Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κυβερνήτην [51]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κυβερνήτην


000-00-00 Serial Number=0423794806
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00414]  [8.1] ∆ιὰ τοῦτο καὶ νόμον γράψας ἔδωκε δι' ἡμᾶς καὶ προφήτας ἀπέστειλε καὶ θαύματα εἰργάσατο καὶ πρὸ τούτων ἁπάντων ὁμοῦ πλάσας τὸν ἄνθρωπον, διδάσκαλον αὐτῷ τὸν ἔμφυτον ἐναπέθετο νόμον, ὥσπερ πλοίῳ κυβερνήτην καὶ ἡνίοχον ἵππῳ, τοῖς λογισμοῖς ἡμῶν ἐπιστήσας αὐτόν.
000-00-00 Serial Number=0463521004
Ad populum Antiochenum Ante [Go Back]  
 [02044]  καὶ ὥσπερ νηὸς τὸν κυβερνήτην ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ σκάφος, καὶ τὸν στρατηγὸν ἂν ἀπαγάγῃς τοῦ στρατοπέδου, δεδεμένους τοῖς πολεμίοις παρέδωκας τοὺς στρατιώτας·
 [05936]  Ἀλλ' οὐδὲν τούτων οὐ μόνον οὐκ εἶπεν, ἀλλ' οὐδὲ ἐν [49.213] ενόησεν, ἀλλὰ καὶ πάσης συγγενείας τὸν τοῦ Θεοῦ προτιμήσας φόβον, ἔγνω τοῦτο καλῶς, ὅτι καθάπερ τὸν κυβερνήτην οἱ χειμῶνες, καὶ τὸν στρατηγὸν οἱ κίνδυνοι, οὕτω καὶ τὸν ἱερέα ὁ πειρασμὸς ποιεῖ φαίνεσθαι.
 [06118]  ἂν ἴδωσι τὸν κυβερνήτην, οὐδὲ τοῦ παρελθόντος μεμνήσονται χειμῶνος, ἀλλὰ καὶ τὴν μνήμην αὐτὴν ἐξαλείψουσι τῶν λυπηρῶν ἅπασαν.
000-00-00 Serial Number=0409711063
De Lazaro Ante [Go Back]  
 [02276]  εἶχε γὰρ κυβερνήτην τὸν τοῦ παντὸς ∆εσπότην.
000-00-00 Serial Number=0312534928
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00060]  καὶ τὸν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοίωσδε κατέχειν τοὺς οἴακας, καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι, τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίων φερόμενοι, ἀλλὰ καὶ τὸν ἔσχατον ὑπομένοντες κίνδυνον·
000-00-00 Serial Number=0567381203
De fato et providentia Ante [Go Back]  
 [00554]  Καθάπερ γὰρ πλοῖον μεῖζον τῆς οἰκείας συμμετρίας τὸ πλῆθος τῶν ἀγωγίμων δεξάμενον, τῷ μεγέθει τοῦ φόρτου βαρυνόμενον ὑποβρύχιον γίνεται, οὕτω καὶ ἡ ψυχὴ, καὶ τοῦ σώματος ἡμῶν ἡ φύσις, πλείονα τῆς οἰκείας δυνάμεως δεξαμένη τὰ σιτία, ὑπέραντλος γίνεται, καὶ τὸ βάρος οὐ στέγουσα τῶν ἐπιβληθέντων, εἰς τὸ τῆς ἀπωλείας καταποντίζεται πέλαγος, καὶ κυβερνήτην, καὶ ναύτας καὶ πρωρέα καὶ ἐπιβάτας, καὶ αὐτὸν τὸν φόρτον μετὰ πάντων προσαπολλύει.
000-00-00 Serial Number=0350388765
De jejunio sermones 1 Ante [Go Back]  
 [00114]  Τῶν γὰρ μελῶν λυθέντων, καὶ τῇ πολυοινίᾳ τὴν φρένα κλαπεὶς οὐκ ἰσχύεις ἔτι ἀνταγωνίσασθαι, καὶ εὐεπιχείρητος τοῖς ἐχθροῖς γίνῃ, ὥσπερ ναῦς ὑπὸ πνεύματος ἐλαυνομένη, μὴ ἔχουσα κυβερνήτην δυνάμενον ταῖς προσβολαῖς τῶν κυμάτων ἀντιμαχήσασθαι, ἥτις ὧδε κἀκεῖσε βάλλεται, καὶ οὐδὲν ἕτερον αὐτῇ ὑπάρχει, εἰ μὴ ναυαγίαν προσδοκᾷν.
