Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θαυμαστὴν [54]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θαυμαστὴν


000-00-00 Serial Number=0027646363
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01505]  ἐκείνην καὶ θαυμαστὴν μονομαχίαν ἀναδεξάμενος, εὗρε τοῦ καταβληθέντος Γολιὰθ σφοδρότερον ἐχθρὸν τὸν εὐεργετηθέντα Σαούλ.
000-00-00 Serial Number=0452991724
Ad populum Antiochenum Ante [Go Back]  
 [01570]  καὶ καθάπερ εἰσί τινες οἱ πρὸς ἀλλήλους φιλοτιμούμενοι τῇ τῶν σιτίων ἀποχῇ, καὶ θαυμαστὴν ἅμιλλαν ποιούμενοι·
 [03232]  ὃ γὰρ περὶ τῆς κτίσεως εἰρήκαμεν, ὅτι οὐχὶ καλὴν μόνον καὶ θαυμαστὴν καὶ μεγάλην αὐτὴν ἐποίησεν ὁ Θεὸς, ἀλλὰ καὶ ἀσθενῆ καὶ φθαρτὴν, καὶ τούτων αὐτῶν πάλιν πολλὰ ἐγκατέθηκε δείγματα, ἀμφότερα πρὸς τὸ χρήσιμον ἡμῖν οἰκονομῶν, καὶ διὰ μὲν τοῦ κάλλους εἰς τὸ θαῦμα τοῦ πεποιηκότος ἐνάγων, διὰ δὲ τῆς ἀσθενείας τοῦ σέβεσθαι τὴν κτίσιν ἡμᾶς ἀπάγων·
000-00-00 Serial Number=0288222730
Catecheses ad illuminandos Ante [Go Back]  
 [00006]  Οὐδὲ γὰρ ἂν ἁμάρτοι τις γάμον ὀνομάζων τὰ νῦν γινόμενα, καὶ οὐ γάμον μόνον ἀλλὰ καὶ στρατολογίαν τινὰ θαυμαστὴν καὶ παράδοξον.
000-00-00 Serial Number=0386228442
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00021]  εὐχερῶς δὲ ὑπομενεῖ τοὺς διὰ λόγων λυποῦντας, καρτερήσει δὲ πρὸς τοὺς δι' ἔργων λυπεῖν θέλοντας, καὶ τῷ τύπτοντι τὴν σιαγόνα, στρέψει καὶ τὴν ἄλλην, καὶ τὸν ῥῆμα αἰσχρὸν λοιδορίας χάριν ἐπάγοντα γενναίως ὑποίσει, θαυμαστὴν παραμυθίαν τοῦ μακαρισμοῦ κεκτημένος, καὶ ἵνα ὑπήκοος τῷ Κυρίῳ εὑρεθῇ, καὶ σβέσῃ τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν, καὶ φύγῃ τὴν ἐπ' αὐτῷ ὡρισμένην κόλασιν.
000-00-00 Serial Number=0468615115
De Anna i Ante [Go Back]  
 [00054]  Οὐ διὰ τὸ πλῆθος δὲ μόνον ἐθαυμάζομεν τοῦ Θεοῦ τὴν σοφίαν, ἀλλὰ καὶ δι' ἀμφότερα ταῦτα, ὅτι καὶ καλὴν καὶ μεγάλην καὶ θαυμαστὴν τὴν κτίσιν ἐποίησε, καὶ ὅτι πολλὰ πάλιν τῆς ἀσθενείας αὐτῆς δείγματα ἐναπέθετο τοῖς ὁρωμένοις·
000-00-00 Serial Number=0529743671
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00028]  ὁ δὲ Χριστὸς τοὺς ἀποστρεφομένους αὐτὸν τούτων τῶν ἐπιταγμάτων ἀπήλλαξε, καὶ τῆς θηριώδους λειτουργίας τὴν ἀτέλειαν καὶ τὴν θαυμαστὴν ταύτην εἰρήνην οὐκ εἰς τοὺς οἰκείους μόνους συνέκλεισεν ἀλλὰ καὶ εἰς τοὺς ἀλλοτρίους ἐξήγαγε, δεικνὺς ὅτι ἐκεῖνοι μὲν τύραννοί τινες καὶ τοῦ γένους ἡμῶν ἐχθροὶ καὶ λυμεῶνες εἰσι δι' ὃ καὶ τοῖς ᾠκειωμένοις ὡς ἀλλοτρίοις ἐκέχρηντο·
000-00-00 Serial Number=0108992279
De Lazaro Ante [Go Back]  
 [01621]  Μὴ τοίνυν ἴδῃς ἐκεῖνον τὸν μεμυκότα τοὺς ὀφθαλμοὺς, τὸν ἄφωνον κείμενον, ἀλλὰ τὸν ἀνιστάμενον, τὸν ἀπολαμβάνοντα δόξαν ἄῤῥητον καὶ φρικώδη καὶ θαυμαστὴν, καὶ ἀπὸ τῆς παρούσης ὄψεως πρὸς τὴν μέλλουσαν ἐλπίδα μετάγαγε τοὺς λογισμούς.
