Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κεχρημένος [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κεχρημένος


000-00-00 Serial Number=0685657501
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00075]  τίνα δὲ συγγνώμην, τοσαύτῃ κεχρημένος μανίᾳ καὶ ἀπονοίᾳ, τὰ ἀνεξιχνίαστα βουλόμενος καταλαβεῖν καὶ περὶ πάσης τῆς τοῦ Θεοῦ προνοίας λόγον ἀπαιτῶν;
 [00199]  Οὐδὲ γὰρ δυνήσῃ τοὺς λόγους ἅπαντας ἑκάστου τῶν γεγενημένων εὑρεῖν, ἀλλὰ καὶ τῶν δοκούντων εἶναι σοι νῦν καλῶν πολλὰ διαβαλεῖς, ἐὰν ἀγνώμονι κεχρημένος ᾖς τῇ γνώμῃ.
000-00-00 Serial Number=0882950008
Ad illuminandos catecheses Ante [Go Back]  
 [00457]  Παῦλος γοῦν ἐν ἐργαστηρίῳ τῇ τέχνῃ κεχρημένος, οὐδὲν εἰς τὴν οἰκείαν ἀρετὴν παρεβλάβη.
000-00-00 Serial Number=0473872781
Ad populum Antiochenum Ante [Go Back]  
 [00157]  Μὴ τοίνυν ἀμέτρως κεχρημένος τῇ τοῦ Θεοῦ δωρεᾷ πάρεχε λαβὰς τοῖς ἀνοήτοις καὶ ἀναιδεστέροις τῶν ἀνθρώπων.
 [00655]  Ἄλλως δὲ οἶδεν οὐ κεκωλυμένον τὸν πλοῦτον, ἐάν τις αὐτῷ εἰς δέον κεχρημένος ᾖ.
000-00-00 Serial Number=0340203583
De Davide et Saule Ante [Go Back]  
 [00081]  Ὅταν μὲν γὰρ ὁ τιμώμενος ἐπαίρηται κατὰ τοῦ παρευδοκιμουμένου, καὶ διατελῇ ταῖς τιμαῖς εἰς ὕβριν κεχρημένος ἐκείνου, λαμβάνει τινὰ ἀφορμὴν τὸ πάθος·
000-00-00 Serial Number=0261413813
De Lazaro Ante [Go Back]  
 [00889]  Ὥσπερ γὰρ ἔνθα ἂν ᾖ ἀποκείμενα ὅπλα βασιλικὰ, κἂν μηδεὶς ᾖ ὁ κεχρημένος, πολλὴν παρέχει τοῖς ἔνδον οἰκοῦσι τὴν φυλακὴν, οὔτε λῃστῶν, οὔτε τοιχωρύχων, οὔτε ἄλλου τινὸς τῶν κακουργούντων τολμῶντος ἐπιβῆναι τῆς οἰκίας·
000-00-00 Serial Number=0624675214
De non iterando conjugio Ante [Go Back]  
 [00041]  ὥστε εἰ καὶ ὁ γάμος καλόν, ὁ συνεχῶς αὐτῷ κεχρημένος τοῦ σπανιάκις θαυμαστότερος καὶ μᾶλλον ἀποδεκτός , ἐροῦμεν ὅτι τοὺς μὲν ἀφελεστέρους τοῦτο σοφίσασθαι δύναιτ' ἄν, τοῖς δὲ βουλομένοις προσέχειν, εὐφώρατον ἔσται τὸ σόφισμα.
000-00-00 Serial Number=0091714740
De sacerdotio Ante [Go Back]  
 [00128]  καὶ γὰρ ἂν εἴην ἄτοπος καὶ λίαν ἀγνώμων, εἰ τῆς παρὰ τῶν ἔξωθεν δόξης φροντίζων καὶ ὅπως παύσωνται ἡμῖν ἐγκαλοῦντες πάντα ποιῶν, τὸν ἁπάντων μοι φίλτατον καὶ τοσαύτῃ πρὸς ἡμᾶς αἰδοῖ κεχρημένον ὡς μηδὲ ὑπὲρ ὧν ἠδικῆσθαί φησιν ἐγκαλέσαι θελῆσαι, ἀλλὰ παρ' οὐδὲν τὰ αὑτοῦ θέμενον ἔτι τῶν ἡμετέρων φροντίζειν, μὴ δυναίμην ὡς οὐκ ἀδικῶ πεῖσαι, ἀλλὰ μείζονι περὶ αὐτὸν φαινοίμην κεχρημένος ῥαθυμίᾳ ἧς αὐτὸς περὶ ἡμᾶς ἐπεδείξατο σπουδῆς.
