Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γέμοντα [120]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γέμοντα


000-00-00 Serial Number=0229922056
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00729]  Νῦν δὲ ἐπὶ μὲν τοῖς οὐδεμίαν ἔχουσιν αἰσχύνην καταδυόμεθα, τὰ δὲ ὄντως αἰσχρὰ καὶ πολλοῦ γέμοντα γέλωτος καὶ κολάσεως ἐσχάτης, ταῦτα δρῶντες οὐδὲν ἡγούμεθα πάσχειν δεινόν·
 [01060]  Τί δ' ἄν τις λέγοι τὰς ὑπὲρ τοῦ παιδὸς φροντίδας, τὰς ὑπὲρ τῆς τούτου γυναικὸς, τὰς ὑπὲρ τῶν ἀδελφῶν τῶν τούτου, τὰ ἄλλα ἅπαντα, ἅπερ εἰ κατ' ἀκρίβειάν τις ἐξετάζειν ἐθέλοι, πολὺ τοῦ νῦν δειχθέντος ὀδυνηρότερον ὄψεται τοῦ δικαίου τὸν βίον καὶ πλειόνων γέμοντα φροντίδων;
000-00-00 Serial Number=0041904390
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00062]  ἐὰν δὲ ἀρχὴν βραχεῖαν μόνον λάβῃ τῆς ἐκεῖθεν ἐξόδου, προϊὼν ἀεὶ τὸ μὲν σφοδρότερον τοῦ πυρὸς κατόπιν ἀφίησιν, τὰ δὲ ἔμπροσθεν καὶ πρὸ τῶν ποδῶν δρόσου καὶ πολλῆς γέμοντα τῆς εὐκολίας ὄψεται·
000-00-00 Serial Number=0371765494
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00180]  Σκιά, καὶ σκιᾶς οὐδαμινέστερα τοῦ βίου τὰ πράγματα, πολλῶν μὲν γέμοντα φόβων, πολλῶν δὲ κινδύνων, ἐσχατῆς δὲ καὶ † δουλείας.
000-00-00 Serial Number=0272257864
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00578]  Καὶ οὐδὲ ἐνταῦθα ἵσταντο τῆς μανίας, ἀλλ' ἰδόντες ἀνθρώπους βαρβάρους καὶ πόρρω τῆς αὐτῶν ἀπῳκισμένους χώρας εἰς τὴν Αἴγυπτον κατιόντας, λαβόντες ἀπέδοντο τὸν ἀδελφόν, ἕτερον θάνατον ἐντεῦθεν αὐτῷ κατασκευάζοντες, μακρότερόν τινα καὶ χαλεπώτερον καὶ πολλῆς γέμοντα ταλαιπωρίας.
000-00-00 Serial Number=0338053703
Ad populum Antiochenum Ante [Go Back]  
 [00188]  ὅταν γὰρ ἴδῃς ἄνδρα δίκαιον καὶ πολλῆς γέμοντα ἀρετῆς μυρία παθόντα δεινὰ, καὶ οὕτως ἀπελθόντα ἐντεῦθεν, καὶ ἄκων ἀναγκασθήσῃ πάντως ἐννοῆσαί τι περὶ τῆς ἐκεῖ κρίσεως.
 [00404]  Καὶ σὺ τοίνυν, ἀγαπητὲ, πρὸς τὸν διάβολον παγκρατιάζειν καταδεξάμενος, μὴ τὸν ἀκίνδυνον καὶ τρυφῆς γέμοντα δίωκε βίον·
 [04067]  Ὥστε εἴ τις ἡδονὴν διώκει, καὶ εὐθυμίας γέμοντα βίον, τὰς τῶν πορνευομένων γυναικῶν φευγέτω συνουσίας·
 [04256]  Τί τούτων φιλοσοφώτερον τῶν ῥημάτων γένοιτ' ἂν, ὅταν καὶ τῆς φύσεως τὴν εὐτέλειαν ἐπιγινώσκωμεν, καὶ τὴν πονηρίαν διαβάλλωμεν, καὶ μηδὲν εἶναι τὰ παρόντα νομίζωμεν, ἑτέροις μὲν ῥήμασι, γνώμῃ δὲ τῇ αὐτῇ τὰ τοῦ Σολομῶντος φθεγγόμενοι ἐκεῖνα τὰ θαυμαστὰ καὶ πολλῆς φιλοσοφίας γέμοντα, ὅτι Ματαιότης ματαιοτήτων, καὶ τὰ πάντα ματαιότης;
 [06128]  Τὸ γὰρ σπουδαζόμενον αὐτῷ μόνον ἦν, οὐχ ὅπως αὐτὸς ἔλθοι φέρων τὰ χρηστὰ ταῦτα καὶ πολλῆς ἡδονῆς γέμοντα, ἀλλ' ὅπως ταχέως ἡ πατρὶς ἡμῖν ἀναπνεύσειεν.
000-00-00 Serial Number=0526347339
Ad viduam juniorem Ante [Go Back]  
 [00196]  ἂν δὲ πρὸς τὸν οὐρανὸν αὐτὰ μεταθῇς, ἀκίνδυνον καὶ ἀσφαλῆ καὶ πολλῆς ἡσυχίας γέμοντα βιώσῃ βίον αὐταρκείας μετὰ εὐσεβείας ἀπολαύουσα.