000-00-00 Serial Number=0046226919
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00933]  Οὔτε γὰρ κυβερνήτην, οὔτε τὸν πρὸς τὰ θηρία πυκτεύοντα, οὐ τὸν μονομαχεῖν ἑλόμενον, οὐκ ἄλλον οὐδένα οὕτω πρὸς θανάτους καὶ σφαγὰς παρατεταγμένην ἔχειν δεῖ τὴν ψυχήν, ὡς τὸν τὸ κήρυγμα ἀναδεχόμενον.
000-00-00 Serial Number=0761629939
De patientia sermo 2 Ante [Go Back]  
 [00240]  Εἶδες ὑπομονὴν ἀθλητοῦ, εἶδες καρτερίαν, εἶδες φρόνημα ἀδούλωτον, εἶδες ἄπτωτον ἀγωνιστὴν, εἶδες στεφανίτην σωφροσύνης, εἶδες τὸ πλοῖον τῆς ἁγνείας, εἶδες τὸ πηδάλιον τῶν νέων, εἶδες τὸν χαλινὸν τῶν ἀκμαζόντων, εἶδες τὸν κυβερνήτην τῶν ἡδονῶν, εἶδες αὐτοῦ τὸν ἀγῶνα, εἶδες αὐτοῦ τὴν ἄθλησιν;
000-00-00 Serial Number=0394168437
De prophetiarum obscuritate Ante [Go Back]  
 [00017]  ὁ δὲ ἔμπειρος καὶ μεμελετηκὼς τὰ τοιαῦτα φέρειν γενναίως, καθάπερ κυβερνήτην ἐπὶ τῶν οἰάκων, οὕτω τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα.
000-00-00 Serial Number=0597810268
De sacerdotio Ante [Go Back]  
 [01342]  Ὁ μὲν γὰρ εἴσω λιμένων ἐπὶ τῶν οἰάκων καθήμενος οὔπω τῆς τέχνης ἀκριβῆ δίδωσι βάσανον, τὸν δὲ ἐν μέσῳ τῷ πελάγει καὶ τῷ χειμῶνι δυνηθέντα διασῶσαι τὸ σκάφος, οὐδεὶς ὅστις οὐκ ἂν φαίη κυβερνήτην ἄριστον εἶναι.
000-00-00 Serial Number=0370612800
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01012]  ὁ δὲ καρτερὸς καὶ νεανικὸς, καθάπερ κυβερνήτην ἐπὶ τῶν οἰάκων, οὕτω τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα.
 [02539]  οὕτω καὶ ἡ ψυχὴ καὶ τοῦ σώματος ἡμῶν ἡ φύσις πλείονα δεξαμένη τῆς οἰκείας δυνάμεως τὰ σιτία, ὑπέραντλος γίνεται, καὶ τὸ βάρος οὐ στέγουσα τῶν ἐπιβληθέντων, εἰς τὸ τῆς ἀπωλείας καταποντίζεται πέλαγος, καὶ ναύτας καὶ κυβερνήτην καὶ πρωρέα καὶ ἐπιβάτας καὶ αὐτὸν τὸν φόρτον μετὰ πάντων προσαπολλύει.
 [02779]  Καὶ τὸν μὲν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοιῶσδε κατέχειν τοὺς οἴακας καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίας φερομένης τῆς νηὸς, ἀλλὰ καὶ τὸν ἔσχατον κίνδυνον ἀπειλούσης·
 [04154]  Ὥσπερ γὰρ νηὸς τὸν κυβερνήτην ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ σκάφος·
 [04219]  οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ' ὅτι κυβερνήτην οὐκ ἔχει.
000-00-00 Serial Number=0838521123
Epistula ad Cyriacum Ante [Go Back]  
 [00011]  Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς οὐκ ἀπογινώσκω τῆς χρηστοτέρας ἐλπίδος, τὸν κυβερνήτην τοῦδε τοῦ παντὸς ἐννοῶν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην.
 [00284]  Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς οὐκ ἀπογιγνώσκω τῆς χρηστοτέρας ἐλπίδος, τὸν κυβερνήτην τοῦδε τοῦ παντὸς ἐννοῶν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην.
