Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κατορθοῦν [71]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κατορθοῦν


000-00-00 Serial Number=0015576839
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00623]  Εὖ γὰρ ἴσθι σαφῶς ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν.
 [00904]  Ὅσην γὰρ ἔχει δυσκολίαν τὸ μετὰ πολλῶν ὄντας κατορθοῦν, δηλοῦσιν οἱ τὰς ἐρημίας κατειληφότες νῦν, ὅτε τῇ
000-00-00 Serial Number=0347781837
Ad populum Antiochenum Ante [Go Back]  
 [01276]  Ἔδει μὲν γὰρ ὑμῖν ὁλόκληρον ἐγχειρίζειν τὴν ἀρετὴν, ἀλλὰ τοῦτον ἄριστον ἡγοῦμαι τρόπον διορθώσεως, τὸ κατὰ μέρος λαμβάνοντας τοὺς νόμους κατορθοῦν, καὶ τότε ἐπὶ τοὺς ἄλλους ἰέναι.
 [03486]  Ἀπὸ μὲν τούτων καὶ τῶν τοιούτων ζώων μάνθανε κατορθοῦν ἀρετὴν, ἀπὸ δὲ τῶν ἐναντίων παιδεύου φεύγειν κακίαν.
 [03497]  καὶ γὰρ καὶ ταύτῃ παρὰ τοῦ Θεοῦ τετίμησαι, ὅτι τὰ φυσικὰ αὐτῶν πλεονεκτήματα ἐκ προαιρέσεώς σοι παρέσχε κατορθοῦν, ἵνα καὶ βραβεῖα λάβῃς.
 [03896]  Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα.
 [04561]  τὸ δὲ αἴτιον, ὅτι παρ' ἡμῶν δέεσθε μανθάνειν, ἅπερ οἴκοθεν καὶ παρ' ἑαυτῶν δύνασθε κατορθοῦν·
000-00-00 Serial Number=0215607762
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00143]  Μέγιστον μὲν γὰρ καὶ τὸ τὰ ἐλάττονα μέρη τῆς ἀρετῆς κατορθοῦν, πολλῷ δὲ μεῖζον τὸ ἐν τῷ ἀκροτάτῳ πάντων ἀκρότατον εἶναι·
000-00-00 Serial Number=0206307232
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00229]  Τί οὖν, οἱ οἴκοι μένοντες, φησὶν, οὐ δυνήσονται ταῦτα κατορθοῦν, ἃ μὴ κατορθούμενα τοσαύτην φέρει τὴν κόλασιν;
 [01006]  Πῶς οὖν αὐτὰ δυνήσεται κατορθοῦν ὁ υἱὸς, ὧν οὐδὲ τοὺς νόμους οἶδεν ὁ μέλλων αὐτὸν διδάξειν πατήρ;
000-00-00 Serial Number=0889177084
Commentarius in Job Ante [Go Back]  
 [03618]  καὶ ὅτι οὐδὲ πρὸς ἐπίδειξιν ἐποίει καὶ φιλοτιμίαν, ἀλλὰ διὰ τὸν θεόν, δῆλον μὲν ἐκ τοῦ μὴ θελῆσαι πρὸ τούτου ταῦτα εἰπεῖν, καίτοι μακρῶν οὕτω λόγων ἀποταθέντων καὶ πολλῆς τῆς ὁμιλίας γεγενημένης, δῆλον δὲ καὶ ἐκ τοῦ ἐκεῖνα κατορθοῦν, ὧν οὐδένα μάρτυρα ἀνθρώπων εἶχεν, τὰ κατὰ διάνοιαν λέγω, τὰ περὶ τῶν παίδων.
000-00-00 Serial Number=0563162744
Contra Anomoeos Ante [Go Back]  
 [00135]  Πολιτείας δὲ ἀκρίβειαν καὶ βίου καθαρότητα οὐδὲν οὕτω δύναται κατορθοῦν, ὡς ἡ συνεχὴς ἐνταῦθα διατριβὴ καὶ ἡ μετὰ προθυμίας ἀκρόασις.