000-00-00 Serial Number=0741922975
Adversus Judaeos Ante [Go Back]  
 [00173]  Πῶς γὰρ τὰ παρ' αὐτοῖς φοβερὰ, τὰ πολλῆς αἰσχύνης καὶ γέλωτος γέμοντα, τὰ τῶν προσκεκρουκότων, τὰ τῶν ἠτιμωμένων, τὰ τῶν καταδίκων;
 [02541]  οὕτω καὶ οὗτος, καθάπερ τινὸς ἀκράτου, τῆς ἀκολάστου ταύτης ἐπιθυμίας πληρούμενος, οὐδὲν ὑγιὲς ἐκφέρει ῥῆμα, ἀλλ' αἰσχρὰ πάντα καὶ διεφθαρμένα καὶ ἀνελεύθερα καὶ γέλωτος γέμοντα, καὶ ἕτερα ἀνθ' ἑτέρων βλέπει, πρὸς μὲν τὰ ὁρώμενα τυφλώττων·
000-00-00 Serial Number=0941326439
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00884]  ἀλλ' ὥσπερ οἰκέτης εὐγνώμων, καὶ ἓν μόνον εἰδὼς, τὰ παρὰ τοῦ ∆εσπότου εὐκόλως φέρειν, κἂν λυπηρὰ ὄντα τύχῃ, οὕτω τὰ πολλῆς γέμοντα φιλοσοφίας ἐφθέγγετο ῥήματα·
000-00-00 Serial Number=0242224932
Catecheses ad illuminandos Ante [Go Back]  
 [00353]  Εἶτα καθ' ἕκαστον ἐρχόμενος ὁ ἱερεὺς ἀπαιτεῖ τὰς συνθήκας καὶ τὰς ὁμολογίας καὶ λέγειν παρασκευάζει τὰ φοβερὰ ἐκεῖνα ῥήματα καὶ φρίκης γέμοντα·
000-00-00 Serial Number=0329702795
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00136]  πομπὴ δὲ διαβόλου πᾶν εἶδος ἁμαρτίας ἐστί, θέατρα παρανομίας, ἱπποδρομίαι, συνέδρια γέλωτος καὶ αἰσχρολογίας γέμοντα·
000-00-00 Serial Number=0034249187
Commentarius in Job Ante [Go Back]  
 [01687]  τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων ταραχῆς τὰ ἔνδον γέμοντα.
000-00-00 Serial Number=0207170069
Contra Anomoeos Ante [Go Back]  
 [00144]  Κἂν γὰρ θησαυρὸν εὕρῃς ὁλόκληρον χρυσίου γέμοντα, καὶ διὰ τοῦτον ἀπολειφθῇς, μείζονα ἐζημιώθης, καὶ τοσούτῳ μείζονα, ὅσῳ τῶν αἰσθητῶν τὰ πνευματικὰ ἀμείνω.
000-00-00 Serial Number=0266227245
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00140]  [5] Εἰ δὲ μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοι γε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ' εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπόδειγμα, ἐννόησον τὸν μεγαλοφωνότατον κήρυκα τῆς ἀληθείας Παῦλον, ὃς ἅπασαν περιελθὼν τὴν οἰκουμένην, καὶ δυνηθεὶς εἰπεῖν ἐκεῖνα τὰ πολλῆς γέμοντα φιλοσοφίας ῥήματα, ὅτι οὐκέτι αὐτὸς εἴη ζῶν, ἀλλ' ἢ ὁ Χριστὸς ἐν αὐτῷ, καὶ ὅτι ἐσταύρωται τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ, καὶ ὅτι καθ' ἡμέραν ἀποθνῄσκει μετὰ τὴν τοσαύτην τοῦ πνεύματος χάριν καὶ τὴν τοσαύτην τῶν ἄθλων ἐπίδειξιν, μετὰ τοὺς ἀφάτους κινδύνους, μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν, δεικνὺς ἡμῖν καὶ παραδηλῶν, ὅτι ἕως ἂν ἐμπνέωμεν καὶ τὴν σάρκα ὦμεν περικείμενοι ταύτην, παλαισμάτων ἡμῖν χρεία καὶ πόνων, καὶ οὐκ ἔστιν ἀπραγμόνως κατορθῶσαι σωφροσύνην ποτὲ, ἀλλὰ πολλῶν ἱδρώτων ἡμῖν δεῖ καὶ καμάτων πρὸς τουτὶ τὸ τρόπαιον, οὕτως ἔλεγεν·
000-00-00 Serial Number=0043096244
Contra theatra Ante [Go Back]  
 [00030]  καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν εἰσεχύθη, διαβολικὰς πομπὰς ἐπεμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ, καὶ ᾄσματα πορνείας γέμοντα;
000-00-00 Serial Number=0787867665
De Anna i Ante [Go Back]  
 [00196]  Φοβερὰ τὰ ῥήματα, καὶ φρίκης γέμοντα·
 [00511]  Ἐπανέλθωμεν τοίνυν πάλιν ἐπὶ τὰ ῥήματα αὐτῆς, τὰ φιλοσοφίας γέμοντα πολλῆς καὶ πραότητος.
000-00-00 Serial Number=0514918149
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00007]  Οὐ γὰρ ἁπλῶς οὐδὲ ἄνευ τινὸς λόγου ταύτης ἀπέσχοντο τῆς μηχανῆς, ἀλλ' εἶδον τοῦτο κακούργως οἱ λυμεῶνες ἐκεῖνοι, ὅτι τὸν μέλλοντα ἀπατᾶν πιθανά τινα καὶ πολλῆς γέμοντα κομψείας καὶ πρὸς τὸ φωραθῆναι δυσδιάγνωστα συντιθέναι χρή.
000-00-00 Serial Number=0887172461
De Davide et Saule Ante [Go Back]  
 [00025]  Τὸ μὲν γὰρ ἐπὶ τῆς χάριτος φανῆναί τινα καθαρὸν ὀργῆς, καὶ τοῖς ἐχθροῖς ἀφιέντα τὰ ἁμαρτήματα, καὶ τῶν λελυπηκότων φειδόμενον, θαυμαστὸν οὐδὲν μετὰ τὸν τοῦ Χριστοῦ θάνατον, μετὰ τὴν τοσαύτην τῶν ἁμαρτημάτων ἄφεσιν, μετὰ τὰ φιλοσοφίας γέμοντα ἐπιτάγματα·
 [00534]  καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν εἰσεχύθη, διαβολικὰς πομπὰς ἐπεμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ, καὶ ᾄσματα πορνείας γέμοντα;
000-00-00 Serial Number=0797692239
De Lazaro Ante [Go Back]  
 [00661]  καὶ καθάπερ αἰχμάλωτον λαβὼν, οὕτως ἀπήγαγε κάτω κύπτοντα, αἰσχύνης γέμοντα, ἀπαῤῥησίαστον, τρέμοντα, δεδοικότα ὥσπερ ἐν ὀνείροις ἀπολαύσαντα τῆς τρυφῆς ἐκείνης ἁπάσης·
 [01221]  Καὶ ἁπλῶς πᾶσα [48.1005] ἀνάγκη τὸν μέλλοντα εὐαρεστεῖν τῷ Θεῷ καὶ δόκιμον εἶναι καὶ ἁγνὸν, μὴ τὸν ἄνετον καὶ ὑγρὸν καὶ διαλελυμένον διώκειν βίον, ἀλλὰ τὸν ἐπίπονον καὶ μόχθων γέμοντα πολλῶν καὶ ἱδρώτων·
 [02586]  πῶς δὲ ἐναγαγεῖν αὐτοὺς ἰσχύσομεν, καὶ πείσομεν μετατάξασθαι εἰς τὴν εὐσέβειαν, ὅταν ὁρῶσι τοὺς μεθ' ἡμῶν τεταγμένους εἰς τὰ ὀλέθρια ἐκεῖνα καὶ πάσης λύμης γέμοντα θέατρα συμφυρομένους αὐτοῖς;
 [02683]  καὶ ἐν ἀμηχανίᾳ γεγονὼς, καὶ τῇ πείρᾳ μαθὼν τὴν ἀπάτην, ἣν ὑπέμεινε δι' ὅλου τὴν εὐρύχωρον ὁδὸν ἑλόμενος, ἱκετηρίαν τίθησι πρὸς τὸν πατριάρχην, καὶ ἐλεεινὰ φθέγγεται ῥήματα, καὶ δακρύων γέμοντα.