 [00181]  Καὶ γὰρ ἀπατεὼν ἐκεῖνος ἂν εἴη καλεῖσθαι δίκαιος ὁ τῷ πράγματι κεχρημένος ἀδίκως, καὶ πολλάκις ἀπατῆσαι δέον καὶ τὰ μέγιστα διὰ ταύτης ὠφελῆσαι τῆς τέχνης·
 [01091]  Ὅταν οὖν καὶ πρὸ τῶν σημείων καὶ ἐν μέσοις αὐτοῖς φαίνηται πολλῷ κεχρημένος τῷ λόγῳ, πῶς ἔτι τολμήσουσιν ἰδιώτην εἰπεῖν τὸν καὶ ἀπὸ τοῦ διαλέγεσθαι καὶ δημηγορεῖν μάλιστα θαυμασθέντα παρὰ πᾶσι;
000-00-00 Serial Number=0207624972
De virginitate Ante [Go Back]  
 [00707]  Ὁ δὲ γάμος ὅταν αὐτῷ τις κατακόρως κεχρημένος ᾖ, τότε μάλιστα ἐπαίνου παντὸς ἀπεστέρηται.
000-00-00 Serial Number=0746307850
De virtute animi Ante [Go Back]  
 [00017]  Τῇ τῆς γνώμης ἀξίᾳ, δι' ἢν ἄνθρωπος Θεῷ παραπλήσιος, νῷ κεχρημένος κυβερνήτῃ τῶν ὄντων, διανοίᾳ διοικῶν τὰ τῆς κτίσεως, λογισμῷ τὸν οὐρανὸν διεξιὼν, ἐννοίᾳ τὸ ὑπήκοον ἄγων, ἡνιοχῶν σοφίᾳ τῆς ἀτάκτου θαλάσσης τὸ δύσχρηστον, προνοίᾳ τὰ φυόμενα σώζων, ἐπιστήμῃ δεικνὺς τὰ φαινόμενα, δεσπόζων τῆς τῶν ὄντων, ὡς ὁ κτίστης, καλλιτεχνίας.
000-00-00 Serial Number=0158518493
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04312]  οὐ γὰρ ἀπονοίᾳ κεχρημένος ταύτας λέγω τὰς λέξεις, ἀλλ' οὐκ ἔχω ἄλλας·
 [08248]  Ὁ δὲ Χριστὸς πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος, ἠνείχετο αὐτοῦ μακροθυμῶν.
000-00-00 Serial Number=0774608731
Epistula ad Cyriacum Ante [Go Back]  
 [00510]  Καὶ οὕτως αὐτὸν ἐπιζητεῖ εἴτε αὐτὸς εἴτε ἐκεῖνοι, ὧν τῷ προσώπῳ κεχρημένος φθέγγεται ὅτι καὶ μὴ παρόντος τὸν καιρὸν τῆς παρουσίας ἐπιθυμεῖ μαθεῖν.
000-00-00 Serial Number=0555671513
Epistulae Ante [Go Back]  
 [00863]  Αὐτὸς τοίνυν, καθώς σοι πρέπον ἐστὶ, τῇ προσηκούσῃ κεχρημένος ἀνδρείᾳ, ἀράχνης εὐτελέστερον διάσπα τὰ ἐκείνων μηχανήματα καὶ τὰς ἐπιβουλὰς, καὶ γράφε συνεχῶς ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος.
 [01821]  Αὐτὸς τοίνυν, καθώς σοι πρέπον ἐστὶ, τῇ προσηκούσῃ κεχρημένος ἀνδρείᾳ, ἀράχνης εὐτελέστερον διάσπα τὰ ἐκείνων μηχανήματα καὶ τὰς ἐπιβουλὰς, καὶ γράφε συνεχῶς ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος.
