Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μέλλοντες [113]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μέλλοντες


000-00-00 Serial Number=0692004085
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00412]  Πρῶτον μὲν γὰρ αὐτοὶ οἱ προσκυνεῖν μέλλοντες εἰς λάκκον αὐτὸν ἐμβάλλουσι, καὶ ἀνδράσιν ἀποδόμενοι βαρβάροις εἰς ἀλλοτρίαν καὶ πόῤῥω κειμένην πέμπουσι γῆν·
000-00-00 Serial Number=0556171000
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00696]  Ποίαν γὰρ ἂν σχοῖεν συγγνώμην, τὸν Χριστὸν μὴ δεξάμενοι, οἱ μέλλοντες ἐκείνῳ πιστεύειν;
 [00908]  οἱ δὲ μέλλοντες ἐξ αὐτῶν τὰ μέγιστα ὠφελεῖσθαι, οὐ τὴν τυχοῦσαν ὑπέμειναν ἂν ζημίαν, εἰ διὰ τὴν ἑτέρων ἀγνωμοσύνην καὶ ῥᾳθυμίαν αὐτοὶ μέλλοντες κερδαίνειν τῷ λαβεῖν αὐτάς, ἀπεστερήθησαν τῆς τοιαύτης ὠφελείας.
000-00-00 Serial Number=0252427578
Ad illuminandos catecheses Ante [Go Back]  
 [00413]  Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν στρατιωτῶν καὶ σώματος μέτρον καὶ σαρκὸς εὐεξίαν ἐπιζητοῦσιν οἱ μέλλοντες αὐτοὺς καταλέγειν εἰς τὸ στρατόπεδον·
 [00428]  οἱ γὰρ μέλλοντες εἰς τὸ θέατρον ἕλκεσθαι ἐκεῖνο, οὐ πρότερον καθιᾶσιν εἰς τοὺς ἀγῶνας, ἕως ἂν αὐτοὺς ὁ κῆρυξ λαβὼν ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς περιαγάγῃ βοῶν καὶ λέγων·
 [00535]  Ἀποτάσσομαί σοι, Σατανᾶ, ὡς ἐκεῖ μέλλοντες, κατὰ τὴν ἡμέραν ἐκείνην, ταύτην ἀπαιτεῖσθαι τὴν φωνὴν, καὶ φυλάξωμεν αὐτὴν, ἵνα σώαν τὴν παρακαταθήκην ταύτην ἀποδῶμεν τότε·
000-00-00 Serial Number=0984885871
Ad populum Antiochenum Ante [Go Back]  
 [01495]  Ἀλλ' οὐδὲν ἐκείνους ἐξέπληξεν, οὐχ ὁ θυμὸς τοῦ βασιλέως, οὐ τὸ μόνους ἐν μέσῳ τοσούτων ἀπειλῆφθαι, οὐ τὸ πῦρ ὁρώμενον, οὐχ αἱ σάλπιγγες ἠχοῦσαι, οὐ πάντες εἰς αὐτοὺς πῦρ βλέποντες, ἀλλὰ πάντων τούτων καταγελάσαντες, ὡς εἰς ψυχρὰν πηγὴν ὑδάτων ἐμπίπτειν μέλλοντες, ἐπὶ τὴν κάμινον εἰσῄεσαν, τὴν μακαρίαν ἐκείνην ἀφιέντες φωνὴν, ὅτι Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν.
 [02102]  τί δὲ ἐπείγεσθε πόλιν τοιαύτην καταποντίζειν μέλλοντες;
 [02558]  Καθάπερ γὰρ οἱ μέλλοντες εἰς δικαστήριον εἰσάγεσθαι, καὶ εὐθύνας τῶν πεπλημμελημένων ὑπέχειν, αὐχμῶντες, ῥυπῶντες, στυγνοὶ, κατεσταλμένοι τοῖς δικάζουσι φαίνονται, ὥστε καὶ ἀπὸ τοῦ σχήματος αὐτοὺς εἰς φιλανθρωπίαν ἐπισπάσασθαι καὶ ἔλεον καὶ συγγνώμην·
 [02636]  ψυχῆς δὲ καταφρονῶμεν, καὶ ταῦτα μήτε ἀργύριον καταβάλλειν μέλλοντες, μήτε ἑτέρους διενοχλεῖν, μήτε ὀδύνας ὑφίστασθαι, ἀλλὰ χωρὶς τούτων ἁπάντων διὰ τοῦ προελέσθαι καὶ βουληθῆναι μόνον, πᾶσαν αὐτῆς δυνάμενοι ποιήσασθαι τὴν διόρθωσιν, καὶ ἀκριβῶς εἰδότες, ὡς εἰ μὴ τοῦτο ποιήσαιμεν, τὴν ἐσχάτην ὑποστησόμεθα δίκην, καὶ τὰς ἀπαραιτήτους κολάσεις καὶ τιμωρίας;
 [03671]  μετὰ πολλῆς οὖν τῆς σπουδῆς, καὶ ὥσπερ εἰς δικαστήριον ἀπαντήσεσθαι μέλλοντες φοβερὸν, τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν, εἰδό [49.135] τες ὡς μηδεμιᾶς ἀπολαύσομεν συγγνώμης, εἰ μετὰ φυσικὸν καὶ γραπτὸν νόμον, καὶ διδασκαλίαν τοσαύτην, καὶ συνεχῆ παραίνεσιν, τῆς ἡμετέρας ἀμελήσαιμεν σωτηρίας.
 [04203]  Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων εἰσιέναι τε εἰς νηστείαν μέλλοντες, καθάπερ πολιορκίᾳ τινὶ μακρᾷ παραδίδοσθαι μελλούσης τῆς γαστρὸς, ἀδηφαγίαν καὶ μέθην προλαβόντες ἀποτίθενται, ἐξιόντες τε πάλιν, ὥσπερ ἔκ τινος μακροῦ λιμοῦ καὶ χαλεποῦ δεσμωτηρίου τῆς νηστείας ἀπαλλαγέντες, μετὰ πολλῆς τῆς ἀπειροκαλίας ἐπὶ τὰς τραπέζας τρέχουσι, καθάπερ σπουδάζοντες τὴν ἐκ τῆς νηστείας γενομένην αὐτοῖς ὠφέλειαν τῇ τῆς ἀδηφαγίας ἀμετρίᾳ καταλῦσαι πάλιν, ἀναγκαῖον ἦν καὶ τότε καὶ νῦν τοὺς περὶ ἐγκρατείας κινῆσαι λόγους.