000-00-00 Serial Number=0020843625
De decem millium talentorum debitore Ante [Go Back]  
 [00024]  καὶ γὰρ κιθαρῳδίαν ὑμᾶς τινα θαυμαστὴν διδάξαι βούλομαι, οὐχὶ λύραν νεκρὰν μεταχειρισάμενος, ἀλλὰ τὰς τῶν Γραφῶν ἱστορίας καὶ τὰς τοῦ Θεοῦ ἐντολὰς ἀντὶ νευρῶν ἀνατείνας.
000-00-00 Serial Number=0523998082
De diabolo tentatore Ante [Go Back]  
 [00486]  Τί οὖν, ἐὰν ἴδωμεν τὴν καλὴν ταύτην καὶ θαυμαστὴν, αὐτὴν γενομένην ἀσεβείας αἰτίαν πολλοῖς, αἰτιασόμεθα αὐτήν;
000-00-00 Serial Number=0735909224
De eleemosyna [5] Ante [Go Back]  
 [00065]  [64.437] χήραν ἐκείνην τὴν θαυμαστὴν, ἥ τις δράκα ἀλεύρου ἀπέδωκεν, καὶ τὴν βασιλείαν ἐκληρονόμησε τῶν οὐρανῶν.
000-00-00 Serial Number=0623552263
De futurae vitae deliciis Ante [Go Back]  
 [00062]  Παραγενόμενος ἐνταῦθα, καὶ τὴν σάρκα λαβὼν τὴν ἡμετέραν, καὶ τὴν θαυμαστὴν ἐκείνην οἰκονομίαν ἐργασάμενος, ὑπ' ὄψιν ἄγει τὰ μέλλοντα, τὰς παχυτέρας καὶ ταύτῃ πληροφορῶν διανοίας.
000-00-00 Serial Number=0327993751
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00654]  ὁ δὲ Σολομὼν οὐχὶ δώδεκα καὶ αὐτὸς ἦν, ἡνίκα τὴν θαυμαστὴν ἐκείνην <εὐχὴν> ηὔξατο;
000-00-00 Serial Number=0300057471
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00067]  καὶ γὰρ μέγας ἀθλητής, καὶ πρὸς αὐτὸν τὸν Παῦλον παρισοῦσθαι δυνάμενος, διὰ τὴν ὑπομονήν, διὰ τὴν τοῦ βίου καθαρότητα, διὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν, διὰ τὴν καρτερὰν μάχην ἐκείνην, διὰ τὴν θαυμαστὴν νίκην τὴν μετὰ τὴν μάχην.
 [00429]  ἡ δὲ Ἱεριχουντία πόρνη μηδὲν τούτων θεασαμένη πίστιν ἐπεδείξατο θαυμαστὴν περὶ τοὺς κατασκόπους.