 [02341]  Εὖ γὰρ οἶδα, ὅτι φανεὶς μόνον τροπώσῃ τοὺς ὑπεναντίους, καὶ εὐχῇ, καὶ ἐπιεικείᾳ, καὶ καρτερίᾳ, καὶ τῇ συνήθει κεχρημένος ἀνδρείᾳ·
 [02797]  ∆ιὸ δὴ καὶ ὁ κύριός μου ὁ τιμιώτατος καὶ εὐλαβέστατος πρεσβύτερος, καίτοι γε ἀσθενεῖ κεχρημένος σώματι, πάντα εἵλετο παθεῖν ὑπὲρ τούτου παραγενόμενος καὶ τῆς κατ' ὄψιν ἀπολαῦσαι συνουσίας ὑμῶν.
 [02985]  Καὶ τοῦτο λέγω, αὐτῇ πάλιν σου τῇ ψήφῳ εἰς ἀπόδειξιν τούτου κεχρημένος.
000-00-00 Serial Number=0761982679
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00297]  Τῷ γὰρ τοιούτῳ μηδὲ συνεσθίειν δεῖν φησι καὶ πολὺς πνεῖ τὴν ἐσχάτην αὐτὸν ἀπαιτῶν δίκην καὶ δημίῳ πρὸς τοῦτο κεχρημένος τῷ Σατανᾷ καὶ κατακόπτων αὐτοῦ δι' ἐκείνου τὴν σάρκα.
 [00852]  Καὶ οὕτως αὐτὸν ἐπιζητεῖ, εἴτε αὐτός, εἴτε ἐκεῖνοι ὧν τῷ προσώπῳ κεχρημένος φθέγγεται ὅτι, καὶ μὴ παρόντος, τὸν καιρὸν τῆς παρουσίας ἐπιθυμεῖ μαθεῖν·
000-00-00 Serial Number=0182050645
Expositiones in Psalmos Ante [Go Back]  
 [03282]  Οὕτω γὰρ ὁ δίκαιος ἐπολέμει, οὕτω κατέβαλλε τοὺς ἐναντίους, οὐχ ὅπλοις καὶ δόρασι κεχρημένος, ἀλλὰ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἔχων.
 [05045]  Οὕτω γὰρ ὁ δίκαιος ἐπολέμει, οὕτω κατέβαλλε τοὺς ἐναντίους, οὐχ ὅπλοις καὶ δόρασι κεχρημένος, ἀλλὰ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἔχων.
000-00-00 Serial Number=0742342353
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02816]  Οἷος ἦν ὁ Ῥαμψάκης, τῇ Ἑβραΐδι κεχρημένος φωνῇ, καὶ κατὰ τοῦ Θεοῦ βλασφημῶν, καὶ συμβουλεύων αὐτοῖς ὡς φειδόμενος.
000-00-00 Serial Number=0787480414
Homilia de capto Eutropio Ante [Go Back]  
 [00487]  Ἵλεως ἔσο, ∆έσποτα, οὐ γὰρ ἀπονοίᾳ κεχρημένος ταύτας λέγω τὰς λέξεις, ἀλλ' οὐκ ἔχω ἄλλας·
000-00-00 Serial Number=0911526680
In Isaiam Ante [Go Back]  
 [00288]  ∆ιὸ καὶ ὁ Παῦλος εὐτονώτερον τῷ λόγῳ κεχρημένος, ἡνίκα πρὸς Ἰουδαίους ἐμάχετο, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἕτερα πλείονα τούτων θείς, τοὺς οὐδὲν οἴκοθεν ἐπιδεικνυμένους οὐδὲν ἐκεῖθεν κερδαίνειν ἔφησεν, οὕτω λέγων·
 [01103]  Πάλιν τὰ μέλλοντα ὡς παρεληλυθότα λέγει, τῷ συνήθει κεχρημένος νόμῳ τῆς προφητείας.
000-00-00 Serial Number=0448506534
In Psalmos 101-107 Ante [Go Back]  
 [00031]  Ἐπειδὴ γὰρ ἐν εὐκληρίᾳ πολλῇ καὶ περιφανείᾳ ἐτύγχανεν ὢν ὁ λαὸς ἐν τῇ τοῦ θεσπεσίου ∆αυῒδ βασιλείᾳ, εἰκότως ὁ προ φήτης τῷ ἐκείνων κεχρημένος προσώπῳ προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γένοιτο τούτου καιρός.
000-00-00 Serial Number=0047711015
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01247]  καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ αὐτὸ τοῦτο πάλιν θεραπεύει, ἐπιδιορθώσει κεχρημένος.