000-00-00 Serial Number=0310920119
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00224]  Τὸν γὰρ ἀγαθὸν ἄνδρα πρὸς τὸ κοινωφελὲς ἅπαντα πράττειν χρὴ καὶ τὸν τῶν ἄλλων βίον κατορθοῦν, τὸ δὲ ἀξιῶσαι μὴ ἐπισκοτεῖν ποίαν πόλιν, ποίαν οἰκίαν, τίνα ἄνδρα, ποίαν γυναῖκα διέσωσεν;
000-00-00 Serial Number=0946004927
De Davide et Saule Ante [Go Back]  
 [00011]  ἀλλὰ χρὴ τὸν μέλλοντα κατορθοῦν ἐν τοῖς ἀκούουσι τὰ λεγόμενα, μὴ πρότερον ἀφίστασθαι περὶ τῶν αὐτῶν παραινοῦντα καὶ συμβουλεύοντα, μηδὲ ἐφ' ἕτερόν τι μεταπηδᾷν, ἕως ἂν ἴδῃ τὴν προτέραν παραίνεσιν καλῶς ἐν αὐτοῖς ῥιζωθεῖσαν.
000-00-00 Serial Number=0843179703
De baptismo Christi Ante [Go Back]  
 [00038]  Νυνὶ δὲ οὐ τέχνην τὴν τυχοῦσαν, ἀλλὰ τὴν πασῶν μείζονα μανθάνειν μέλλοντες, πῶς ἀρέσαι τῷ Θεῷ δεῖ, καὶ τῶν οὐρανίων ἐπιτυχεῖν, παρέργως ἡγεῖσθε δύνασθαι τοῦτο κατορθοῦν.
000-00-00 Serial Number=0431867778
De cruce et latrone ii Ante [Go Back]  
 [00406]  Ποίας οὖν τύχοιμεν ἡμεῖς συγγνώμης λοιπὸν, τῶν ἀπὸ τῆς Καινῆς, τῶν ἀπὸ τῆς Παλαιᾶς, ὥσπερ πάντων ἡμᾶς ὠθούντων εἰς τὴν ὑπὲρ τῶν ἐχθρῶν εὐχὴν, εἰ μὴ μετὰ πάσης σπουδῆς τοῦτο κατορθοῦν σπουδάσομεν;
000-00-00 Serial Number=0762666345
De perfecta caritate Ante [Go Back]  
 [00102]  Τίς οὖν χρεία πόνων καὶ ἱδρώτων πρὸς τὸ κατορθοῦν ἀρετήν;
000-00-00 Serial Number=0667182267
De sacerdotio Ante [Go Back]  
 [01046]  Ἐκεῖνος μὲν γὰρ εἶχεν ἰσχὺν πολλῷ τοῦ λόγου μείζονα καὶ πλείονα δυναμένην κατορθοῦν·
 [01108]  Ὅτι καὶ ἡμᾶς τοῦτο βούλεται κατορθοῦν Ἄκουε δὲ καὶ τῷ μαθητῇ τί φησιν ἐπιστέλλων·
 [01146]  οὐδὲ γὰρ ἐκεῖ μόνον αὐτὸν τὸ πᾶν κατορθοῦν φαίην ἄν, ὅταν δὲ ὑπὲρ δογμάτων ἀγὼν κινῆται καὶ πάντες ἀπὸ τῶν αὐτῶν μάχωνται γραφῶν, ποίαν ἰσχὺν ὁ βίος ἐνταῦθα ἐπιδεῖξαι δυνήσεται;
000-00-00 Serial Number=0700399637
De sancta pentecoste Ante [Go Back]  
 [00552]  Κἂν γὰρ μυρία κατορθοῦν δόξωμεν, πάντων ἐκπεσούμεθα, τῆς πικρᾶς ἡμῖν καὶ ὠμῆς ταύτης ἐνοχλούσης λύμης·
000-00-00 Serial Number=0047952116
De virginitate Ante [Go Back]  
 [00281]  Ὅταν γὰρ μέγα ᾖ τὸ κατορθούμενον καὶ διὰ τοῦτο μηδὲ εἰς ἐντολῆς ἀνάγκην κατακλείηται, τότε τῶν μελλόντων κατορθοῦν τὴν προθυμίαν ἀναμένειν χρὴ ἑτέρῳ τινὶ τρόπῳ καὶ ἀνυπόπτως τὸ θελῆσαι καὶ βουληθῆναι κατασκευάζοντας ἐν αὐτοῖς·
 [01099]  Οὐδὲ γὰρ αὐτὴν παντελῶς ἐκκόπτω τῆς ἐν τοῖς πνευματικοῖς συμμαχίας μὴ γένοιτο, ἀλλὰ τότε φημὶ ταῦτα αὐτὴν κατορθοῦν, ὅταν μὴ τὰ τοῦ γάμου πράττῃ ἀλλὰ μένουσα τῇ φύσει γυνὴ πρὸς τὴν τῶν μακαρίων ἀνδρῶν ἀρετὴν διαβαίνῃ.
