Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κινδύνους [231]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κινδύνους


000-00-00 Serial Number=0702847660
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00215]  Τί γὰρ, εἰπέ μοι, τοῦ καθ' ἑκάστην ἡμέραν κινδυνεύειν κινδύνους θάνατον ἀπειλοῦντας χαλεπώτερον ἦν;
 [00238]  Καὶ οἱ μὲν τὰς τῶν ἀρχόντων ὑπηρεσίας καὶ τὰς τῶν δημοσίων διοικήσεις ἀναδεχόμενοι, τούτων πολυπραγμονοῦσιν οὐδὲν, ἀλλ' εἰ μόνον κέρδος ἔχοι τὸ πρᾶγμα, κέρδος ἐπίκαιρον, κἂν ὑπὲρ τούτου θαῤῥῆσαι δυνηθῶσί ποτε, οὐ πόνους, οὐ κινδύνους, οὐκ ἀτιμίας, οὐ διακονίας δουλοπρεπεῖς, οὐκ ἀποδημίας μακρὰς, οὐ τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν, οὐχ ὕβρεις, οὐ βασάνους, οὐ καιρῶν μεταβολὴν, οὐ τὸ πρὸς τῷ τέλει σφαλῆναι τῆς ἐλπίδος πολλάκις, οὐ θανάτους ἀώρους, οὐ τὸν τῶν οἰκείων χωρισμὸν, οὐ γυναικὸς ἐρημίαν καὶ παίδων, οὐκ ἄλλο οὐδὲν δυσχερῶν ἐννοοῦσι λοιπόν·
000-00-00 Serial Number=0355000138
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01698]  Τὸν μὲν οὖν λιμὸν, καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τὰς ἐν ταῖς ἐρήμοις διατριβὰς, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰς ἀγρυπνίας, καὶ τοὺς μυρίους θανάτους, καὶ τἄλλα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὑπέμεινεν, οὐδὲν οἶμαι δεῖν λέγειν.
000-00-00 Serial Number=0674360573
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00466]  Οὐδὲ γὰρ ἐπὶ τοὺς κινδύνους σε καλοῦμεν τέως ἐκείνους, οὐδ' ἐπὶ τοὺς θανάτους τοὺς καθημερινούς, τοὺς διωγμοὺς τοὺς συνεχεῖς, τὰς μάστιγας, τὰ δεσμά, τὴν πρὸς τὴν οἰκουμένην ἀπέχθειαν, τὸ παρὰ τῶν οἰκείων μῖσος, τὰς ἀγρυπνίας τὰς ἐπαλλήλους, τὰς ὁδοιπορίας τὰς μακράς, τὰ ναυάγια, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς παρὰ τῶν συγγενῶν ἐπιβουλάς, τὰς ὑπὲρ τῶν φίλων ὀδύνας, τὸν λιμόν, τὸν κρυμόν, τὴν γυμνότητα, τὴν πύρωσιν, τὴν ἀθυμίαν τὴν ὑπὲρ τῶν αὐτοῦ, τὴν ὑπὲρ τῶν οὐκ αὐτοῦ.
000-00-00 Serial Number=0326325655
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00148]  Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ πολλοὺς μὲν ὑπομεῖναι κινδύνους, πολλοὺς δὲ ἀνύσαι πολέμους, μόλις τις ὄψεται μετὰ παρρησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις τὸν ἅπαντα χρόνον ἑτέρῳ ζήσας καὶ στρατευσάμενος;
000-00-00 Serial Number=0227791250
Ad populum Antiochenum Ante [Go Back]  
 [00396]  νυνὶ δὲ ἐντεῦθεν μάλιστα ἂν εἶεν θαυμαστοὶ οἱ τὰ τοιαῦτα πράττοντες, ὅτι καὶ κινδύνους καὶ ζημίας καὶ θανάτους καὶ μυρία κακὰ προορώμενοι, ὅμως τῶν τοιούτων οὐκ ἀφίσταντο κατορθωμάτων, οὐδὲ ὀκνηρότεροι ἐγίνοντο ταῖς τῶν φόβων προσδοκίαις.
 [00400]  καὶ σὺ τοίνυν, ὅταν μέλλῃς τί ποτε ἐργάζεσθαι τῶν κατὰ Θεὸν, πολλοὺς προόρα κινδύνους, πολλὰς ζημίας, πολλοὺς θανάτους·
 [00720]  Οὐ τηρεῖ δὲ μόνον τὰς παρακαταθήκας, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ τούτου λύει σοι τοὺς κινδύνους.
 [01843]  ὥσπερ οὖν οὐδὲ Χριστιανὸς ἄνθρωπος κινδύνους φοβούμενος ἐργάσεταί τι μέγα καὶ θαυμαστὸν, ἀλλὰ πρὸς τούτοις καὶ εὐχείρωτος ἔσται·
 [01849]  Τούτους καὶ ἡμεῖς ζηλώσωμεν καὶ τοὺς κατ' ἐκείνους ἅπαντας, καὶ μὴ φοβώμεθα κινδύνους, καὶ διαφευξόμεθα κινδύνους.
 [04628]  ἐπειδὰν εἰς κινδύνους ἐμπέσωσιν, οὐχ ὅπως ἀπαλλαγῶσι τῶν κινδύνων σκοποῦσιν, ἀλλ' ὅπως τοὺς ἐμβαλόντας θηρεύσαιεν, ἅπαντα πράττουσι·
 [05063]  Μὴ γάρ μοι τὰς τραπέζας αὐτῶν ἴδῃς, μηδὲ τοὺς κόλακας αὐτῶν καὶ τοὺς παρασίτους, ἀλλὰ τὰ ἐξ αὐτῶν γινόμενα πράγματα, τὰς ἐπηρείας, τὰς συκοφαντίας, τοὺς κινδύνους, τὰς ἀγωνίας, καὶ ὃ τούτου πολλῷ χαλεπώτερον, ὅτι καὶ ἀμελέτητοι πρὸς ταύτας ἐρχόμενοι τὰς μεταβολὰς, φιλοσοφεῖν οὐκ ἐπίστανται, οὐδὲ γενναίως τὰ συμπίπτοντα φέρειν.
 [05316]  Ἐγὼ δὲ δείκνυμι σήμερον οὐχὶ μίαν καὶ δύο καὶ τρεῖς καθαιρεθείσας οἰκίας ἀπὸ τῶν ὅρκων, ἀλλὰ πόλιν ὁλόκληρον, καὶ δῆμον θεοφιλῆ, καὶ ἔθνος πολλῆς ἀπολαῦσαν προνοίας ἀεὶ, καὶ φυλὴν πολλοὺς διαφυγοῦσαν κινδύνους.
 [05321]  Ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ φίλη πόλις, καὶ τοσούτους διαφυγοῦσα κινδύνους, καὶ ἐν πολλαῖς ἁμαρτίαις συγγνώμης τυχοῦσα, καὶ δυνηθεῖσα ἁπάντων ἀπαχθέντων τῶν ἄλλων μόνη τὴν αἰχμαλωσίαν διαφυγεῖν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, ἀπὸ ὅρκου μόνου κατηνέχθη·
 [05739]  ἀνελεῖν σε ἐπεθύμησε, μυρίους σοι παρέστησε κινδύνους, πᾶσάν σοι ἐπεδείξατο μιαρίαν, καὶ οὐδὲν ἀπέλιπεν ὅλως τῆς ἀνθρωπίνης πονηρίας·
 [05960]  Πρῶτον μὲν γὰρ συγγενόμενος κατὰ μέσην τὴν ὁδὸν τοῖς ἐπὶ τὴν ἐξέτασιν τῶν γεγενημένων παρὰ τοῦ βασιλέως πεμφθεῖσι, καὶ μαθὼν παρ' ἐκείνων, ἐφ' οἷς ἦσαν ἀπεσταλμένοι, καὶ τὰ καταληψόμενα τὴν πόλιν ἀναλογιζόμενος δεινὰ, τοὺς θορύβους, τὰς ταραχὰς, τὴν φυγὴν, τὸν φόβον, τὴν ἀγωνίαν, τοὺς κινδύνους, πηγὰς ἠφίει δακρύων, τῶν σπλάγχνων αὐτῷ διακοπτομένων·
000-00-00 Serial Number=0888811946
Ad viduam juniorem Ante [Go Back]  
 [00079]  Ἐνταῦθα μὲν γὰρ ἐπὶ τῆς γῆς στρατευόμενον βασιλεῖ καὶ κινδύνους ἦν προσδοκᾶν καὶ πολλὰς παρὰ τῶν φθονούντων τὰς ἐπιβουλάς·
 [00213]  ὅσῳ γὰρ ἡ ἀξία μείζων, τοσούτῳ καὶ μείζονας ἔχειν ἀνάγκη τοὺς κινδύνους ἦν καὶ φροντίδας καὶ ἐπιβουλάς.
000-00-00 Serial Number=0996997416
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00246]  Εἰ δὲ τοῦτο ἀπηνοῦς καὶ λιθίνης ψυχῆς, ποῦ θήσομεν, εἰπέ μοι, τούτους, οἳ πρὸς τῷ περιορᾷν καὶ ἕτερον πολλῷ μεῖζον τούτου ἐργάζονται κακὸν, τοὺς προθυμουμένους εἰς μέσους πηδῆσαι τοὺς κινδύνους, καὶ μὴ παραιτουμένους εἰς αὐτὸν τοῦ θηρίου τὸν λαιμὸν καθεῖναι τὰς χεῖρας, ἀλλὰ καὶ δυσωδίας καὶ κινδύνων ἀνεχομένους, ἵνα τὰς ἤδη καταποθείσας ψυχὰς ἐξ αὐτῆς τοῦ δαίμονος τῆς φάρυγγος ἀνασπάσωσιν, οὐ μόνον οὐκ ἐπαινοῦντες, οὐδὲ ἀποδεχόμενοι, ἀλλὰ καὶ ἐλαύνοντες πάντοθεν καὶ πολεμοῦντες;
000-00-00 Serial Number=0836198330
Catecheses ad illuminandos Ante [Go Back]  
 [01041]  [7.9] Πολλοὶ δὲ καὶ περιστάσεσι πραγμάτων περιπεπτωκότες καὶ κινδύνους ἀφορήτους αὐτοῖς ὁρῶντες ἐπικρεμαμένους, ἐνταῦθα ἀφικόμενοι καὶ τὴν προσευχὴν ἐκτενῆ ποιησάμενοι, πάντων ἐκείνων τῶν δεινῶν τὴν πεῖραν διέφυγον.
