diem natalem Ante [Go Back]  
 [00267]  Καὶ ὃ πρώην ὑμᾶς παρεκάλεσα, τοῦτο καὶ νῦν, καὶ ἀεὶ παρακαλῶν οὐ παύσομαι.
000-00-00 Serial Number=0762688398
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00005]  Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πα τὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλή [61.382] σεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς πα ρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.
 [00117]  Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει.
 [00118]  Οὐκ εἶπεν, Ὁ μὴ ἐῶν ἡμᾶς θλίβεσθαι, ἀλλ', Ὁ ἐν τῷ θλίβεσθαι παρακαλῶν.
 [00128]  Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει.
 [00133]  ∆ιὸ εἶπεν, Ὁ παρακαλῶν, οὐχ, Ὁ παρακαλέσας, καὶ, Ἐν πάσῃ θλίψει, οὐκ, Ἐν τῇδε καὶ τῇδε, ἀλλ', Ἐν πάσῃ·
 [00330]  Εὐλογητὸς γὰρ, φησὶν, ὁ Θεὸς ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει.
 [01651]  Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τοῦ κηρύγματος δεικνὺς τὴν ἰσχὺν, ὅτι δι' ὧν ἐπιβουλεύονται, διὰ τούτων λάμπουσι μᾶλλον τῶν διωκόντων αὐτοὺς, καὶ πᾶσαν τὴν οἰκουμένην ποιούντων εἰδέναι καὶ τὰ τρόπαια αὐτῶν καὶ τὴν εὐωδίαν, καὶ παρακαλῶν ὑπὲρ τῶν θλίψεων αὐτοὺς καὶ τῶν πειρασμῶν, ὥστε πάντα φέρειν γενναίως, εἴ γε καὶ πρὸ τῆς ἀντιδόσεως ἄφατον καρποῦνται τὸ κλέος.
 [03359]  Οὐδὲ γὰρ, ἐπειδὴ παρήκουσαν τοῦ ἐλθόντος πρεσβευτοῦ, παρωξύνθη καὶ ἀφῆκεν αὐτοὺς, ἀλλ' ἐπιμένει παρακαλῶν καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων.
 [03529]  Ἐκεῖνος μὲν γὰρ παρακαλῶν, οὐχ ἁπλῶς παρακαλεῖ, ἀλλὰ ταῦτα προτεινόμενος τὰ δικαιώματα·
 [03923]  Καὶ Ἑβραίοις δὲ πολλὰ ἕτερα τοιαῦτα γράφει, καὶ οὐ παύεται παρακαλῶν, καὶ λέγων, Ἔτι μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ·
 [04212]  Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ἐπὶ τῇ παρουσίᾳ Τίτου.
000-00-00 Serial Number=0715089738
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00293]  Καὶ καλῶς παρακαλῶν αὐτὸν μὴ ἐπαισχυνθῆναι, πρότερον αὐτὸν τοῦ σταυροῦ ἀνέμνησεν.
 [00521]  ἀναγινώσκεσθαι ποιεῖ τὰς Γραφὰς, διὰ σὲ τὸν οἶκον κοσμεῖ, διὰ σὲ ἀγρυπνεῖ, διὰ σὲ εὔχεται, ὑπὲρ σοῦ ἕστηκε τὸν Θεὸν παρακαλῶν, διὰ σὲ λιτὰς ποιεῖ, ὑπὲρ σοῦ πᾶσα αὐτῷ ἡ θρησκεία.
 [00629]  Ὁ γὰρ βοηθῶν τῷ ἀθλητῇ λιμῷ τηκομένῳ, ὁ παρὼν, ὁ λόγοις παρακαλῶν, ὁ τὴν ἄλλην θεραπείαν ἅπασαν παρέχων, τὸ ἴσον ἔχει τῷ ἀθλοῦντι.
000-00-00 Serial Number=0537756324
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09999]  Ὁ διώκων ὅταν δι' ἑαυτοῦ μὴ δυνηθῇ, διὰ τῶν πρὸ αὐτοῦ καταλαμβάνει τὸν φεύγοντα, τοὺς ἐγγὺς ὄντας μετὰ πολλῆς παρακαλῶν τῆς σπουδῆς κατέχειν καὶ τηρεῖν αὐτῷ κατασχεθέντα, ἕως ἂν φθάσῃ.
000-00-00 Serial Number=0217644751
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00485]  Οἶδα ἐγώ τινα, ὃς ὑπὲρ φίλου τοὺς ἁγίους ἄνδρας παρακαλῶν, παρεκάλει εὔχεσθαι πρότερον ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ.
000-00-00 Serial Number=0171814919
In epistulam ad Ephesios Ante [Go Back]  
 [06023]  Καὶ καθάπερ ἔδειξε τοῦ τὴν γυναῖκα ὑπακούειν αἴτιον τὸν ἄνδρα γινόμενον (διὸ καὶ τὰ πλείονα αὐτῷ διαλέγεται, τῇ τῆς ἀγάπης τυραννίδι παρακαλῶν αὐτὴν ἐπισπᾶσθαι), οὕτω δὴ καὶ ἐνταῦθα πάλιν εἰς αὐτὸν τὴν αἰτίαν ἀνάγει, λέγων·
000-00-00 Serial Number=0015298069
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02068]  τὸν γὰρ ἀπὸ θλίψεως στενοχωρούμενον ὁ μὴ παρακαλῶν σκληρότερον ποιεῖ.
 [06127]  Καὶ ὁ παρακαλῶν, οὕτω μάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων.