000-00-00 Serial Number=0921784759
De Maccabeis Ante [Go Back]  
 [00021]  Ἀγῶνα γὰρ τιθεὶς ὁ Χριστὸς οὐ τοιοῦτον οἷον ἐκεῖνοι, ἀλλὰ φρικτὸν καὶ φόβου γέμοντα·
 [00177]  Εἰστήκει τοίνυν λελυμένος, καὶ φθεγγόμενος ῥήματα φιλοσοφίας γέμοντα·
000-00-00 Serial Number=0170051634
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00069]  Οὐ τὸν ἀνδρεῖον ζητῶ, φησὶ, μόνον, οὐδὲ τὸν ἀκατάπληκτον πρὸς τὴν τελευτὴν τοῦ βίου, ἀλλὰ τὸν ἐπιεικῆ καὶ σώφρονα καὶ μέτριον, καὶ πάσης γέμοντα ἀρετῆς.
000-00-00 Serial Number=0001117706
De mutatione nominum Ante [Go Back]  
 [00244]  οὐκ ἂν οὖν πρὸς ἐπικίνδυνον μετέστη βίον τὸν τῶν ἀποστόλων, τὸν δυσφημίας γέμοντα, τὸν συμφορῶν ἐμπεπλησμένον·
000-00-00 Serial Number=0467819393
De paenitentia [1] Ante [Go Back]  
 [01363]  Καθάπερ γὰρ εἰς κάμινόν τινα εἰς τὸ θέατρον τὴν πόλιν ἐμβαλὼν ὁ διάβολος, οὕτω κάτωθεν ὑποκαίει, οὐ κληματίδας ὑποτιθεὶς, καθάπερ ὁ βάρβαρος τότε ἐκεῖνος, οὐδὲ νάφθαν, οὐδὲ στυππεῖον, οὐδὲ πίσσαν, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, πορνικὰς ὄψεις, αἰσχρὰ ῥήματα, διακεκλασμένα μέλη, πάσης γέμοντα πονηρίας ᾄσματα.
000-00-00 Serial Number=0125514627
De profectu evangelii Ante [Go Back]  
 [00230]  Τὸ μὲν γὰρ κήρυγμα οὐ γίνεται ὑγιὲς, ὅταν τὰ δόγματα ᾖ πλάνης γέμοντα·
000-00-00 Serial Number=0166528046
De prophetiarum obscuritate Ante [Go Back]  
 [00411]  Οὕτω καὶ ὁ νόμος, ἐπεὶ οὐδέπω ἠδύνατο μαθεῖν τὰ τέλεια διδάγματα καὶ φιλοσοφίας γέμοντα, τά τε περὶ Χριστοῦ καὶ τῆς Καινῆς ∆ιαθήκης πάντα γὰρ ἐκεῖνα ἐναπέκειτο, καθάπερ ἐν θησαυρῷ, τῇ [56.177] παλαιᾷ Γραφῇ, κάλυμμα εἶχεν, ἐκείνοις μὲν συγκαταβαίνων, ἡμῖν δὲ τηρῶν τὸν πλοῦτον ἅπαντα, ἵν', ὅταν παραγένηται ὁ Χριστὸς, καὶ ἐπιστρέψωμεν πρὸς αὐτὸν, περιαιρεθῇ τὸ κάλυμμα.
000-00-00 Serial Number=0438690424
De sacerdotio Ante [Go Back]  
 [00450]  Ὑπόγραψόν μοι τὸν Ἠλίαν τοῖς ὀφθαλμοῖς καὶ τὸν ἄπειρον ὄχλον περιεστῶτα καὶ τὴν θυσίαν ἐπὶ τῶν λίθων κειμένην καὶ πάντας μὲν ἐν ἡσυχίᾳ τοὺς λοιποὺς καὶ πολλῇ τῇ σιγῇ, μόνον δὲ τὸν προφήτην εὐχόμενον, εἶτα ἐξαίφνης τὴν φλόγα ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ἱερεῖον ῥιπτουμένην, θαυμαστὰ ταῦτα καὶ πάσης ἐκπλήξεως γέμοντα.
000-00-00 Serial Number=0124095380
De sancta Droside martyre Ante [Go Back]  
 [00136]  Καὶ ταῦτα οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ οἱ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ γενόμενοι δίκαιοι μετὰ ἀκριβείας ἴσασι φιλοσοφεῖν, ὅτε πάντων ἐξελθόντων Αἰγύπτου, καὶ τῶν μὲν χρυσίον, τῶν δὲ ἀργύριον ἐπιφερομένων, ὁ Μωσῆς ἀντὶ πλούτου παντὸς τὰ τοῦ Ἰωσὴφ ὀστᾶ λαβὼν ἐπεφέρετο, θησαυρὸν μέγιστον καὶ μυρίων γέμοντα ἀγαθῶν μεθ' ἑαυτοῦ κομίζων οἴκαδε.