000-00-00 Serial Number=0514823616
Comparatio regis et monachi Ante [Go Back]  
 [00079]  Εἰ δὲ καὶ σφαγῆναι τοῦτον συμβαίη κἀκεῖνον, ὁ μὲν ὑπὲρ εὐσεβείας ἐπισπάσεται κινδύνους, ἀθάνατον ζωὴν καὶ οὐράνιον διὰ θανάτου πραγματευόμενος·
000-00-00 Serial Number=0827763677
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00140]  [5] Εἰ δὲ μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοι γε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ' εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπόδειγμα, ἐννόησον τὸν μεγαλοφωνότατον κήρυκα τῆς ἀληθείας Παῦλον, ὃς ἅπασαν περιελθὼν τὴν οἰκουμένην, καὶ δυνηθεὶς εἰπεῖν ἐκεῖνα τὰ πολλῆς γέμοντα φιλοσοφίας ῥήματα, ὅτι οὐκέτι αὐτὸς εἴη ζῶν, ἀλλ' ἢ ὁ Χριστὸς ἐν αὐτῷ, καὶ ὅτι ἐσταύρωται τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ, καὶ ὅτι καθ' ἡμέραν ἀποθνῄσκει μετὰ τὴν τοσαύτην τοῦ πνεύματος χάριν καὶ τὴν τοσαύτην τῶν ἄθλων ἐπίδειξιν, μετὰ τοὺς ἀφάτους κινδύνους, μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν, δεικνὺς ἡμῖν καὶ παραδηλῶν, ὅτι ἕως ἂν ἐμπνέωμεν καὶ τὴν σάρκα ὦμεν περικείμενοι ταύτην, παλαισμάτων ἡμῖν χρεία καὶ πόνων, καὶ οὐκ ἔστιν ἀπραγμόνως κατορθῶσαι σωφροσύνην ποτὲ, ἀλλὰ πολλῶν ἱδρώτων ἡμῖν δεῖ καὶ καμάτων πρὸς τουτὶ τὸ τρόπαιον, οὕτως ἔλεγεν·
000-00-00 Serial Number=0029995739
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00687]  Οἱ γὰρ τὴν πόλιν οἰκοῦντες ἐκείνην, παρ' ὧν χάριτας προσεδόκεσαν λήψεσθαι ὅτι δίκην προβόλου πάντας τοὺς ἔνδον ἐν λιμένι κατέστησαν ἀντὶ πάντων πρὸς πάντας αὐτοὶ προβεβλημένοι τοὺς κινδύνους ἀεί, παρὰ τούτων τὰ τῶν πολεμίων ἔπασχον εἰς ἀλλοτρίαν μετανιστάμενοι γῆν καὶ οἰκίας ἀφέντες καὶ ἀγροὺς καὶ πάντων τῶν κτημάτων ἀποσπώμενοι τῶν προγονικῶν καὶ ταῦτα ὑπὸ τῶν οἰκείων ὑπομείναντες.
000-00-00 Serial Number=0437642813
De Davide et Saule Ante [Go Back]  
 [00070]  Εἰ δὲ αὐτὸς μὲν δεδοικὼς καὶ τρέμων ἔνδον ἐκάθητο, καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶν, οὗτος δὲ τὸ πᾶν εἰργάσατο, πῶς οὐκ ἄτοπον ἦν, τὸν μηδὲν εἰς τοὺς κινδύνους ἐκείνους συμβαλλόμενον ἀγανακτεῖν, ὅτι μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν;
 [00140]  Ὃ καὶ ὁ μακάριος οὗτος ἐποίησε, πενίαν ἀντὶ πλούτου, ἐρημίαν ἀντὶ πατρίδος, πόνους καὶ κινδύνους ἀντὶ τρυφῆς καὶ ἀδείας, φυγὴν διηνεκῆ ἀντὶ τῆς οἴκοι μονῆς ἑλόμενος, ἵνα ἐκεῖνον ἀπαλλάξῃ τῆς πρὸς ἑαυτὸν ἀπεχθείας καὶ ἔχθρας.
 [00196]  ἀλλ' εἰδὼς ὅτι διασωθεὶς τοῖς αὐτοῖς ἐπιθήσεται πάλιν, καὶ εἰς μείζονας ἐμβαλεῖ τοὺς κινδύνους, οὐδὲ οὕτως ἀπέκτεινε.
000-00-00 Serial Number=0859171808
De Lazaro Ante [Go Back]  
 [01545]  Ἅπερ οὖν ἅπαντα εἰδότες, ἐπειδάν τι πράξωμεν πονηρὸν, μὴ ἀναμένωμεν συμφορὰς καὶ περιστάσεις μηδὲ κινδύνους καὶ δεσμὰ, ἀλλὰ καθ' ἑκάστην ὥραν τε καὶ ἡμέραν ἀνακινῶμεν παρ' ἑαυτοῖς τὸ δικαστήριον τοῦτο, καὶ τὰς ψήφους καθ' ἑαυτῶν φέρωμεν, καὶ πειρώμεθα παντὶ τρόπῳ ἀπολογεῖσθαι τῷ Θεῷ, καὶ μήτε αὐτοὶ περὶ τῆς ἀναστάσεως καὶ τῆς κρίσεως ἀμφισβητῶμεν, μήτε ἑτέρων λεγόντων ἀνεχώμεθα, ἀλλὰ παντὶ τρόπῳ διὰ τῶν εἰρημένων αὐτοὺς ἐπιστομίζωμεν.
000-00-00 Serial Number=0598674178
De Maccabeis Ante [Go Back]  
 [00127]  Τίς γὰρ ἀνὴρ, ποία γυνὴ, τίς πρεσβύτης, ποῖος νέος συγγνώμης τεύξεται λοιπὸν, ἢ ἀπολογίαν ἕξει δεδοικὼς διὰ τὸν Χριστὸν ἐπαγομένους αὐτῷ κινδύνους, ὅταν γυνὴ, καὶ γεγηρακυῖα, καὶ τοσούτων παίδων μήτηρ, καὶ πρὸ τῆς χάριτος ἀγωνισαμένη, κεκλεισμένων ἔτι τῶν τοῦ θανάτου πυλῶν, οὔπω τῆς ἁμαρτίας σβεσθείσης, οὐδὲ τοῦ θανάτου καταγωνισθέντος, μετὰ τοσαύτης προθυμίας τε καὶ ἀνδρείας τοσαύτας φαίνηται διὰ τὸν Θεὸν ὑπομένουσα τιμωρίας;
000-00-00 Serial Number=0555399001
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00053]  Ἀλλ' ἵνα πρὸς τοὺς κινδύνους ὦμεν παρατεταγμένοι, τὸ αἷμα ἡμῶν ἐν ταῖς ψυχαῖς περιφέροντες, πρὸς σφαγὴν καὶ θάνατον ἕτοιμοι καθημερινὸν, οὕτως ἅπαντα πράττοντες, ὡς μηδέπω προσδοκᾷν μέχρι τῆς ἑσπέρας τὴν ἡμετέραν διαρκέσαι ζωὴν, ὡς ἀποθανούμενοι πάντως.
000-00-00 Serial Number=0597028732
De continentia Ante [Go Back]  
 [00024]  Ἡμᾶς δὲ προςήκει μὴ τὴν σωφροσύνην μόνον τοῦ νεανίσκου θαυμάζειν, ἀλλὰ καὶ τοὺς κινδύνους οὓς ὑπὲρ αὐτῆς ὑπέμεινε φοβερώτερον θανάτου κρίνας τὸ δουλεύειν ταῖς ἡδοναῖς.
 [00030]  Εἰ γὰρ ἐγώ, φησὶν ὁ Ἰωσήφ, πρὸ τῆς ἐπιφανείας τοῦ θεοῦ γεγονὼς οὔπω τὸν δεσπότην ἰδὼν δούλου μορφὴν ὑπελθόντα, οὔπω τοῦ κορυφαίου τῶν ἀποστόλων ἀκούσας βοῶντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν, ὅμως πρέπειν ἐνόμισα τοῖς τοῦ θεοῦ δούλοις τὸ κρατεῖν ἡδονῆς καὶ οὐκ ἐφάνην τῆς σωφροσύνης προδότης καίτοι πολλοὺς κινδύνους ἐπηρτημένους ὁρῶν [579] πῶς ὑμᾶς προςήκει μετὰ φόβου καὶ τρόμου σωφροσύνῃ συζῇν, ἵνα μὴ φανῆτε τῆς τιμῆς ἀνάξιοι, ἵνα μὴ τὰ μέλη τοῦ Χριστοῦ μέλη ποιήσητε πόρνης;
000-00-00 Serial Number=0424226940
De gloria in tribulationibus Ante [Go Back]  
 [00007]  Οὕτω καὶ στρατιώτης τραύματα φέρει, καὶ νέφη βελῶν ἀποδέχεται, καὶ λιμὸν ὑποφέρει, καὶ κρυμὸν, καὶ τὰς μακρὰς ἀποδημίας, καὶ τοὺς ἐπὶ τῆς παρατάξεως κινδύνους, ἐντεῦθεν τὰ τρόπαια καὶ τὰς νίκας καὶ τοὺς στεφάνους ἀναλογιζόμενος.
 [00015]  Καὶ ὁ κυβερνήτης δὲ ὁμοίως χαίρων τῷ πλήθει τῶν φορτίων, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς τὰ ἱστία πετάσας, καὶ περάσας πολὺ πέλαγος, ἐν αὐτῷ πολλάκις τῷ στόματι τοῦ λιμένος, ἢ σπιλάδος ἐμπεσούσης, ἢ ὑφάλῳ καὶ σκοπέλῳ τινὶ προσαράξας, ἢ ἄλλῃ τινὶ τοιαύτῃ ἀδοκήτῳ περιστάσει πληγεὶς, πάντα τὸν φόρτον ἀπώλεσε, καὶ μόλις τὸ ἑαυτοῦ σῶμα γυμνὸν διέσωσε μετὰ τοὺς μυρίους κινδύνους [51.157] ἐκείνους.
000-00-00 Serial Number=0023870111
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00020]  Καὶ γὰρ πρὸς κινδύνους διηνεκῶς παρετάττετο, καὶ ἐσφάττετο τῇ προαιρέσει, καὶ τῆς σαρκὸς τὴν φύσιν οὕτως ἐνέκρωσεν, ὡς τῶν σφαγιαζομένων ἱερείων μηδὲν ἔλαττον διακεῖσθαι, ἀλλὰ καὶ πολλῷ πλέον.
 [00050]  Ἀλλ' ἐκεῖνος εἰς κινδύνους ῥίψας ἑαυτὸν τὸν ἀδελφιδοῦν ἐξήρπασε τῶν βαρβάρων;
 [00051]  Ἀλλ' οὗτος οὐ τὸν ἀδελφιδοῦν, οὐδὲ τρεῖς καὶ πέντε πόλεις, ἀλλὰ τὴν οἰκουμένην πᾶσαν, οὐκ ἀπὸ βαρβάρων, ἀλλ' ἀπ' αὐτῆς τῆς τῶν δαιμόνων ἐξήρπασε χειρός, μυρίους καθ' ἑκάστην ὑπομένων κινδύνους, καὶ τοῖς οἰκείοις θανάτοις ἑτέροις πολλὴν ἀσφάλειαν κτώμενος.
