Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κενοδοξίας [105]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κενοδοξίας


000-00-00 Serial Number=0776001573
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00162]  Τὴν γὰρ τῆς κενοδοξίας τυραννίδα, ἣν αὐτὸς μὲν διὰ τῶν ἑξῆς ῥημάτων κατέλυσεν, ἡμεῖς δὲ ηὐξήσαμεν, οὐκ ἐπὶ τὰς εὐχὰς μόνον καὶ νηστείας καὶ τὰς ἐλεημοσύνας, ἀλλὰ καὶ ἐπὶ τὰ ἄλλα πάντα ἑλκύσαντες αὐτῆς τὴν ἀρχὴν, καὶ παντὸς μᾶλλον ἀργυρωνήτου τῇ μανίᾳ ταύτης ὑποθέντες ἑαυτοὺς διὰ τὸ πᾶσιν εἶναι δῆλον, παρίημι, τοσοῦτον εἰπὼν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν εἰς ἐσχάτην καταφρόνησιν ἐκδόντες ἑαυτοὺς, οὐδενὶ τῶν προστεταγμένων προσέχουσιν, οἱ δὲ ἐκ βραχείας μοίρας ὑπακούειν θελήσαντες, καί τινας τῶν ἐντολῶν φυλάξαι σπουδάσαντες, καὶ οὗτοι πάλιν εἰς τὴν αὐτὴν ἐκείνοις ζημίαν κατέστρεψαν, διὰ τὸ μὴ θελῆσαι τῆς κενοδοξίας ἀποδύσασθαι τοὺς δεσμούς.
 [00163]  Καὶ ὁ μὲν οὐδὲ ὅλως δίδωσιν ἐλεημοσύνην, ὁ δὲ παρέχων μὲν τοῖς δεομένοις τινὰ τῶν ἑαυτοῦ, μετὰ κενοδοξίας δὲ τοῦτο ποιῶν, οὐδὲν ἄμεινον τοῦ μὴ δεδωκότος διάκειται.
 [00225]  ἡμεῖς δὲ ὑπὸ κενοδοξίας καὶ φιλοτιμίας ἀλόγου καὶ τοῦτο τὸ πρόσταγμα ἀνετρέψαμεν, ἀνθρώπους φθόρους καὶ ἀπίστους καὶ μυρίων γέμοντας κακῶν ἁπλῶς καὶ ἀνεξετάστως εἰς τὴν τῶν μυστηρίων παραδεχόμενοι κοινωνίαν, καὶ πρὶν ἢ τῆς οἰκείας γνώμης δοῦναι βάσανον ἀκριβῆ, πάντα τὸν περὶ τῶν δογμάτων αὐτοῖς ἐκκαλύπτοντες λόγον, καὶ τὰ προπύλαια οὔπω δυνηθέντας ἰδεῖν ἀθρόως εἰς τὰ ἄδυτα ἄγοντες.
000-00-00 Serial Number=0954325020
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00627]  Ἔστι δὲ καὶ ἕτερον εἶδος πολλὴν ἔχον ἰσχὺν πρὸς τὸ κενῶσαι τὰ μετὰ πολλῶν ἱδρώτων καὶ πόνων συναχθέντα καλὰ, ὁ τῆς κενοδοξίας ἄνεμος.
 [01834]  Εἰ μὲν γὰρ ἐπιθυμία τις ἦν, καὶ σωμάτων ἔρως ἄτοπος, ἢ κενοδοξίας τυραννὶς, τὸ δυσκαταγώνιστον κακὸν, ἢ ἄλλο τι τῶν τοιούτων παθῶν, καλῶς ἂν ἠπόρεις ὑπὲρ τῆς ἀπαλλαγῆς·
000-00-00 Serial Number=0857526064
Ad populum Antiochenum Ante [Go Back]  
 [05530]  Τὰς δὲ κενοδοξίας, ἃς ὑπομένομεν καὶ εὐχόμενοι καὶ νηστεύοντες καὶ ἐλεημοσύνην ποιοῦντες, ἂν ἐξετάσωμεν, οὐ λέγω ὁ Θεὸς, ἀλλ' ἡμεῖς αὐτοὶ οἱ ἡμαρτηκότες, ἆρα δυνησόμεθα εἰς τὸν οὐρανὸν ἀναβλέψαι;
000-00-00 Serial Number=0520908773
De Davide et Saule Ante [Go Back]  
 [00463]  Οὕτως ἦν ἄτυφος καὶ κενοδοξίας καθαρὸς ἁπάσης, καὶ πρὸς ἓν ἔβλεπε μόνον, τὴν τοῦ Θεοῦ ψῆφον.