 [00445]  Τί ἄν τις εἴποι τὸν λιμὸν τὸν πανταχοῦ τῆς οἰκουμένης μετὰ τοῦ βασιλέως ταῖς πόλεσι συνεμπεσόντα, αὐτοῦ τοῦ βασιλέως τὸν θάνατον, τὸν ἐν τῇ Περσῶν χώρᾳ, τὴν πρὸ τοῦ θανάτου ἀπάτην, τὸ στρατόπεδον τὸ ἐν μέσοις ἀποληφθὲν τοῖς βαρβάροις, καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις, τὴν ἄνοδον ἐκεῖθεν τὴν θαυμαστὴν καὶ παράδοξον;
 [00563]  [4.15] Εἴπω σοι καὶ ἑτέρωθεν δύναμιν κηρύγματος θαυμαστὴν καὶ παράδοξον, καὶ δείξω σοι καὶ διὰ τῶν πολεμούντων αἰρόμενον αὐτὸν καὶ αὐξανόμενον;
000-00-00 Serial Number=0565201759
De paenitentia [1] Ante [Go Back]  
 [01146]  καὶ τοῦτο οὐκ ἐπὶ δύο, ἢ καὶ τριῶν καὶ εἴκοσιν ἀνθρώπων ἐποίησεν, ἀλλὰ καὶ δῆμον ὁλόκληρον, τὴν τῶν Νινευϊτῶν πόλιν μεγάλην καὶ θαυμαστὴν ἐπὶ γόνυ κειμένην, παρ' αὐτὸ τὸ βάραθρον τὴν κεφαλὴν κλίνασαν, καὶ μέλλουσαν τὴν ἄνωθεν φερομένην δέχεσθαι πληγὴν, καθάπερ τις ἄνωθεν ἐπιπτᾶσα δύναμις, καὶ ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν.
 [01941]  Ναὶ, φησὶν, εἶχον ἔνδον διδάσκαλον τῆς μετανοίας τὴν θαυμαστὴν ἐκείνην Ῥαὰβ, ἣν ἔσωσα διὰ μετανοίας.
000-00-00 Serial Number=0913262546
De proditione Judae Ante [Go Back]  
 [00541]  Αὕτη ἐπεισελθοῦσα τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν, τὴν θαυμαστὴν διδασκαλίαν, πάντα ταῦτα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία.
000-00-00 Serial Number=0376099229
De sacerdotio Ante [Go Back]  
 [01495]  Εἶτα μεταξὺ τῷ φίλτρῳ καιόμενον ἀκοῦσαί ποθεν ὅτι τὴν θαυμαστὴν ἐρωμένην ἐκείνην τῶν εὐτελῶν τις καὶ ἀπερριμμένων ἀνδρῶν καὶ δυσγενὴς καὶ τὸ σῶμα ἀνάπηρος καὶ πάντων τῶν ὄντων μοχθηρότατος μέλλοι πρὸς γάμον ἄγεσθαι.
000-00-00 Serial Number=0654032052
De sancta Droside martyre Ante [Go Back]  
 [00203]  θαυμαστὴν ἔχει τὴν ἐκφορὰν, ἀγγέλων παρόντων, καὶ ψυχὴν ὁδηγούντων, καθάπερ οὖν ἔφθην ἀποδείξας ἐπὶ τοῦ Λαζάρου, μυρίους ἐπαινέτας καταλιμπάνων τῆς ἑαυτοῦ ζωῆς·
000-00-00 Serial Number=0258404970
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00109]  ἐκεῖνος γὰρ ὁ τὸν οὐρανὸν κλείσας, καὶ πάλιν ἀνοίξας, ὁ τὸ πῦρ ἄνωθεν κατενεγκὼν, ὁ τὴν θαυμαστὴν θυσίαν προσενεγκὼν, ὁ ζηλώσας ὑπὲρ τοῦ Θεοῦ, ἐκεῖνος ὁ ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὸν ἐπιδειξάμενος βίον, ὁ τῆς μηλωτῆς πλέον ἔχων οὐδὲν, ὁ [50.633] πάντων ἀνωτέρω γενόμενος τῶν ἀνθρωπίνων, οὕτω τὸν θάνατον τρέμει καὶ δέδοικεν, ὡς μετὰ πάντα ἐκεῖνα, μετὰ τὸν οὐρανὸν καὶ τὴν θυσίαν, μετὰ τὴν μηλωτὴν καὶ τὴν ἐρημίαν, καὶ τὴν φιλοσοφίαν, καὶ τὴν παῤῥησίαν τὴν τοσαύτην γύναιον εὐτελὲς φοβηθῆναι, καὶ διὰ τοῦτο φυγεῖν.