 [00083]  ἀλλ' ἐὰν τὰς ἐν τοσούτοις ἔτεσι τοῦ Παύλου μάστιγας, καὶ τὸν λιμὸν τὸν διηνεκῆ, καὶ τὴν γυμνότητα, καὶ τὰς ἁλύσεις, καὶ τὸ δεσμωτήριον, καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλάς, τὰς παρὰ τῶν οἰκείων, τὰς παρὰ τῶν ἀλλοτρίων, τὰς παρὰ τῶν τυράννων, τὰς παρὰ τῆς οἰκουμένης ἁπάσης ἀντιθῇς, καὶ μετὰ τούτων τὰ τούτων πικρότερα, λέγω δὴ τὰς ὑπὲρ τῶν πιπτόντων ὀδύνας, τὴν φροντίδα τῶν Ἐκκλησιῶν πασῶν, τὴν πύρωσιν ἣν ὑπὲρ ἑκάστου τῶν σκανδαλιζομένων ὑπέμενεν, ὄψει πῶς πέτρας στερροτέρα ἦν ἡ ταῦτα φέρουσα ψυχή, καὶ σίδηρον καὶ ἀδάμαντα ἐνίκα.
 [00198]  Καὶ τί λέγω κινδύνους καὶ τὰς ἄλλας ταλαιπωρίας;
 [00601]  [4.19] Καὶ ἵνα μάθῃς ἡλίκον τοῦτό ἐστιν, ἀπείλησον τοῖς Ἕλλησιν, οὐ λέγω κινδύνους καὶ θανάτους καὶ λιμόν, ἀλλ' ὀλίγην ζημίαν χρημάτων, καὶ ὄψει μεταβαλλομένους εὐθέως.
 [00705]  ὥστε ὅταν ἴδῃς αὐτὸν φεύγοντα κινδύνους, θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς ὁμόσε χωροῦντα αὐτοῖς·
 [00928]  Τὸν γὰρ τὴν διακονίαν ταύτην ἐγκεχειρισμένον, οὐχὶ χαῦνόν τινα εἶναι χρή, οὐδὲ ἀναπεπτωκότα, ἀλλὰ ἀνδρεῖον καὶ εὔτονον, μηδὲ ἅπτεσθαι τῆς καλῆς πραγματείας ταύτης, εἰ μὴ μέλλοι μυριάκις ἀντεπιδιδόναι τὴν ἑαυτοῦ ψυχὴν εἰς θάνατον καὶ κινδύνους, καθὼς καὶ αὐτός φησιν ὁ Χριστός·
 [01024]  Ἐπειδὴ δὲ κινδύνους ἠγάπων, καὶ θανάτους ἐπεσπῶντο, ἵνα τοὺς ἄλλους διασώσωσιν ἅπαντας, τίς οὕτως ἄθλιος ὥστε ἐγκαλέσαι προθυμίᾳ τοσαύτῃ;
 [01033]  ∆ιὰ τοῦτο οὐδεμίαν ἀνέμεινεν ἡμέραν ἡσυχάζων ὁ πυρὸς οὗτος σφοδρότερος, ἀλλ' ὁμοῦ τε ἀνέβη ἀπὸ τῆς ἱερᾶς τῶν ὑδάτων πηγῆς, καὶ πολλὴν ἀνῆψεν ἑαυτῷ τὴν φλόγα, καὶ οὔτε κινδύνους ἐνενόησεν, οὐ τὸν γέλωτα καὶ τὴν αἰσχύνην τὴν παρὰ Ἰουδαίων, οὐ τὸ ἀπιστεῖσθαι παρ' αὐτοῖς, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν·
000-00-00 Serial Number=0168727219
De paenitentia [1] Ante [Go Back]  
 [00026]  Καὶ τί θαυμαστὸν εἰ ἐν ἀγρῷ διατρίβων ἐγὼ, καὶ ἀδείας ἀπολαύων, τῆς ὑμετέρας ἐμεμνήμην ἀγάπης, ὅπου γε Παῦλος δεσμὰ περικείμενος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μυρίους ὁρῶν ἐπηρτημένους αὐτῷ κινδύνους, καθάπερ ἐν λειμῶνι τῷ δεσμωτηρίῳ διάγων, οὕτω τῶν ἀδελφῶν ἐμέμνητο, καὶ γράφων ἔλεγε·
000-00-00 Serial Number=0340296030
De precatione [1] Ante [Go Back]  
 [00059]  Οὐ τοίνυν ἀποκαθαίρει μόνον ἁμαρτίας, ἀλλὰ καὶ κινδύνους ἀποκρούεται μεγάλους.
000-00-00 Serial Number=0694669187
De sacerdotio Ante [Go Back]  
 [00344]  Ὅτε γὰρ τῶν ἐπιτηδείων τις τῶν ἡμετέρων, ἐπ' ἐγκλήμασιν ὕβρεως καὶ ἀπονοίας συκοφαντηθείς, περὶ τῶν ἐσχάτων ἐκινδύνευε, τότε οὔτε ἐγκαλοῦντός σοί τινος, οὔτε ἐκείνου τοῦ κινδυνεύειν μέλλοντος δεηθέντος, εἰς μέσους σαυτὸν ἔρριψας τοὺς κινδύνους·
 [01054]  Τί γὰρ ἄν τις εἴποι τὸν ζῆλον, τὴν ἐπιείκειαν, τοὺς συνεχεῖς κινδύνους, τὰς ἐπαλλήλους φροντίδας, τὰς ἀδιαλείπτους ὑπὲρ τῶν Ἐκκλησιῶν ἀθυμίας, τὸ πρὸς τοὺς ἀσθενεῖς συμπαθές, τὰς πολλὰς θλίψεις, τοὺς καινοτέρους διωγμούς, τοὺς καθημερινοὺς θανάτους;
000-00-00 Serial Number=0961810946
De sancta Droside martyre Ante [Go Back]  
 [00109]  Καὶ γὰρ ἀσθενὲς ἦν αὐτῇ τὸ σῶμα, καὶ εὐεπηρέαστος ἡ φύσις, καὶ ἀτελεστέρα ἡ ἡλικία, ἀλλὰ πάντων τούτων τὴν ἀσθένειαν ἐπελθοῦσα ἡ χάρις ἀπέκρυψεν, ἐπειδὴ προθυμίαν εὗρεν αὕτη γενναίαν, καὶ πίστιν ἀδιάκριτον, καὶ ψυχὴν πρὸς κινδύνους παρεσκευασμένην.
000-00-00 Serial Number=0357101977
De sanctis martyribus [1] Ante [Go Back]  
 [00094]  Οἱ μὲν γὰρ τῶν χρημάτων θησαυροὶ πολλοὺς παρέχουσι κινδύνους τοῖς εὑρίσκουσιν αὐτοὺς, καὶ εἰς πολλὰ μέρη διαιρεθέντες, ἐλάττους γίνονται τῇ διανομῇ·
000-00-00 Serial Number=0018579960
De spe Ante [Go Back]  
 [00005]  Ἅπαντες γὰρ καμάτους καὶ ἱδρῶτας, κινδύνους τε καὶ θλίψεις προθυμίᾳ ὑποφέρουσι διὰ τὴν τῶν μελλόντων ἀγαθῶν προσδοκίαν.
 [00010]  Ἅπαντες δὲ οὗτοι καὶ οἱ τούτων πλείονες καμάτους τε καὶ κινδύνους ὑπομένουσι διὰ τὴν πρὸς ὀλίγον φαινομένην ἐλπίδα·
000-00-00 Serial Number=0179592788
De virginitate Ante [Go Back]  
 [01584]  Πολλοῖς γὰρ πολλάκις ἀπὸ τῶν τοιούτων συμποσίων ἐτέχθησαν φθόνοι, καὶ οὐ πρότερον ἔστησαν ἕως κινδύνους ἐπήγαγον τοὺς ἐσχάτους.
000-00-00 Serial Number=0197713971
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00006]  καὶ ὁ στρατιώτης οὐχ ἵνα ἑαυτὸν διασώσῃ, παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ·
 [03638]  πῶς οὐκ ἄτοπον ἦν, τὸν μηδὲν εἰς τοὺς κινδύνους συμβαλόμενον ἀγανακτεῖν, ὅτι μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν;
 [04117]  Τὸ γὰρ εὐδοκιμεῖν καὶ προκόπτειν ἐν δήμῳ, ὅσον λαμπρότερον ποιεῖ, τοσοῦτον μείζους τοὺς κινδύνους ἔχει καὶ τὰς φροντίδας·
 [04700]  Καὶ σὺ τοίνυν, ὅταν μέλλῃς τι ἐργάζεσθαι τῶν κατὰ Θεὸν, πολλοὺς προόρα τοὺς κινδύνους, πολλὰς τὰς ζημίας, πολλοὺς τοὺς θανάτους, καὶ μὴ ξενίζου μηδὲ θορυβοῦ συμβαινόντων τούτων.
 [05118]  Οὐ τηρεῖ δὲ ταύτας μόνον, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ τούτου λύει σου τοὺς κινδύνους.
 [06187]  Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ πολλοὺς μὲν ὑπομεῖναι κινδύνους, πολλοὺς δὲ ἀνύσαι πολέμους, μόλις τις ὄψεται μετὰ παῤῥησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις τὸν ἅπαντα χρόνον ἑτέρῳ ζήσας καὶ στρατευσάμενος;
 [06660]  Οὐδὲν τῶν τοιούτων ἐννοήσας, εἰς τὸ στρατόπεδον ἐνεπήδησε, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ εἰς μέσους ἑαυτὸν ἀφῆκε τοὺς κινδύνους.
 [06952]  Τί τοίνυν γένοιτ' ἂν ἴσον τῆς γενναίας ἐκείνης καὶ ἀδαμαντίνης ψυχῆς, ὅτι πενίαν ἀντὶ πλούτου, καὶ ἐρημίαν ἀντὶ πατρίδος, καὶ πόνους καὶ κινδύνους ἀντὶ [63.779] τρυφῆς καὶ ἀδείας εἵλετο, ἵνα τὸν ἐχθρὸν ἀπαλλάξῃ τῆς πρὸς αὐτὸν ἀπεχθείας;
 [07587]  Εἰ τοίνυν Παῦλος ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην ἐσπούδαζε κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι·
 [08137]  Εἰ τοίνυν Παῦλος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην [63.817] ἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι·
 [08157]  Εἰ τοίνυν Παῦλος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην [63.817] ἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι·
 [09137]  Καὶ γὰρ πρὸς κινδύνους διηνεκῶς παρετάττετο, καὶ ἐσφάττετο τῇ προαιρέσει, καὶ τῆς σαρκὸς τὴν φύσιν οὕτως ἐνέκρωσεν, ὡς τῶν σφαγιαζομένων ἱερείων μηδὲν ἔλαττον διακεῖσθαι, ἀλλὰ καὶ πολλῷ πλέον.