 [00724]  τί δὲ τύφου καὶ κενοδοξίας καταγελαστότερον;
000-00-00 Serial Number=0349303126
De Lazaro Ante [Go Back]  
 [00856]  Καὶ γὰρ καὶ γυνὴ παροξύνει, καὶ υἱὸς λυπεῖ, καὶ οἰκέτης εἰς ὀργὴν ἐμβάλλει, καὶ ἐχθρὸς ἐπιβουλεύει, καὶ φίλος βασκαίνει, καὶ γείτων ἐπηρεάζει, καὶ συστρατιώτης ὑποσκελίζει, πολλάκις καὶ δικαστὴς ἀπειλεῖ, καὶ πενία λυπεῖ, καὶ ἀποβολὴ τῶν οἰκείων πένθος ἐργάζεται, καὶ εὐημερία φυσᾷ, καὶ δυσπραγία συστέλλει, καὶ πολλαὶ μὲν ὀργῆς, πολλαὶ δὲ φροντίδων, πολλαὶ δὲ ἀθυμίας καὶ λύπης, πολλαὶ δὲ κενοδοξίας καὶ ἀπονοίας ἀφορμαὶ καὶ ἀνάγκαι πάντοθεν ἡμᾶς περιστοιχίζονται, καὶ μυρία πανταχόθεν τὰ βέλη φέρεται·
 [02753]  Ὥσπερ οὖν ἐνταῦθα ἐναντίαι εἰσὶν αἱ ὁδοὶ, καὶ ὁ μὲν τὴν παρθενίαν ἑλόμενος τὴν στενὴν ὁδεύει καὶ τεθλιμμένην, καὶ ὁ τὴν σωφροσύνην μεταδιώκων, καὶ ὁ τὴν ἀκτημοσύνην ἀσπαζόμενος, καὶ ὁ τῆς κενοδοξίας ὑπερορῶν, ὁ δὲ τὴν πλατεῖαν ὁδεύειν σπεύδων καὶ τὴν εὐρύχωρον, μέθῃ καὶ τρυφῇ καὶ χρημάτων μανίᾳ καὶ ἀκολασίᾳ καὶ ταῖς ἐπιβλαβέσι θεωρίαις ἑαυτὸν ἐκδίδωσι, καὶ πολλὴ ἑκατέρων ἐστὶν ἡ διαφορά·
000-00-00 Serial Number=0595992625
De baptismo Christi Ante [Go Back]  
 [00014]  οὐ θυμὸς γὰρ ἐνοχλεῖ, οὐκ ἐπιθυμία φλέγει, οὐ βασκανία τήκει, οὐκ ἀπόνοια φυσᾷ, οὐ κενοδοξίας ἔρως διαφθείρει, ἀλλὰ πάντα ταῦτα κατέσταλται τὰ θηρία, καθάπερ θείας τινὸς ἐπῳδῆς, τῆς τῶν θείων Γραφῶν ἀκροάσεως, διὰ τῆς ἑκάστου ἀκοῆς πρὸς τὴν ψυχὴν εἰσιούσης, καὶ κοιμιζούσης τὰ ἄλογα ταῦτα πάθη.
000-00-00 Serial Number=0097806454
De futurae vitae deliciis Ante [Go Back]  
 [00016]  οἷον, εἰ χρημάτων ἐπιθυμίας κρατεῖ, εἰ σωμάτων ἀκόρεστον ἔρωτα ὑπέταξεν, εἰ μὴ τήκεται φθόνῳ, εἰ μὴ σύρεται τῷ χαλεπῷ τῆς κενοδοξίας πάθει, εἰ μὴ δέδοικε καὶ τρέμει πενίαν, εἰ μὴ τὴν ἐπὶ τὸ σκυθρωπότερον μεταβολὴν, εἰ μὴ ἀποτέθνηκε τῷ δέει τούτῳ.
000-00-00 Serial Number=0554217994
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00003]  ἆρά τις ἐδεήθη τοῦ Θεοῦ καὶ ὑπὲρ ἡμῶν καὶ ὑπὲρ τοῦ παντὸς σώματος τῆς ἐκκλησίας, ὥστε σβεσθῆναι τὴν πυρὰν τὴν ἀπὸ τῆς κενοδοξίας τεχθεῖσαν, τὴν τῷ σώματι παντὶ λυμαινομένην, τὴν ἓν σῶμα εἰς πολλὰ διαιροῦσαν μέλη καὶ διασχίζουσαν τὴν ἀγάπην;
 [00017]  Καὶ μετὰ τοῦτο εἰς τὸν οἶκον εἰσαγαγὼν πᾶσαν μὲν ἐκείνην τὴν ὥραν ἀποθοῖτο, δείξας δὲ ἑαυτὸν μέλανά τινα καὶ πυρώδη καὶ ἄγριον, οἷον εἰκὸς δαίμονα, ἐκστήσειεν μὲν τὸν ἄθλιον τὸν ἐμπεσόντα, ἐναλλόμενος δὲ καὶ τῆς ψυχῆς κατασχὼν βακχεύοι τὴν ἐκείνου διάνοιαν, τοιοῦτόν τι τῆς κενοδοξίας ὁ πονηρὸς δαίμων ἐστίν.