 [05720]  Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν καὶ μισθὸν τοσοῦτον μέλλοντες λαμβάνειν, μηδὲ οὕτως ὑπακούωμεν τῷ νομοθέτῃ, ἀλλὰ μένωμεν καταφρονοῦντες;
000-00-00 Serial Number=0261326909
Admonitiones spirituales Ante [Go Back]  
 [00096]  ἡμεῖς καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν μέλλοντες κληρονομεῖν, τί ἀθυμοῦμεν.
000-00-00 Serial Number=0198056042
Adversus Judaeos Ante [Go Back]  
 [00854]  Καὶ μέλλοντες εὐλογεῖν οἱ ἱερεῖς, πρότερον τοῦτο ὑμῖν ἐπευξάμενοι, οὕτω τῆς εὐλογίας ἄρχονται.
000-00-00 Serial Number=0527211905
Catecheses ad illuminandos Ante [Go Back]  
 [00233]  Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται καὶ ἄνδρες καὶ γυναῖκες, τοῦτο γὰρ τὸ τοῦ Χριστοῦ στρατόπεδον οὐκ οἶδε φύσεως διαφοράν, ἐντεῦθεν ἤδη πᾶσαν τοιαύτην συνήθειαν ἐκκόψαντες ὡς μέλλοντες τὸν ἁπάντων βασιλέα ὑποδέχεσθαι, οὕτως ἐκκαθάρατε ὑμῶν τὴν διάνοιαν ὥστε μηδένα ῥύπον ἐπισκοτεῖν τοῖς ὑμετέροις λογισμοῖς.
 [00603]  [4.6] Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, οἱ εἰς τὸν οὐρανὸν σήμερον πολιτογραφηθέντες, οἱ εἰς τὴν ἑστίασιν ταύτην τὴν πνευματικὴν κληθέντες καὶ τῆς τραπέζης τῆς βασιλικῆς ἀπολαύειν μέλλοντες, ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν προθυμίαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε.
000-00-00 Serial Number=0809214532
De Anna i Ante [Go Back]  
 [00985]  Εἰ δὲ βασιλεὺς ἀνὴρ μυρίαις βαπτιζόμενος φροντίσι, καὶ πανταχόθεν περιελκόμενος, τοσαυτάκις τῆς ἡμέρας παρεκάλει τὸν Θεὸν, τινὰ ἂν ἔχοιμεν ἀπολογίαν ἢ συγγνώμην ἡμεῖς, τοσαύτην σχολὴν ἄγοντες, καὶ μὴ συνεχῶς αὐτὸν ἱκετεύοντες, καὶ ταῦτα τοσοῦτον μέλλοντες καρποῦσθαι κέρδος;
 [00993]  Καὶ ὅπερ ἀριστοποιούμενοι καὶ πίνειν μέλλοντες ποιοῦμεν, ἐπειδὰν ἴδωμεν τὸ θερμανθὲν ὕδωρ καταψυγὲν, ἐπὶ τῆς ἐσχάρας αὐτὸ τίθεμεν πάλιν, ὥστε διαθερμανθῆναι ταχέως·
 [00995]  Καὶ γὰρ ἐκεῖνοι πλίνθους μέλλοντες οἰκοδομεῖν, διὰ τὸ τῆς ὕλης σαθρὸν ξύλοις μακροῖς ἀποσφίγγουσι τὴν οἰκοδομὴν, καὶ οὐδὲ διὰ πολλοῦ τοῦτο ποιοῦσι τοῦ διαστήματος, ἀλλὰ δι' ὀλίγου, ἵνα τῇ πυκνότητι τῶν ξύλων τούτων ἀσφαλεστέραν τὴν συνθήκην τῶν πλίνθων ἐργάσωνται.
000-00-00 Serial Number=0092296004
De baptismo Christi Ante [Go Back]  
 [00037]  Οἰκέτας ἔχετε πολλοὶ τῶν ἐνταῦθα παρόντων καὶ υἱοὺς, καὶ μέλλοντες αὐτοὺς παραδιδόναι τοῖς τῶν τεχνῶν ἐπιστάταις, ὧν ἂν ἕλοισθε, καὶ τὴν οἰκίαν αὐτοῖς τὴν ὑμετέραν ἄβατον ποιεῖτε καθάπαξ, καὶ στρώματα καὶ τροφὰς καὶ τὴν ἄλλην ἅπασαν αὐτοῖς παρασκευάσαντες διακονίαν, τῷ διδασκάλῳ συγκατοικίζετε ἀπείργοντες αὐτοὺς τῆς οἰκίας ἐπιβαίνειν τῆς ὑμετέρας, ἵνα ἡ συνεχὴς ἐκεῖ διατριβὴ τὴν διδασκαλίαν ἀκριβεστέραν ἐργάσηται, μηδεμιᾶς φροντίδος τὴν σχολὴν διακοπτούσης.
 [00038]  Νυνὶ δὲ οὐ τέχνην τὴν τυχοῦσαν, ἀλλὰ τὴν πασῶν μείζονα μανθάνειν μέλλοντες, πῶς ἀρέσαι τῷ Θεῷ δεῖ, καὶ τῶν οὐρανίων ἐπιτυχεῖν, παρέργως ἡγεῖσθε δύνασθαι τοῦτο κατορθοῦν.
000-00-00 Serial Number=0043283522
De diabolo tentatore Ante [Go Back]  
 [00429]  ἔστωσαν δὲ καὶ ἀθληταὶ δύο πρὸς ἐκεῖνον παλαίειν μέλλοντες, καὶ τούτων τῶν δύο ἀθλητῶν ὁ μὲν ὑπὸ γαστριμαργίας ἔστω διεφθαρμένος, ἠμελημένος, ἐξῃσθενημένος, ἐκνενευρισμένος, ἕτερος δὲ σπουδάζων, εὐεκτῶν, ἐν παλαίστρᾳ διατρίβων, ἐν γυμνασίοις πολλοῖς, πᾶσαν τὴν ἄσκησιν τὴν περὶ τὴν ἄθλησιν ἐπιδεικνύμενος·
000-00-00 Serial Number=0227125168
De gloria in tribulationibus Ante [Go Back]  
 [00045]  οἱ δὲ πρὸς ταῦτα ἀγωνίζεσθαι μέλλοντες, ἀρτίως ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ τρυφῆς καὶ ἀκολασίας καὶ μέθης εἰσποιηθέντες ἦσαν τῇ πίστει, οὐδὲν ὑψηλὸν περὶ τῆς ἀϊδίου ζωῆς τέως μεμελετηκότες ἐννοεῖν, ἀλλὰ τῶν παρόντων ἀντεχόμενοι μᾶλλον·
000-00-00 Serial Number=0252687633
De incomprehensibili dei natura Ante [Go Back]  
 [00824]  Εἶτα βασιλέως μὲν ὀργὴν ἐπιγείου καταλῦσαι βουλόμενοι, μετὰ παίδων καὶ γυναικῶν συνετρέχετε πάντες, τὸν δὲ τῶν οὐρανῶν βασιλέα μέλλοντες ἵλεω ποιήσειν καὶ ἐξαρπάσειν τῆς ὀργῆς αὐτοῦ οὐχ ἕνα καθάπερ τότε, οὐδὲ δύο καὶ τρεῖς καὶ ἑκατόν, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἁμαρτωλοὺς καὶ τοὺς δαιμονῶντας ἀπαλλάττειν τῆς τοῦ διαβόλου παγίδος, ἔξω καθέζεσθε καὶ οὐ συντρέχετε κοινῇ πάντες, ἵνα ὁ Θεὸς τὴν συμφωνίαν ὑμῶν αἰδεσθείς, κἀκείνοις ἀφῇ τὴν κόλασιν καὶ ὑμῖν συγχωρήσῃ τὰ ἁμαρτήματα;
000-00-00 Serial Number=0382238030
De jejunio [2] Ante [Go Back]  
 [00054]  καὶ οἱ μέλλοντες δέχεσθαι τὴν τοιαύτην ἐντολὴν, λέγουσιν, Οὗτοι οἱ θεοί σου.