 [09166]  Ἀλλ' ἐκεῖνος εἰς κινδύνους ῥίψας ἑαυτὸν, τὸν ἀδελφιδοῦν ἐξήρπασε τῶν βαρβάρων;
 [09167]  Ἀλλ' οὗτος οὐ τὸν ἀδελφιδοῦν, οὐδὲ τρεῖς καὶ πέντε πόλεις, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν, οὐκ ἀπὸ βαρβάρων, ἀλλ' ἀπ' αὐτῆς τῶν δαιμόνων ἥρπα [63.844] σε τῆς χειρὸς, μυρίους καθ' ἑκάστην ὑπομένων κινδύνους, καὶ τοῖς οἰκείοις θανάτοις ἑτέροις πολλὴν ἀσφάλειαν κτώμενος.
 [09197]  Ἀλλ' ἐὰν τὰς ἐντοσούτοις ἔτεσι τοῦ Παύλου μάστιγας, καὶ τὸν λιμὸν τὸν διηνεκῆ, καὶ τὴν γυμνότητα, καὶ τὰς ἁλύσεις, καὶ τὸ δεσμωτήριον, καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς τὰς παρὰ τῶν οἰκείων, τὰς παρὰ τῶν ἀλλοτρίων, τὰς παρὰ τῶν τυράννων, τὰς παρὰ τῆς οἰκουμένης ἁπάσης ἀντιτιθῇς, καὶ μετὰ τούτων τὰ πάντων πικρότερα, λέγω δὴ τὰς ὑπὲρ τῶν πιπτόντων ὀδύνας, τὴν φροντίδα τῶν Ἐκκλησιῶν πασῶν, τὴν πύρωσιν, ἣν ὑπὲρ ἑκάστου τῶν σκανδαλιζομένων ὑπέμενεν, ὄψει πῶς πέτρας στεῤῥοτέρα ἦν ἡ ταῦτα φέρουσα ψυχὴ, καὶ σίδηρον καὶ ἀδάμαντα ἐνίκα·
 [09921]  Οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον.
 [09999]  Τί περιττοὺς ἐπισπᾶσαι κινδύνους οὐδὲν κέρδος ἔχοντας;
000-00-00 Serial Number=0827371418
Epistula ad Cyriacum Ante [Go Back]  
 [00639]  Ὁ δὲ Θεὸς λαμπρότερον αὐτὸν ποιῶν ἠνείχετο τῶν γινομένων καὶ ἐμακροθύμει κινδύνων κινδύνους διαδεχομένων·
 [00667]  Νέον, σφριγῶντα, δοῦλον, ἔρημον, ἄπολιν, ξένον, μετανάστην, ὑπὸ δεσποίνης οὕτως ἀκολάστου, καιομένης, οὕτω πλουτούσης καὶ τοσαύτην δυναστείαν περιβεβλημένης, ἐν ἐρημίᾳ τοσαύτῃ συντελεῖ γὰρ καὶ τοῦτο πρὸς τὴν τοιαύτην ἅλωσιν συνειλημμένον κατέχεσθαί τε καὶ κολακεύεσθαι καὶ πρὸς εὐνὴν ἄγεσθαι δεσποτικὴν καὶ ταῦτα μετὰ τοσούτους κινδύνους καὶ ἐπιβουλάς.
000-00-00 Serial Number=0323836088
Epistulae Ante [Go Back]  
 [00962]  ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας·
 [01920]  ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας·
000-00-00 Serial Number=0365631044
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00667]  Τί ἄν τις εἴποι τὰ ἄλλα τὰ κατὰ τὴν ὁδόν, τοὺς φόβους, τοὺς κινδύνους;
 [00994]  ὁ δὲ Θεὸς λαμπρότερον αὐτὸν ποιῶν ἠνείχετο τῶν γινομένων καὶ ἐμακροθύμει, κινδύνων κινδύνους διαδεχομένων.
 [01025]  Ποίας τοῦτο καμίνου καὶ φλογὸς οὐ σφοδρότερον, νέον σφριγῶντα, δοῦλον, ἔρημον, ἄπολιν, ξένον, μετανάστην, ὑπὸ δεσποίνης οὕτως ἀκολάστου καὶ μαινομένης, οὕτω πλουτούσης, καὶ τοσαύτην δυναστείαν περιβεβλημένης, ἐν ἐρημίᾳ τοσαύτῃ συντελεῖ γὰρ καὶ τοῦτο πρὸς τὴν τοιαύτην ἅλωσιν , συνειλημμένον κατέχεσθαί τε καὶ κολακεύεσθαι καὶ πρὸς εὐνὴν ἄγεσθαι δεσποτικήν, καὶ ταῦτα μετὰ τοσούτους κινδύνους καὶ ἐπιβουλάς;
000-00-00 Serial Number=0584179282
Expositiones in Psalmos Ante [Go Back]  
 [01531]  Οὐδὲν τῶν τοιούτων ἐννοήσας, εἰς τὸ στρατόπεδον ἐπεπήδησε τοῦ τυράννου, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ εἰς μέσους ἑαυτὸν ἀφῆκε τοὺς κινδύνους.
 [03599]  Πάλιν τοῖς αὐτοῖς ἐπιμένει, δεικνὺς ὅτι ἡ κακία τὴν κόλασιν ἔχει συγκεκληρωμένην, καὶ ἡ ἀσέβεια θάνατον τίκτει, καὶ ἡ ἁμαρτία κινδύνους.
 [05362]  Πάλιν τοῖς αὐτοῖς ἐπιμένει, δεικνὺς ὅτι ἡ κακία τὴν κόλασιν ἔχει συγκεκληρωμένην, καὶ ἡ ἀσέβεια θάνατον τίκτει, καὶ ἡ ἁμαρτία κινδύνους.
 [07015]  τοὺς κινδύνους λέγων τοὺς θάνατον τίκτοντας, καὶ ὧν πλησίον οἱ θάνατοι, ὥσπερ καὶ ὠδῖνας θανάτου καὶ πύλας ᾅδου ἡ Γραφὴ καλεῖ.
000-00-00 Serial Number=0084235251
Fragmenta in Job Ante [Go Back]  
 [00078]  πάλιν ἀνδρεῖος ἕτερος πρὸς τοὺς ἀγῶνας ἐστὶ καὶ κινδύνους·
 [00334]  οὕτως ὁ βάσκανος, κατά τινα τάξιν ἐν ἀταξίᾳ, καὶ ἀσεβείᾳ, τῷ τῆς εὐσεβείας πύργῳ τοὺς κινδύνους ἐπήγαγε.
000-00-00 Serial Number=0554465294
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00133]  καὶ ταῦτα ὁρῶντες πολλοὶ τῶν ἀσθενεστέρων ἐξελύοντο, ἐνάρκων, ἀλύοντες διετέλουν, τὰ μὲν χρηστὰ τοῦ κηρύγματος ἐν ἐλπίσιν ὁρῶντες, βασιλείαν καὶ ἀνάστασιν καὶ ἀφθαρσίαν, τὰ δὲ λυπηρὰ ἐνταῦθα ἐν τῇ πείρᾳ καὶ ὑπομονῆ, τήγανα, καμίνους, δεσμωτήρια, πολέμους, ἔχθρας, ἀπεχθείας, θανάτους, κινδύνους, καὶ τοὺς διδασκάλους αὐτῶν νῦν μὲν ἐν δεσμωτηρίοις, νῦν δὲ ἐν ἀπαγωγαῖς [λ.
 [00155]  Εἴ τις οὖν βούλοιτο σαφῆ λαμβάνειν ἀπόδειξιν τοῦ θείαν εἶναι δύναμιν τὴν ἡμῖν ἐνηχοῦσαν, τοὺς πειρασμοὺς λαμβανέτω, τοὺς κινδύνους, τὰς ἁλύσεις, τὰ δεσμωτήρια.
 [00165]  Ἀσθένειαν ἐνταῦθα τοὺς διωγμοὺς καλεῖ, τοὺς πειρασμοὺς, τοὺς κινδύνους, τὰς ἐπιβουλὰς, τὰς ἐπηρείας.
000-00-00 Serial Number=0920081317
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00111]  διακόπτων αὐτῶν τὴν πρὸς ταῦτα συμπάθειαν, συνεκλήρωσεν αὐτοῖς πολλὰ τὰ λυπηρὰ, καὶ φόβους καὶ μερίμνας καὶ φροντίδας καὶ ἀγωνίας καὶ κινδύνους καὶ δειλίαν, καὶ τὸν πολὺν τῶν σωματικῶν παθῶν ἑσμὸν, καὶ τὴν ἀπὸ τῶν σωμάτων πολιορκίαν, καὶ ἕτερα πολλὰ, ἅπερ εἰπεῖν οὐκ ἔνι τῷ λόγῳ·
000-00-00 Serial Number=0431814790
In Acta apostolorum Ante [Go Back]  
 [00437]  Οὐ γὰρ ἐβούλοντο καθεῖναι ἑαυτοὺς εἰς κινδύνους, ἀλλὰ ἀναπνεῦσαι·
 [00491]  ἀλλ' οὐχ ὥσπερ ἐκεῖ ἀπεκρίνατο σφο [60.27] δρότερον, ἀπάγων αὐτοὺς τοῦ νομίζειν τὴν ἀπαλλαγὴν εἶναι πλησίον, καὶ ἐνέβαλεν εἰς τοὺς κινδύνους·
 [00971]  ἐπὶ γὰρ κινδύνους ἐκαλοῦντο·
 [03207]  δεύτερον, αὐτοὶ οἱ κορυφαῖοι εἰς κινδύνους ἐμπίπτουσιν.
 [04048]  καὶ καθάπερ ἄγγελοι οὕτως ἐθαυμάζοντο, πρὸς οὐδὲν ἐπιστρεφόμενοι, οὐ πρὸς γέλωτα, οὐ πρὸς ἀπειλὰς, οὐ πρὸς κινδύνους.
 [04349]  Καὶ τίς, εἰπέ μοι, μυρίον κεκτημένος πλοῦτον, τοσούτους κινδύνους ἠδυνήθη διαφυγεῖν, ἔθνεσι τοσούτοις ὁμιλῶν, ὑπὲρ μεταστάσεως πολιτείας μόνης;
 [06427]  Πῶς γὰρ, ὁ αἱμάτων ἐπιθυμῶν, ὁ τοῖς ἱερεῦσι προσελθὼν, ὁ εἰς κινδύνους ἑαυτὸν ἐπιῤῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος;
 [06792]  Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι πρότερον πείσεται, καὶ τότε ἐμβήσεται εἰς τοὺς κινδύνους.