 [00023]  τὸ αὐτὸ καὶ περὶ τῆς κενοδοξίας οὐκ ἄν τις ἁμάρτοι λέγων.
 [00037]  Λαμπρὰ τῆς κενοδοξίας ἡ ὄψις·
 [00047]  Ἕως μὲν γὰρ ἂν ἀπολαύῃ τῆς ἐπιθυμίας, καθάπερ ὑπό τινος μέθης τῆς κενοδοξίας ληφθεὶς καὶ ἑαυτὸν ἂν προσαναλώσειεν, οὐδὲ μικρὰν αἴσθησιν τῆς ζημίας λαβεῖν δύναται.
 [00068]  οἷοι τῆς κενοδοξίας οἱ καρποί;
 [00090]  Ἀλλ' ἐφ' ἕτερον ἔλθωμεν εἶδος κενοδοξίας·
 [00120]  Ὠμότητος γὰρ δόξαν λαμβάνει τις, μαλακίας, βλακείας καὶ τύφου, κενοδοξίας, θηριωδίας.
000-00-00 Serial Number=0236924291
De jejunio sermones 1 Ante [Go Back]  
 [00010]  τοῦ βίου τὸ ὑγρὸν ἐκκενώσασα, τοῦ θυμοῦ τὰς φλεγμονὰς καταστέλλει, τοῦ φθόνου τὴν σκληρότητα καταπλάττει, τῶν ἐπιθυμιῶν τοὺς ὄγκους χειρουργεῖ, τῶν ἡδονῶν τοὺς πυρετοὺς ἀφανίζει, τῆς κενοδοξίας τὰς φαντασίας ἐλαύνει, τῆς μερίμνης τὰς ἀγρυπνίας ἀποδιώκει, ὀφθαλμῶν τὰς λήμας καθαίρει, σώματος καὶ ψυχῆς τὰς αἰσθήσεις ἐκκαθαίρει·
000-00-00 Serial Number=0220482647
De non iterando conjugio Ante [Go Back]  
 [00164]  Πεφύκαμεν γάρ, ὡς εἶπον, ἅπαντες ἄνθρωποι, εἴτε ὑπὸ ζηλοτυπίας, εἴτε ὑπὸ κενοδοξίας, εἴτε οὐκ οἶδα πόθεν ἑτέρωθεν, τῶν πραγμάτων ἐκεῖνα μάλιστα φιλεῖν ὧν καὶ τὴν ἐξουσίαν καὶ τὴν ἀπόλαυσιν οὐ μεθ' ἑτέρους ἔχομεν, ἀλλ' αὐτοὶ πρῶτοι καὶ μόνοι καθεστήκαμεν κύριοι.
000-00-00 Serial Number=0612275839
De resurrectione mortuorum Ante [Go Back]  
 [00152]  Ἀνανδρίας ἐξελαυνομένης ἁπάσης, ἐπιθυμίας σβεννυμένης ἀτόπου, φιλοχρηματίας, κενοδοξίας, τῶν ἄλλων ἁπλῶς τῶν διεφθαρμένων λογισμῶν ἀναιρουμένων ἁπάντων.
000-00-00 Serial Number=0096991479
De sacerdotio Ante [Go Back]  
 [00417]  οὐδὲ γὰρ οἶδα ποίους ἂν ἑτέρους πρὸ τούτων ἐζήτησαν λόγους, εἰ τῶν τῆς κενοδοξίας ἡμᾶς ἠθέλησαν ἀπαλλάξαι ἐγκλημάτων.
 [00517]  Εἰ μὲν γὰρ ἁπλῶς τὸ κληθῆναι ποιμένα καὶ μεταχειρίσαι τὸ πρᾶγμα ὡς ἔτυχεν ἀρκεῖ, καὶ κίνδυνος οὐδείς, ἐγκαλείτω κενοδοξίας ἡμῖν ὁ βουλόμενος·
 [00529]  Καὶ πρῶτον ἁπάντων ὁ δεινότατος τῆς κενοδοξίας σκόπελος, χαλεπώτερος ὢν οὗπερ οἱ μυθοποιοὶ τερατεύονται.