000-00-00 Serial Number=0562373459
De jejunio sermones 1 Ante [Go Back]  
 [00344]  πόσῳ μᾶλλον οἱ τὸν ἀληθινὸν βασιλέα ὑποδέχεσθαι μέλλοντες ὀφείλομεν ἑαυτοὺς ἀξίους παρασκευάζειν τοῦ μέλλοντος ἐν ἡμῖν οἰκεῖν;
000-00-00 Serial Number=0753107309
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00597]  μᾶλλον δέ, καθάπερ τῆς ἀκτῖνος ἀνισχούσης, καὶ σκότος ἐλαύνεται, καὶ θηρία καταδύεται καὶ φωλεύει λοιπόν, καὶ λῃσταὶ δραπετεύουσι, καὶ ἀνδροφόνοι περὶ τὰ σπήλαια καταφεύγουσι, καὶ πειραταὶ ἀφίστανται, καὶ τυμβωρύχοι ἀναχωροῦσι, καὶ μοιχοὶ καὶ κλέπται καὶ τοιχωρύχοι, ἅτε ἀπὸ τῆς ἀκτῖνος ἐλέγχεσθαι μέλλοντες, ἀπελθόντες που μακρὰν ἑαυτοὺς ἀφανίζουσι, καὶ πάντα διαφανῆ καὶ λαμπρὰ γίνεται, καὶ γῆ, καὶ θάλαττα, τῆς ἀκτῖνος ἄνωθεν πάντα καταυγαζούσης, τὰ πελάγη, τὰ ὄρη, τὰς χώρας, τὰς πόλεις·
 [00847]  Ἐπεὶ καὶ μάρτυρες πολλοὶ πολλάκις ἀπάγεσθαι μέλλοντες ἐπὶ θανάτῳ ὠχρίασαν καὶ φόβου καὶ ἀγωνίας ἐνεπλήσθησαν·
 [01079]  Ἐκάλεσαν αὐτὸν ὡς μέλλοντες κρίνειν, ποτὲ μὲν Ἰουδαῖοι, ποτὲ δὲ Ἀθηναῖοι, καὶ γεγόνασιν οἱ δικασταὶ μαθηταί, οἱ ἀντίδικοι ὑπήκοοι.
000-00-00 Serial Number=0674985349
De negatione Petri Ante [Go Back]  
 [00230]  Καθάπερ γὰρ κρήνας εἶναι ἐν ταῖς αὐλαῖς τῶν εὐκτηρίων οἴκων νενόμισται, ἵνα οἱ μέλλοντες εὔχεσθαι τῷ Θεῷ, πρότερον ἀπονιψάμενοι τὰς χεῖρας, οὕτως αὐτὰς εἰς εὐχὴν ἀνατείνωσιν·
000-00-00 Serial Number=0364612460
De paenitentia [1] Ante [Go Back]  
 [01314]  Καθάπερ γὰρ οἱ θηρίοις πυκτεύειν μέλλοντες, πολλοῖς ὅπλοις καὶ ἀσφαλίσμασι τὰ καίρια τῶν μελῶν περιφράξαντες, τὴν πρὸς ἐκεῖνα ἀναδέχονται μάχην·
 [01315]  οὕτω καὶ νῦν πολλοὶ τῶν ἀνθρώπων εἰσὶν, οἳ καθάπερ θηρίῳ τῇ νηστείᾳ πυκτεύειν μέλλοντες, οὕτω τῇ γαστριμαργίᾳ καθοπλίζονται, καὶ διαῤῥήξαντες ἑαυτοὺς καὶ σκοτώσαντες μετὰ πολλῆς τῆς παραφροσύνης ὑποδέχονται τὸ γαλήνιον καὶ ἥμερον τῆς νηστείας ὄμμα Κἂν μὲν ἐρωτήσω σε, Τίνος ἕνεκεν εἰς βαλανεῖον τρέχεις σήμερον;
000-00-00 Serial Number=0117447436
De prophetiarum obscuritate Ante [Go Back]  
 [00110]  λοιπὸν δὲ πρὸς τὸ ἐπεῖγον ἀπαγάγωμεν, τὸν λόγον τὸν περὶ τοῦ Μελχισεδὲκ εἰς ἑτέραν ἡμέραν ἀναβαλλόμενοι, καὶ διαναστήσωμεν τὴν ἀκοὴν, προφητικῶν μέλλοντες ἀκούειν αἰνιγμάτων.
 [00552]  Τίνος οὖν ἕνεκεν μὴ μέλλοντες ἅπαντα τήμερον ἀποδιδόναι, ἁπάντων τῶν ὀφλημάτων τὴν ὑπόθεσιν ὑμῖν ἀνέγνωμεν;
000-00-00 Serial Number=0831293583
De pseudoprophetis Ante [Go Back]  
 [00293]  Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικοὺς, ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε, λέγων·
000-00-00 Serial Number=0460201919
De sacerdotio Ante [Go Back]  
 [00633]  Καὶ καθάπερ τύραννον, ἕως μὲν ἂν κρατῇ, ἅπαντες πεφρίκασι καὶ κολακεύουσι διὰ τὸ μὴ δύνασθαι καθελεῖν, ὅταν δὲ ἴδωσι προχωροῦν ἐκεῖνο, τὴν μεθ' ὑποκρίσεως ἀφέντες τιμὴν οἱ πρὸ μικροῦ φίλοι γεγόνασιν ἐξαίφνης ἐχθροὶ καὶ πολέμιοι καὶ πάντα αὐτοῦ τὰ σαθρὰ καταμαθόντες ἐπιτίθενται παραλύοντες τῆς ἀρχῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν ἱερέων, οἱ πρὸ βραχέος, καὶ ἡνίκα ἐκράτει, τιμῶντες καὶ θεραπεύοντες, ὅταν μικρὰν εὕρωσι λαβήν, παρασκευάζονται σφοδρῶς, οὐχ ὡς τύραννον μόνον, ἀλλὰ καὶ τούτου χαλεπώτερον καθαιρήσειν μέλλοντες.