000-00-00 Serial Number=0263348401
Epistulae Ante [Go Back]  
 [02942]  Ἐπεὶ καὶ κυβερνήτην ὁ χειμὼν μάλιστα δείκνυσι τῆς θαλάσσης, καὶ ἰατρὸν ἄριστον τὰ χαλεπὰ τῶν σωμάτων νοσήματα·
000-00-00 Serial Number=0940709829
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00126]  Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς οὐκ ἀπογινώσκω τῆς χρηστοτέρας ἐλπίδος τὸν κυβερνήτην τοῦδε τοῦ παντὸς ἐννοῶν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην.
 [00435]  Ὁ χειμὼν τῶν θορύβων τῶν ἐν τῷ λογισμῷ γινομένων αὐτῷ οὗτος μάλιστα ἦν αὐτὸν ἀποπνίγων ἀφόρητος, καὶ τὸ συνειδὸς αὐτοῦ τὸ καθαρὸν τοῦτο μάλιστα ἐποίει τὴν ἔνδον ζάλην καὶ ἐσκότου τὸν λογισμὸν καὶ τὸν κυβερνήτην ἐτάραττεν.
000-00-00 Serial Number=0740595758
Homilia de capto Eutropio Ante [Go Back]  
 [00014]  ἔχεις γὰρ κυβερνήτην τῶν Γραφῶν τὴν ἀνάγνωσιν·
000-00-00 Serial Number=0782527328
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00169]  Ἐπεὶ καὶ κυβερνήτην ἐκεῖνον ἄριστον εἶναί φαμεν, οὐ τὸν ἐν γαληνῷ πόντῳ δυνάμενον κατευθύνειν τὸ σκάφος, ἀλλὰ τὸν μεταξὺ σκοπέλων καὶ κυμάτων καὶ χειμώνων καὶ πνευμάτων διασώζοντα τοὺς ἐμπλέοντας·
000-00-00 Serial Number=0519464552
In Acta apostolorum Ante [Go Back]  
 [02163]  Καθάπερ ἐν ναυαγίῳ τις γενόμενος ἢ ἐν νόσῳ, τὸν κυβερνήτην ἰδὼν ἢ τὸν ἰατρὸν, πάντα αὐτῷ παραχωρεῖ τε καὶ πείθεται·
000-00-00 Serial Number=0157957077
In Isaiam Ante [Go Back]  
 [01022]  Οὐδὲν γάρ, οὐδὲν ἀναρχίας χαλεπώτερον, ὥσπερ οὖν οὐδὲ πλοίου τι σφαλερώτερον γένοιτ' ἂν κυβερνήτην οὐκ ἔχοντος.
000-00-00 Serial Number=0382066905
In Joannem Ante [Go Back]  
 [00105]  Καὶ γὰρ ὁ ἔμπορος θέλει πλουτεῖν, ἀλλ' οὐ μέχρι τῆς διανοίας τὸ θέλειν ἵστησιν, ἀλλὰ καὶ πλοῖον κατασκευάζεται, καὶ συνάγει ναύτας, καὶ παρακαλεῖ κυβερνήτην, καὶ τοῖς ἄλλοις ἅπασι κατασκευάζει τὸ πλοῖον, καὶ χρυσίον δανείζεται, καὶ περᾷ πέλαγος, καὶ εἰς ξένην ἄπεισι γῆν, καὶ κινδύνους ὑπομένει πολλοὺς, καὶ τὰ ἄλλα πάντα ἅπερ ἴσασιν οἱ τὴν θάλατταν πλέοντες.
 [00109]  Ἂν οὕτω μὲν τὸ πλοῖον, οὕτω δὲ τὸν κυβερνήτην καὶ τοὺς ναύτας παρασκευάσωμεν, ἐξ οὐρίων πλευσόμεθα, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀληθῆ κυβερνήτην ἐπισπασόμεθα πρὸς ἑαυτούς·
000-00-00 Serial Number=0228475213
In Kalendas Ante [Go Back]  
 [00005]  Καθάπερ χορὸς τὸν κορυφαῖον ἐπιζητεῖ, καὶ ναυτῶν πλήρωμα τὸν κυβερνήτην, οὕτω καὶ ὁ τῶν ἱερέων τούτων σύλλογος τὸν ἀρχιερέα καὶ κοινὸν πατέρα τήμερον.
