Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐχαριστίας [85]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐχαριστίας


000-00-00 Serial Number=0692340195
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00519]  καὶ τὸν ἄνθρωπον, ᾗπερ ἂν ὁ Θεὸς κελεύῃ, ταύτῃ ἕπεσθαι, καὶ ἅπερ ἂν ἐπάγῃ, ταῦτα μετ' εὐχαριστίας δέχεσθαι χρὴ, οὐδὲν ἀντιλέγοντα, οὐδὲ περιεργαζόμενον ὑπὲρ τοῦ μαθεῖν.
 [00745]  εἰ δὲ μετὰ εὐχαριστίας ἅπαντα φέρεις, καὶ εἰς προσευχὰς εὐθέως τρέπεις σαυτὸν, τί ποτ' οὖν ἐστι τὸ ποιοῦν τὴν αἰσχύνην;
000-00-00 Serial Number=0324144602
Ad populum Antiochenum Ante [Go Back]  
 [00368]  Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην, τὸ πάντα ἀφαρπαγέντα γενναίως ἐνεγκεῖν καὶ μετ' εὐχαριστίας πολλῷ μεῖζόν ἐστιν, καθάπερ οὖν ἐπὶ τούτου δέδεικται τοῦ δικαίου·
 [00384]  Οὐδὲν εὐχαριστίας ἴσον ἀγαθὸν, ὥσπερ βλασφημίας χεῖρον οὐδέν·
 [04487]  εὐχαρίστησον, καὶ μὴ τὴν ὀδύνην τὴν ἀπὸ τῆς ζημίας ἴδῃς μόνον, ἀλλὰ καὶ τὸ κέρδος τὸ ἀπὸ τῆς εὐχαριστίας.
000-00-00 Serial Number=0079060972
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00012]  τοῦτο λέγων, ὅτι τὴν εὐθυμίαν μὴ πρόφασιν κτήσησθε ῥᾳθυμίας, ἀλλὰ εὐχαριστίας ὑπόθεσιν πρὸς τὸν δεδωκότα.
000-00-00 Serial Number=0800823092
Catecheses ad illuminandos Ante [Go Back]  
 [00334]  ἐλευθεροῦσθαι τῆς ἐκείνου τυραννίδος καὶ ὑπὸ τὸν ζυγὸν ἔρχεσθαι τὸν χρηστόν, πρότερον διὰ τοῦ σχήματος ὑπομιμνήσκουσιν ἑαυτοὺς τῆς προτέρας καταστάσεως ἵν' εἰδέναι ἔχωσι τίνος μὲν ἀπαλλάττονται, τίνι δὲ προστρέχουσι, καὶ τοῦτο αὐτὸ γένηται αὐτοῖς ὑπόθεσις πλείονος εὐχαριστίας καὶ εὐγνωμοσύνης.
000-00-00 Serial Number=0863503039
De Anna i Ante [Go Back]  
 [00709]  Ἐπειδὴ δὲ ἀνῆκε τὴν πληγὴν ἐκείνην, καὶ τὴν αἴτησιν ὁ Θεὸς ἔδωκε, τότε ποιεῖ καταφανῆ τὴν εὐεργεσίαν τῷ ἱερεῖ, βουλομένη κοινωνὸν τῆς εὐχαριστίας λαβεῖν, ὥσπερ τότε τῆς εὐχῆς ἔλαβε·
000-00-00 Serial Number=0429064274
De Lazaro Ante [Go Back]  
 [00333]  Ὁ γὰρ μετὰ τὴν τράπεζαν καιρὸς εὐχαριστίας ἐστὶ καιρός·
 [01107]  οὕτω σοι καὶ τὸ πάθος ἐπικουφίζεται, τοῦ διαβόλου μὲν ἀφισταμένου διὰ τῆς εὐχαριστίας, τῆς τοῦ Θεοῦ δὲ βοηθείας παραγινομένης.
 [02739]  Ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ἵνα μηδεὶς [48.1053] τῶν ἐν πενίᾳ ἢ τῶν ἐν νόσοις ὄντων καὶ λιμῷ καταφρονήσῃ, ἑαυτὸν ταλανίζων, ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις.