 [01155]  Τοῦτο οὖν ἀπονοίας, τοῦτο κενοδοξίας, τὸ μὴ θελῆσαι τοσούτοις ἀπωλείας αἴτιον γενέσθαι, μηδὲ ἐμαυτῷ μείζονα προξενῆσαι τιμωρίαν τῆς νῦν ἀποκειμένης ἐκεῖ;
 [01452]  Καὶ γὰρ ὑπὸ κενοδοξίας ἁλίσκομαι μὲν καὶ νῦν, ἀναφέρω δὲ πολλάκις καὶ ὅτι ἑάλων, συνορῶ·
000-00-00 Serial Number=0600058913
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00090]  Τοιαύτην τινὰ καὶ ἡμεῖς σπουδάζωμεν, καὶ ζῶντες, καὶ τελευτήσαντες περιβάλλεσθαι στολὴν, εἰδότες, ὅτι χρυσοῖς μὲν ἱματίοις τὸ σῶμά τις καλλωπίσας, οὐδὲν ὤνησεν, ἀλλὰ καὶ πολλοὺς ἐπεσπάσατο κατηγόρους, ὡς οὐδὲ ἐν τελευτῇ κενοδοξίας ἀφιστάμενος·
000-00-00 Serial Number=0406713545
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00276]  Ὁ γὰρ τοιοῦτος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυμίας καὶ παντὸς ἔρωτος ἀτόπου, καὶ παντὸς νοσήματος καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν.
 [01416]  Τοσαύτη τῆς κενοδοξίας ἡ ὑπερβολή.
 [03349]  Περὶ ἀλαζονείας καὶ κενοδοξίας.
 [07037]  Οὕτως ἦν ἄτυφος καὶ κενοδοξίας καθαρὸς ἁπάσης, καὶ πρὸς ἓν ἔβλεπε μόνον, τὴν τοῦ Θεοῦ ψῆφον·
 [09999]  Μὴ γάρ μοι πορνείας εἴπῃς μόνον, μηδὲ ταῦτα τὰ δῆλα, ἀλλὰ καὶ τὰς λαθραίους ἐπιβουλὰς, καὶ τὰς συκοφαντίας, καὶ τὰς κακηγορίας, καὶ τὰς κενοδοξίας, καὶ τὸν φθόνον, καὶ πάντα τὰ τοιαῦτα συνάγειν χρή·
000-00-00 Serial Number=0476678848
Epistula ad abbatem Ante [Go Back]  
 [00075]  Φεύγετε δὲ τὸ τῆς κενοδοξίας πνεῦμα καὶ τὸν τῆς ἀνθρωπαρεσκείας δαίμονα, ὃ μάλιστα καὶ χωρίζει ἀπὸ τοῦ Θεοῦ·
000-00-00 Serial Number=0484495342
Expositiones in Psalmos Ante [Go Back]  
 [02428]  Καὶ οὕτως οὐκ ἦν κενοδοξίας τὸ λεγόμενον, ὅτι καὶ μετὰ θάνατον ἀποδύρεται.
 [07553]  Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι βασιλεύοντες πολεμοῦσιν, ἢ πόλεων ἕνεκεν, ἢ χρημάτων, ἢ ἔχθρας, ἢ κενοδοξίας·
000-00-00 Serial Number=0745408654
In Acta apostolorum Ante [Go Back]  
 [00968]  οὕτω πάσης κενοδοξίας ἐκτὸς ἦν, καὶ πρὸς ἓν ἑώρα μόνον, καίτοι οὐδὲ ἰσότυπον ἅπασιν εἶχε τὴν κατάστασιν ἀλλ' εἰκότως ταῦτα ἐγένετο διὰ τὴν ἀρετὴν τοῦ ἀνδρός·
 [01510]  ὅπου γέ τινες εἰς τοῦτο κενοδοξίας ἦλθον, ὡς εἰπεῖν, ὅτι καὶ τὰ ἄλογα λογικὰ τυγχάνει.
 [01784]  ∆ιὰ τούτους τὰς οὐσίας ἔχομεν ἕκαστος, δι' ἐκείνας δὲ τὰς ἑορτὰς καὶ ἐπιβλαβῶς κενοῦμεν αὐτὰς, οὐ λῃστῶν ἐπεισελθόντων, ἀλλὰ τῆς μεθ' ἡδονῆς λῃστευούσης κενοδοξίας.
 [04430]  Ἡ δὲ τοῦ πλουσίου ψυχὴ πάντων γέμει τῶν κακῶν, ἀπονοίας, κενοδοξίας, ἐπιθυμιῶν μυρίων, ὀργῆς καὶ θυμοῦ, πλεονεξίας, ἀδικίας, καὶ εἴ τινος ἑτέρου.