000-00-00 Serial Number=0499704242
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00246]  Ἐκεῖ τοίνυν διατριβουσῶν τῶν γυναικῶν ἐξαίφνης ἐπιτάγματα πονηρὰ πανταχοῦ κατεπέμπετο πολλῆς γέμοντα τυραννίδος καὶ ὠμότητος βαρβαρικῆς·
000-00-00 Serial Number=0264906466
De sanctis martyribus [2] Ante [Go Back]  
 [00093]  εἶτα ἄγουσιν αὐτοὺς μετὰ πολλῆς δορυφορίας πρὸς τὸν τῶν οὐρανῶν βασιλέα, ἐπὶ τὸν θρόνον ἐκεῖνον τὸν πολλῆς δόξης γέμοντα, ἔνθα τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ.
000-00-00 Serial Number=0730713367
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00104]  Εἰ γὰρ οἱ ἐν τῷ θεάτρῳ καθήμενοι ἐπικύπτουσι δύο παλαιόντων, τὴν ὄψιν αὐτῶν καὶ τὴν ἡλικίαν ἐκτείνοντες, ἵνα ἴδωσι παλαίσματα αἰσχύνης γέμοντα, ἵνα ἴδωσι παλαίσματα, ἃ μιμήσασθαι αἰσχύνη, πολλῷ μᾶλλον ἡμᾶς προσέχειν δεῖ τῇ τῶν θείων Γραφῶν ἀκροάσει.
000-00-00 Serial Number=0736551940
De virginitate Ante [Go Back]  
 [01035]  Καὶ τὰ κατὰ τὴν οἰκίαν δὲ εἴ τις ἐξετάσειε, τῆς αὐτῆς καὶ πλείονος δυσκολίας εὑρήσει γέμοντα διὰ τὴν γυναῖκα.
 [01174]  Τίς δ' ἀνάσχοιτο εἰς τοσοῦτον ἀγῶνα κατιέναι μέλλων τοσούτων ἱδρώτων γέμοντα ταύτην μόνην ἀπολαμβάνειν τὴν ἀμοιβήν;
000-00-00 Serial Number=0446758389
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02561]  Τίνα γὰρ ἂν εἴποιμεν τρυφᾷν μᾶλλον, τὸν λαχάνοις τρεφόμενον καὶ ὑγιαίνοντα, καὶ μηδὲν ἔχοντα ἀηδὲς, ἢ τὸν Συβαριτικὴν παρατιθέμενον τράπεζαν, καὶ μυρίων γέμοντα νοσημάτων;
 [03156]  Καὶ γὰρ ὁ διαδεξάμενος κλῆρον ἀδικίας γέμοντα, εἰ καὶ αὐτὸς μὴ ἥρπασεν, ἀλλ' ὅμως οἶδεν ἀκριβῶς, ὅτι τὰ ἑτέρων ἔχει, καὶ διὰ τοῦτο δίκαιος ἦν παθεῖν.
 [04571]  ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες, ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ πολὺς ἐν τῇ τοιαύτῃ συμφορᾷ προῆλθεν ὁ χρόνος, καὶ διὰ ταῦτα αὐτὸν εἶδε διψῶντα ἀπαλλαγῆς, καὶ ἀποθανεῖν ἐπιθυμοῦντα, ὡς οὐδὲ ἀναπνεῖν ἔχοντα (Εἰ γὰρ δυναίμην, φησὶν, ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσει μοι τοῦτο)·
 [05643]  καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν ἐξεχύθη, διαβολικὰς πομπὰς ἐμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ καὶ ᾄσματα πορνείας γέμοντα;
000-00-00 Serial Number=0320472538
Epistula ad Cyriacum Ante [Go Back]  
 [00048]  Καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει γράμματα πολλῆς γέμοντα εὐφημίας διηγούμενος τὰ γεγενημένα καὶ ἀξιόπιστος γινόμενος κήρυξ τῶν τοῦ παραδοξοποιοῦ Θεοῦ θαυμάτων.
 [00119]  Τί δέ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, τὸ φρικτὸν ἐκεῖνο καὶ παρανομώτατον, ὅτε τὸν λῃστὴν ἐκεῖνον καὶ τοιχωρύχον καὶ μυρίων γέμοντα φόνων ἄξιον ἔλεγον ἐξαιτηθῆναι μᾶλλον αὐτοῦ καὶ λαβόντες αἵρεσιν παρὰ τοῦ δικαστοῦ τὸν Βαραββᾶν προετίμησαν οὐ σταυρῶσαι μόνον, ἀλλὰ καὶ πονηρὰν βουλόμενοι τῷ Χριστῷ περιθεῖναι δόξαν;
000-00-00 Serial Number=0123829603
Epistulae Ante [Go Back]  
 [02625]  Καὶ γὰρ παράκλησιν μεγίστην, καὶ παραμυθίαν, καὶ θησαυρὸν πολλῶν γέμοντα ἀγαθῶν, τὴν ὑμετέραν ἀγάπην εἶναι νομίζομεν·
 [02636]  οὐδὲ τὸν ὕπαρχον καὶ ὕπατον ἡμεῖς φιλοῦμεν, ἀλλὰ τὸν δεσπότην μου τὸν ἡμερώτατον Ἀνθέμιον, τὸν πολλῆς μὲν συνέσεως, πολλῆς δὲ γέμοντα φιλοσοφίας.
000-00-00 Serial Number=0127759874
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00159]  Καὶ ἐπειδὴ καὶ τὰ τῆς κακίας τῶν πολεμούντων ἀπήρτιστο τί γὰρ μετὰ θάνατον λοιπὸν ἐπιχειρῆσαι ἠδύναντο καὶ τὰ τῶν ἀθλητῶν ἐπεπλήρωτο καὶ ὁ στέφανος ἐπλάκη καὶ τὰ βραβεῖα αὐτοῖς συνελέγη καὶ οὐδὲν λοιπὸν ἔλιπεν εἰς εὐδοκίμησιν, τότε δὴ τὰ δεινὰ λύεται καὶ ὁ τὴν κάμινον ἀνάψας καὶ τοσαύτῃ παραδοὺς τιμωρίᾳ, οὗτος θαυμαστὸς ἐπαινέτης τῶν ἁγίων ἐκείνων ἀθλητῶν γίνεται καὶ κῆρυξ τῆς τοῦ Θεοῦ παραδοξοποιΐας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει τὰ γράμματα πολλῆς γέμοντα εὐφημίας, διηγούμενος τὰ γεγενημένα καὶ ἀξιόπιστος γινόμενος κῆρυξ τῶν τοῦ παραδοξοποιοῦ Θεοῦ θαυμάτων.