000-00-00 Serial Number=0199636579
De virginitate Ante [Go Back]  
 [00313]  Καὶ πᾶσα τότε ἡ γῆ ἔρημος ἦν ἀνθρώπων, τοῦτο ὃ νῦν δεδοίκασιν οὗτοι οἱ τῆς οἰκουμένης μεριμνηταί, οἱ τὰ μὲν ἑτέρων σπουδαίως μεριμνῶντες, τὰ δὲ ἑαυτῶν οὐδὲ ἐννοεῖν ἀνεχόμενοι καὶ ὑπὲρ μὲν τοῦ κοινοῦ τῶν ἀνθρώπων δεδοικότες γένους μή ποτε ἐπιλείπῃ, τῆς δὲ ἰδίας ἕκαστος ὡς ἀλλοτρίας οὕτως ἀμελοῦντες ψυχῆς καὶ ταῦτα μέλλοντες ὑπὲρ μὲν ταύτης καὶ τῶν μικροτάτων ἕνεκεν ἀκριβεῖς ἀπαιτεῖσθαι τὰς εὐθύνας, ὑπὲρ δὲ τῆς τῶν ἀνθρώπων ὀλιγότητος οὐδὲ τὸν τυχόντα λόγον ὑφέξειν.
 [01134]  Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι καὶ προσηνεῖς φάρμακον πικρὸν ἢ τομὴν ἢ καῦσιν ἤ τι τῶν τοιούτων προσάγειν μέλλοντες, οὐκ ἀθρόως τὸ πᾶν ἐργάζονται ἀλλ' ἐν τῷ μεταξὺ δόντες ἀναπνεῦσαι τῷ κάμνοντι οὕτως ἀεὶ τὸ λειπόμενον προστιθέασι, τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Παῦλος οὐκ ἀνενδότως οὐδὲ δι' ὅλου οὐδὲ ἐφεξῆς τὴν περὶ τῆς παρθενίας ὕφηνε συμβουλὴν ἀλλὰ διακόπτων αὐτὴν συνεχῶς τοῖς περὶ τοῦ γάμου λόγοις καὶ ταύτης τὸ σφοδρότερον ὑποκλέπτων προσηνῆ τε καὶ εὐπαράδεκτον τὸν λόγον ἐποίησεν.
 [01639]  Οὐδὲ γὰρ εἰς βασιλείαν μεθίστασθαι μέλλοντες ἀπὸ πενιχρᾶς οἰκίας, κεραμίδων καὶ ξύλων καὶ ἐπίπλων καὶ τῆς ἄλλης τῆς κατὰ τὴν οἰκίαν ἐφροντίσαμεν ἂν πενίας.
 [01648]  Εἰ γὰρ οἱ μέλλοντες δικαστηρίῳ παραστήσεσθαι τῷ παρ' ἡμῖν καὶ λόγον ὑφέξειν τῶν πεπλημμελημένων, τῆς κυρίας γενομένης ἐγγύς, οὐ γυναικὸς μόνον ἀλλὰ καὶ σίτων καὶ ποτῶν καὶ πάσης ἑαυτοὺς ἀποστήσαντες φροντίδος τῆς ἀπολογίας γίνονται μόνης πολλῷ μᾶλλον ἡμᾶς τοὺς οὐκ ἐπιγείῳ τινὶ δικαστηρίῳ ἀλλ' οὐρανίῳ βήματι παραστήσεσθαι μέλλοντας καὶ ῥημάτων καὶ πραγμάτων καὶ ἐννοιῶν εὐθύνας ὑφέξειν, πάντων ἀφίστασθαι χρὴ καὶ χαρᾶς καὶ λύπης τῆς ἐπὶ τοῖς παροῦσι πράγμασι καὶ τὴν φοβερὰν μόνον ἐκείνην ἡμέραν μεριμνᾶν.
 [01679]  ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, ἵνα οἱ φθάσαντες ἤδη δεθῆναι ἢ καὶ μέλλοντες ἑτέρῳ τινὶ τρόπῳ χαυνότερον ἐργάσωνται τὸν δεσμόν.
000-00-00 Serial Number=0290353596
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00465]  Εἰ οὖν ὁ μακάριος ∆αυῒδ βασιλεὺς ὢν, καὶ μυρίαις βαπτιζόμενος φροντίσι, καὶ πανταχόθεν περιελκόμενος, ἑπτάκις τῆς ἡμέρας παρεκάλει τὸν Θεὸν, τίνα ἂν ἔχοιμεν ἀπολογίαν καὶ συγγνώμην ἡμεῖς, τοσαύτην σχολὴν ἄγοντες, καὶ μὴ συνεχῶς αὐτὸν ἱκετεύοντες, καὶ ταῦτα τοσοῦτον μέλλοντες καρποῦσθαι κέρδος;
 [00989]  Ἀλλ' εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ καθάπερ θηρίῳ τῇ νηστείᾳ πυκτεύειν μέλλοντες, οὕτω τῇ γαστριμαργίᾳ καθοπλίζονται, καὶ διαῤῥήξαντες ἑαυτοὺς καὶ σκοτώσαντες, μετὰ πολλῆς τῆς παραφροσύνης ὑποδέχονται τὸ γαληνὸν καὶ ἥμερον τῆς νηστείας ὄμμα.