 [02747]  Εἶδες οἵα λῆξις διεδέξατο τὸν μεθ' ὑπομονῆς καὶ εὐχαριστίας τὴν χαλεπὴν ἐκείνην ἀῤῥωστίαν καὶ τὸν λιμὸν ἐνέγκαντα;
000-00-00 Serial Number=0159077346
De baptismo Christi Ante [Go Back]  
 [00229]  Ὅτι οὐ διαπαντὸς ὑμῖν τὰς θύρας ἀποκλείομεν, ἀλλὰ συγχωροῦμεν πρὸ τῆς ἐσχάτης εὐχαριστίας ἀποπηδᾷν καὶ ἀναχωρεῖν οἴκαδε·
 [00240]  Ἐκεῖνον τοίνυν μιμοῦνται καὶ οὗτοι, οἱ πρὸ τῆς ἐσχάτης ἀποπηδῶντες εὐχαριστίας.
000-00-00 Serial Number=0626447797
De diabolo tentatore Ante [Go Back]  
 [00893]  Τίς οὖν ἔσται συγγνώμη τῷ μὴ δυναμένῳ τι μέρος τῶν ἐπαχθέντων ἐκείνῳ δεινῶν μετ' εὐχαριστίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλ' ὁλόκληρα φαίνεται τὰ πάντων ἀνθρώπων φέρων κακά;
 [00983]  Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, ὅτι μείζονα ἐκείνου ἦν τὰ δεινὰ, καὶ ὅτε χαλεπώτερος ἦν ὁ ἀγὼν, τότε ἀπεδύσατο καὶ ἐπάλαισε, φέρωμεν ἅπαντα τὰ ἐπιόντα γενναίως ἡμῖν, καὶ μετὰ πολλῆς τῆς εὐχαριστίας, ἵνα δυνηθῶμεν τῶν αὐτῶν ἐκείνῳ στεφάνων τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0439607441
De eleemosyna [4] Ante [Go Back]  
 [00030]  τότε ὁ δανεισάμενος μετ' εὐχαριστίας ἀποδίδωσι.
000-00-00 Serial Number=0791815519
De eleemosyna [5] Ante [Go Back]  
 [00074]  τότε ὁ δανεισάμενος μετ' εὐχαριστίας ἀποδίδωσιν.
000-00-00 Serial Number=0047630250
De incomprehensibili dei natura Ante [Go Back]  
 [01071]  ἂν δὲ θεάσηται ὅτι οὐ μόνον οὐ βλασφημεῖς τὸν πεποιηκότα σε Θεόν, ἀλλὰ καὶ εὐχαριστεῖς αὐτῷ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων δεινῶν, ἀποστήσεται ἐπάγων τοὺς πειρασμούς, εἰδὼς ὅτι εὐχαριστίας σοι ὑπόθεσις γίνεται τῶν δεινῶν ἡ πεῖρα, καὶ λαμπροτέρους ἐργάζεταί σοι τοὺς στεφάνους καὶ πλείονα τὰ βραβεῖα.
 [01075]  τούτων γὰρ ἡ φύσις οὐ μόνον ἡμᾶς οὐ παραβλάψει, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, ἂν μετ' εὐχαριστίας αὐτὰ φέρωμεν, καὶ πλείονας ἡμῖν ἐργάσεται τοὺς μισθούς.
000-00-00 Serial Number=0280369163
De patientia sermo 1 Ante [Go Back]  
 [00008]  λέγω δὴ τοῦ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ὑποφέρειν τῶν τέκνων καὶ τῶν ἰδίων καὶ συγγενῶν τὴν κοίμησιν, καὶ μὴ οὕτως ἀσχημονεῖν, μηδὲ ὡς ἀπολωλότας τοὺς πρὸς Θεὸν ἀπιόντας λογίζεσθαι·
000-00-00 Serial Number=0769103110
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01245]  ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις·
 [02516]  ἂν δὲ θεάσηται, ὅτι οὐ μόνον οὐ βλασφημεῖς τὸν πεποιηκότα Θεὸν, ἀλλὰ καὶ εὐχαριστεῖς μᾶλλον αὐτῷ, ἐφ' ἑκάστῳ τῶν συμβαινόντων δεινῶν, ἀποστήσεται ἐπάγων τοὺς πειρασμοὺς, εἰδὼς, ὅτι εὐχαριστίας ὑπόθεσίς σοι γίνεται τῶν δεινῶν ἡ πεῖρα, καὶ λαμπροτέρους σοι τοὺς στεφάνους ἐργάζεται·
 [03042]  Καὶ λοιπὸν καὶ αὐτὸς γνωρίζει τῇ κόρῃ ὅστις ἐστὶ, καὶ διὰ τῆς εὐχαριστίας τῆς εἰς τὸν Θεὸν κατάδηλον αὐτῇ ποιεῖ, ὅτι οὐκ ἐξ ἀλλοτρίας οἰκίας παραγέγονεν, ἀλλὰ καὶ ἀδελφὸς τοῦ Ναχώρ ἐστιν ὁ τοῦτον διαπεμψάμενος.