 [00222]  Τί δέ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον τὸ φρικτὸν ἐκεῖνο καὶ παρανομώτατον, ὅτε τὸν λῃστὴν ἐκεῖνον καὶ τοιχωρύχον καὶ μυρίων γέμοντα φόνων ἄξιον ἔλεγον εἶναι ἐξαιτηθῆναι μᾶλλον αὐτοῦ, καὶ λαβόντες αἵρεσιν παρὰ τοῦ δικαστοῦ τὸν Βαραββᾶν προετίμησαν, οὐ σταυρῶσαι μόνον, ἀλλὰ καὶ πονηρὰν βουλόμενοι τῷ Χριστῷ περιθεῖναι δόξαν;
 [00363]  Θαυμαστὰ μὲν οὖν ταῦτα καὶ ἐκπλήξεως γέμοντα, καὶ καθ' ἑαυτά.
000-00-00 Serial Number=0811464667
Expositiones in Psalmos Ante [Go Back]  
 [01114]  Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ δῶρα, ἰσχυρὰ, καὶ εὐπρεπείας γέμοντα·
 [03740]  εἶδες τὰ παρὰ τοῖς ἀνοήτοις μακάρια, τὰ πολλῆς ἀθλιότητος γέμοντα, καὶ πῶς καταδύεται;
 [05503]  εἶδες τὰ παρὰ τοῖς ἀνοήτοις μακάρια, τὰ πολλῆς ἀθλιότητος γέμοντα, καὶ πῶς καταδύεται;
 [07521]  Καὶ τοῦ Σεμεεὶ δὲ τοιαῦτα ὑβρίζοντος, καὶ τῇ συμφορᾷ τότε ἐπεμβαίνοντος ἐκείνου, καὶ τῶν στρατηγῶν [55.192] ἀξιούντων διαβῆναι καὶ ἀποτεμεῖν τὸν ὑβριστὴν τοιαῦτα ἐμπαροινοῦντα, οἷα φθέγγεται ῥήματα πάσης σοφίας γέμοντα! Τὸν δὲ πατραλοίαν ἐκεῖνον καὶ ἀκόλαστον νεανίσκον, πῶς παρακατατίθεται τοῖς ἑαυτοῦ στρατηγοῖς λέγων·
 [07570]  πολὺ γὰρ φοβερὰ τὰ κατωρθωμένα καὶ φρίκης γέμοντα.
000-00-00 Serial Number=0861363471
Fragmenta in Job Ante [Go Back]  
 [00680]  ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες, ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων, καὶ καμίνων, καὶ πάσης φλογὸς ὀδυνηρότερον, αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν, καὶ κατεσθίουσα τὸ σῶμα·
 [01125]  τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων, ταραχῆς ἔνδον γέμοντα;
000-00-00 Serial Number=0846127510
Fragmenta in Proverbia Ante [Go Back]  
 [01089]  μέχρι τίνος γελῶμεν, ἐφ' οἷς τρέμειν ἐχρῆν καὶ δεδοικέναι καὶ φρίττειν τὸν μιαρὸν τὸν μυρίων γέμοντα κακῶν·
 [02079]  οὐχὶ τὸν ἄρχοντα τὸν τύφου γέμοντα πρὸς τὴν θέρμην ἐξάγειν·
000-00-00 Serial Number=0175954044
Homilia de capto Eutropio Ante [Go Back]  
 [00267]  μέχρι πότε συμπόσια σατανικὰ, καὶ διαβολικῆς γέμοντα ἐνεργείας;
000-00-00 Serial Number=0271618485
In Acta apostolorum Ante [Go Back]  
 [00144]  ὅταν ῥήματα τοῦ Πνεύματος γέμοντα·
 [01495]  οὕτω παρὰ μὲν ἑτέρου τὴν μετεμψύχωσιν ἐδέξατο, παρὰ δὲ ἑαυτοῦ τὴν πολιτείαν εἰσήγαγεν, ἔνθα τὰ πολλῆς αἰσχρότητος γέμοντα ἐνομοθέτησε.
 [01641]  Ὁρᾷς καὶ ἐλευθερίας τὸν λόγον γέμοντα;
 [02252]  Οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον ἐπῄνεσαν τὰ λεχθέντα, καίτοι φόβου γέμοντα, καὶ μετὰ τὴν συγκατάθεσιν τότε ἐπὶ τὸ βάπτισμα ἔρχονται.
 [04878]  Ἔστι γὰρ, ἔστι καὶ πρόσωπα χάριτος γέμοντα πνευματικῆς, ἐπέραστα τοῖς ποθοῦσιν εἶναι, καὶ αἰδέσιμα τοῖς μισοῦσι καὶ φοβερά.
 [07764]  Ὅρα κολακείας ἀπηλλαγμένον τὸν λόγον πανταχοῦ, καὶ ταπεινότητος γέμοντα.
 [09999]  Καὶ τίνα, φησὶ, πεισθῆναι ἐχρῆν, ἢ μιαρὸν ἄνθρωπον καὶ ταλαίπωρον καὶ οὐκ ἔχοντα νοῦν, μυρίων γέμοντα κακῶν καὶ εὐπαράγωγον;
 [09999]  εἴ τίς τι καὶ ἐφθέγξατο, πάντα φιλοσοφίας γέμοντα ῥήματα ἐφθέγξατο·
 [09999]  Καὶ ὅρα τὸν λόγον μεμετρημένον ἐν τῇ ἐπιπλήξει, καὶ θαύματος ὁμοῦ γέμοντα καὶ ἐπιπλήξεως.
 [09999]  τί δαὶ τὸ κέρδος, ὅταν τὰ μὲν στρώματα ἁπαλὰ καὶ καλὰ ᾖ, καὶ πολλῆς ποικιλίας γέμοντα καὶ τέχνης, ἡ δὲ ψυχὴ ῥάκια περιβεβλημένη ᾖ καὶ γυμνὴ καὶ αἰσχρά;
 [09999]  πολλὴ ἐκεῖ τοῦ διαβόλου ἡ πομπὴ, κύμβαλα, αὐλοὶ, καὶ ᾄσματα πορνείας γέμοντα καὶ μοιχείας.