 [01795]  καὶ ταῦτα μήτε ἀργύριον καταβαλεῖν μέλλοντες, μήτε ἑτέρους διενοχλεῖν, μήτι ὀδύνας ὑφίστασθαι·
 [01897]  τὸν δὲ οὐράνιον βασιλέα μέλλοντες ἵλεων ποιῆσαι καὶ ἐξαρπάσειν τῆς ὀργῆς αὐτοῦ, οὐχ ἕνα οὐδὲ δύο καὶ τρεῖς καὶ ἑκατὸν, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἁμαρτωλοὺς, ἔξω καθέζεσθε, καὶ οὐ συντρέχετε κοινῇ πάντες, ἵνα ὁ Θεὸς τὴν συμφωνίαν ὑμῶν αἰδεσθεὶς, κἀκείνοις ἀφῇ τὴν κόλασιν, καὶ ὑμῖν συγχωρήσῃ τὰ ἁμαρτήματα;
 [02119]  Ἔστω ἀνταγωνιστὴς εἷς, ἔστωσαν καὶ ἀθληταὶ δύο πρὸς ἐκεῖνον παλαίειν μέλλοντες·
 [02832]  Οἱ γυναῖκας ἄγεσθαι μέλλοντες, τοὺς παρὰ τῷ Παύλῳ περὶ γάμων κειμένους ἀναγινωσκέτωσαν πρότερον νόμους, κἀκεῖθεν μανθανέτωσαν τί δεῖ ποιεῖν, ὅταν πονηρὰ καὶ λοίδορος καὶ μανίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τῶν τοιούτων ἔχουσα τύχοι γυνή.
 [02836]  Εἰ γὰρ οἰκίας ὠνεῖσθαι μέλλοντες καὶ οἰκέτας, περιεργαζόμεθα καὶ πολυπραγμονοῦμεν, τούς τε πωλοῦντας τούς τε ἔμπροσθεν κτησαμένους, τῶν μὲν τὴν κατασκευὴν, τῶν δὲ καὶ τὴν τοῦ σώματος ἕξιν καὶ τὴν τῆς ψυχῆς προαίρεσιν·
 [05540]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης, ἀλλὰ καὶ μαινομένης καὶ καταβοώσης καὶ συνεχῆ τὰ κύματα ἐπεγειρούσης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δὴ καὶ δικαστήριον ἐν τῷ πλοίῳ καθίσαντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ τινὶ μέλλοντες εὐθύνας παρασχεῖν ὧν ἂν ψηφίσοιντο·
000-00-00 Serial Number=0528639555
Expositiones in Psalmos Ante [Go Back]  
 [00061]  Ἀλλ' ἀνθρώποις μὲν μέλλοντες διαλέγεσθαί τισι τῶν ὑπὲρ ἡμᾶς, καὶ σχῆμα, καὶ βάδισμα, καὶ στολὴν, καὶ πάντα ῥυθμίσαντες εἰς τὸ δέον, οὕτω διαλεγόμεθα·
 [00064]  Εἰ δὲ μετὰ τῆς προσηκούσης εὐλαβείας, καὶ ὡς Θεῷ διαλέξεσθαι μέλλοντες, οὕτω προσῄειμεν, τότε ἂν ἔγνωμεν, καὶ πρὸ τοῦ λαβεῖν ἅπερ ᾐτοῦμεν, ἡλίκον κέρδος καρπούμεθα.
 [00217]  Μηδεὶς ἔστω κιθαριστὴς, μηδὲ λυρῳδὸς οὕτως ἐναγώνιος, μέλλων ἐν σκηναῖς εἰσιέναι, καὶ δεδοικὼς μή τι ἀπηχὲς ἀνακρούσηται, ὡς ἡμεῖς μέλλοντες εἰσιέναι εἰς τὸ τῶν ἀγγέλων θέατρον.
 [00996]  Εἰ γὰρ εἰς πόλιν μέλλοντες εἰσιέναι, δεόμεθα τοῦ γνωρίζοντος ἡμῖν τὴν ὁδόν·
 [00997]  πολλῷ μᾶλλον εἰς τὸν οὐρανὸν ἀποδημεῖν μέλλοντες, χρείαν ἔχομεν τῆς ἄνωθεν ῥοπῆς, ἵνα καὶ δείξῃ καὶ στηρίξῃ καὶ χειραγωγήσῃ·
000-00-00 Serial Number=0969970644
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02166]  Κατεφύγομεν εἰς πόλιν, ὡς ἐκεῖ μέλλοντες ἐν εἰρήνῃ διάγειν, κἀκεῖ ἔνδεια κατέλαβεν.
000-00-00 Serial Number=0114910483
Fragmenta in Job Ante [Go Back]  
 [01006]  ἀλλ' ἀλγοῦντος, καὶ ζητοῦντος, διὰτίοἱ ἐν συμφοραῖς ἐξετάζεσθαι μέλλοντες, εἰς τὸν βίον παρέρχονται;
000-00-00 Serial Number=0460791647
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00079]  Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
000-00-00 Serial Number=0518546104
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00192]  Ἐπειδὴ γὰρ Ἰουδαῖοι ἦσαν οἱ μέλλοντες αὐτὸν δέχεσθαι, αὐτὸς δὲ ἦν γυναικὸς Ἰουδαίας πιστῆς υἱὸς, πατρὸς δὲ Ἕλληνος, καὶ διὰ τοῦτο ἀκρόβυστος, περιέθηκε τὴν περιτομὴν, τὰ τῶν ἁλιέων ἐργαζόμενος·
000-00-00 Serial Number=0746588886
In Acta apostolorum Ante [Go Back]  
 [00204]  Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐπειδὴ πολλοὶ ἦσαν [60.20] οἱ μέλλοντες πιστεύειν αὐτόθι.
 [00218]  Εἰ γὰρ ἄγγελον μέλλων ὁρᾷν ὁ ∆ανιὴλ παρίετο, πολλῷ μᾶλλον οὗτοι μέλλοντες τοσαύτην δέχεσθαι χάριν.
 [00265]  Εἰ γὰρ πόρναι καὶ τελῶναι ἐπὶ τὸ βάπτισμα ᾔεσαν ἐκεῖνο, πολλῷ μᾶλλον οἱ μετὰ ταῦτα βαπτίζεσθαι μέλλοντες ὑπὸ τοῦ Πνεύματος.
 [00395]  Μὴ τοίνυν καιρὸν ἀναμένωμεν, μήποτε μέλλοντες καὶ ἀναβαλλόμενοι ἀπέλθωμεν κενοὶ καὶ ἔρημοι τοσούτων [60.25] ἀγαθῶν.
 [09999]  ἐπεὶ καὶ πατέρες ὑπὲρ παίδων οὐ μέλλοντες ἐγκαλεῖσθαι, ὅμως ἀλγοῦσι καὶ δάκνονται.
 [09999]  Ἡμεῖς δὲ προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον·
 [09999]  Εὐθέως δὲ ἀπέστησαν ἀπ' αὐτοῦ οἱ μέλλοντες ἀνετάζειν αὐτόν.