 [07778]  οὕτως ἦν πόῤῥω κενοδοξίας.
 [09392]  Ἀλλ' ὢ τῆς φιλαρχίας, ὢ τῆς κενοδοξίας, πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι·
 [09722]  Ἐβουλόμην μαθεῖν, οὐχὶ κενοδοξίας ἕνεκεν, ἀλλ' ὥστε γενέσθαι προθυμότερος, λαμπρὸν ὄντα τὸν καρπὸν τῶν πόνων ὁρῶν.
 [09999]  Καὶ εἴ γε τῶν ἐκείνου λόγων ἔμπειροι ἦτε, πολὺν ἂν τὸν ὑπὲρ τούτων ἐκίνησα λόγον, καὶ ἔδειξα πολλὴν παρ' αὐτοῖς τὴν εἰρωνείαν, εἴ γε οἷς ὁ μαθητὴς αὐτοῦ λέγει πείθεσθαι χρὴ, καὶ πῶς ἀπὸ κενοδοξίας πάντα αὐτῷ τὰ γράμματα τὴν ὑπόθεσιν ἔχει.
 [09999]  Οὐδὲν οὕτω ποιεῖ φίλον, ὡς γλῶσσα εὐχάριστος, στόμα εὔφημον, ψυχὴ ἄτυφος, κενοδοξίας ὑπεροψία, τιμῆς καταφρόνησις.
 [09999]  καὶ γὰρ ἀπονοίας ἐγγὺς ἡ τοιαύτη ἕστηκε καὶ ἡδονῆς καὶ κενοδοξίας καὶ φθόνου καὶ ἐπιβουλῶν καὶ συκοφαντιῶν·
000-00-00 Serial Number=0297080338
In Joannem Ante [Go Back]  
 [00689]  τὸ δὲ τῆς κενοδοξίας διαπαντὸς, καὶ οὐκ ἔστι καιρὸς, ὡς εἰπεῖν, ἐν ᾧ λῆξαι δυνήσεται, μὴ λογισμοῦ κωλύοντος αὐτὴν καὶ καταστέλλοντος, ἀλλ' ἀεὶ πάρεστιν, οὐ μόνον ἀναπείθουσα ἁμαρτάνειν, ἀλλὰ κἂν τύχωμέν τι κατορθοῦντες, καὶ τοῦτο ἀφαρπάζουσα τῶν χειρῶν, ἔστι δὲ ὅτε οὐδὲ ἀφιεῖσα τὴν ἀρχὴν κατορθῶσαι.
 [01454]  ∆εινὸν γὰρ, ὄντως δεινὸν τῆς κενοδοξίας ἡ τυραννὶς, καὶ σοφῶν ὀφθαλμοὺς ἐκτυφλοῦν ἱκανὸν, ὅταν μὴ νήφωσιν.
 [05304]  καὶ μηδενὶ συγγινόμενοι, καὶ τῆς τυραννικωτέρας τῶν σωμάτων κρατοῦντες ἐπιθυμίας, οὗτοι πολλάκις, ἁλόντες ὑπὸ κενοδοξίας, πάντα ἀπώλεσαν.
 [05983]  τοσαύτη τῆς κενοδοξίας ἡ ὑπερβολή.
000-00-00 Serial Number=0076330423
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00125]  Ἐπεὶ κἂν μυρία καταβάλῃς τάλαντα μετὰ ἀπονοίας καὶ τύφου καὶ κενοδοξίας, τὰ πάντα ἀπώλεσας·
000-00-00 Serial Number=0123284757
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04045]  Καθαρὸς δὲ ἄν τις γένοιτο, οὐχὶ εἰ πορνείας ἀπαλλαγείη μόνον, ἀλλὰ καὶ πλεονεξίας καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας·
 [04046]  καὶ μάλιστα κενοδοξίας, ἣν πανταχοῦ μὲν φυγεῖν δεῖ, πολλῷ δὲ πλέον ἐπὶ ἐλεημοσύνης·
 [04112]  Ὅταν οὖν καὶ κενοδοξίας ἑστήκῃ πλησίον καὶ ὑπερηφανίας καὶ φιλαργυρίας τῆς ῥίζης τῶν κακῶν ἁπάντων·
 [05967]  κενοδοξίας γὰρ μάλιστα καθαρὸς ἦν·
 [06643]  καὶ ἐν μὲν ἐκείνῳ κενοδοξίας καρπὸς, μᾶλλον δὲ καὶ ῥίζα·
000-00-00 Serial Number=0765807986
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00039]  Καὶ γὰρ ἐκεῖνοι κατ' ἀλλήλων ἔστησαν, ἀεὶ ὑπὲρ φιλαρχίας καὶ κενοδοξίας ἕκαστος τοῖς ἀλλήλων ἐναντιούμενοι δόγμασι, καὶ σπουδάζοντες ἐφευρεῖν τι τοῖς προτέροις.