 [04386]  Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην τὸ πάντα ἀφαρπαγέντα γενναίως ἐνεγκεῖν καὶ μετ' εὐχαριστίας, πολλῷ μεῖζόν ἐστι.
 [04645]  Τίς οὖν ἔσται συγγνώμη τῷ μὴ δυναμένῳ τὸ μέρος τῶν ἐπαχθέντων ἐκείνῳ δεινῶν μετ' εὐχαριστίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλ' ὁλόκληρα φαίνεται τὰ πάντων ἀνθρώπων φέρων κακά;
 [07212]  Ἀλλὰ καὶ εἴ τις ἁρπαγὴν ὑποστὰς ἄδικον, ὑπὲρ τῆς τοιαύτης ἀδικίας εὐχαριστήσει τῷ Θεῷ, μυρίους διὰ τῆς εὐχαριστίας ἐκείνης καρπώσεται τοὺς μισθούς.
 [09999]  Ἄλλως δὲ, οὐκ ἔστι ταύτης ἐπιτυχεῖν, ἢ διὰ τοῦ ἐνταῦθα μὴ τὰ ἡδέα, ἀλλὰ τὰ ὠφελοῦντα αἱρεῖσθαι, καὶ μικρὸν θλίβεσθαι ἑκόντας, καὶ μετὰ εὐχαριστίας ἅπαντα φέροντας.
 [09999]  Ὅτι οὐ διαπαντὸς τὰς θύρας ὑμῖν ἀποκλείομεν, ἀλλὰ συγχωροῦμεν πρὸ τῆς ἐσχάτης εὐχαριστίας ἀναχωρεῖν·
 [09999]  Βούλεσθε εἴπω τίνος ἔργον ποιοῦσιν οἱ πρὸ τῆς εὐχαριστίας ἀναχωροῦντες;
000-00-00 Serial Number=0179549217
Epistulae Ante [Go Back]  
 [03042]  Εἰ γὰρ καὶ χαλεπωτέρα ἡ πληγὴ γέγονε, πρὸς τὸ νεαρὰν οὖσαν τὴν προτέραν καταλαβεῖν, ἀλλὰ καὶ λαμπρότερός σοι ὁ στέφανος τῆς ὑπομονῆς, καὶ μείζω τὰ βραβεῖα, μετ' εὐχαριστίας καὶ δοξολογίας φερούσῃ τὸ πάθος.
000-00-00 Serial Number=0005767047
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01344]  Οἶσθα γάρ, οἶσθα σαφῶς ἡλίκον ἐστὶ σώματος ἀρρωστίαν γενναίως καὶ μετὰ εὐχαριστίας ἐνεγκεῖν.
000-00-00 Serial Number=0291945100
Expositiones in Psalmos Ante [Go Back]  
 [01292]  Οἶδε γὰρ καὶ θλίψις μετ' εὐχαριστίας φερομένη, πολλῆς φιλανθρωπίας ὑπόθεσιν παρέχειν, καὶ ἵλεω τὸν Θεὸν ποιεῖν.
 [01906]  Ἐπειδὴ γὰρ διὰ χορῶν τοῦτο ἐποίουν, κύκλῳ περιιστάμενοι ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ, καὶ οὕτω τὰς εὐχαριστίας ἀνέφερον, ἀπὸ τοῦ σχήματος τῆς στάσεως αὐτῶν τὴν εὐφημίαν ᾐνίξατο.