 [06156]  Βαβαὶ, πόση πληροφορία πίστεως! Εἶτα καὶ τὴν αἰτίαν τίθησιν, οὐ μόνον πρὸς τοὺς ἄθλους αὐτοὺς παρακαλῶν, ἀλλὰ καὶ πρὸς τὸ μὴ διασαλευθῆναι τῆς πίστεως.
000-00-00 Serial Number=0304367661
In epistulam ad Philippenses Ante [Go Back]  
 [01425]  Τί γάρ φησι, περὶ ὁμονοίας παρακαλῶν, τοῦ πάντων αἰτίου τῶν καλῶν;
 [01823]  τὰ δὲ ἡμέτερα λοιπὸν εἰπεῖν χρὴ, πρότερον ἐν κεφαλαίῳ τὰ ἐκείνων εἰπόντα, ὅτι εἰς ταπεινοφροσύνην παρακαλῶν οὐκ ἂν τὸν ἐλάττονα ὄντα καὶ τῷ μείζονι ὑπακούσαντα παρήγαγεν.
000-00-00 Serial Number=0166101754
In epistulam ad Romanos Ante [Go Back]  
 [01440]  Ἀνῃρέθη καὶ ὁ Υἱὸς ἐλθὼν, καὶ οὐδὲ οὕτως ἔσβεσε τὸν ἔρωτα, ἀλλ' ἀνῆψε μειζόνως, καὶ ἐπιμένει παρακαλῶν καὶ μετὰ τὸ τὸν Υἱὸν ἀναιρεθῆναι τὸν αὐτοῦ, καὶ δεόμενος, καὶ πάντα ποιῶν ὑπὲρ τοῦ πρὸς αὐτὸν ἐπιστρέψαι.
 [01477]  Εἰ ἐννοήσομεν, ποσάκις αὐτὸν ὑβρίζομεν μετὰ μυρία ἀγαθὰ, αὐτὸς δὲ ἕστηκε παρακαλῶν·
 [05773]  ἐπεὶ καὶ ὁ Πατὴρ φαίνεται παρακαλῶν ἀνθρώπους καταλλαγῆναι αὐτῷ.
 [06975]  τὸ πλέον τούτου τίθησιν, ὅτι Οὐ μόνον ἐμφανὴς ἐγενόμην, ἀλλὰ καὶ παρέμεινα τὰς χεῖρας ἀναπεταννὺς καὶ παρακαλῶν, πατρὸς φιλοστόργου καὶ μητρὸς φιλόπαιδος κηδεμονίαν ἐπιδεικνύμενος.
 [08057]  Εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει.
 [08818]  Κἂν ἀποστραφῶμεν, μένει παρακαλῶν, κἂν μὴ θέλωμεν ἐπιστραφῆναι, κολάζει διὰ τὸ φιλεῖν, οὐχ ἵνα τιμωρίαν ἀπαιτήσῃ.
 [09559]  Πάλιν παρακαλῶν αὐτὸν φείσασθαι τοῦ ἀσθενεστέρου, τοῦτό φησι.
 [09999]  Καὶ οὐδ' ἂν ἀπέστη παρακαλῶν, εἰ μὴ ὁ Θεὸς ἀπέστη πρῶτος.
000-00-00 Serial Number=0831570864
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00037]  Ἀξιόπιστος ὁ παρακαλῶν, καὶ μὴ παραιτήσει τὴν δόσιν.
 [00038]  Ἴδε τίς ἐστιν ὁ παρακαλῶν σε, καὶ φρίξον τὴν αἴτησιν·
000-00-00 Serial Number=0770649374
In illud Domine non est in homine Ante [Go Back]  
 [00193]  Ὥστε ὅταν φαίνηται τὸν Θεὸν παρακαλῶν ὑπὲρ τοῦ μὴ σφοδροτέραν γενέσθαι τὴν τιμωρίαν κατ' αὐτῶν, οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει, ὅτι ἄξιοι τοῦ κολάζεσθαι καὶ τιμωρίαν ὑπέχειν εἰσί·
 [00199]  Ὅταν οὖν φαίνηται παρακαλῶν ὁ προφήτης ὑπὲρ Ἰουδαίων, ὡς ὑπὲρ ἡμαρτηκότων εὔδηλον ὅτι παρακαλεῖ·
000-00-00 Serial Number=0084456325
In illud In faciem ei restiti Ante [Go Back]  
 [00277]  καὶ μυρία πολλαχοῦ πά σχων παρ' αὐτῶν δεινὰ, καὶ τῶν ἐθνῶν τὴν διδασκα λίαν πεπιστευμένος, οὐ παύεται παρακαλῶν ὑπὲρ ἐκείνων, καὶ λέγων, νῦν μέν·
000-00-00 Serial Number=0937408030
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00535]  εἰσέρχεται πρὸς τοὺς νοσοῦντας τέως, λόγοις αὐτοὺς παρακαλῶν, ὥσπερ ἰατρὸς διὰ τῶν φαρμάκων·
000-00-00 Serial Number=0432935238
Post reditum a priore exsilio Ante [Go Back]  
 [00138]  ἀπῄειν τὸν Θεὸν παρακαλῶν, καὶ παρακατατιθέμενος ὑμῶν τὴν ἀγάπην·
000-00-00 Serial Number=0470706642
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00458]  Εἰ γὰρ τὸ συνοικεῖν ἀνδράσιν γυναῖκας, καὶ γυναιξὶν ἄνδρας, τοῦτο ὑπετέμνετο φροντίδας, οὐκ ἂν ἐπὶ ἐγκράτειαν παρακαλῶν ὁ Παῦλος εἶπεν, Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι, ὡς καὶ ταύτῃ προτρέπων ἡμᾶς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»