 [09999]  Εἰ δὲ ἐν δικαστηρίῳ, ἔνθα βιωτικὰ πράγματα, οὐκ ἄν τις δέξαιτο μάρτυρα μυρίων γέμοντα κακῶν·
000-00-00 Serial Number=0916693032
In Genesim sermones Ante [Go Back]  
 [01087]  [54.613] μετὰ ταῦτα ἀπογνῷ τὴν εἴσοδον, μηδὲ ἀπελπίσῃ τὴν σωτηρίαν τὴν ἑαυτοῦ, τὸν μυρίων γέμοντα κακῶν ἐν ταῖς βασιλικαῖς αὐλαῖς στρεφόμενον ὁρῶν·
000-00-00 Serial Number=0622765779
In Joannem Ante [Go Back]  
 [04116]  Οὐδὲ γὰρ τὸ τυχὸν ἦν, καὶ θυμῷ τοσούτῳ ἀγοραίων ἑαυτὸν ἐκδοῦναι, καὶ δῆμον πολλῆς γέμοντα ἀλογίας καπήλων ἀνθρώπων καθ' ἑαυτοῦ παροξύναι ὑβρίζοντα, ζημιοῦντα·
000-00-00 Serial Number=0268158376
In Kalendas Ante [Go Back]  
 [00166]  Ἐὰν ἴδῃς τινὰ ἀκόλαστον, μιαρὸν, πονηρίας γέμοντα, δογμάτων ἀκαθάρτων πεπληρωμένον, ὑποσκελίζοντά σε καὶ παραβλάπτοντά σε, ἀπόστηθι καὶ ἀποπήδησον, καθάπερ καὶ ὁ Χριστὸς ἐκέλευσεν εἰπών·
000-00-00 Serial Number=0978648067
In diem natalem Ante [Go Back]  
 [00231]  Ὅπερ οὖν καὶ ἐπὶ τῶν Ἑλλήνων ἔστιν εἰπεῖν, ὅτι παίδων ἀνοητότερον σχεδὸν διακείμενοι, τὰ φρίκης ἄξια καὶ πολλοῦ θαύματος γέμοντα διασύρουσι, τὰ δὲ ἀληθῶς καταγέλαστα σεμνύνουσι καὶ περιστέλλουσιν.
000-00-00 Serial Number=0094676554
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05418]  τίνα ἂν εἴποιμεν τρυφᾷν μᾶλλον, τὸν λαχάνοις τρεφόμενον, καὶ ὑγιαίνοντα καὶ οὐδὲν πάσχοντα ἀηδὲς, ἢ τὸν συβαριτικὴν ἔχοντα τράπεζαν, καὶ μυρίων γέμοντα νοσημάτων;
000-00-00 Serial Number=0441598415
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00562]  Ὁρᾷς θυμὸν, ὁρᾷς ἐπίπληξιν, ὁρᾷς λόγον γέμοντα ἀγανακτήσεως;
 [03557]  καὶ σεμνὸν μὲν οὐδὲν, πάντα δὲ ἀσχημοσύνης γέμοντα.
 [03598]  Εἶτα μετὰ τὸν γάμον εἴ ποτε γένοιτο παιδίον, καὶ ἐνταῦθα πάλιν τὴν αὐτὴν ἄνοιαν ὀψόμεθα, καὶ πολλὰ σύμβολα γέλωτος γέμοντα.
 [03601]  Τί ἄν τις εἴποι τὰ περίαπτα καὶ τοὺς κώδωνας τοὺς τῆς χειρὸς ἐξηρτημένους καὶ τὸν κόκκινον στήμονα, καὶ τὰ ἄλλα τὰ πολλῆς ἀνοίας γέμοντα, δέον μηδὲν ἕτερον τῷ παιδὶ περιτιθέναι, ἀλλ' ἢ τὴν ἀπὸ τοῦ σταυροῦ φυλακήν;
 [03918]  ∆ιὸ, παρακαλῶ, πάντα τὸν τοιοῦτον πλοῦτον φύγωμεν, τὸν αἰσχρὸν καὶ φόνων γέμοντα·
 [04467]  Ὁ γὰρ διαδεξάμενος κλῆρον ἀδικίας γέμοντα, εἰ καὶ αὐτὸς μὴ ἥρπασεν, ἀλλ' ὅμως τὰ ἑτέρων ἔχει·
 [08809]  ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ ἐν ταύτῃ τῇ συμφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει ἤδη τεταριχευμένῳ καὶ κατεργασθέντι.
000-00-00 Serial Number=0003310859
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00376]  Τίς γὰρ ἂν ἕλοιτο ὑπὲρ τῶν ἐνταῦθα τοσαῦτα ὑπομένειν, καὶ βίον ἐναγώνιον ζῇν, καὶ κινδύνων γέμοντα;
 [01345]  πάντα ὥριμα, πάντα γλυκέα, πάντα πολλῆς γέμοντα τῆς ἡδονῆς ἐπιδείξει.
 [01518]  μετὰ δὲ ταῦτα ταχέως πρὸς ἐκείνην ἐξολισθήσει τὴν ἀσέλγειαν, τὸν ἐκκεχυμένον καὶ ἄτακτον γέλωτα, ζητῶν τὰ πολλῆς ἀνελευθερίας γέμοντα ῥήματα, τὰ σχήματα τὰ διακεκλασμένα, τὴν ἄλλην ἀσχημοσύνην πᾶσαν, ἣν ἡμᾶς οὐκ ἀνεκτὸν εἰπεῖν.
 [03182]  Ὅταν γὰρ κύλικας καὶ κισσύβια καὶ ποτήρια τοῖς δακτύλοις ἐνείρων, καὶ περιτιθεὶς κυμβαλίζῃ, καὶ σύριγγα ἔχων ᾄδῃ δι' αὐτῆς τὰ ᾄσματα τὰ αἰσχρὰ καὶ ἔρωτος γέμοντα, καὶ διὰ τῆς φωνῆς ἀναβοᾷ·
000-00-00 Serial Number=0448239446
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02914]  Μὴ γάρ μοι τὸ πρόσωπον ἴδῃς φαιδρὸν καὶ σεσηρὸς, ἀλλὰ τὰ ἔνδον ἐξέτασον, καὶ πολλῆς ὄψει γέμοντα τῆς κατηφείας·
 [03232]  Καὶ αὐτὰ δὲ τὰ ᾄσματα πρόσφορα, καὶ φιλίας γέμοντα τῆς πρὸς τὸν Θεόν.