 [09999]  καὶ δηλοῖ Ἰωάννης ἄνθρωπος ὢν, καὶ Ἠλίας εἰς τὸν οὐρανὸν ἀνελθὼν, καὶ πάντες οἱ μέλλοντες ἀπιέναι ἐκεῖ.
 [09999]  Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυτηνῷ, μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως.
000-00-00 Serial Number=0796042085
In Isaiam Ante [Go Back]  
 [00203]  Ὡς γὰρ τὰ παρελθόντα οὐκ ἔνι μὴ γεγενῆσθαι, οὕτω τὰ μέλλοντα ὑπὸ τῶν προφητῶν λέγεσθαι, οὐκ ἔνι μὴ συμβῆναι, πλὴν εἰ μήποτε μετανοήσαιεν οἱ κολάζεσθαι μέλλοντες.
 [00707]  Τίνες οὖν οἱ μέλλοντες αὐτὸν ὑποδέχεσθαι;
000-00-00 Serial Number=0634437859
In Joannem Ante [Go Back]  
 [01698]  Ἐπεὶ καὶ οἱ νομοθέται πολλὰς καὶ χαλεπὰς κατὰ τῶν ἡμαρτηκότων τιθέασι τιμωρίας, καὶ ὅμως αὐτοὺς οὐκ ἀποστρεφόμεθα διὰ ταῦτα, ἀλλὰ καὶ μᾶλλον τιμῶμεν τῶν κολάσεων χάριν, καὶ ὅτι μηδενὸς δεόμενοι τῶν παρ' ἡμῶν, πολλάκις δὲ οὐδὲ εἰδότες τίνες ποτὲ ἔσονται οἱ μέλλοντες τῆς διὰ τῶν γραμμάτων αὐτῶν ἀπολαύσεσθαι βοηθείας, ὅμως ἐφρόντισαν τῆς κατὰ τὸν βίον τὸν ἡμέτερον εὐταξίας, τιμῶντες μὲν τοὺς ἐν ἀρετῇ ζῶντας, εἴργοντες δὲ διὰ τῶν τιμωριῶν τοὺς ἀκολάστους, καὶ τῇ τῶν λοιπῶν ἡσυχίᾳ λυμαινομένους.
000-00-00 Serial Number=0596484423
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00072]  Καὶ καθάπερ ἄνθρωποι μέλλοντες ἀποδημεῖν εἰς πατρίδα μακρὰν ἀφεστηκυῖαν, τὴν οἰκίαν ἐξαργυρίσαντες πολλάκις προπέμπουσιν·
000-00-00 Serial Number=0966143072
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00237]  βούλει μαθεῖν, ὅτι καὶ μέλλοντες ὁρᾷν αὐτὸν ἀναβαίνοντα, ἔχαιρον καὶ ἐσκίρτων;
000-00-00 Serial Number=0027272105
In catenas sancti Petri Ante [Go Back]  
 [00059]  Ἐκεῖνοι γὰρ ἔλεγον, μὴ ἐν τῇ ἑορτῇ γενέσθαι τὴν τούτου σύλληψιν, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ, ὡς μετὰ τὴν ἑορτὴν πάντως ἐπὶ τὸν σταυρὸν ἄγειν μέλλοντες.
000-00-00 Serial Number=0521070063
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00129]  Καὶ καθάπερ πρὸς τὰς μεγάλας τινὲς ἀρχὰς καλούμενοι, καὶ τὰς βασιλικωτέρας τῶν πόλεων μέλλοντες οἰκεῖν, διαπαντὸς τὴν οὐσίαν αὐτῶν πᾶσαν ἐξαργυρίσαντες, οὕτω μεθίστανται·
000-00-00 Serial Number=0445621014
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00423]  Τοιγαροῦν διὰ τοῦτο πάντα ἀπόλωλε καὶ διέφθαρται, ὅτι βήματι μὲν ἀνθρωπίνῳ παραστήσεσθαι μέλλοντες περὶ πραγμάτων βιωτικῶν, πάντα κινοῦμεν, πάντας ἀξιοῦμεν, διηνεκῶς περὶ τούτου μεριμνῶμεν, πάντα ὑπὲρ τούτου πράττομεν, εἰς δὲ τὸ βῆμα τοῦ Χριστοῦ μέλλοντες ἥκειν μετ' οὐ πολὺ, οὐδὲν οὔτε δι' ἑαυτῶν, οὔτε δι' ἄλλων πράττομεν, οὐκ ἀξιοῦμεν τὸν δικαστήν.
000-00-00 Serial Number=0141633689
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01565]  Ἐν συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς τοῦ νίπτεσθαι καὶ εὔχεσθαι, καὶ οὐκ ἔνι μὴ νιψάμενον τοῦτο ποιῆσαι, ἀλλ' ἡδέως οὐκ εὐχόμεθα, εἰ ἀνίπτοις χερσὶ τοῦτο ποιοῦμεν, ὡς προσκρούειν μέλλοντες Θεῷ, καὶ ὑπὸ συνειδὸς πονηρὸν ὄντες.
000-00-00 Serial Number=0582099080
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01243]  Ποίοις οὖν, εἰπέ μοι, λόγοις ἐκέχρηντο πιθανοῖς, μέλλοντες ἅπτεσθαι τοῦ κηρύγματος καὶ πρὸς τὴν οἰκουμένην ἐξιέναι ἅπασαν;
 [01314]  Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, μέλλοντες τοῦτο ποιεῖν, οὐκ εὐθέως τὴν Ἰουδαίαν ἀφέντες, εἰς τὰς ἔξω πόλεις ἀπῆλθον, ἀλλ' ἔνδον ἐστρέφοντο;
 [01481]  καὶ οἱ ἀκούοντες καὶ πείθεσθαι μέλλοντες, καὶ τρυφῇ καὶ μέθῃ καὶ πολλῇ συντραφέντες ἦσαν κακίᾳ.
 [05444]  Οὐ γὰρ ὑπὲρ ἑαυτῶν φροντίζουσιν, ἀλλὰ καὶ καίεσθαι μέλλοντες, ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης μεριμνῶσιν.
 [06285]  ὁ δὲ ὁλοκλήρους ἀπαιτῶν ἐκεῖ τοὺς στεφάνους, πολὺ θαυμαστότερος φαίνεται, κατὰ τὸν Λάζαρον ἐκεῖνον τὸν πάντα ἐκεῖ ἀπολαμβάνοντα τὰ ἀγαθὰ, κατὰ τοὺς παῖδας τοὺς τρεῖς, οἳ μέλλοντες εἰς τὴν κάμινον ἐμπίπτειν, ἔλεγον, ὅτι Ἔστι Θεὸς ἐν οὐρανοῖς ἱκανὸς ἐξελέσθαι ἡμᾶς·
000-00-00 Serial Number=0862692654
In epistulam ad Ephesios Ante [Go Back]  
 [01410]  Οἱ γὰρ μὴ μέλλοντες ἐπιτεύξεσθαι τῶν οὐρανίων, πάροικοί εἰσιν.