 [03043]  Χρὴ μὲν ἐπὶ τῶν φανερῶν ἁμαρτημάτων καὶ ὡμολογημένων, καὶ τοῦτο μετὰ τοῦ προσήκοντος καιροῦ, καὶ τότε δὲ ἀλγοῦντας καὶ δακνομένους, καὶ οὐχ, ὡς οὗτοι τότε ἐποίουν, ἀπὸ κενοδοξίας καὶ ἀπονοίας.
 [05947]  Ἡ γὰρ φιλότιμος ψυχὴ, ὅταν ἐπί τινι καλλωπίζηται, κἂν ἑτέρους βλάπτῃ τοῦτο, σφόδρα αὐτοῦ ἔχεται διὰ τὴν τῆς κενοδοξίας τυραννίδα.
 [09999]  ἂν κενοδοξίας ἀφέλκῃς, δεῖξον ὅτι τὸ πρᾶγμα ἀτιμίας γέμον.
 [09999]  Ὁ γὰρ τοιοῦ-τος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυμίας καὶ παντὸς ἔρωτος ἀτόπου καὶ παντὸς νοσήματος καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν.
 [09999]  Θέα δὲ καὶ τοὺς νό-μους αὐτῶν συμμέτρους, καὶ κενοδοξίας ἀπηλλαγμέ-νους.
 [09999]  Καὶ γὰρ ἦν πάσης κενο-δοξίας ἀπηλλαγμένος, καὶ ἓν μόνον σκοπῶν, ὅπως βελτίους ἐργάσηται τοὺς ἀκούοντας.
000-00-00 Serial Number=0675579607
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00143]  Ἐποίουν δὲ τοῦτο οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας, καὶ τοῦ θέλειν ἔχειν μαθητὰς, καὶ τῷ μακαρίῳ Παύλῳ φιλονεικοῦντες, καὶ πρὸς αὐτὸν ζηλοτύπως ἔχοντες.
 [03174]  Τοῦτο καὶ κενοδοξίας ἀπήλλακται, τοῦτο καὶ ψυχὰς ἀναπαύει, τοῦτο καὶ χεῖρας ἁγιάζει, τοῦτο καὶ φρόνημα κατασπᾷ, τοῦτο καὶ φιλοσοφίαν διδάσκει, τοῦτο προθυμότερον ἐργάζεται, τοῦτό σε τὰς εὐλογίας ποιεῖ λαβεῖν·
 [03327]  πολλάκις ἡ μηδέποτε ἐμποδίσασα, τότε ἐμποδίζει ἢ ὑπὸ κενοδοξίας, ἢ ὑπὸ ἑτέρου τινός.
000-00-00 Serial Number=0871740818
In epistulam ad Colossenses Ante [Go Back]  
 [00351]  τοιαύτη γὰρ ἡ τῆς κενοδοξίας βλάστη·
 [02064]  ∆είκνυσι κενοδοξίας ὂν τὸ πᾶν.
 [02086]  ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεμα.
 [03496]  ἀλλὰ διὰ τοῦτο ἀπέγνωσαν τῆς ψυχῆς, ἵνα μὴ κενοδοξῶσι (κενοδοξίας γὰρ τοῦτό ἐστιν), ἀλλ' ἵνα κηρύσσωσι, καὶ ἵνα μετὰ παῤῥησίας πάντα φθέγγωνται·
 [03597]  τοῦτο γὰρ οὐκέτι παῤῥησίας, ἀλλὰ κενοδοξίας.
000-00-00 Serial Number=0194328964
In epistulam ad Ephesios Ante [Go Back]  
 [02922]  Ἀλλ' ὢ τῶν πικρῶν δακρύων! πάντα γὰρ ταῦτα κατέφλεξε τῆς κενοδοξίας ἡ τυραννὶς, ἡ παμφάγος αὕτη φλὸξ, καὶ οὐδεὶς ἀνωτέρω τοῦ πράγματος γέγονεν·
 [03261]  Ὁρᾶτε, φησὶν, ὅτι πάντα κενοδοξίας πεπλήρωται τὰ Χριστιανῶν, καὶ φιλαρχία παρ' αὐτοῖς καὶ ἀπάτη, γύμνωσον αὐτοὺς τοῦ πλήθους, φησὶ, τὴν νόσον ἔκκοψον, τοῦ ὄχλου τὴν διαφθορὰν, καὶ οὐδέν εἰσι.