 [03270]  ἐκεῖνοι δὲ τῶν πόνων ἀπολύσαντες ἑαυτοὺς, τότε τῇ τραπέζῃ προσανέχουσιν, οὐκ οἰκετῶν πλῆθος ἐγείροντες, οὐδὲ περιτρέχοντες τὴν οἰκίαν, οὐδὲ θορυβοῦντες, οὐδὲ ὄψα πολλὰ παρατιθέμενοι, οὐδὲ κνίσσης γέμοντα, ἀλλ' οἱ μὲν ἄρτον μόνον καὶ ἅλας, οἱ δὲ ἔλαιον προστιθέντες, ἕτεροι δὲ, ὅσοι ἀσθενέστεροί εἰσι, καὶ λαχάνων ἔχονται καὶ ὀσπρίων.
 [03497]  Οὐ τὸν κομπώδη, οὐδὲ τὸν τὴν κομψείαν ἔχοντα τὴν ἔξωθεν, ἀλλὰ τὸν ἰσχὺν πολλὴν κεκτημένον τοῦ πνεύματος, τὸν συνέσεως γέμοντα καὶ φρονήσεως.
000-00-00 Serial Number=0910755932
In epistulam ad Ephesios Ante [Go Back]  
 [03646]  καὶ τὸ μὲν πρόσωπον λαμπρὸν τῶν πραγμάτων, αὐτὰ δὲ τὰ πράγματα οὐδὲν ἕτερον, ἢ ταλαιπωρίας καὶ πολλῆς πτωχείας γέμοντα καὶ ἀηδίας καὶ πολλῆς τῆς πενίας·
000-00-00 Serial Number=0568799734
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00337]  καὶ γὰρ Ἑλλήνων ἔθη πολλὰ παρά τισι τῶν ἡμετέρων φυλάττεται, κλῃδονισμοὶ καὶ οἰωνισμοὶ καὶ σύμβολα καὶ ἡμερῶν παρατηρήσεις, καὶ ἡ περὶ τὴν γένεσιν σπουδὴ, καὶ τὰ πάσης ἀσεβείας γέμοντα γραμματεῖα, ἃ τικτομένων τῶν παιδίων εὐθέως ἐπὶ κακῷ τῆς ἑαυτῶν συντιθέασι κεφαλῆς, ἐκ προοιμίων παιδεύοντες καταλύειν τοὺς ὑπὲρ ἀρετῆς πόνους, καὶ ὑπὸ τὴν πεπλανημένην τυραννίδα τῆς εἱμαρμένης τό γε αὐτῶν ἄγοντες μέρος.
000-00-00 Serial Number=0145388544
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05394]  Ὅταν γὰρ αὐτὸν μὴ πρὸς τὸν καπνὸν ἄγωμεν, μηδὲ πρὸς τὴν κόνιν (τοιαῦτα γὰρ πάντα τὰ ἀνθρώπινα πράγματα), ἀλλὰ πρὸς τὴν αὔραν τὴν λεπτὴν, πρὸς τὸν κοῦφον ἀέρα, πρὸς τὰ μετέωρα, καὶ ὑψηλὰ, καὶ ἡσυχίας γέμοντα πολλῆς καὶ καθαρότητος καὶ πολλῆς τῆς τέρψεως, ἀνακτησόμεθα ταχέως αὐτὸν, καὶ ῥώσομεν ἐντρυφῶντα τῇ τοιαύτῃ θέᾳ.
 [08911]  πάντα γάρ ἐστι πικρὰ, οὐδὲν ἔχει ἡδὺ, πάντα πικρὰ, πάντα ἀηδῆ, πάντα μίσους καὶ βδελυγμίας γέμοντα.
000-00-00 Serial Number=0700961471
In epistulam ad Philippenses Ante [Go Back]  
 [02393]  τὰ ὄγκον ἔχοντα πολὺν, καὶ πολλοῦ πνεύματος ἔνδοθεν γέμοντα καὶ ὕδατος, ἢ τὰ κατεσταλμένα, καὶ τεταπεινωμένην ἔχοντα τὴν ἐπιφάνειαν;
 [04850]  Ἀλλ' οὐδὲ ἐκεῖνος ἀμέριμνον ζῇ βίον, ἀλλὰ καὶ πολλῶν θλίψεων καὶ φροντίδων γέμοντα.
000-00-00 Serial Number=0365724623
In epistulam ad Romanos Ante [Go Back]  
 [01030]  Καὶ ἕτερα δὲ πολλὰ τῶν φιλοσόφων βιβλία ταύτης ἄν τις εὕροι γέμοντα τῆς νόσου·
 [04310]  Καὶ οὐδὲ ἡνίκα ἂν καθεύδωσι, ταύτης ἀπαλλάττονται τῆς ἀγωνίας, τοῦ πονηροῦ συνειδότος ὀνείρατα πολλῶν γέμοντα φόβων ἀναπλάττοντος αὐτοῖς, καὶ ἐκδειματοῦντος οὕτως.
 [04802]  Σάρκα καὶ ἐνταῦθα οὐ τὸ σῶμά φησιν, οὐδὲ τὴν οὐσίαν τοῦ σώματος, ἀλλὰ τὸν σαρκικὸν βίον καὶ κοσμικὸν, καὶ τρυφῆς καὶ ἀσωτίας γέμοντα, τὸν ὅλον σάρκα ποιοῦντα τὸν ἄνθρωπον.
 [05590]  Ποίαν οὖν ἕξομεν ἀπολογίαν, τὰ μὲν ἐπικίνδυνα καὶ αἰσχύνης γέμοντα μετὰ πολλῆς διώκοντες τῆς σπουδῆς, τὰ δὲ ἀσφαλῆ καὶ ἐνδόξους ἡμᾶς ποιοῦντα καὶ λαμπροὺς φεύγοντες, καὶ ὅλους ἑαυτοὺς τῇ τῶν χρημάτων ἐκδιδόντες τυραννίδι;
000-00-00 Serial Number=0814489365
In epistulam ad Titum Ante [Go Back]  
 [00501]  αἰσχρὰ καὶ αἰσχύνης γέμοντα πράγματα καὶ φθέγγεσθαι ποιεῖ καὶ πάσχειν·
000-00-00 Serial Number=0826532543
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00091]  Εὐνούχους ἐνταῦθά φησιν οὐ τοὺς τὰ μέλη κόψαντας, ἀλλὰ τοὺς τὸν πονηρὸν λογισμὸν καὶ ἀσελγείας γέμοντα ἀποτεμόντας, οὐ σιδηρᾷ μαχαίρᾳ, ἀλλὰ λογισμῷ καὶ φιλοσοφίᾳ, καὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ χρησαμένους εἰς τοῦτο.