000-00-00 Serial Number=0601180911
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01633]  Εὖ γὰρ ἴσθι σαφῶς, ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν.
 [05927]  εἰ δὲ τοσαύτην σπουδὴν ποιεῖται, ὥστε μὴ ἁμαρτάνειν ἡμᾶς, καὶ τοσαῦτα πραγματεύεται, ὥστε κατορθοῦν [63.747] ἡμᾶς τὰς ἐντολὰς, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ.
 [06282]  ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῶν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγενομένους τῶν ἀτάκτων σκιρτημάτων, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δύνανται μετὰ τὴν ἄνωθεν χάριν·
 [06486]  Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα.
 [07519]  Ἀλλὰ τὸ μὲν ζῶντα κατορθοῦν πολέμους καὶ νίκας, βασιλέα ὄντα καὶ στρατόπεδα ἔχοντα, θαυμαστὸν οὐδέν·
 [07591]  καὶ ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν ἐνορῶν, λογίζομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρίας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον, καὶ ἐκπλήττομαι, πῶς πᾶσαν μὲν τὴν τῶν ἀρετῶν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται.
 [08162]  καὶ ἐκπλήττομαι, πῶς πᾶσαν μὲν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται.
000-00-00 Serial Number=0341335833
Epistulae Ante [Go Back]  
 [01266]  Οὐδὲ γὰρ πόνου σοι δεῖ, οὐδὲ ἱδρῶτος, οὐδὲ χρόνου μακροῦ εἰς τὸ κατορθοῦν ταῦτα·
 [02224]  Οὐδὲ γὰρ πόνου σοι δεῖ, οὐδὲ ἱδρῶτος, οὐδὲ χρόνου μακροῦ εἰς τὸ κατορθοῦν ταῦτα·
000-00-00 Serial Number=0358847141
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00716]  ἂν δὲ μὴ βουληθείη, κἂν τῇ εὐλαβείᾳ σου δηλώσῃ εἴ τι γέγονεν αὐτόθι πλέον καὶ εἰ μέλλοι τι κατορθοῦν πάλιν κατιών.
000-00-00 Serial Number=0279884994
Expositiones in Psalmos Ante [Go Back]  
 [00057]  Καὶ εἰ ἔχω δικαιοσύνην, φησὶν, ἴσως ἐρεῖ τις, τίς χρεία εὐχῆς, ἀρκοῦντος τοῦ πράγματος ἅπαντα κατορθοῦν, καὶ τοῦ μέλλοντος διδόναι εἰδότος ὧν δεόμεθα;
000-00-00 Serial Number=0533556104
Fragmenta in Job Ante [Go Back]  
 [00905]  Μέγιστον γὰρ καὶ τὸ, τὰ ἐλάττονα μέρη τῆς ἀρετῆς κατορθοῦν, πολλῷ δὲ μεῖζον, τὸ ἐν τῷ ἀκροτάτῳ πάντων ἀκρότατον εἶναι·
000-00-00 Serial Number=0909688771
Fragmenta in Proverbia Ante [Go Back]  
 [01229]  Οὐ γάρ ἐστι συντετριμμένον ἄνθρωπον μὴ μεγάλα κατορθοῦν.
 [01977]  [110] α.] Ὀφθαλμὸς ὁ νοῦς, ὃς αἴτιος τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν.
000-00-00 Serial Number=0807352781
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00013]  δι' ἑτέρας παραινέσεως πείθειν ἐπιχειρεῖ κατορθοῦν τὰ προκείμενα·
000-00-00 Serial Number=0723674715
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00117]  Ἔστι γὰρ ταῦτα καὶ χωρὶς διωγμοῦ πάντα κατορθοῦν.
000-00-00 Serial Number=0084267020
In Acta apostolorum Ante [Go Back]  
 [00379]  Οὐδὲ γάρ ἐστιν ἴσον, χάριτος προκειμένης μὴ τυχεῖν, καὶ κατορθοῦν ἐπιχειροῦντα ἀποτυχεῖν.
 [09999]  Οὔτε οὖν τὸ ἑτέρους κατορθοῦν μόνον ἔχει τι κέρδος (Φοβοῦμαι γὰρ, φησὶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι), οὔτε τὸ ἑαυτοῦ μόνον ἐπιμελεῖσθαι.
 [09999]  οὕτως εἶχε πόθον καὶ τὰ ἐκεῖ κατορθοῦν.