 [03100]  Ἀντὶ τῆς εὐχαριστίας οὖν ταύτης πολλὰ ἕτερα ἀγαθὰ ἀποδίδωσιν ὁ
 [04863]  Ἀντὶ τῆς εὐχαριστίας οὖν ταύτης πολλὰ ἕτερα ἀγαθὰ ἀποδίδωσιν ὁ
 [06196]  Στῆσον σεαυτῷ καὶ Θεῷ τοιοῦτον μνημεῖον, αὐτῷ μὲν ὑπόμνημα τῆς εὐεργεσίας, σαυτῷ δὲ ἀπόδειξιν τῆς εὐχαριστίας, τῆς εὐγνωμοσύνης, σύμβολον τῆς διηνεκοῦς μνήμης, ἣν ἐγκάρδιον ἔχων ἀεὶ, κατεύθυνέ σου τὸν βίον·
 [06859]  Τὰ μὲν γὰρ τῆς νίκης, φησὶ, παρελήλυθε, τὰ δὲ τῆς εὐχαριστίας ἡμῖν μένει.
000-00-00 Serial Number=0326416314
Fragmenta in Job Ante [Go Back]  
 [00489]  Τότε δὲ μάλιστα ἀσφαλίζεσθαι δεῖ, καὶ φράττεσθαι τῷ τῆς ὑπομονῆς θώρακι, καὶ τῷ τῆς εὐχαριστίας ὅπλῳ.
 [01149]  Τίς οὖν ἔσται συγγνώμη τῷ μὴ δυναμένῳ τὸ μέρος τῶν ἐπενεχθέντων ἐκείνῳ δεινῶν μετ' εὐχαριστίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλὰ ὁλόκληρα τὰ πάντων ἀνθρώπων φαίνεται φέρων κακά;
000-00-00 Serial Number=0981486559
Fragmenta in Proverbia Ante [Go Back]  
 [00611]  ὁ δὲ δίκαιος περιγενόμενος τοῦ πειρασμοῦ, δι' ὑπομονῆς καὶ εὐχαριστίας, σώζεται εἰς τὸν αἰῶνα.
000-00-00 Serial Number=0428324163
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00181]  Πᾶν γὰρ κτίσμα Θεοῦ καλὸν, φησὶ, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον.
000-00-00 Serial Number=0789166331
In Acta apostolorum Ante [Go Back]  
 [02554]  Ἑκατέρωθεν οὖν πιστὸς δείκνυται, ἀπό τε τῆς εὐχαριστίας, ἀπό τε τοῦ συμβεβηκότος.
 [09999]  Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντη τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
000-00-00 Serial Number=0790074885
In Petrum et Paulum Ante [Go Back]  
 [00076]  Ποίας οὖν εὐχαριστίας ἀνταποδῶμεν ὑμῖν τοῖς τοσαῦτα κεκοπιακόσι δι' ἡμᾶς;
000-00-00 Serial Number=0974544048
In Psalmos 101-107 Ante [Go Back]  
 [01600]  Τὴν δὲ τῆς Αἰνέσεως θυσίαν ὁ Ἀκύλας Θυσίαν εὐχαριστίας προσηγόρευσεν.
000-00-00 Serial Number=0547052085
In Rachelem et infantes Ante [Go Back]  
 [00008]  καὶ τὸ μὲν γλυ κὺ τοῦ λόγου τῇ διανοίᾳ ἡμῶν παραπέμψωμεν, τὸ δὲ ἡδὺ τῆς εὐχαριστίας τοῖς πατράσιν ἡμῶν ἀπονείμωμεν.
000-00-00 Serial Number=0389281392
In catenas sancti Petri Ante [Go Back]  
 [00103]  [163] ῃο] τὸ τῆς ὀπτασίας ἀληθὲς καὶ βέβαιον καὶ ὡς οὐ φαντασία ἦν τὸ ὁρώμενον, ἀλλὰ πράγματος ἔκβασις ἐναργὴς, τοιάνδε μετ' εὐχαριστίας ἠφίει φωνήν·
000-00-00 Serial Number=0370833218
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00231]  Ὅταν μάθῃς ὅτι πλείονα κερδανεῖς ὧν ἀπώλεσας δι' ἑνὸς ῥήματος τοῦ τῆς εὐχαριστίας.