000-00-00 Serial Number=0652890801
In illud Ne timueritis Ante [Go Back]  
 [00536]  Καὶ ἰδοὺ θησαυρὸν εὑρήκαμεν χρυσοῦ γέμοντα.
 [00542]  Τί δέδοικας ἄνθρωπον ἀσεβημάτων γέμοντα, καὶ χρυσῷ πολιορκούμενον;
 [00551]  Ὅταν γὰρ εἰσέλθῃς εἰς οἰκίαν τινὸς πλουσίου, καὶ ἴδῃς ἐν τῷ οἴκῳ αὐτοῦ κίονας ὑπεραίροντας τῷ μεγέθει, καὶ χρυσᾶς κεφαλίδας, καὶ μάρμαρα τῷ τοίχῳ προσπεπηγότα, καὶ κρήνας ῥεούσας, καὶ πηγὰς καὶ περιπάτους, καὶ δένδρα τῷ ἀνέμῳ καμπτόμενα, καὶ πάντα ψηφίδων γέμοντα, καὶ εὐνούχων χρυσοφορούντων ἀγέλην, καὶ οἰκετῶν πλῆθος, καὶ τάπητας ἐπὶ τοῦ ἐδάφους κειμένους, καὶ τράπεζαν ἐκλάμπουσαν τῷ χρυσῷ, καὶ κοιτῶνας κεκοσμημένους·
000-00-00 Serial Number=0773852646
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00086]  Οἱ δὲ ἐφ' ἡμῶν καὶ ὕμνους εἰς τὴν Ἀφροδίτην ᾄδουσι χορεύοντες, καὶ μοιχείας πολλὰς, καὶ γάμων διαφθορὰς, καὶ ἔρωτας παρανό μους, καὶ μίξεις ἀθέσμους, καὶ πολλὰ ἕτερα ἀσεβείας καὶ αἰσχύνης γέμοντα ᾄσματα κατ' ἐκείνην ᾄδουσι τὴν ἡμέραν, καὶ μετὰ μέθην καὶ τοσαύτην ἀσχημο σύνην δι' αἰσχρῶν ῥημάτων δημοσίᾳ τὴν νύμφην πομπεύουσι.
000-00-00 Serial Number=0048357248
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00311]  Ἐὰν ἴδωμεν πολλαῖς πονηρίαις γέμοντα ἄνθρωπον, λέγομεν·
000-00-00 Serial Number=0000173032
In illud Vidi dominum Ante [Go Back]  
 [00100]  Παρρησίας μέν, φησίν, οὐδεμιᾶς, φόβου δὲ καὶ καταπλήξεως γέμοντα, καὶ δι' αὐτοῦ τοῦ σχήματος τὸ ἄφατον ἐπιδεικνύμενα τοῦ δέους.
000-00-00 Serial Number=0756236911
In martyres Aegyptios Ante [Go Back]  
 [00066]  Ταῦτ' οὖν εἰδότες καὶ ἡμεῖς, ἀγαπητοὶ, ὅτι καὶ νῦν καὶ πάλαι, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἅπαντες οἱ τῷ Θεῷ φίλοι τῷ στυγνῷ καὶ ἐπιμόχθῳ καὶ μυ [50.698] ρίων γέμοντι δεινῶν ἐκληρώθησαν βίῳ, μὴ τὸν ὑγρὸν καὶ διαλελυμένον καὶ τὸν ἀνέσεως γέμοντα διώκωμεν βίον, ἀλλὰ τὸν ἐπίμοχθον, τὸν ἐπίπονον, τὸν θλίψεις ἔχοντα καὶ ταλαιπωρίας.
000-00-00 Serial Number=0841011584
In natalem Christi diem Ante [Go Back]  
 [00203]  Τέκτονα καὶ φάτνην ὁρῶ, καὶ βρέφος, καὶ σπάργανα, λοχὸν παρθένου τῶν χρειῶν ἔρημον, ὅλα πτωχείας ἐχόμενα, ὅλα πενίας γέμοντα.
000-00-00 Serial Number=0965288639
In principium Actorum Ante [Go Back]  
 [00011]  Τότε τὰ σώματα ἦν ἀριθμεῖν παρόντα, νῦν τὰ φρονήματα εὐλαβείας γέμοντα.
000-00-00 Serial Number=0144154251
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00170]  Οὐ γὰρ ὀπωρῶν, καὶ ἀκροδρύων, οὐδὲ ἄλλο τι τῶν φθειρομένων καὶ ἀπολλυμένων τούτων τῶν κλά δων ὁ καρπὸς, ἀλλὰ σωμάτων πεπυρωμένων ἴασις, [50.673] καὶ ἁμαρτημάτων συγχώρησις, κακίας ἀναίρεσις, νοσημάτων ψυχῆς θεραπεία, εὐχὴ ἐκτενὴς, παῤῥησία πρὸς Θεὸν, πάντα πνευματικὰ, καὶ οὐρανίων γέμοντα ἀγαθῶν.
000-00-00 Serial Number=0889967084
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00234]  καὶ μὴν διὰ τοῦτο αὐτὸν ὡς ἐχθρὸν καὶ πολέμιον καὶ μυρίων γέμοντα φόνων, ἀποστρέφεσθαι δεῖ.
000-00-00 Serial Number=0992799580
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00004]  πρᾶγμα ἡλίκον καὶ ὅσης γέμον φιλοσοφίας, ἡ παρθενία, καθύβρισται, καὶ τὸ διεῖργον αὐτὴν ἀπὸ τοῦ γάμου καταπέτασμα ἀνῄρηται, ὑπὸ ἀναισχύντων διασπασθὲν χειρῶν, καὶ τὰ ἅγια τῶν ἁγίων πεπάτηται, καὶ τὰ σεμνὰ καὶ φρίκης γέμοντα γέγονε βέβηλα καὶ πᾶσι βατὰ, καὶ ἡ τοῦ γάμου σεμνοτέρα τοσοῦτον καθειλκύσθη καὶ κατηνέχθη κάτω, ὡς τὰς γεγαμημένας μακαρίζεσθαι μᾶλλον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»