000-00-00 Serial Number=0818272054
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00968]  Τὴν γὰρ τῶν Νινευιτῶν πόλιν τὴν μεγάλην καὶ θαυμαστὴν ἐπὶ γόνυ κειμένην, παρὰ αὐτὸ τὸ βάραθρον τὴν κεφαλὴν κλίνασαν, καὶ μέλλουσαν τὴν ἄνωθεν φερομένην δέχεσθαι πληγὴν, καθάπερ τις ἄνωθεν ἐπιστᾶσα δύναμις, ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ δημίου χειρῶν, καὶ πρὸς τὴν ζωὴν ἐπανήγαγεν.
 [04827]  Ἐκπλήττονται τὸν Ἰὼβ ἅπαντες ἄνθρωποι διὰ τὴν ὑπομονὴν αὐτοῦ, διὰ τὴν τοῦ βίου καθαρότητα, διὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν, διὰ τὴν καρτερὰν μάχην ἐκείνην, διὰ τὴν θαυμαστὴν νίκην τὴν μετὰ τὴν μάχην·
 [07013]  Ἐπεὶ οὖν τὴν καλὴν ταύτην καὶ θαυμαστὴν νίκην ἐνίκησεν, ἀνέστη λοιπὸν τῶν ὕπνων ἡ τῶν ἀγώνων ὑπόθεσις ὁ Σαοὺλ, καὶ ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου, τῶν εἰς αὐτὸν γεγε [63.781] νημένων εἰδὼς οὐδέν.
 [09181]  καὶ γὰρ μέγας ἀθλητὴς, καὶ πρὸς αὐτὸν τὸν Παῦλον ἀντιβλέψαι δυνάμενος διὰ τὴν ὑπομονὴν, διὰ τὴν τοῦ βίου καθαρότητα, διὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν, διὰ τὴν καρτερὰν μάχην ἐκείνην, διὰ τὴν θαυμαστὴν νίκην τὴν μετὰ τὴν μάχην.
000-00-00 Serial Number=0957213283
Epistula ad Caesarium Ante [Go Back]  
 [00002]  [1.1] Καὶ φήσειας πάντως ἐκ πλάνης πρὸς τὸ κρεῖττον ἐληλυθέναι καὶ χάριν ὁμολογεῖν τοῖς τὴν θαυμαστὴν ἐκείνην προσκομίσασι βίβλον, ἣν ἀρίστην τὰ κάλλιστά σου ἀποκαλοῦσι γράμματα, ὡς τηλαυγῶς διαγορεύουσαν συνδρομὴν οὐσιώδη καὶ μεῖξιν θεσπεσίαν γεγενῆσθαι θεότητός τε καὶ σαρκὸς μίαν τε ἐντεῦθεν ἀποτελεσθῆναι φύσιν.
000-00-00 Serial Number=0272262156
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00335]  Μεταταξώμεθα τοίνυν καὶ δεῦρο καὶ αὐτὴ μετάστηθι μετὰ τοῦ λόγου καὶ ἀναλογίζου τῶν κατορθωμάτων σου τὰς ἀντιδόσεις, τὰ βραβεῖα τὰ λαμπρά, τοὺς φαιδροὺς στεφάνους, τὴν μετὰ τῶν παρθένων χορείαν, τὰς παστάδας τὰς ἱεράς, τὸν νυμφῶνα τῶν οὐρανῶν, τὴν μετὰ τῶν ἀγγέλων λῆξιν, τὴν πρὸς τὸν νύμφιον παρρησίαν καὶ ὁμιλίαν, τὴν θαυμαστὴν δᾳδουχίαν ἐκείνην τὰ ἀγαθὰ τὰ καὶ λόγον καὶ νοῦν ὑπερβαίνοντα.
000-00-00 Serial Number=0568997860
Expositiones in Psalmos Ante [Go Back]  
 [06273]  Ὅταν γὰρ μὴ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος ἡ σὰρξ, ἀλλ' εἴκῃ τοῖς ἐπιτάγμασι τοῖς ἐκείνου, καὶ εἰς πέρας ἄγῃ ταύτην ἐπὶ τὴν ἀρίστην καὶ θαυμαστὴν ὁδὸν, οὕτως ἐργάσῃ μελῳδίαν πνευματικήν.