000-00-00 Serial Number=0320536911
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00189]  οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ' ὅτι κυβερνήτην οὐκ ἔχει.
000-00-00 Serial Number=0587991953
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00172]  πρότερον πειρατὴν καὶ καταποντιστὴν, καὶ μετὰ ταῦτα κυβερνήτην·
000-00-00 Serial Number=0842206419
In catenas sancti Petri Ante [Go Back]  
 [00193]  Τοῦτον καὶ οὐρανομήκη καὶ πολύφωτον στῦλον τοῦ νοητοῦ Ἰσραὴλ ὀνομάζομεν καὶ κυβερνήτην τῶν ἐν πελάγει κακοπιστίας χειμαζομένων ψυχῶν.
000-00-00 Serial Number=0847324252
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08449]  νυνὶ δὲ ἡ στάσις αὕτη καὶ ἡ φιλονεικία δήλους αὐτοὺς ἐποίησεν, ὥσπερ τὸν κυβερνήτην ὁ χειμὼν δείκνυσι.
000-00-00 Serial Number=0716187060
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02052]  Ὥστε διπλῇ ὁ κίνδυνος, τῷ τε μὴ πλοῖον εἶναι, τῷ τε κυβερνήτην ἀπεῖναι.
000-00-00 Serial Number=0894449711
In epistulam ad Hebraeos Ante [Go Back]  
 [09694]  Ὥσπερ γὰρ, ἂν χοροῦ τὸν κορυφαῖον ἀνέλῃς, οὐχὶ κατὰ μέλος καὶ κατὰ τάξιν ὁ χορὸς ἔσται, καὶ φάλαγγος στρατοπέδου τὸν στρατηγὸν ἂν ἀποστήσῃς, οὐκ ἔτι ῥυθμῷ καὶ τάξει τὰ τῆς παρατάξεως ἔσται, καὶ πλοίου τὸν κυβερνήτην ἐὰν περιέλῃς, καταδύσεις τὸ σκάφος·
000-00-00 Serial Number=0692608535
In epistulam ad Romanos Ante [Go Back]  
 [04789]  Εἰ δὲ σὺ τὸ φῶς σβεννύεις, τὸν ἡνίοχον ἐκβάλλεις, καὶ τὸν κυβερνήτην ἐλαύνεις, σαυτῷ λογίζου λοιπὸν τὸ κλυδώνιον.
 [05104]  ∆ιὸ οὐδὲ ἁπλῶς εἶπεν, Ὅσοι γὰρ Πνεύματι Θεοῦ ζῶσιν, ἀλλ', Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, δεικνὺς ὅτι οὕτω βούλεται αὐτὸ κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς τὸν κυβερνήτην τοῦ πλοίου, καὶ τὸν ἡνίοχον τοῦ ζεύγους τῶν ἵππων.
000-00-00 Serial Number=0236791730
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00392]  ὁ τὸν κυβερνήτην ἐξαρπάσας τοῦ κλύδωνος, τὸ πλοῖον ὅλον [51.202] τῶν κυμάτων ἀπήλλαξεν·
000-00-00 Serial Number=0975763142
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00168]  κάλεσον τὸν Νῶε τὸν τῆς ναυαγησάσης φύσεως καλὸν κυβερνήτην·
000-00-00 Serial Number=0081785917
In martyres Aegyptios Ante [Go Back]  
 [00067]  Ὥσπερ γὰρ οὐκ ἔστι τὸν ἀγωνιζόμενον δι' ὕπνου καὶ ῥᾳθυμίας καὶ τρυφῆς τῶν στεφάνων ἐπιτυχεῖν, οὐδὲ τὸν στρατιώτην τῶν τροπαίων, οὐδὲ τὸν κυβερνήτην τοῦ λιμένος, οὐδὲ τὸν γηπόνον τῆς ἅλω πεπληρωμένης·
000-00-00 Serial Number=0482406557
In principium Actorum Ante [Go Back]  
 [00390]  Οὕτω καὶ κυβερνήτην θαυμάζομεν, οὐχ ὅταν ἐξ οὐρίας πλέων, οὐδ' ὅταν κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος διασώσῃ τὸ σκάφος·
000-00-00 Serial Number=0061977744
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00094]  Ὥσπερ οὖν κυβερνήτην θαυμάζομεν οὐχ ὅταν ἡσυχαζούσης τῆς θα λάττης καὶ ἐξ οὐρίων τῆς νηὸς φερομένης δυνηθῇ τοὺς ἐμπλέοντας διασῶσαι, ἀλλ' ὅταν μαινομένου τοῦ πελά γους, διανισταμένων τῶν κυμάτων, αὐτῶν τῶν ἔνδον ἐπι βατῶν στασιαζόντων, πολλοῦ χειμῶνος ἔσωθεν ἔξωθεν τοὺς ἐμπλέοντας πολιορκοῦντος, δυνηθῇ κατευθῦναι τὸ σκάφος μετὰ ἀσφαλείας ἁπάσης·
000-00-00 Serial Number=0166464865
In sanctum Stephanum i Ante [Go Back]  
 [00046]  οὐράνιον γὰρ ἔχω τὸν κυβερνήτην, τὸν τοῖς νοητοῖς αὑτοῦ πηδαλίοις κατευθύνοντα.