000-00-00 Serial Number=0430849195
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00350]  Ἵνα γὰρ μή τις λέγῃ, ὅτι κενοδοξίας ἕνεκεν τὰ ἴδια συγκροτεῖ δόγματα, καὶ ἑαυτὸν ἀνεθεμάτισεν.
 [00438]  Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι θυμοῦ τὸ πρᾶγμα ἦν, δείκνυσιν ὅτι ζήλῳ τὸ πᾶν ἐποίει, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν, οὐκ ἀπὸ κενοδοξίας, οὐδὲ ἔχθρας ἐκδιώκων, ἀλλὰ καὶ Ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
 [02127]  Ἀπὸ γὰρ κενοδοξίας ὁ φθόνος, καὶ ἀπὸ φθόνου τὰ μυρία ταῦτα κακά.
000-00-00 Serial Number=0295934498
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07886]  μέγα ὅπλον ἐστὶν ἐὰν μετὰ ἐκτενείας γίνηται, ἐὰν χωρὶς κενοδοξίας, ἐὰν μετὰ ψυχῆς εἰλικρινοῦς.
 [07943]  ∆ιὸ παρακαλῶ νῦν γοῦν ἀποστῆναι τῆς μητρὸς τῶν κακῶν, τῆς κενοδοξίας, καὶ ζῆσαι κατὰ τὸ τῷ Θεῷ δοκοῦν·
000-00-00 Serial Number=0414240599
In epistulam ad Philippenses Ante [Go Back]  
 [00607]  Ἀλλ' ἐπειδὴ κέχηνας, καὶ θαυμάζεις αὐτὰ καὶ ἐπτόησαι, διὰ τοῦτό σοι καὶ τὰ τῆς βασκανίας ἐνοχλεῖ, διὰ τοῦτο καὶ τὰ τῆς κενοδοξίας·
 [01009]  Καὶ γὰρ οὐ συμπαθείας ἐκεῖνοι οἱ κοπετοὶ οἱ ἐπ' ἀγορᾶς, ἀλλ' ἐπιδείξεως καὶ φιλοτιμίας καὶ κενοδοξίας εἰσί·
 [02607]  εἶπε περὶ τῆς κενοδοξίας, κατασπῶν τὸ φύσημα·
 [04516]  ἢ γὰρ πλεονεξίας, ἢ φθόνου, ἢ κενοδοξίας ἔχει ἀρχὴν πᾶσα μάχη.
000-00-00 Serial Number=0606136262
In epistulam ad Romanos Ante [Go Back]  
 [05230]  οἷον, ἵνα ἐπιθυμίας, ἵνα ὀργῆς, ἵνα χρημάτων, ἵνα κενοδοξίας, ἵνα βασκανίας περιγίνηται ὁ τοιοῦτος·
 [06682]  Ἀλλ' οὐδὲν κενοδοξίας χεῖρον·
 [06705]  Μυρίων γὰρ ἂν ἑλοίμην γενέσθαι βαρβάρων δοῦλος, ἢ κενοδοξίας ἅπαξ·
 [06713]  Ὁ γὰρ ἐσμὸς τῶν οἰκετῶν, καὶ οἱ χρυσοφοροῦντες βάρβαροι, καὶ οἱ παράσιτοι, καὶ οἱ κόλακες, καὶ τὰ ἀργυρένδετα ὀχήματα, καὶ τὰ ἄλλα τὰ τούτων καταγελαστότερα, οὐχ ἡδονῆς ἕνεκεν οὐδὲ χρείας τινὸς γίνεται, ἀλλ' ἢ κενοδοξίας μόνης.
 [06750]  Καθάπερ γὰρ ἑταιριζομένη γυνὴ καὶ ἐπὶ τοῦ στέγους ἑστῶσα πᾶσαν ἑαυτὴν ἐκδίδωσιν, οὕτω καὶ οἱ κενοδοξίας δοῦλοι·
 [06762]  Τοῦτο γάρ ἐστι τὸ δεινὸν, ὅτι οὐ μόνον ἁμαρτάνοντά σε, ἀλλὰ καὶ κατορθοῦντα βλάπτει τῆς κενοδοξίας ἡ νόσος, τότε μὲν μυρίους ὑποσκελίζουσα, νῦν πάντα σου κενοῦσα τὸν μισθόν.
 [09492]  Εἶτα, ἐπειδὴ καὶ ἀπὸ κενοδοξίας ἠρέμα τοῦτο ἐγίνετο τὸ ἐπιτιμᾷν, ἐπάγει λέγων·
 [09999]  Ταῦτα δὲ λέγει, δεικνὺς ἑαυτὸν ἀλλότριον ὄντα κενοδοξίας, καὶ παιδεύων αὐτοὺς, ὅτι οὐκ ἀπὸ τοῦ δόξης ἐρᾷν καὶ τῆς παρ' αὐτῶν τιμῆς ἐπὶ τὸ γράψαι ἦλθεν, ἀλλ' ὡς διακονίαν πληρῶν, ὡς ἱερουργίαν ἀπαρτίζων, ὡς τῆς σωτηρίας αὐτῶν ἐρῶν.