 [06884]  Τοῦτον μιμώμεθα, πα [60.162] ρακαλῶ, καὶ ἡμεῖς, καὶ πρὸς πάντας ὦμεν κινδύνους παρατεταγμένοι.
 [07129]  Ὅρα, πῶς ἐφοβοῦντο τοὺς κινδύνους, πῶς ἔτι τὸ δέος ἐνήκμαζε.
 [09999]  Ὁ αὐτὸς καὶ εἰς κινδύνους ἑαυτὸν ἐνέβαλε, καθὼς ἑτέρωθί φησιν·
 [09999]  Ταῦτα, παρακαλῶ, καὶ ἡμεῖς μιμώμεθα τὰ ῥή [60.306] ματα, καὶ εἰς κινδύνους ῥίπτωμεν ἑαυτοὺς διὰ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους.
 [09999]  Ἐπειδὴ τοίνυν μεγάλην ἔχει τὴν ἰσχὺν ταῦτα, ἕκαστος ἡμῶν ἀναλογιζέσθω παρ' ἑαυτῷ, καὶ μετὰ ἀκριβείας ἀνερευνάτω, εἴ ποτε εἰς κινδύνους προπεσὼν διέφυγε τὰς τῶν ἐναντίων χεῖρας, καὶ καθάπερ ἐν βίβλῳ τὰς εὐεργεσίας ἀναγράπτους ἐχέτω τοῦ Θεοῦ·
 [09999]  Παρασκευάζων αὐτοὺς ἀεὶ ἑτοίμους εἶναι πρὸς κινδύνους καὶ δήλους καὶ ἀδήλους, καὶ πάντα τῷ Πνεύματι πείθεσθαι.
 [09999]  Ὅρα πῶς ἑαυτὸν εἰσωθεῖ εἰς τοὺς κινδύνους.
 [09999]  Καὶ γὰρ ἔδειξε τὴν παῤῥησίαν τὴν πρὸς τοὺς κινδύνους, τὴν συμπάθειαν τὴν πρὸς τοὺς ἀρχομένους, τὴν διδασκαλίαν τὴν μετὰ παῤῥησίας, τὴν ταπεινοφροσύνην, τὴν ἀκτημοσύνην·
 [09999]  Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχὶ φοβούμενος αὐτῶν τοὺς κινδύνους ἔφυγεν, ἀλλ' ὅτι οὐκ ἐδέχοντο τὴν μαρτυρίαν αὐτοῦ.
 [09999]  Ὅρα αὐτὸν ἀεὶ διεγηγερμένον, μεριμνῶντα, οὐκ ἀνεχόμενον καθῆσθαι, καίτοι μυρίους ὑπέμενε κινδύνους.
 [09999]  Τὸ δὲ, Ἐπαῤῥησιάζετο, λέγει, δηλῶν ὅτι καὶ πρὸς κινδύνους ἦν παρατεταγμένος, καὶ φανερώτερον διελέγετο, οὐ συσκιάζων τὰ δόγματα.
 [09999]  Καὶ ὅτε ἤκουσεν ὅτι μυρία δεινὰ ἔχει παθεῖν, τότε ἐπείγεται, οὐκ ἐπὶ τοὺς κινδύνους ῥίπτων ἑαυτὸν, ἀλλ' ἡγούμενος τοῦ Πνεύματος εἶναι τὸ πρόσταγμα.
 [09999]  Ἱκανὴ γοῦν ἐκείνη ἡ ἀπολογία, τὸ μέλλοντα διασπᾶσθαι τὸν ἄνθρωπον ἁρπάζεσθαι, καὶ τοσούτους κινδύνους διαφυγεῖν·
 [09999]  Μᾶλλον οὖν πειράζοντος ἦν τὸ θαῤῥεῖν ἐκείνῃ τῇ ἀποφάσει, καὶ εἰς μυρίους ἑαυτὸν ἐμβάλλειν κινδύνους, καὶ λέγειν·
000-00-00 Serial Number=0258369744
In Genesim sermones Ante [Go Back]  
 [00410]  Ἄνθρωποι μὲν γὰρ τοὺς ὑποκειμένους αὐτοῖς ἐν ἐσχάτῳ γήρᾳ μετὰ πολλοὺς πόνους καὶ μυρίους κινδύνους, τοὺς ἐν εἰρήνῃ, τοὺς ἐν πολέμοις, τότε τιμῶσιν·
 [01475]  Μακρὰν, φασὶν, ἤλθομεν ὁδὸν, πολλοὺς χειμῶνας ὑπεμείναμεν, πολλοὺς κινδύνους, διαπόντιον ἀποδημίαν ἐστειλάμεθα·
000-00-00 Serial Number=0130938768
In Heliam et viduam Ante [Go Back]  
 [00094]  Οὕτω τὸν ∆αυῒδ ἀπήλασε μὲν ὁ Σαοὺλ μετὰ τὴν τοῦ Γολιὰθ κεφαλὴν, μετὰ τοὺς μυρίους κινδύνους, οὓς καὶ αὐτῷ καὶ τῇ πόλει πολλάκις ἐπαγομένους ἔλυσεν·
000-00-00 Serial Number=0144030035
In Isaiam Ante [Go Back]  
 [02097]  Ἄλλως δὲ καὶ ψυχὴν σφόδρα πρὸς κινδύνους παρατεταγμένην εἶχε·
000-00-00 Serial Number=0149861217
In Joannem Ante [Go Back]  
 [00105]  Καὶ γὰρ ὁ ἔμπορος θέλει πλουτεῖν, ἀλλ' οὐ μέχρι τῆς διανοίας τὸ θέλειν ἵστησιν, ἀλλὰ καὶ πλοῖον κατασκευάζεται, καὶ συνάγει ναύτας, καὶ παρακαλεῖ κυβερνήτην, καὶ τοῖς ἄλλοις ἅπασι κατασκευάζει τὸ πλοῖον, καὶ χρυσίον δανείζεται, καὶ περᾷ πέλαγος, καὶ εἰς ξένην ἄπεισι γῆν, καὶ κινδύνους ὑπομένει πολλοὺς, καὶ τὰ ἄλλα πάντα ἅπερ ἴσασιν οἱ τὴν θάλατταν πλέοντες.
 [04113]  Οὐδὲ γὰρ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ καὶ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχεε, διδοὺς αὐτοῖς ἐκ τούτων λογίσασθαι, ὅτι οὐκ ἂν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ ∆εσπότου τοῦ οἴκου κατεφρόνησεν ἄν·
 [04115]  τὸ δὲ καὶ εἰς κινδύνους καταστῆναι, πάνυ τολμηρόν.
 [04902]  Κἂν μὲν ἄνθρωπον ἴδωμεν κινδύνους καὶ θανάτους ὑπὲρ ἡμῶν καταδεξάμενον, πάντων προτίθεμεν, καὶ ἐν τοῖς πρώτοις ἀριθμοῦμεν τῶν φίλων, καὶ πάντα αὐτῷ τὰ ἡμέτερα ἐγχειρίζομεν, καὶ αὐτοῦ μᾶλλον ἢ ἡμέτερα εἶναί φαμεν·
000-00-00 Serial Number=0184552729
In catenas sancti Petri Ante [Go Back]  
 [00036]  [9] Ἡ μὲν οὖν τῶν Πράξεων βίβλος πολλοὺς περὶ αὐτοῦ διεξιοῦσα κινδύνους, οἷς ὑπέπεσέ τε καὶ συνεσχέθη, καὶ πολλῶν θαυμάτων μνήμην ποιησαμένη, οἷον τὴν παραδόξως ἐνεργηθεῖσαν ἐν τῷ χωλῷ ἴασιν, τὴν Ἀνανίου καὶ Σαπφείρας ἀδυσώπητον τελευτήν, τὴν τῆς Ταβηθὰ ἐξ αὐτῶν τοῦ θανάτου βρόχων ἀνάστασιν, τὴν Κορνηλίου δι' ἀγγελικῆς ἐπιστασίας μεταβολὴν καὶ μετάθεσιν, τὴν διὰ τῆς σκιᾶς τοῦ σώματος τοῖς ἀσθενοῦσι προσγινομένην ἀνάρρωσιν·
000-00-00 Serial Number=0361423016
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00097]  Καὶ ταυτὸν ποιεῖ, οἷον εἴ τις ἐπαγγειλάμενος ἐλθεῖν πρός τινα ποθούμενον, εἶτα μετὰ μυρίους κινδύνους ἐλθὼν λέγοι·
 [01872]  Μετὰ γὰρ τὸ μυρίους ἀριθμῆσαι κινδύνους, ὕβρεις, στενοχωρίας, ἀνάγκας, καὶ ὅσα τοιαῦτα, ἐπήγαγε λέγων, Οὐχ ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος.
 [02403]  Οὐδὲ γὰρ μόνον πρὸς κινδύνους ἄτολμος ὁ τοιοῦτος, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα πάντα·
 [03695]  διὰ δὲ τὸν Θεὸν διεφύγομεν τοὺς κινδύνους.
 [03721]  Καὶ οὗτοι τοίνυν ἐπειδὴ ἃ πάσχομεν ἴσασιν, ὑπὲρ δὲ ὧν πάσχομεν ἀγνοοῦσιν, εἰκότως ταῦτα μόνα ὑποπτεύουσι, τὰ παλαίσματα μὲν καὶ τοὺς κινδύνους ὁρῶντες, τὰ δὲ ἔπαθλα καὶ τοὺς στεφάνους καὶ τὴν τῶν ἀγώνων ὑπόθεσιν οὐκέτι.
 [03946]  Οὐ τίθησιν ἐνταῦθα τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῶν καὶ τοὺς πόνους καὶ τοὺς θανάτους, καίτοι πολλὰ ἔχων εἰπεῖν·
 [04157]  Ἔνι γὰρ καὶ φιλεῖν, καὶ κινδύνους φεύγειν·
 [05074]  ἐχειροτονήθη ὑφ' ἡμῶν, καὶ ἐφ' οἷς Παῦλος, καὶ πανταχοῦ κοινωνὸς αὐτῷ γέγονε, καὶ κατὰ τοὺς πειρασμοὺς καὶ κατὰ τοὺς κινδύνους·
 [06744]  πολλάκις γὰρ εἰς κινδύνους παρεδόθην θάνατον ἔχοντας.
 [06765]  Κίνδυνοι πόνους, πόνοι κινδύνους διεδέχοντο ἐπάλληλοι καὶ συνεχεῖς, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συνεχώρουν.