 [09999]  Οὐκ εὔκολον τὸ [60.228] πρᾶγμα δοκεῖ, καὶ τοῦτο οὐ φύσει, ἀλλὰ τῷ συνηθείᾳ πολλῇ μήπω κατορθοῦν αὐτὸ μεμαθηκέναι.
 [09999]  ὁ δὲ μὴ βουλόμενος κατορθοῦν, καὶ ἐνοχλεῖσθαι δοκεῖ, κἂν δεύτερον ἀκούσῃ μόνον, πολλάκις δοκεῖ ἀκούειν.
 [09999]  Ἀλλ' ἔδει, φησὶ, πάντας τοὺς πειραζομένους κατορθοῦν, ἢ εἰ παρ' ἡμᾶς ἡ αἰτία, ἔδει καὶ χωρὶς τοῦ διαβόλου ἀπόλλυσθαι;
000-00-00 Serial Number=0861315787
In Isaiam Ante [Go Back]  
 [00558]  καθὼς δὲ τὸ τῶν πραγμάτων μαρτυρεῖ τέλος, ἅπερ ἔμελλε κατορθοῦν <ὁ Χριστὸς> προαναφωνῶν.
000-00-00 Serial Number=0391192436
In Joannem Ante [Go Back]  
 [01679]  Οὕτω γὰρ δυνησόμεθα καὶ τὰ ἄλλα μετ' εὐκολίας κατορθοῦν, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05934]  Κἀκεῖνοι μὲν μέγα ᾤοντό τι κατορθοῦν, ἂν τὸν Χριστὸν ἀνέλωσι·
000-00-00 Serial Number=0905993640
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03630]  Εἰ γὰρ καὶ ἐν ἡσυχίᾳ ζῶντα δύσκολον κατορθοῦν καὶ ἄληπτον εἶναι, τὸν ὑπὸ τοσούτων ἐνοχλούμενον πειρασμῶν, καὶ διὰ πάντων λάμψαντα, ἐννόησον ἡλίκης εἶναι ψυχῆς.
 [07140]  Τὸ μὲν γὰρ ζῶντα κατορθοῦν πολέμους καὶ νίκας βασιλέα ὄντα, καὶ στρατόπεδα ἔχοντα, θαυμαστὸν οὐδὲν, οὐδὲ παράδοξον καὶ καινόν·
000-00-00 Serial Number=0985796571
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00470]  Ὅταν οὖν καὶ ἐξ ὧν πρὸς ἀλλήλους ποιοῦμεν, καὶ ἐξ ὧν δικαζόμενοι πάσχομεν, καὶ ἐξ ὧν νόμους ἐγράψαμεν, καὶ ἐξ ὧν ἑαυτῶν καταγινώσκομεν, κἂν μηδεὶς ὁ κατηγορῶν ᾖ, καὶ ἐξ ὧν ῥᾳθυμοῦντες μὲν χείρους, φοβούμενοι δὲ βελτίους γινόμεθα, καὶ ἐξ ὧν ἄλλους ὁρῶμεν κατορθοῦντας καὶ πρὸς ἄκρον φιλοσοφίας ἀφικομένους, εὔδηλον ὅτι καὶ ἐφ' ἡμῖν κεῖται τὸ κατορθοῦν·
 [03171]  ∆εῖ τοίνυν πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνο κατορθοῦν, τὸ μὴ ἀπογινώσκειν μηδὲ ἀπελπίζειν ἑαυτῶν τὴν σωτηρίαν·
 [03851]  τοῦτο δὲ καὶ χωρὶς διωγμοῦ δυνατὸν κατορθοῦν.
 [04014]  Καθάπερ οὖν ἐν πολέμῳ οὐ τῶν πολλὰ φθεγγομένων τὸ κατορθοῦν, ἀλλὰ τῶν πολλὰ ἐργαζομένων·
 [05233]  ἐπειδὴ δὲ οὐ βούλεται φόβῳ μόνον τὰ τοιαῦτα κατορθοῦν, καὶ ἀπειλὰς καὶ λογισμοὺς τίθησιν.
 [07071]  Μὴ γὰρ δὴ νομίσητε ἀπραγμόνως με ταῦτα κατορθοῦν.