 [09999]  Σκόπει δέ μοι τὴν ἁγίαν ψυχὴν πῶς κενοδοξίας ἦν καθαρά.
000-00-00 Serial Number=0327507377
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00030]  Οὐδὲν γὰρ οὕτω πικρὸν πάθος ἐστὶν τῆς ψυχῆς, ὡς τὸ τῆς κενοδοξίας.
 [00031]  Ὅταν γὰρ πολλὰ κατορθώσωμεν τῶν ἐπιταγμάτων, τότε τῆς κενοδοξίας παραφύεται νόσημα.
000-00-00 Serial Number=0459719718
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00609]  οὐ πολεμοῦσι τύραννοι καὶ βασιλεῖς, ἀλλὰ πολεμεῖ θυμὸς, κενοδοξίας ἔρως, φθόνος, βασκανίαι, καὶ τὰ μυρία τῆς ψυχῆς πάθη.
000-00-00 Serial Number=0611605644
In illud In faciem ei restiti Ante [Go Back]  
 [00210]  Ἀλλὰ νῦν οὐ περὶ ἀνδρείας ἡμῖν ὁ λόγος, (τί γὰρ πρὸς τὸ προκεί μενον τοῦτο;) ἀλλ' εἰ ἀπεχθῶς πρὸς τὸν ἀπόστολον διέκειτο, ἢ εἰ κενοδοξίας τινὸς καὶ φιλονεικίας ἦν αὕτη ἡ μάχη.
000-00-00 Serial Number=0197879016
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00291]  Καὶ ταπεινοφροσύνην διδάσκων, καὶ τῶν τῆς κενοδοξίας ἐγκλημάτων ἀπαλλάττων.
000-00-00 Serial Number=0250765443
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00208]  Μνημόνευσον τοίνυν τῶν ἐνταῦθα λεγομένων, ἵν', ὅτε ἐξέλθῃς, καὶ ἐπιλάβηταί σου ὁ διάβολος, ἢ δι' ὀργῆς, ἢ διὰ κενοδοξίας, ἢ δι' ἄλλου τινὸς πάθους, ἀναμνησθεὶς τῆς ἐνταῦθα διδασκαλίας, δυνηθῇς ῥᾳδίως ἀποδύσασθαι τὰ ἅμματα τοῦ πονηροῦ.
000-00-00 Serial Number=0844486535
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00211]  οὕτω φιλόστοργος ἦν, οὕτω φθόνου καθαρὸς, οὕτω κενοδοξίας ἀπηλλα γμένος.
 [00226]  οἱ δὲ ἀδωροδόκητοι, φορτικοὶ καὶ ἐπαχθεῖς, οὐδὲ αὐτοὶ πάλιν οἴκοθεν, ἀλλ' ὑπό τινος κενοδοξίας καὶ τοῦ καθαροὶ λημμάτων εἶναι·
000-00-00 Serial Number=0243682146
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00138]  Τάχα δὲ ἔγνω ἀμφότερα, ἀλλ' ἡ ἰσχὺς τῆς κενοδοξίας ἐνίκησεν.
000-00-00 Serial Number=0192518651
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00163]  Τάχα δὲ ἐγίνωσκεν ἀμφότερα, ἀλλ' ἡ ἰσχὺς τῆς κενοδοξίας ἐνίκησεν.
000-00-00 Serial Number=0844239116
Non esse desperandum Ante [Go Back]  
 [00029]  ἐκεῖνος δὲ πλήρη τὴν ναῦν κατορθωμάτων ἀναγαγὼν, καὶ ἐλεημοσύνης, καὶ νηστείας, καθάπερ τινὶ σκοπέλῳ προσαράξας τῷ τῆς κενοδοξίας καὶ ἀπονοίας φρονήματι, ἐν αὐτῷ τῷ λιμένι τὸ ναυάγιον ὑπέμεινε·
000-00-00 Serial Number=0581887782
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00048]  Οὔτε γὰρ ἐχθροὺς ὄντας, οὔτε ἠδικηκότας, οὔτε χρημάτων δεόμεναι τοῦτο ποιεῖτε, ἀλλ' ὑπὲρ κενοδοξίας μόνης εἰς τὰς ἀλλοτρίας παίζετε ψυχὰς, τέρψιν οἰκείαν τὸν ἑτέρων ποιούμεναι θάνατον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»