 [06833]  καὶ ὅσῳ μεῖζον ἐπῆγε τοὺς κινδύνους, τοσούτῳ μᾶλλον ἡττᾶτο.
 [06873]  ὁ δὲ μακάριος ἐκεῖνος ἑνὶ σώματι καὶ μιᾷ ψυχῇ τοσούτους κινδύνους ὑπέμεινεν, ὅσοι καὶ ἀδαμάντινον ἱκανοὶ θορυβῆσαι ψυχήν·
 [06909]  Εἰπὼν τοίνυν τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰς ἐπιβουλὰς, τὰς ἀθυμίας, τὰ ναυάγια, ἐφ' ἕτερον μεθίσταται καυχήσεως εἶδος, λέγων·
 [07235]  Ἐννόησον γὰρ πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους, πόσας ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν ἐνταῦθα ᾐνίξατο, πόσους πολέμους ἐμφυλίους, ἐξωτικοὺς, πόσας ὀδύνας, πόσας προσβολὰς διὰ τοῦ ὀνόματος τῆς ὑπομονῆς·
000-00-00 Serial Number=0675477684
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00322]  ὁ τὰ ἀλλότρια μεριμνῶν καὶ πολυπραγμονῶν, πολλάκις αὐτῇ καὶ κινδύνους ἐκ τῆς περιεργίας ταύτης προσετρίψατο.
 [00693]  οὐδὲ γὰρ ἐβούλετο περιττὰς ἔχθρας ἀναδέχεσθαι καὶ ἀνονήτους κινδύνους.
 [00838]  Τοῦτο δηλοῦντός ἐστι καὶ τοὺς αὐτοῦ κινδύνους·
 [00845]  Οὐ κινδύνους ἐνταῦθά μοι δοκεῖ αἰνίττεσθαι, ἀλλὰ τοὺς ἀντιλέγοντας καὶ ἐμποδίζοντας αὐτοῦ τῷ λόγῳ, ὥσπερ ἦν ὁ Ὑμεναῖος, ὥσπερ Ἀλέξανδρος ὁ χαλκεύς.
000-00-00 Serial Number=0136817098
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00020]  Μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃς, φησίν·
 [00463]  οὐχὶ τοὺς κινδύνους;
 [01739]  Καὶ γὰρ ὑπὲρ μὲν ἀργυρίου καὶ ἀγρυπνίας καὶ ἀποδημίας καὶ κινδύνους ἐπαλλήλους καὶ μῖσος καὶ ἐπιβουλὰς καὶ πάντα ὑπομένουσιν ἄνθρωποι·
 [01740]  ἡμεῖς δὲ ὑπὲρ τοῦ Θεοῦ οὐδὲ ψιλὸν ῥῆμα προέσθαι ἀνεχόμεθα, οὐδὲ ἀπέχθειαν ἀναδέξασθαι, ἀλλὰ ἂν δέῃ τινὶ τῶν καταπονουμένων ἀμῦναι, τὰς τῶν δυναστευόντων ἔχθρας ὑποστελλόμενοι καὶ τοὺς κινδύνους, προδιδόαμεν τὸν ἠδικημένον·
 [02555]  Τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς, τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφαλοῦς, μᾶλλον εἵλετο οἴκοι τρυφᾷν, ἢ μετ' ἐμοῦ ταλαιπωρεῖσθαι, καὶ συνδιαφέρειν μοι τοὺς παρόντας κινδύνους.
000-00-00 Serial Number=0729788601
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01016]  Ἀλλ' ὅμως τὰ πάντα ἐπῆλθον, καὶ κατέλυσαν ταῦτα, καὶ ἐπέδραμον ἐν βραχεῖ καιρῷ τὴν οἰκουμένην ἅπασαν, καθάπερ ὑπόπτεροί τινες, οὐ κινδύνους λογιζόμενοι, οὐ θανάτους, οὐ τὴν τοῦ πράγματος δυσκολίαν, οὐ τὴν ὀλιγότητα τὴν ἑαυτῶν, οὐ τὸ πλῆθος τῶν ἐναντιουμένων, οὐ τὴν ἐξουσίαν, οὐ τὴν δυναστείαν, οὐ τὴν σοφίαν τῶν πολεμούντων.
 [01233]  Εἰ δὲ καὶ προσεδόκων κρατῆσαι, ποίαις ἐλπίσι τοσούτους ἀνεδέχοντο κινδύνους, εἰ μὴ πρὸς τὰ μέλλοντα ἑώρων;
 [01237]  Εἰ γὰρ νῦν πιστεύσαντες ἄνθρωποι περὶ βασιλείας οὐρανῶν καὶ μυρίων ἀγαθῶν, δυσκόλως καταδέχονται κινδύνους, πῶς ἂν ἐκεῖνοι μάτην τοσαῦτα ἂν ὑπέμειναν, μᾶλλον δὲ καὶ ἐπὶ κακῷ;
 [01334]  Τί δὲ ὅλως αὐτοὺς ἐπῆρεν εἰς τοσούτους κινδύνους ἐμπεσεῖν;
 [01436]  εἰπὼν γὰρ, Καὶ ἐγὼ ἐν ἀσθενείᾳ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δηλῶν ὅτι ἀσθένειαν τοὺς κινδύνους καλεῖ, πάλιν ἐπήγαγε·
 [01439]  Καὶ Παῦλος ἐφοβεῖτο κινδύνους;
 [01444]  Εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρτερία ἢ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν;
 [01445]  Ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμενος, καὶ οὐχ ἁπλῶς φοβούμενος, ἀλλὰ καὶ τρέμων τοὺς κινδύνους, διαπαντὸς ἔδραμε στεφανούμενος, καὶ ἐν οὐδενὶ τῶν κινδύνων ἐνέδωκεν, ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων.
 [01480]  Καὶ γὰρ τὰ ἐπιτάγματα πολὺν εἶχε τὸν μόχθον, καὶ τὰ δόγματα τοὺς κινδύνους·
 [01593]  Καὶ γὰρ εἰ στρατιώτας τις εἶδε καὶ στρατηγοὺς λιμῷ καὶ δίψει καὶ θανάτῳ καὶ πᾶσι τοῖς δεινοῖς παλαίοντας, καὶ κρυμὸν καὶ κινδύνους καὶ πάντα φέροντας καθάπερ λέοντας, καὶ κατορθοῦντας·
 [01619]  καὶ γὰρ χρήματα ἀναλίσκουσι, καὶ λόγους προσάγουσι, καὶ κινδύνους ὑπομένουσι, καὶ προστασίας ἐπιδείκνυνται·
 [01620]  πολλῷ μᾶλλον ἡμᾶς τοὺς ἀπάτης ἀπάγοντας, καὶ κινδύνους, καὶ θανάτους, καὶ πάντα ὑπομένειν χρὴ, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους κερδάναντες, καὶ τοῖς ἐναντίοις ἀκαταγώνιστοι γενόμενοι, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
 [02014]  Οὐ γὰρ ἁπλῶς ἀπὸ συνηθείας εἰς συνήθειαν εἷλκον, ἀλλ' ἀπὸ συνηθείας ἄδειαν ἐχούσης εἰς πράγματα κινδύνους ἀποτελοῦντα.
 [02020]  Ἀπὸ γὰρ πορνείας ἐπὶ σωφροσύνην ἐκάλουν, ἀπὸ μέθης ἐπὶ νηστείαν, ἀπὸ γέλωτος ἐπὶ δάκρυα καὶ κατάνυξιν, ἀπὸ πλεονεξίας ἐπὶ ἀκτημοσύνην, ἀπὸ φιλοζωΐας ἐπὶ θανάτους, ἀπὸ ἀδείας ἐπὶ κινδύνους·
 [03654]  Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ αὐτοὺς ἐκ τούτων ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι ζηλοῦν, τοὺς κινδύνους καὶ τὰς ὕβρεις, οὐ τὰς τιμὰς καὶ τὰς δόξας·
 [03961]  Οὐ τὰς αὐτοῦ, ἀλλὰ τὰς ἐμὰς, τουτέστι, τὰς οἰκονομίας, τοὺς κινδύνους, τὰ ἔθη, τοὺς νόμους, τοὺς θεσμοὺς, τοὺς κανόνας τοὺς ἀποστολικοὺς, τὰ ἄλλα πάντα.
 [05454]  ἐκεῖνοι δὲ οὐκ ἂν ἐθαυμάσθησαν, ἅτε μὴ εἰς κινδύνους ἑαυτοὺς ῥίψαντες.
 [06375]  Καὶ γὰρ καὶ σημεῖα ἐπεδειξάμην, καὶ λόγῳ ἐδίδαξα, καὶ κινδύνους ὑπέμεινα, καὶ βίον παρεσχόμην ἄληπτον.
 [06419]  Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει, ∆ι' ἐκείνου μὲν γὰρ τοὺς κινδύνους, διὰ δὲ τούτου τὸν πόνον καὶ τὴν πολλὴν ταλαιπωρίαν καὶ ἐπιμέλειαν ἐνέφηνε.
 [06726]  Ὅταν γὰρ εἴπῃ, Ἐσπείραμεν, τοὺς χειμῶνας καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς καὶ τὰ ἄφατα κακὰ ἐνδείκνυται, ἅπερ ὑπέμενον κηρύττοντες.
 [07375]  καὶ γὰρ ἠλάθημεν καὶ ἐδιώχθημεν καὶ πολλοὺς καὶ συνεχεῖς ὑπεμείναμεν κινδύνους·
 [07862]  καὶ ὁ στρατιώτης, οὐχ ἵνα ἑαυτὸν διασώσῃ παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ·
 [09999]  Εἰ δὲ βούλει καὶ τὴν ζημίαν ἰδεῖν, ἐννόει μοι τῶν χρημάτων τὴν δαπάνην, τοὺς περὶ τῶν ἐσχάτων κινδύνους, τὸν πρὸς τοὺς ἀντεραστὰς πόλεμον, τὰ τραύματα, τὰς πληγὰς τὰς ἐκ τῶν τοιούτων παρατάξεων.
000-00-00 Serial Number=0457404852
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00363]  Ἀπὸ γὰρ κινδύνων ὄντες μεγάλων καὶ θανάτων καὶ πληγῶν, εὐθέως εἰς κινδύνους ἐνεπέσομεν.
 [00373]  Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, εἰ ἀπάτη ἦν, τοσούτους κινδύνους ὑπεμείναμεν ἂν, οὐδὲ ἀναπνεῦσαι διδόντας ἡμῖν.
 [00459]  ∆ιὰ τοῦτο, ἀποκρουόμενος τὴν ὑποψίαν, τοὺς κινδύνους λέγει.