 [00504]  Καὶ εἰ παρὰ ἀνθρώπων εὐεργετηθέντες, καὶ ἄλλους διεγείρομεν εἰς τὴν κοινωνίαν τῆς εὐχαριστίας·
 [02074]  τὸν δὲ Θεὸν ἐπὶ τῆς τραπέζης τῆς αὐτοῦ (τράπεζα γὰρ αὐτοῦ, τὸ στόμα τὸ ἡμέτερον εὐχαριστίας πληρούμενον), σκεύους ἀκαθάρτου παντὸς ῥήματα βδελυρώτερα προφέρων, οὐκ οἴει παροξύνειν, εἰπέ μοι;
 [05173]  Τὰ τῆς εὐχαριστίας πάλιν κοινά·
 [05175]  Πρότερον γὰρ αὐτῶν λαβὼν φωνὴν, εἶτα συντιθεμένων ὅτι ἀξίως καὶ δικαίως τοῦτο γίνεται, τότε ἄρχεται τῆς εὐχαριστίας.
 [05518]  Οὐδὲ γὰρ ἐλεημοσύνη μόνον ἐστὶ τὸ γινόμενον, ἀλλὰ καὶ εὐχαριστίας πολλῆς ὑπόθεσις·
 [05519]  μᾶλλον δὲ οὐκ εὐχαριστίας μόνον, ἀλλὰ καὶ ἑτέρων πλειόνων.
000-00-00 Serial Number=0338958502
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00179]  Ἄλλως δὲ καὶ ἐπαίρει αὐτῶν τὰ φρονήματα, ὅτι τοιαῦτα πάσχουσιν, οὐ δακρύων ἄξια οὐδὲ θρήνων, ἀλλ' εὐχαριστίας τῆς εἰς τὸν Θεόν.
 [00780]  κατέσεισε τῶν ἀκροατῶν τὴν διάνοιαν, οὐκέτι ἐποίησε δεινὰ τὰ παρόντα νομίζειν, ἀλλ' εὐχαριστίας ἄξια.
000-00-00 Serial Number=0383740366
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00281]  Ἐν τάξει ἐπαίνων καὶ εὐχαριστίας σφόδρα αὐτῶν καθάπτεται.
 [07444]  τοῦτο γὰρ ἐπὶ μὲν τῆς εὐχαριστίας ἔστιν ἰδεῖν γινόμενον·
 [08553]  Εἰ τοίνυν ἐπ' εὐχαριστίᾳ προσέρχῃ, καὶ σὺ μηδὲν ἀνάξιον ποίει τῆς εὐχαριστίας, μηδὲ καταίσχυνε τὸν ἀδελφὸν, μηδὲ περιόρα πεινῶντα, μὴ μέθυε, μὴ ὕβριζε τὴν Ἐκκλησίαν.
 [09999]  Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων.
000-00-00 Serial Number=0339421630
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01182]  Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεή σεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι.
 [01218]  ∆εήσεις, φησὶ, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας.
 [01220]  Ὁρᾷς ὅτι οὐ μόνον διὰ τῆς εὐχῆς, ἀλλὰ καὶ διὰ τῆς εὐχαριστίας ἑνοῖ καὶ συγκολλᾷ ἡμᾶς;
 [02433]  Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόν των γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
 [02434]  Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον·
 [02474]  Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, φησὶ, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον.
 [02491]  Οὐδαμῶς, ὅταν μετὰ εὐχαριστίας λαμβάνηται, ὅταν μετὰ σφραγῖδος, οὐδὲ ἄλλο οὐδέν.
 [02571]  Κωλυόντων, [62.561] φησὶν, γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0389797270
In epistulam ad Colossenses Ante [Go Back]  
 [00078]  Οὐ διὰ τῆς εὐχαριστίας μόνον, ἀλλὰ καὶ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν, ὅτι καὶ οὓς οὐχ ἑώρα, τούτους εἶχε διὰ παντὸς ἐν ἑαυτῷ.
000-00-00 Serial Number=0923912048
In epistulam ad Ephesios Ante [Go Back]  
 [05101]  Τουτέστι, Τὰ αἰτήματα ὑμῶν μετὰ εὐχαριστίας γνωριζέσθω πρὸς τὸν Θεόν·
000-00-00 Serial Number=0953342617
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04904]  Ἄλλως δὲ οὐκ ἔστιν αὐτῆς ἐπιτυχεῖν, ἢ διὰ τοῦ ἐνταῦθα μὴ τὰ ἡδέα, ἀλλὰ τὰ ὠφελοῦντα αἱρεῖσθαι, καὶ μικρὸν θλίβεσθαι ἑκόντας, καὶ μετὰ εὐχαριστίας ἅπαντα φέρειν τὰ συμπίπτοντα.