000-00-00 Serial Number=0807165444
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01630]  Καὶ ταυτὸν συνέβαινεν, οἷον ἂν εἴ τις σοφίᾳ κυβερνητικῇ κεχρημένος, ἐπηγγέλλετο πλοίου χωρὶς καὶ ἱστίων πέλαγος ἄπειρον διαπερᾷν, εἶτα ἐπειρᾶτο λογισμοῖς κατασκευάζειν ὅτι τοῦτο δυνατόν·
 [01868]  Σὺ γὰρ αὐτὴν διαβάλλεις, ὁ κακῶς κεχρημένος, ὁ πρὸς βλάβην καὶ ἐναντίωσιν Θεοῦ, ὁ ἀπαιτῶν αὐτὴν ἅπερ οὐκ εἶχεν.
 [03059]  Ὁ γὰρ μετὰ τὸ ἁμαρτεῖν μετανοίᾳ κεχρημένος, οὐ πένθους, ἀλλὰ μακαρισμῶν ἐστιν ἄξιος, ἐπὶ τὸν τῶν δικαίων χορὸν μεταστάς.
 [03748]  Οὐκ εἶπε, Κατήγγειλα τὸν λόγον, ἀλλ', Ἐγὼ ἐγέννησα, τοῖς τῆς φύσεως ὀνόμασι κεχρημένος.
 [04983]  Ὁ μὲν γὰρ εἰς δέον αὐτῷ κεχρημένος, αὐτὸς αὐτοῦ κύριός ἐστιν·
 [08507]  Ὥσπερ γὰρ τὸ Κυριακὸν δεῖπνον ἰδιωτικὸν ποιεῖς, οὕτω καὶ τὸν τόπον πάλιν, ὡς οἰκίᾳ τῇ ἐκκλησίᾳ κεχρημένος.
000-00-00 Serial Number=0295098543
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01959]  Ποιεῖ δὲ τοῦτο, οὐχ ἁπλῶς τοσαύτῃ κεχρημένος τῇ παραινέσει·
000-00-00 Serial Number=0219910085
In epistulam ad Colossenses Ante [Go Back]  
 [02317]  Εἰ χρυσῷ καὶ μαργαρίταις τὴν κεφαλὴν κοσμεῖν οὐ δεῖ, ὁ τῷ ἀργύρῳ εἰς ἀκάθαρτον οὕτως ὑπηρεσίαν κεχρημένος, ποίας συγγνώμης τεύξεται;
 [03906]  διηνεκῶς κεχρημένος σπουδῇ.
000-00-00 Serial Number=0217142940
In epistulam ad Ephesios Ante [Go Back]  
 [00481]  Ὥστε ὁ μάλιστα συνεχῶς τῷ ὅρκῳ κεχρημένος, οὗτος οὐδαμοῦ τοῦ ὅρκου τὴν χρείαν ἔχει ἀναγκαίαν·
 [00482]  ὁ δὲ μηδαμοῦ κεχρημένος, αὐτὸς αὐτοῦ τῆς χρείας ἀπολαύει.
 [01842]  ὁ δέ φησι, πολλῇ ἀγνωμοσύνῃ κεχρημένος, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς;
 [04052]  Μὴ τοίνυν αὐτὴν καταισχύνῃς, ἀπὸ μὲν φιλανθρωπίας λαβὼν, ὠμότητι δὲ κεχρημένος πρὸς τοὺς ἀδελφούς.
 [04066]  Πῶς οὖν δυνήσῃ σὺ μετ' ἐκείνων λέγειν, Ἅγιος, ἅγιος, ἅγιος, εἰς ὕβριν τῷ στόματι κεχρημένος;
 [06372]  Οὐδέποτε φανερὰ προτίθησι τὰ ἁμαρτήματα, εἰδωλολατρείαν οὐ λέγει, ἀλλ' ἑτέρως αὐτὸ κατασκευάζει μεθοδεύων, τουτέστι, πιθανὸν κατασκευάζων τὸν λόγον, ἐπικαλύμμασι κεχρημένος.
000-00-00 Serial Number=0097941935
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00221]  Τῇ κοινῇ κεχρημένος συνηθείᾳ.