000-00-00 Serial Number=0652442694
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00102]  ἐπειδὴ δὲ ὡς μέλλοντες τιμωρεῖσθαι, εἰ ἀποσταῖεν τοῦ νόμου, στασιάζουσι πρὸς ἡμᾶς, διὰ τοῦτο πράγματος μέμνηται, δι' οὗ πᾶσαν ἐκβάλλει τοῦ νόμου τὴν χρείαν, λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως εὐεργεσίαν ἐγγινομένην ἅπασι.
 [00393]  πρὸς τὸν Θεὸν ἡμῖν ὁ λόγος ἐστὶ, καὶ ὑπὲρ τῶν εὐθυνῶν τῶν ἐκεῖ ἅπαντα πράττομεν, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἤλθομεν ἀθλιότητος, ὡς μέλλοντες ἀπολογεῖσθαι τῷ πάντων ∆εσπότῃ ὑπὲρ ὧν κηρύττομεν, διαφθείρειν τὰ δόγματα.
000-00-00 Serial Number=0076100290
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02332]  Τότε τῆς ἀπογνώσεως ὁ καιρὸς, ὅταν ὁ νυμφὼν κλείηται, ὅταν εἰσέλθῃ ὁ βασιλεὺς τοὺς ἀνακειμένους ἰδεῖν, ὅταν ἀπολάβωσι τοὺς κόλπους τοῦ πατριάρχου οἱ μέλλοντες τούτων ἀξιοῦσθαι·
 [06551]  Καὶ μέλλοντες ζητεῖν, πάντα πραγματευόμεθα, ὥστε εὑρεῖν τὸ ζητούμενον·
 [06995]  διὰ τοῦτο ὀδυρόμεθα, ὅτε χαίρειν ἐχρῆν, διὰ τοῦτο φρίττομεν, καθάπερ τινὲς ἀνδροφόνοι καὶ λῄσταρχοι, μέλλοντες δικαστηρίῳ παρίστασθαι, καὶ πάντα λογιζόμενοι ἅπερ ἔπραξαν, καὶ διὰ τοῦτο δεδοικότες καὶ τρέμοντες.
000-00-00 Serial Number=0363904357
In epistulam ad Philippenses Ante [Go Back]  
 [02734]  Τουτέστι, μέλλοντες ζήσεσθαι, τῶν σωζομένων ὄντες.
000-00-00 Serial Number=0011661589
In epistulam ad Romanos Ante [Go Back]  
 [03059]  Ὁ γὰρ ἐπαγγειλάμενος ἀεὶ ζῇ, ἡμεῖς τε οἱ μέλλοντες αὐτῶν ἀπολαύσεσθαι, κἂν ἀποθάνωμεν, ἀναστησόμεθα πάλιν, καὶ οὐδὲν ὅλως ἐστὶν ὃ δύναται ἡμᾶς καταισχῦναι, ὡς εἰκῆ καὶ μάτην καὶ ἐπὶ σαθραῖς ἐπαρθέντας ἐλπίσιν.
 [07260]  Ποίας γὰρ τεύξονται συγγνώμης οὗτοι ὑπὲρ τοῦ μὴ θρέψαι αὐτὸν ζῶντες, ὅταν καὶ ἀπιέναι μέλλοντες πρὸς αὐτὸν, μηδὲ ἀπὸ τῶν χρημάτων τούτων, ὧν οὐκ εἰσὶ κύριοι λοιπὸν, βουληθῶσιν αὐτῷ μικρόν τι χαρίσασθαι, ἀλλ' οὕτως ἐχθρῶς διάκεινται καὶ πολεμίως, ὡς μηδὲ τῶν ἀχρήστων αὐτοῖς γενομένων αὐτῷ μεταδοῦναι;
 [08511]  ∆ιὰ τοῦτο ἀλγῶ, ὅτι τὰ λεγόμενα ἐπὶ τῶν ἔργων οὐ δεικνύομεν, καὶ ταῦτα μέλλοντες τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν.
000-00-00 Serial Number=0972381592
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00160]  Οἴμοι! ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς, ὅτε παριστάμεθα γυμνοὶ καὶ τετραχηλισμένοι, μέλλοντες εἰσάγεσθαι εἰς τὸ φρικτὸν βῆμα;
000-00-00 Serial Number=0065746486
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00202]  πολλῷ μᾶλλον τῆς ψυχῆς ἀῤῥωστίαν ἀποτίθεσθαι μέλλοντες καὶ τὰ χαλεπὰ τῶν ἁμαρτημάτων τραύματα διὰ τῆς ἐλεημοσύνης, μετὰ πάσης προθυμίας αὐτὴν ἐργασώμεθα.
 [00772]  Ὅτι γὰρ οὐδέπω τὸν στέφανον Παῦλος ἀπείληφεν, οὐδὲ ἄλλος οὐδεὶς τῶν ἐξ ἀρχῆς εὐηρεστηκότων, ἀλλ' οὐδὲ ἀπολήψονται, ἕως ἂν ἅπαντες οἱ μέχρι τέλους στεφα [51.299] νοῦσθαι μέλλοντες ἀφίκωνται, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος·
 [00823]  Καθάπερ γὰρ κρήνας εἶναι ἐν ταῖς αὐλαῖς τῶν εὐκτηρίων οἴκων νενόμισται, ἵνα οἱ μέλλοντες εὔχεσθαι τῷ Θεῷ, πρότερον ἀπονιψάμενοι τὰς χεῖρας, οὕτως αὐτὰς εἰς εὐχὴν ἀνατείνωσιν·
000-00-00 Serial Number=0796577096
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00148]  Προσῆλθον αὐτῷ, φησὶν, οἱ μαθηταὶ ἐπὶ τοῦ ὄρους καθημένῳ, ἄνθρωποι λοιπὸν γεγηρακότες καὶ μετ' ὀλί γον χρόνον μέλλοντες ἀποδημεῖν ἀπὸ τῆς παρούσης ζωῆς.
 [00270]  Ἰδέτωσαν δὲ οἱ μετὰ ταῦτα μέλλοντες γίνεσθαι, ὅτι ἐνστήσονται καιροὶ χαλε ποί;
 [00301]  Ἐμοὶ δοκεῖ, ὅτι ἐπειδὴ χρονίζει τὸ δικαστήριον, καὶ μέλλουσιν αἱ εὐθῦναι, καὶ οὔπω παραγέγονεν ὁ κριτὴς, ῥᾳθυμότεροι γίνονται οἱ μέλλοντες λόγον ὑπέχειν.