000-00-00 Serial Number=0760901451
Post reditum a priore exsilio Ante [Go Back]  
 [00029]  Ἀπέστησας τὸν κυβερνήτην·
 [00174]  ἀπέλαβον τὸν ἱερέα, ἀπέδωκα τὴν κεφαλὴν τῷ σώματι, τὸν κυβερνήτην τῇ νηῒ, τὸν ποιμένα τῇ ποίμνῃ, τὸν νυμφίον τῇ παστάδι.
 [00213]  ∆εῖ γὰρ τὸν κυβερνήτην μετὰ τῶν ναυτῶν ὁμόνοιαν ἔχειν·
000-00-00 Serial Number=0941397846
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00006]  Ἔστι δὲ ἰδεῖν τοὺς ναύτας ὑπὸ τῆς ἔξωθεν αὐτοὺς περιεχούσης ζάλης χειμαζομένους, πλέον δὲ ὑπὸ τῆς τῶν ἔνδοθεν ὀλοφυρο [64.21] μένων κραυγῆς ἐκνευριζομένους, ὡς καὶ τὸν μὲν κυβερνήτην ὑπότρομον γεγονότα ἀπὸ τῆς δειλίας μηκέτι δύνασθαι χρῆσθαι τῇ κυβερνητικῇ χειρὶ πρὸς τὴν τῆς νηὸς εὐθυπλοΐαν, πάντας δὲ ὁμοῦ τῆς ἐν ἀνθρώποις ζωῆς μετὰ φωνῆς ἀπεκδέχεσθαι.
 [00025]  Θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, πλοίῳ ἡ ἀνθρωπίνη ὑπόστασις, φέρουσα καθάπερ ἐπιβάτας καὶ κυβερνήτην τοὺς λογισμοὺς καὶ τὸν νοῦν.
 [00026]  Ἐὰν οὖν τοῦτο τὸ πλοῖον, τουτέστιν ἡ ἀνθρωπίνη ὑπόστασις, ἐν τούτῳ τῷ βίῳ χειμαζομένη ὑπὸ τῆς τοῦ διαβόλου κακίας, καὶ ἀπὸ τῶν ἐναντίων δαιμόνων τῶν τὰ κύματα τῶν ἐπιθυμιῶν ἐξεγειρόντων, καὶ τὸν ἁλμυρὸν ἀφρὸν τῶν ἡδονῶν πρὸς τὸν ἔνδοθεν νοῦν ἐπιῤῥιπτόντων καὶ ταῖς ἐπιθυμίαις τὸν κυβερνήτην νοῦν σειόντων, καὶ πρὸς τὴν ἁμαρτίαν βυθιζόντων ὅτι δὲ ἕκαστος τῶν ἀνθρώπων ταῖς πολυφλόγοις ἡδοναῖς σειόμενος πρὸς τὴν ἁμαρτίαν ἐβυθίζετο, μαρτυρεῖ μου τῷ λόγῳ ∆αυῒδ ὁ προφήτης.
000-00-00 Serial Number=0445990205
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00137]  δεηθῶμεν ὥστε τὴν κοινὴν ἡμῶν μητέρα ἀσάλευτον μένειν καὶ ἀκίνητον καὶ τὸν πατέρα τοῦτον, τὸν διδάσκαλον, τὸν ποιμένα, τὸν κυβερνήτην, πρὸς μακροτέραν ἐξενεχθῆναι ζωήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»