 [06037]  Ἀπώλεσας χρυσοῦ λίτρας [63.147] μυρίας, εὐχαρίστησον εὐθέως τῷ Θεῷ, καὶ δέκα μυριάδας ἐκτήσω διὰ τῆς φωνῆς ἐκείνης καὶ τῆς εὐχαριστίας.
000-00-00 Serial Number=0907226205
In epistulam ad Philippenses Ante [Go Back]  
 [04333]  μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
 [04377]  ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
000-00-00 Serial Number=0106549561
In epistulam ad Romanos Ante [Go Back]  
 [04583]  Εἰ γὰρ καὶ τῷ Πατρὶ εὐχαριστεῖ, ἀλλὰ τῆς εὐχαριστίας ταύτης καὶ ὁ Υἱὸς αἴτιος.
000-00-00 Serial Number=0763157129
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00706]  δεικνὺς ὅτι σωτηρίαν ὁ παρὼν ἐργάζεται πειρασμὸς, καὶ οἱ κίνδυνοι τοῖς μετ' εὐχαριστίας αὐτοὺς φέρουσι, καθάρσιον ψυχῆς εἰσι μέγιστον.
000-00-00 Serial Number=0717101514
In illud Memor fui dei Ante [Go Back]  
 [00465]  ποίας εὐχαριστίας, ἢ ἱκεσίας;
000-00-00 Serial Number=0021467090
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00035]  Ὁ δὲ μετὰ τοσαῦτα ἔτη οὕτω φιλοσοφῶν, οὕτως ἀνεξικάκως ἀποκρινόμενος, εὔδηλον ὅτι καὶ τὸν ἔμπροσθεν χρόνον μετὰ πολλῆς τῆς εὐχαριστίας τὴν συμφορὰν ἔφερεν ἐκείνην.
000-00-00 Serial Number=0797274172
In principium Actorum Ante [Go Back]  
 [00077]  Καὶ ὥσπερ πρῴην περὶ μέθης λέγων, οὐ τὸν οἶνον διέβαλλον (πᾶν γὰρ κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετ' εὐχαριστίας λαμβανόμενον), οὕτω καὶ νῦν οὐ τῶν πλουτούντων κατηγορῶ, οὐδὲ τὰ χρήματα διαβάλλω, ἀλλὰ τὴν κακὴν τῶν χρημάτων χρῆσιν, καὶ εἰς ἀσωτίαν δαπανωμένην.
000-00-00 Serial Number=0840641499
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00316]  Ὅρα πῶς διὰ τῆς εὐχαριστίας ἐμφαίνει καὶ τὴν γνῶσιν τῶν ὀνειράτων.
000-00-00 Serial Number=0285673797
Non esse desperandum Ante [Go Back]  
 [00024]  Καίτοι ὁ Φαρισαῖος ηὔξατο, καὶ ἐν τῷ ἱερῷ ἔστη, καὶ τὸν αὐτὸν ἐκάλεσε Θεὸν, καὶ πλείονα εἶπε ῥήματα, καὶ ἀπὸ εὐχαριστίας τὸ προοίμιον ἐποιήσατο τῆς εὐχῆς.
000-00-00 Serial Number=0162674069
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00036]  Ἐπῃνεῖτο ὁ πένης ἐκεῖνος ὁ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, οὐκ ἐπειδὴ πένης ἦν, ἀλλ' ἐπειδὴ μετ' εὐχαριστίας τὴν πενίαν ἤνεγκε.
000-00-00 Serial Number=0082881749
Post reditum a priore exsilio Ante [Go Back]  
 [00127]  Μετ' εὐχαριστίας ὑπεδέξασθε ὃν ὀδυνώμενοι προεπέμψατε.
000-00-00 Serial Number=0106133223
Quod grave sit dei clementiam contemnere Ante [Go Back]  
 [00010]  Πόσοις ποτὲ τοὺς Ἰουδαίων δήμους ἀγαθῶν ὑετοῖς ἐπικλύζων, ὡς εἶδεν ἀκάρπους πρὸς εὐχαριστίας καρποὺς, ὥσπερ ἐμπλησθεὶς τῆς ἐκείνων ἀγνωμοσύνης, ἐβόα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»