 [01525]  Ἐπειδὴ γὰρ σφόδρα καθήψατο αὐτῶν, καὶ πανταχόθεν συνέκρινε τὰ πράγματα, καὶ ἔδειξε παρανομοῦντας καὶ πολλαχόθεν αὐτοὺς ἔβαλε, πάλιν ἀνίησι καὶ θεραπεύει, προσηνεστέροις κεχρημένος λόγοις.
000-00-00 Serial Number=0275552273
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00697]  Ἴδωμεν οὖν τίνα ἐστὶν ἃ ὁ πλούσιος ἐργάζεται, μᾶλλον δὲ ὁ κακῶς τῷ πλούτῳ κεχρημένος.
 [04236]  εἰ δέ τις τούτῳ κεχρημένος εἴη πρὸς ἄδειαν τοῦ πλείονα ἁμαρτάνειν, ῥᾳθυμίας λοιπὸν τοῦτο γίνεται αἴτιον.
000-00-00 Serial Number=0970199287
In epistulam ad Philippenses Ante [Go Back]  
 [02828]  Φαίνεται δὲ καὶ αὐτὸς τούτῳ κεχρημένος τῷ τρόπῳ, καὶ ἀναβαλλόμενος αὑτοῦ τὴν παρουσίαν, ὥστε μεταβαλέσθαι Κορινθίους.
000-00-00 Serial Number=0141324162
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00191]  Ἀλλ' οὐδὲ ἡ ὑγίεια ἁπλῶς καλὸν, ἂν μή τις εἰς δέον κεχρημένος αὐτῇ εἴη, ἀλλ' εἰς ἐργασίαν πονηρὰν, ἢ εἰς ἀργίαν ἀνόητον·
000-00-00 Serial Number=0050251782
In pharisaeum et meretricem Ante [Go Back]  
 [00021]  Τί γάρ ἐστι πόρνη, ἢ διαφθορὰ, ἢ προφανὴς ὕβρις τῆς φύσεως, ἢ τοῦ θήλεος γένους δημόσιος θρίαμβος, λώβη σωμάτων τε καὶ ψυχῶν, λοιμὸς τέρψει κεχρημένος, τάφος κεκονιαμένος, ᾅδου ἀκατάσχετον καὶ ἀκόρεστον στόμα, θανάτου κεκαλλωπισμένον προπύλαιον, τερπνὸν δηλητήριον, ἀναίδεια παῤῥησιαζομένη, αἰσχύνη ἀναίσχυντος, εὐπρόσωπος ὄλεθρος, τῶν ἀσελγῶν μηχανῶν δέλεαρ, τῶν νέων ἰξὸς, κάπηλος τῶν οἰκείων μελῶν, ἀπωλείας βυθὸς, ναυάγιον ἀγαπώμενον, κοινὴ συμφορὰ πάσης ἁμαρτίας, ἰταμὸν ἐργαστήριον, πάσης παρανομίας διδάσκαλος, τῆς πρὸς τὸν Θεὸν ἔχθρας δημιουργὸς, ὕλη τῆς γεέννης τοῦ πυρὸς τοῦ αἰωνίου;
000-00-00 Serial Number=0494062185
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00091]  Αὐτὸς δὲ τῷ πελάγει τῶν σῶν οἰκτιρμῶν κεχρημένος παῦσον τὴν καθ' ἡμῶν τιμωρίαν·
000-00-00 Serial Number=0338351190
In sancta et magna parasceve Ante [Go Back]  
 [00020]  ἐγὼ δὲ ἔλα βον ξύλον αἰώνιον, ἀγαθὸν, ᾧ κεχρημένος ἀντὶ πηδα
000-00-00 Serial Number=0215823531
Oratio de epiphania Ante [Go Back]  
 [00015]  [4] Μεταξὺ δὲ ὁ δεσπότης ᾔει τῇ κοινῇ τοῦ πλήθους κεχρημένος προσόδῳ καὶ τῷ Ἰωάννῃ μὴ γνωριζόμενος.
000-00-00 Serial Number=0539888442
Oratio de hypapante Ante [Go Back]  
 [00129]  Ἀλλὰ κάτεχέ μου τοὺς λόγους, καὶ σχόλαζε τῇ εὐχῇ, τῇ εὐποιΐᾳ δαψιλῶς κεχρημένος, καὶ μετὰ ὁσίων ἀνδρῶν διάγων, μηκέτι πρὸς ἀδηφαγίαν σεαυτὸν ἐκδῷς·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»