 [06863]  οὐχ ὅτι πόλιν ἔχομεν μεγάλην καὶ θαυμαστὴν, οὐδ' ὅτι πρῶτοι νικῶμεν, οὐδ' ὅτι ῥώμῃ σώματος περιγινόμεθα·
000-00-00 Serial Number=0640643775
In Acta apostolorum Ante [Go Back]  
 [01434]  τὸν μετὰ τὴν ὁμολογίαν ἐκείνην τὴν θαυμαστὴν Σατᾶν κληθέντα.
 [08003]  ἀλλ' ἐπειδὴ τὴν διάνοιαν αὐτῶν ἔδειξαν θαυμαστὴν οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγονε, καὶ ἐπίστευσαν, ὅτι πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα.
 [09999]  οὐκ ἔστι δὲ τοῦτο, ἀλλὰ τοὐναντίον, τὸ ψυχὴν ἔχειν θαυμαστὴν καὶ ἐν ἡδονῇ εἶναι.
000-00-00 Serial Number=0477646947
In Heliam et viduam Ante [Go Back]  
 [00090]  Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντές τινες τὸν Χριστὸν μετὰ τὰς πολλὰς καὶ ἀφάτους εὐεργεσίας τὰς ἐπὶ τῆς Ἰουδαίας, μετὰ τοὺς μυρίους νεκροὺς, οὓς ἀνέστησε, μετὰ τοὺς τυφλοὺς, οὓς ἀναβλέψαι ἐποίησε, μετὰ τοὺς λεπροὺς, οὓς ἐκάθηρε, μετὰ τοὺς δαίμονας, οὓς ἀπήλασε, μετὰ τὴν θαυμαστὴν καὶ σωτήριον διδασκαλίαν, παρὰ μὲν τῶν εὐεργετηθέντων ἐλαυνόμενον, παρὰ δὲ τῶν ἐν τοῖς ἔθνεσι τιμώμενον, οὐδὲν τοιοῦτον εἰδότων οὔτε ἀκηκοότων, θαυμάζωσι, διαπορῶσι, καὶ ἄπιστον τὸ πρᾶγμα εἶναι νομίζωσιν·
000-00-00 Serial Number=0998314679
In Isaiam Ante [Go Back]  
 [02184]  Ἐπειδὴ γὰρ ὁ ἑκατόνταρχος τὴν θαυμαστὴν ἐκείνην καὶ μεγάλην ἐπεδείξατο πίστιν, δι' ἧς τὸν παῖδα ἀπήλλαξε τῆς ἀρρωστίας, ἐπήγαγεν ὁ Χριστὸς λέγων·
000-00-00 Serial Number=0778779745
In Joannem Ante [Go Back]  
 [01997]  Ταῦτα οὖν ἅπαντα συναγαγὼν ὁ εὐαγγελιστὴς τὰ θαύματα, τὰ ἐν σώμασι, τὰ ἐν ψυχαῖς, τὰ ἐν τοῖς στοιχείοις, τὰ προστάγματα, τὰ δῶρα τὰ ἀπόῤῥητα ἐκεῖνα, καὶ τῶν οὐρανῶν ὑψηλότερα, τοὺς νόμους, τὴν πολιτείαν, τὴν πειθὼ, τὰς μελλούσας ὑποσχέσεις, τὰ παθήματα αὐτοῦ, τὴν θαυμαστὴν ταύτην καὶ ὑψηλῶν γέμουσαν δογμάτων ἀφῆκε φωνὴν λέγων·
 [02120]  Εἰ μὲν γὰρ μηδὲν μηδ' ὅλως ἀκούσαντες [59.89] εἶδον τὸν Χριστὸν αὐτὸν, καὶ ὁμοῦ μετὰ τῆς θέας καὶ τὴν τῶν λόγων μαρτυρίαν ἐδέξαντο τὴν οὕτω θαυμαστὴν καὶ μεγάλην, εὐθέως ἂν τὸ τοῦ σχήματος εὐτελὲς προσέστη τῷ μεγέθει τῶν λεγομένων.