 [00460]  Καὶ πάλιν, ἵνα μὴ νομισθῇ διὰ τοῦτο τοὺς κινδύνους λέγειν, ὡς κάμνων ὑπὲρ αὐτῶν, καὶ ὀφείλων τιμηθῆναι παρ' αὐτῶν, ὑπὲρ τούτου, μετὰ τὸ εἰπεῖν τοὺς κινδύνους, ἐπήγαγε·
 [00635]  Πόθεν γὰρ, φησὶν, εἰ μὴ ὡς τοῦ Θεοῦ λέγοντος ἠκούετε, τοιούτους ἐφέρετε κινδύνους;
 [02596]  Τοὺς κινδύνους μὴ δεδοίκατε κἂν ἀποθάνωμεν, ζησόμεθα.
000-00-00 Serial Number=0442463815
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00071]  Τὸν διδάσκαλον ἀναγκαῖον κινδύνους ὑπομένειν, καὶ πολλῷ τῶν μαθητῶν πλείονας.
 [00084]  ∆ύο γὰρ τούτοις φέρομεν τοὺς κινδύνους, ἢ ταχέως αὐτῶν ἀπαλλαττόμενοι, ἢ χρησταῖς ἐλπίσι τρεφόμενοι.
 [00569]  Ἐννόησον γὰρ [62.516] ὅσον ἦν πρὸς καθημερινὰς ὕβρεις, λοιδορίας, ἐπιβουλὰς, κινδύνους, σκώμματα, ὀνείδη, θανάτους ἵστασθαι, καὶ μὴ ἀποκάμνειν μηδὲ ὀλισθαίνειν μηδὲ περιτρέπεσθαι, ἀλλὰ, πάντοθεν βαλλόμενον μυρίοις καθ' ἑκάστην ἡμέραν τοῖς βέλεσιν, ἀτενὲς ἔχοντα τὸ ὄμμα ἑστάναι καὶ ἀκατάπληκτον.
 [02561]  Ἐνταῦθα καὶ παρορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε μὴ ἐκλυθῆναι Θεὸν ἔχοντα τοιοῦτον, μήτε τῆς παρ' ἑτέρων συμμαχίας δεῖσθαι, ἀλλ' ἑκοντὶ πάντα φέρειν γενναίως·
 [04071]  ἂν ἴδωμεν, ὅτι μυρίους ἔχει κινδύνους, ὅτι ἡδονὴν πρόσκαιρον, ὅτι ἡδονὴν ἀναμεμιγμένην ἀθυμίαις·
 [04112]  Ἐνταῦθα καὶ παράκλησίς ἐστι πρὸς τοὺς κινδύνους, καὶ τῆς ἀναστάσεως ὑπόμνησις.
000-00-00 Serial Number=0921063781
In epistulam ad Colossenses Ante [Go Back]  
 [03575]  Πρὸς γὰρ τῷ κινδύνους περιττοὺς ὑπομένειν καὶ κέρδος οὐκ ἔχοντας, καὶ ἑτέρα γίνεται βλάβη, τὸ τοὺς Ἕλληνας μὴ προσιέναι ἡμῖν.
 [04009]  Οὐχὶ τοὺς κινδύνους δεδοικώς·
000-00-00 Serial Number=0371433318
In epistulam ad Ephesios Ante [Go Back]  
 [01567]  Ἐκεῖνος καὶ τὴν χάριν ἔχων βοηθοῦσαν, οὐκ ἠρκεῖτο, ἀλλὰ μυρίους εἰσέφερε κινδύνους·
 [01568]  ἡμεῖς δὲ ἀπεστερημένοι τῆς παῤῥησίας ἐκείνης, πόθεν, εἰπέ μοι, προσδοκῶμεν ἢ τοὺς ἐγχειρισθέντας φυλάξαι, ἢ τοὺς οὐδέπω προσελθόντας προσλαβεῖν, ἄνθρωποι τρυφᾷν μεμελετηκότες καὶ ἀνάπαυσιν πανταχοῦ ζητοῦντες, καὶ κινδύνους οὐδὲ ὄναρ ἐνεγκεῖν δυνάμενοι, μᾶλλον δὲ οὐ θέλοντες, τῆς δὲ σοφίας ἐκείνου τοσοῦτον ἀπέχοντες, ὅσον ὁ οὐρανὸς τῆς γῆς;
 [01577]  καὶ αὐτοῖς δὲ τούτοις πολλοὺς κινδύνους μαρτυρεῖ.
 [01836]  ὁ δὲ οὐ μόνον [62.54] τὴν συγγένειαν οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ παντὶ θυμῷ ἤμυνε, καὶ εἰς κινδύνους ἑαυτὸν ἔῤῥιψεν ὑπὲρ ἐκείνων.
 [05804]  Ἄνανδρε καὶ δειλὲ, ὄκνου γέμων καὶ νωθείας καὶ ὕπνου πολλοῦ, ὁ δεῖνα ταπεινὸς καὶ ἐκ ταπεινῶν, κινδύνους ἀράμενος καὶ ἀποδημίας στειλάμενος, πολλὴν τὴν οὐσίαν ἐποίησε, καὶ ἡ γυνὴ χρυσοφορεῖ, καὶ ἐπὶ ζεύγους λευκῶν ἡμιόνων πρόεισι, περιφέρεται πανταχοῦ, οἰκετῶν ἀγέλας ἔχει καὶ εὐνούχων ἐσμόν·
 [05811]  ἐννοείτω τοὺς ἐκ τοιούτων πλούτων κινδύνους, καὶ τὸν ἀπράγμονα ἀσπάσεται βίον.
 [05883]  κἂν πάντα ἀπολέσαι δέῃ, κἂν Ἴρου πενέστερον γενέσθαι, κἂν κινδύνους ὑποστῆναι τοὺς ἐσχάτους, κἂν ὁτιοῦν παθεῖν, ἐμοὶ πάντα οἰστὰ καὶ φορητὰ, ἕως ἂν τὰ πρὸς σὲ εὖ μοι διακέηται·
000-00-00 Serial Number=0799316406
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00445]  Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἦν ἕτερον, εἰπέ μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν, καὶ ὕβριν τιμῆς, καὶ κινδύνους ἀνέσεως, καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι;
 [01203]  Ἰδοὺ γὰρ οὗτοι καὶ Πνεῦμα ἔλαβον, καὶ σημεῖα εἰργάσαντο, καὶ ὁμολογηταὶ ἐγένοντο, μυρίους διὰ τὸν Χριστὸν ὑπομείναντες κινδύνους καὶ διωγμοὺς, καὶ μετὰ τοσαῦτα κατορθώματα τῆς χάριτος ἐξέπεσον.
 [02361]  Ἵνα γὰρ μή τις λέγῃ, ὅτι μετέστη μὲν ἀπὸ διανοίας ὀρθῆς, οὐκ ἐνέμεινε δὲ ἐπὶ τῆς αὐτῆς προαιρέσεως, ὅτι καὶ ἔμεινε μάρτυρας παράγει τοὺς πόνους, τοὺς κινδύνους, τὰς πληγάς.
000-00-00 Serial Number=0866192043
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01828]  τί περιττοὺς ἐπισπᾶσαι κινδύνους οὐδὲν κέρδος ἔχοντας;
 [06974]  τῶν πρωτείων ἑτέροις παρεχώρει, εἰς κινδύνους ἑαυτὸν ἐνέβαλλε, μυρία ἔπασχε δεινά·
 [07499]  καὶ ἑκὼν ἑαυτὸν ἔῤῥιψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῷ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν.
 [07538]  Τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους, καὶ λέγειν, Ἴδω εἰ σώζει με ὁ Θεός.
 [07541]  Ὁρᾷς ὅτι τοῦτο διαβολικόν ἐστι, τὸ εἰκῆ καὶ μάτην ῥίπτειν ἑαυτοὺς εἰς κινδύνους, καὶ πειράζειν εἰ σώζει ὁ Θεός;
 [08175]  Σκόπει ἡλίκους κινδύνους, ναυάγια, τὰς ἐπαλλήλους θλίψεις, καὶ ὅσα τοιαῦτα, ἐλαφρὰ καλεῖ·
 [08460]  ὑμεῖς δὲ οὐδέπω εἰς κινδύνους ἐπέβητε θάνατον ἀπειλοῦντας.
 [08558]  ἀλλὰ τὸν Ἀβραὰμ εἴπω, καὶ ἃ τοῦτον συνέβη παθεῖν, οἷον, τὰς ἀποδημίας τὰς ἐπαλλήλους, τὴν τῆς γυναικὸς ἁρπαγὴν, τοὺς κινδύνους, τοὺς πολέμους, τοὺς πειρασμούς;
 [09736]  ἀγρυπνεῖ, κινδύνους ἔχει κατὰ τῆς αὑτοῦ κεφαλῆς, ὑπόκειται ταῖς τιμωρίαις τῶν σῶν ἁμαρτημάτων, καὶ διὰ σὲ τοσούτῳ ἐστὶν ὑπεύθυνος φόβῳ, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀκκίζῃ καὶ βάναυσος εἶ, καὶ οὐ βούλει πείθεσθαι;
000-00-00 Serial Number=0551490426
In epistulam ad Philemonem Ante [Go Back]  
 [00177]  οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, [62.707] οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον.
 [00308]  Ὅτι γὰρ περὶ ἐκεῖνα τὰ παιδία μάλιστα ἐκκαιόμεθα, δῆλον, ὅταν κινδύνους διαφύγωμεν, καὶ ἐν αὐτοῖς τέκωμεν·
 [00559]  Ἴσως μετὰ ταῦτα γέγονε ῥᾳθυμότερος, ὅτε τοὺς κινδύνους εἶδε τοὺς πολλούς.
000-00-00 Serial Number=0025319397
In epistulam ad Philippenses Ante [Go Back]  
 [00282]  Οὐδεὶς γὰρ ἂν καὶ ἀποθανεῖν εἵλετο καὶ τοσούτους κινδύνους ἀναδέξασθαι, οὐδεὶς ἂν καὶ βασιλεῖ τοιούτῳ κατεδέξατο προσκροῦσαι, τῷ Νέρωνι λέγω, εἰ μὴ πρὸς ἕτερον ἑώρα βασιλέα πολλῷ μείζονα.