000-00-00 Serial Number=0758809388
In illud In faciem ei restiti Ante [Go Back]  
 [00419]  Ὅταν γάρ τινες ὀφείλωσί τινα ἐλλείμματα πολιτικῶν εἰσφορῶν, εἶτα οἱ μέλλοντες αὐτοὺς ἀπαιτεῖν, αἰσχύνωνται καὶ ἐρυθριῶσι προσενεχθῆναι σφοδρότερον, βουλόμενοι πλείονα λαβεῖν ἀφορμὴν καὶ ἐξουσίαν τῆς κατ' αὐτῶν σφοδρότητος, παρασκευάζουσιν ἑτέρους τῶν συστρα τιωτῶν ἀποδῦσαι, λοιδορήσασθαι, μυρία ἕτερα αὐτοῖς διαθεῖναι δεινὰ ὁρώντων ἐκείνων, ἵνα τούτων γενο μένων, μηκέτι παρ' ἑαυτῶν, μηδὲ οἴκοθεν, ἀλλ' ἐκ τῆς ἑτέρων ἀνάγκης δοκῶσιν ἐκείνοις σφοδρότερον ἐπιτίθεσθαι·
000-00-00 Serial Number=0845440149
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00107]  Καὶ οἰκέται μὲν κοινὴν μέλλοντες ἐκπληροῦν διακονίαν, τοὺς αὑτῶν συνδούλους καλοῦσιν·
 [00108]  ὑμεῖς δὲ ἐπὶ τὴν πνευματικὴν ταύτην μέλλοντες ἀπαντᾷν ὑπηρεσίαν, περιορᾶτε τοὺς ὁμοδούλους τοῦ κέρδους ἀποστερουμένους.
000-00-00 Serial Number=0353064954
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00349]  Ὡς μέλλοντες χρηματίζειν νύμ φαι Χριστοῦ, οὕτω στολίσατε τὰς ὑμετέρας ψυχὰς καὶ τὰ σώματα.
000-00-00 Serial Number=0465139270
In illud Vidi dominum Ante [Go Back]  
 [01267]  Ἀλλ' ἐπειδὴ λοιπὸν εἰς τὴν βασιλικὴν ἀπηντήσαμεν πόλιν, μηκέτι μέλλωμεν, ἀλλὰ καταστείλαντες ἑαυτούς, ὡς εἰς πόλιν εἰσιέναι μέλλοντες, οὕτως ἀναβῶμεν εἰς τὴν ἄνω μητρόπολιν, τὴν Ἱερουσαλήμ, τὴν μητέρα ἡμῶν, τὴν ἐλευθέραν, ἔνθα τὰ Σεραφίμ, ἔνθα τὰ Χερουβίμ, ἔνθα χιλιάδες ἀρχαγγέλων, ἔνθα μυριάδες ἀγγέλων, ἔνθα ὁ θρόνος ὁ βασιλικός.
000-00-00 Serial Number=0411570132
In illud Vidua eligatur Ante [Go Back]  
 [00252]  Ταῦτα καὶ ἡμεῖς, καὶ ζῶντες, καὶ μέλλοντες τελευτᾷν, πρὸς τοὺς παῖδας τοὺς ἑαυτῶν διαλεγώμεθα, καὶ πείθωμεν αὐτοὺς, ὅτι μέγας πλοῦτος, καὶ κληρονομία ἀδιάπτωτος, καὶ θησαυρὸς ἀνεπηρέαστος ὁ τοῦ Θεοῦ φόβος ἐστί·
 [00354]  Ἀλλ' ὅμως ἅπαντα ταῦτα προειδὼς ἔνιψεν, ἡμῖν νόμους τιθεὶς, ἵνα κἂν ἁπάντων ὦμεν ὑψηλότεροι, κἂν ἁπάντων λαμπρότεροι καὶ περιφανέστεροι, κἂν ἁπάντων χείρους οἱ μέλλοντες πρὸς ἡμᾶς κατάγεσθαι, μὴ διὰ τοῦτο αὐτῶν φεύγωμεν τὴν θεραπείαν, μηδὲ τὴν εὐτέλειαν ἐπαισχυνώμεθα.
000-00-00 Serial Number=0161816120
In parabolam de filio prodigo Ante [Go Back]  
 [00281]  Καὶ ὑμεῖς δὲ οἱ μέλλοντες ἀπολαύειν τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντα λογισμὸν ἀλλότριον ἀποῤῥίψαντες, καὶ τὰς ψυχὰς ὑμῶν εἰς τὸν οὐράνιον νυμφίον εὐθύναντες, τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσατε.
000-00-00 Serial Number=0829962432
In principium Actorum Ante [Go Back]  
 [00426]  οὕτω καὶ οἱ ἀπόστολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδομεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυμένην, οὐ διέσκαψαν βάθος, ἀλλ' εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδασκαλίαν, ἀλλ' ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ' ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν.
 [01084]  Εἰ δὲ μετ' ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς, ὑμεῖς ἂν εἰδείητε οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν ἀργυρίων τούτων μέλλοντες τὸν λόγον διδόναι τῷ ∆εσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται, καὶ τὰς εὐθύνας ὑπέχωσιν·
000-00-00 Serial Number=0006370664
Quales ducendae sint uxores Ante [Go Back]  
 [00036]  Εἰ γὰρ οἰκίας ὠνεῖσθαι μέλλοντες καὶ οἰκέτας, περιεργαζόμεθα καὶ πολυπραγμονοῦμεν τούς τε πωλοῦντας, τούς τε ἔμπροσθεν κτησαμένους, αὐτῶν τῶν πωλουμένων τῶν μὲν τὴν κατασκευὴν, τῶν δὲ καὶ τὴν τοῦ σώματος ἕξιν, καὶ τὴν τῆς ψυχῆς προαίρεσιν·
 [00479]  Οἱ δὲ ἄγεσθαι αὐτὰς μέλλοντες νυμφίοι, μετὰ τοσαύτης αὐτὰς ἄγετε κοσμιότητος, χορείας μὲν καὶ γέλωτας καὶ ῥήματα αἰσχρὰ, καὶ σύριγγας καὶ αὐλοὺς, καὶ τὴν διαβολικὴν φαντασίαν, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ἐξορίζοντες, τὸν Θεὸν δὲ ἀεὶ παρακαλοῦντες μεσίτην γενέσθαι τῶν πραττομένων ἁπάντων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»