 [02877]  Οὐ γὰρ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν ἐν μέσῳ τῷ πλήθει, παρόντων ἁπάντων τῶν ὑπ' αὐτοῦ βαπτιζομένων (βαπτίζοντι γὰρ ἐπέστησαν οἱ Ἰουδαῖοι), τὴν θαυμαστὴν ἐκείνην ἀνεκήρυξεν ὁμολογίαν περὶ τοῦ Χριστοῦ, τὴν τῶν ὑψηλῶν καὶ μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν δογμάτων, καὶ ὡς οὐκ εἴη ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ.
000-00-00 Serial Number=0097479761
In epistulam II ad Corinthios Ante [Go Back]  
 [07176]  Οὐδενὸς ὁρωμένου, οὐδενὸς ἐπικειμένου ταῖς πλευραῖς τοῦ δαίμονος, φωναὶ καὶ σπαραγμοὶ, μάστιγες, βάσανοι, γλῶσσαι ἐμπιπράμεναι, τοῦ δαίμονος οὐ φέροντος τὴν θαυμαστὴν δύναμιν ἐκείνην.
000-00-00 Serial Number=0098594069
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00948]  εἰ γὰρ τὴν Ἑλλάδα τὴν θαυμαστὴν καὶ καλὴν διαπτύουσι, πολλῷ μᾶλλον τὴν Ἑβραίων.
000-00-00 Serial Number=0411108077
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00016]  Ὁρῶν τοίνυν ὁ διάβολος πόλιν μεγάλην καὶ πολυάνθρωπον τῆς ἀληθείας ἐπειλημμένην, καὶ πλούτου καὶ σοφίας ἕνεκεν θαυμαστὴν οὖσαν, καὶ τῆς Ἑλλάδος τὸ κεφάλαιον (τὰ γὰρ Ἀθηναίων καὶ Λακεδαιμονίων ἀθλίως διέκειτο λοιπὸν, τῆς ἀρχῆς πάλαι μεταπεσούσης), καὶ θεασάμενος, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ἐδέξαντο τὸν τοῦ Θεοῦ λόγον, τί ποιεῖ;
 [03411]  Τοῦτο γοῦν ἄνω καὶ κάτω πάντα πεποίηκε, τοῦτο συνετάραξε τὴν οἰκουμένην ἅπασαν, ὅτι πρὸς ἀνθρώπους βλέποντες ἅπαντα πράττομεν, κἀν τοῖς ἀγαθοῖς οὐδὲν ἡγούμεθα τὸ τὸν Θεὸν ἔχειν θαυμαστὴν, ἀλλ' ἐπιζητοῦμεν τὴν παρὰ τοῖς ὁμοδούλοις εὐδοκίμησιν·
000-00-00 Serial Number=0963495255
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03328]  Ἐπεὶ καὶ ὁ Ἀβραὰμ, καίτοι θαυμαστὴν ἔχων γυναῖκα, τὸν υἱὸν μέλλων ἀναφέρειν, ἔκρυπτε, καίτοι γε οὐκ εἰδὼς τὸ ἐκβησόμενον, ἀλλὰ πεπεισμένος, ὅτι πάντως ἀναιρήσει.
000-00-00 Serial Number=0524046123
In epistulam ad Ephesios Ante [Go Back]  
 [02427]  Ἠδέσθη τὴν προθυμίαν αὐτῶν τὸ πῦρ, ᾐδέσθη καὶ τὴν ᾠδὴν τὴν θαυμαστὴν ἐκείνην καὶ τοὺς ὕμνους.
 [06008]  Καὶ ὅρα πῶς θαυμαστὴν κρηπῖδα ἔθηκε τῇ τῆς ἀρετῆς ὁδῷ τὴν εἰς τοὺς γονέας τιμὴν καὶ αἰδώ·
000-00-00 Serial Number=0126756310
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00058]  ἀλλ' αὐτὸς ἄνωθεν ὁ Χριστὸς τὴν θαυμαστὴν ἐκείνην πρὸς αὐτὸν ἀφῆκε φωνὴν, δι' ἧς αὐτὸν ἐσαγήνευσε.