 [08752]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν καὶ αἰτίας τινὰς, καὶ οὐκ ἐνῆν πάντα διὰ γραμμάτων κατορθοῦν, ἃ μὲν παρῄνεσα, φυλαττέσθω τέως, φησίν·
 [09999]  οὐδὲ γὰρ εἶναι εὔκολον ἑνὶ πάντα ὁμοῦ κατορθοῦν, ὧν μέρος ἕκαστος τῶν ἁγίων ἤνυσεν·
000-00-00 Serial Number=0061268151
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00301]  Οὐδὲν οὕτω λυμαίνεται τὸ τῶν ἀνθρώπων γένος, ὡς τὸ φιλίας καταφρονεῖν, καὶ μὴ μετὰ πολλῆς αὐτὴν κατορθοῦν τῆς σπουδῆς·
 [00371]  Ὁ γὰρ πρὸς τοσοῦτον ἀρετῆς φθάσας, ὥστε μὴ διὰ τὸν ἐκείνου φόβον αὐτὸν κατορθοῦν, ἀλλὰ διὰ τὴν ἀρετὴν, οὗτος νομίμως χρῆται αὐτῷ καὶ ἀσφαλῶς·
000-00-00 Serial Number=0327712297
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03922]  Ὁρᾷς ὅτι τὸ κατορθοῦν καὶ ἡμῶν ἐστι καὶ τοῦ Θεοῦ;
 [04294]  εἰ γὰρ μὴ ἐπετέτακτο, οὐκ ἔδει αὐτὸ κατορθοῦν, ἵνα μὴ ἄτιμοι φαινώμεθα;
000-00-00 Serial Number=0737303197
In epistulam ad Philippenses Ante [Go Back]  
 [02579]  οὕτως ὅταν λέγῃ ἐνεργεῖν ἐν ἡμῖν τὸ θέλειν, οὐκ ἀφαιρεῖται ἡμᾶς τὸ αὐτεξούσιον, ἀλλὰ δείκνυσιν, ὅτι ἀπὸ τοῦ κατορθοῦν πολλὴν εἰς τὸ θέλειν λαμβάνομεν προθυμίαν.
000-00-00 Serial Number=0819260478
In epistulam ad Romanos Ante [Go Back]  
 [01365]  Ὁρᾷς πῶς πάλιν παρέστησε τὴν ἡμέραν ἐκείνην καὶ ἐγγὺς ἤγαγε, κατασείων αὐτῶν τὴν διάνοιαν, καὶ δεικνὺς, ὅτι τούτους δεῖ τιμᾶσθαι μᾶλλον τοὺς χωρὶς νόμου τὰ τοῦ νόμου κατορθοῦν ἐσπουδακότας;
 [04594]  Ὅτι τοιαῦτα ἐπετάγησαν, οἷα δυνατὸν ἦν καὶ τῆς ἁμαρτίας κρατούσης κατορθοῦν.
 [06549]  μηδὲ Ἰουδαῖοι πάλιν προσδοκήσωσιν αὐτὴν κατορθοῦν, καὶ εἴπωσιν, ὅτι Εἰ καὶ μὴ νῦν ἐπληρώσαμεν, ἀλλὰ πάντως πληρώσομεν·
 [07846]  Ἐπάρας τοίνυν διὰ τῶν ὀνομάτων τὸν ἀκροατὴν, καὶ ἕκαστον ἱερέα διὰ τῆς ἑαυτοῦ σαρκὸς, διὰ τῆς πολιτείας ἀποφήνας, λέγει καὶ τὸν τρόπον, δι' οὗ δυνατὸν πάντα κατορθοῦν.
 [09999]  εἰ δὲ τοσαύτην ποιεῖται σπουδὴν, ὥστε μὴ ἁμαρτάνειν ἡμᾶς, καὶ τοσαῦτα πραγματεύεται, ὥστε κατορθοῦν, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ.
000-00-00 Serial Number=0828698695
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00251]  Εἰπὼν γὰρ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πραεῖς, δείκνυσι πῶς αὐτὰ δεῖ κατορθοῦν.
000-00-00 Serial Number=0471953869
In secundum domini adventum Ante [Go Back]  
 [00212]  εἰ δὲ τοσαύτην σπουδὴν ποιεῖται ὁ Θεὸς, ὥστε μηδὲ ἁμαρτάνειν ἡμᾶς, καὶ τοσαῦτα πραγματεύεται, ὥστε κατορθοῦν ἡμᾶς τὰς ἐντολὰς, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ.
000-00-00 Serial Number=0214978874
Prooemia in Psalmos Ante [Go Back]  
 [00206]  Ταῦτα δὲ οὐδαμόθεν ἄλλοθεν ἔξεστι κατορθοῦν, ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου μελετᾷν ἡμέρας καὶ νυκτός.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»