 [00792]  Πολλάκις εἰς κινδύνους ἐνέπεσον, ἐν οἷς πάντες ἡμᾶς ἀπηγόρευσαν, μᾶλλον δὲ καὶ ἡμεῖς ἑαυτούς·
 [00837]  Μὴ ἐπειδὴ πολλάκις διέφυγον κινδύνους (καὶ ἔχω ἐπὶ τούτοις καυχᾶσθαι πρὸς τοὺς ἀπίστους), ἂν μὴ συμβῇ τι τοιοῦτον, ἤδη νομίζετε αἰσχύνεσθαι·
 [03352]  Παῦλος μὲν πολιτείαν οὕτως ἠκριβωμένην, ἐκ πρώτης ἡλικίας ἀρξαμένην, τοσαύτην εὐγένειαν, τοσούτους κινδύνους, τοσαύτας ἐπιβουλὰς, πόνους, σπουδὴν ἔῤῥιψε, καὶ ζημίαν ἡγήσατο, πρότερον ὄντα κέρδη, ἵνα Χριστὸν κερδήσῃ·
 [03837]  Εἰ γὰρ Παῦλος μετὰ μυρίους θανάτους, μετὰ τοσούτους κινδύνους τοῦτο ἐλογίζετο, πολλῷ μᾶλλον ἡμεῖς.
000-00-00 Serial Number=0452160120
In epistulam ad Romanos Ante [Go Back]  
 [03498]  Ὡς ἐπὶ στεφάνους τοίνυν μεγίστους τρέχωμεν τοὺς ὑπὲρ αὐτοῦ κινδύνους, καὶ μήτε πενίαν μήτε νόσον μήτε ἐπήρειαν, μὴ συκοφαντίαν, μὴ αὐτὸν τὸν θάνατον νομίζωμεν εἶναι βαρὺ καὶ ἐπαχθὲς, ὅταν δι' αὐτὸν ταῦτα ὑπομένωμεν.
 [04326]  καὶ φόβους ἀποστήσαντες καὶ κινδύνους καὶ τρόμον καὶ ἀγωνίαν καὶ φροντίδα καὶ πάντα ταῦτα, ὑποθώμεθα εἶναί τινα ἀπραγμόνως πλουτοῦντα, καὶ περὶ τῆς φυλακῆς τῶν ὄντων θαῤῥοῦντα, ὅπερ ἀμήχανον, πλὴν ἀλλ' ὅμως κείσθω τῷ λόγῳ·
 [04921]  Ὁ γὰρ ταύταις ἑαυτὸν ὑποτάξας, οὐδὲ ζῇν δύναται λοιπὸν διὰ τὰς ἐξ αὐτῶν ἀθυμίας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τῶν μυρίων παθῶν ἐσμόν.
 [05231]  ἐνταῦθα δὲ, ἐπειδὴ τῆς δωρεᾶς αὐτὸν ἀνέμνησεν ἁπάσης τῆς δοθείσης, τῆς μελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς ἔστησε τοῦ Χριστοῦ, καὶ συγκληρονόμον ἀπέφηνε τοῦ Μονογενοῦς, θαῤῥῶν αὐτὸν ἐξάγει λοιπὸν καὶ ἐπὶ τοὺς κινδύνους.
 [05589]  Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἠγνοήσαμεν τοῦ παρόντος βίου τὸ ἐπίκηρον, τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων σάλπιγγος λαμπρότερον τὴν παροῦσαν εὐτέλειαν, τὸν γέλωτα, τὴν αἰσχύνην, τοὺς κινδύνους, τὰ βάραθρα.
 [05795]  Ἀλλ' ὅμως πρὸς τοὺς τοσούτους καὶ τηλικούτους κινδύνους, καὶ τὰς καινὰς ταύτας τραγῳδίας ἀρκοῦσα παράκλησις ἡ τῶν ἀγώνων ἡμῖν ὑπόθεσις δέδοται·
 [06201]  Εἰ γὰρ καὶ αὐτὸς φανείη τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος ὢν, τί κινδύνους αὐτὸς ἀνέχῃ περιττούς;
 [09787]  καὶ ὅτε περὶ τοῦ φέρειν αἰσχύνην καὶ κινδύνους συνεβούλευεν, ἐπ' αὐτὸν κατέφυγε, λέγων·
 [09999]  Ὅταν δὲ εἴπῃ, Ἀγρυπνοῦσι, μυρίους λέγει πόνους καὶ φροντίδας καὶ κινδύνους.
 [09999]  Καὶ γὰρ εἰκὸς ἐπὶ Νέρωνος μυρίους εἶναι τοὺς κινδύνους, ὅτε καὶ διετάξατο πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώμης τοὺς Ἰουδαίους.
000-00-00 Serial Number=0314155042
In epistulam ad Titum Ante [Go Back]  
 [00415]  τοὺς μὲν γὰρ πόνους ὑποστήσῃ καὶ τοὺς κινδύνους, τῶν δὲ καρπῶν ἀποστερηθήσῃ καὶ τῶν ἐπάθλων·
000-00-00 Serial Number=0238119006
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00599]  Ὑμεῖς δὲ μνημονεύετε τῶν λεγομένων ἁπάντων, ἵν' ὅταν μάθητε τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰ μυρία κακὰ, ἅπερ οἱ τότε πιστεύοντες ὑπέμενον, μειζόνως καὶ διὰ τοῦτο εὐχαριστῆτε τῷ Θεῷ, τῷ λύσαντι πάντα ἐκεῖνα τὰ δεινὰ, καὶ εἰρήνην εἰσαγαγόντι βαθεῖαν, καὶ τὸν πόλεμον ἀπελάσαντι, καὶ πολλὴν κατασκευάσαντι τὴν γαλήνην·
000-00-00 Serial Number=0123880923
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00087]  πολλάκις κινδύνους θαλάσσης ἐπέρασα διὰ σέ·
000-00-00 Serial Number=0931133747
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00404]  ὃ δὲ τούτων ἁπάντων μεῖζον ἦν, προθυμίαν γενναίαν καὶ ψυχὴν πρὸς κινδύνους παρατεταγμένην μετὰ πολλῆς τῆς περιουσίας εἶχον.
000-00-00 Serial Number=0803259552
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00483]  οὐ θέλεις κινδύνους·
000-00-00 Serial Number=0242729306
In illud Vidi dominum Ante [Go Back]  
 [00043]  Ὡς εἴ γε τοῦτο μὴ προσῇ, ἀλλὰ σὺν τῷ κέρδει καὶ ἡ τῶν κεφαλαίων αὐτῷ ἐπιγένηται ζημία, οὐδὲ ἀπαίρειν ἔξεστιν αὐτῷ, οὐδὲ τοὺς πολυπλόκους ἐκείνους ὑπομένειν κινδύνους.
 [00886]  Μὴ τοίνυν κάμνε πρὸς τοὺς κινδύνους, ἀλλ' εὐψύχως διάφερε τοὺς ἀγῶνας.
000-00-00 Serial Number=0944278538
In martyres Aegyptios Ante [Go Back]  
 [00069]  Πῶς οὖν οὐκ ἄτοπον ἐν μὲν τοῖς βιωτικοῖς ἅπασι τοὺς πόνους προκεῖσθαι πρὸ τῆς ἡδονῆς, καὶ τοὺς κινδύνους πρὸς τῆς ἀσφαλείας, καὶ ταῦτα εὐτελοῦς καὶ μικρᾶς τῆς ἀπὸ τῶν πόνων ἐκείνων προσδοκίας μενούσης·
000-00-00 Serial Number=0217255354
In principium Actorum Ante [Go Back]  
 [01433]  Ὅθεν οὐδεὶς τῶν ἀνθρώπων τὸν φίλον καὶ τὸν διδάσκαλον ἀφεὶς ζῶντα καὶ ἐγκαταλιπὼν, τελευτήσαντα περὶ πολλοῦ ποιεῖται, καὶ μάλιστα ὅταν κινδύνους μυρίους αὐτῷ προκειμένους ἀπὸ τῆς περὶ ἐκεῖνον σπουδῆς βλέπῃ.
000-00-00 Serial Number=0952951372
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00202]  τοσού τους με ποιεῖς κινδύνους ὑπομεῖναι, καὶ πρὸς χήραν με πέμπεις εἰς ἔσχατον λιμόν;
000-00-00 Serial Number=0019483924
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00152]  Μεγίστη γὰρ ὄντως ἀναστάσεως ἀπόδειξις τὸ τὸν σφαγέντα Χριστὸν τοσαύτην μετὰ θάνατον ἐπιδείξασθαι δύναμιν, ὡς τοὺς ζῶντας ἀνθρώπους πεῖσαι καὶ πατρίδος, καὶ οἰκίας, καὶ φίλων, καὶ συγγενῶν, καὶ αὐτῆς ὑπεριδεῖν τῆς ζωῆς ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας, καὶ μάστιγας, καὶ κινδύνους, καὶ θάνατον ἀντὶ τῶν παρόντων ἡδέων ἑλέσθαι.
000-00-00 Serial Number=0186524451
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00047]  οὕτω καὶ ναῦται μυρίους ὑπομένοντες κινδύνους, χειμῶνας, καὶ πόλεμόν τινα χαλεπὸν, καὶ πρὸς θηρία ἄγρια, καὶ πρὸς τοὺς ἐν τῇ θαλάττῃ κακούργους ἀντιπαραταττόμενοι, οὐδὲν τούτων λογίζονται, ἀλλὰ πρὸς τοὺς λιμένας, καὶ τὸν ἀπὸ τῆς ἐμπορίας πλοῦτον ὁρῶσιν·
000-00-00 Serial Number=0022988319
In synaxim archangelorum Ante [Go Back]  
 [00026]  Μετὰ δὲ τὴν ἀνάληψιν ἐδορυφόρουν τοὺς μαθητὰς, τὰ Πέτρου λύοντες δεσμὰ, Παύλου τοὺς ἐπὶ γῆς καὶ θαλάττης κινδύνους ἐπικουφίζοντες, τῇ πίστει Κορνηλίου μεσιτεύοντες, τὸν δικαιοκτόνον Ἡρώδην μεγαληγοροῦντα πατάσσοντες.
000-00-00 Serial Number=0188340366
In synaxim incorporalium Ante [Go Back]  
 [00068]  Μετὰ δὲ τὴν ἀνάληψιν ἐδορυφόρουν τοὺς μαθητὰς τὰ Πέτρου λύοντες δεσμά, Παύλου τοὺς ἐπὶ γῆς καὶ θαλάσσης κινδύνους κουφίζοντες, τῇ πίστει Κορνηλίου μεσιτεύοντες, τὸν δικαιοκτόνον Ἡρῴδην μεγαληγοροῦντα πατάσσοντες.
000-00-00 Serial Number=0605553269
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00026]  Καὶ ὁ μὲν νύκτας ἀΰπνους διατελέσας, καὶ μυρίους πόνους καὶ κινδύνους ὑπομείνας, καὶ ἁμαρτήματα τοσαῦτα συναγαγὼν ἀπὸ τῆς τοιαύτης πλεονεξίας, ἄοικος, ἄπολις πρὸς τὴν ὑπερορίαν φυγὰς γέγονε, καὶ τῆς ἀναγκαίας ἀπορεῖ τροφῆς·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»