000-00-00 Serial Number=0653037369
In epistulam ad Romanos Ante [Go Back]  
 [01499]  Εἰπὼν, ὅτι οὐδὲν λείπει τῷ Ἕλληνι πρὸς τὸ σωθῆναι, ἐὰν τοῦ νόμου ᾖ ποιητὴς, καὶ τὴν θαυμαστὴν σύγκρισιν ποιησάμενος ἐκείνην, τίθησι λοιπὸν καὶ τὰ σεμνὰ τῶν Ἰουδαίων, ἀφ' ὧν κατὰ τῶν Ἑλλήνων [60.432] ἐφρόνουν.
 [07914]  οὕτω καὶ αὐτὸς ἀπὸ τῶν δογματικῶν ἐπὶ τὰ ἠθικώτερα νῦν ἐκβὰς, ἐδίδαξε μὲν καθόλου τὴν ἀρετὴν, τὴν θαυμαστὴν θυσίαν παρ' ἡμῶν ἀπαιτήσας·
000-00-00 Serial Number=0508459330
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00087]  οὕτω καὶ οἱ ἅγιοι οὗτοι τῷ πόθῳ τῷ περὶ τὸν ∆εσπότην πυρούμενοι, καὶ τοὺς ἱεροὺς ὕμνους ἀναφέροντες, οὐδὲ αἴσθησιν ἐλάμβανον τῶν ὀδυνῶν [51.169] ἐκείνων, ἀλλ' ὅλοι τῆς ἱκετηρίας ἐγίνοντο, καὶ τὴν θαυμαστὴν ἐκείνην ὑμνῳδίαν ἀνέφερον, καὶ λοιπὸν ἐκκλησία ἐγένετο τὸ δεσμωτήριον, καὶ ὁ τόπος ἅπας ἡγιάζετο διὰ τῆς ὑμνῳδίας τῶν ἁγίων ἐκείνων.
000-00-00 Serial Number=0326898038
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00213]  Τί γὰρ δεῖ τῆς τῶν λόγων κατασκευῆς, τῶν πραγμάτων βοώντων, καὶ ἡλίου φανερώτερον δεικνύντων τὰ ἀγαθὰ, ἃ μετὰ τὴν ὠδῖνα τῆς Παρθένου τὴν θαυμαστὴν ἐκείνην, καὶ πνευματικὴν, καὶ τὴν οἰκονομίαν, καὶ τὴν σάρκωσιν, τὴν οἰκουμένην κατέλαβεν ἅπασαν;
000-00-00 Serial Number=0654968143
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00105]  πολλῷ μᾶλλον ἐπὶ τῆς λειτουργίας τῆς πνευματικῆς ἅπαντες ἐπαινέσονται, καὶ χάριν ὁμολογήσουσι τῷ πρώτῳ τὴν θαυμαστὴν ταύτην ἀρχὴν εἰσαγαγόντι, καὶ ἔσται τὸ αὐτὸ καὶ φιλοτιμία καὶ κέρδος.
000-00-00 Serial Number=0508099139
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00137]  Καὶ τοῦτο δῆλον μὲν ἐξ ὧν μυριάκις ἀφροσύνην τὸ πρᾶγμα ἐκάλεσε, δῆλον δὲ καὶ ἀπὸ τοῦ χρόνου παν τὸς, ὃν ἐσίγησε τὴν θαυμαστὴν καὶ θείαν ἀποκάλυψιν ἐκείνην·
000-00-00 Serial Number=0874182224
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00378]  Καὶ οὔτε ναόν πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ οὔτε θυσιαστήριον, οὐ πατρίδα, οὐχ ἱερέας, οὐ προφήτας ἔχοντες, ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ χώρᾳ, ἐν αὐτῇ μὲν μέσῃ τῇ καμίνῳ, μεταξὺ τοῦ στρατοπέδου παντὸς ἐκείνου, αὐτοῦ τοῦ βασιλέως τοῦ ταῦτα ἐργαζομένου θεωροῦντος, λαμπρὸν ἀνεστήσαντο τρόπαιον καὶ περιφανῆ νίκην ἤραντο, τὴν θαυμαστὴν ἐκείνην καὶ παράδοξον ᾄσαντες ᾠδήν, τὴν καὶ μέχρι τοῦ νῦν ἐξ ἐκείνου πανταχοῦ τῆς οἰκουμένης ᾀδομένην καὶ αἰσθησομένην δὲ καὶ εἰς τὰς μετὰ ταῦτα γενεάς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»