Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Περσῶν [68]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Περσῶν


000-00-00 Serial Number=0579238713
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00986]  ∆ιαδέχεται δὴ τὸν λιμὸν ἐκεῖνον ὁ πόλεμος τῶν Περσῶν, καὶ ἀναγκάζεται ἐπιστρατεύειν αὐτοῖς, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν μερῶν, ἀλλὰ προτροπωθέντων ἁπάντων, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγκεῖν δυναμένου, τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρυπτομένων, τῶν δὲ δουλευόντων παρ' αὐτοῖς.
000-00-00 Serial Number=0449093580
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01137]  καὶ τοῦ Εὐαγγελίου χωρὶς ἐν συλλόγοις καὶ συνουσίαις, ταῖς οἴκοι, ταῖς ἐν ἀγορᾷ, ταῖς ἁπανταχοῦ, κἂν εἰς τὴν Περσῶν χώραν ἀπέλθῃς, κἂν εἰς τὴν Ἰνδῶν, κἂν εἰς τὴν Μαύρων, κἂν ὅσην ἥλιος ἐφορᾷ γῆν καὶ πρὸς αὐτὰς τὰς ἐσχατιάς, ταύτης ἀκούσῃς τῆς φωνῆς καὶ ὄψει τὸν δίκαιον ἐκεῖνον ἔτι καὶ νῦν βοῶντα, ἐνηχοῦντα καὶ τὴν κακίαν ἐλέγχοντα τοῦ τυράννου καὶ οὐδέποτε σιγῶντα, οὐδὲ τῷ πλήθει τοῦ χρόνου τὸν ἔλεγχον μαραινόμενον.
000-00-00 Serial Number=0847280443
Ad populum Antiochenum Ante [Go Back]  
 [00978]  Ἐπειδὴ γὰρ ὁ τῶν Περσῶν βασιλεὺς πάντας ἄρδην ἀναιρεῖσθαι τοὺς Ἰουδαίους ἐκέλευσε, καὶ οὐδεὶς ἦν ὁ πρὸς τὴν ὀργὴν ἐκείνην στῆναι δυνάμενος, ἀποδυσαμένη τὴν φαιδροτέραν στολὴν ἡ γυνὴ, καὶ σάκκον περιβαλλομένη, καὶ σποδὸν ὑποστρωσαμένη, παρεκάλει τὸν φιλάνθρωπον Θεὸν συνεισελθεῖν αὐτῇ πρὸς τὸν βασιλέα, καὶ τοιαῦτα προσευχομένη πρὸς αὐτὸν ῥήματα ἔλεγε·
000-00-00 Serial Number=0566965461
Adversus Judaeos Ante [Go Back]  
 [00991]  Ὁ Πέρσης οὐ τὰ Περσῶν φρονεῖ;
 [01567]  Ἐπειδὴ γὰρ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς, ∆αρεῖον τὸν τῶν Περσῶν βασιλέα ἀνελὼν, εἰς ἑαυτὸν τὴν ἀρχὴν περιέστησε, τελευτήσαντος τούτου, τέσσαρες μετ' ἐκεῖνον ἐγένοντο βασιλεῖς·
 [01571]  Εἴσεσθε δὲ σαφέστερον, ἀκούσαντες αὐτῆς τῆς ὁράσεως, ἣν διὰ παραβολῆς ἡμῖν ὁ προφήτης ἀπήγγειλε, κριὸν μὲν καλῶν τὸν τῶν Περσῶν βασιλέα, τὸν ∆αρεῖον, τράγον δὲ τὸν τῶν Ἑλλήνων βασιλέα, Ἀλέξανδρον λέγω τὸν Μακεδόνα, τέσσαρα κέρατα τοὺς μετ' ἐκεῖνον ἀναστάντας ὕστερον, κέρας ὕστατον αὐτὸν τὸν Ἀντίοχον καλῶν.
 [01666]  ὃς τὸν μὲν κριὸν βασιλείας τὰς Περσῶν καὶ Μήδων σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας·
000-00-00 Serial Number=0852673590
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00035]  Ἐκεῖνοι μὲν γὰρ εἶχον τοὺς Περσῶν βασιλεῖς ταυτὰ βουλομένους αὐτοῖς·
000-00-00 Serial Number=0098759651
Comparatio regis et monachi Ante [Go Back]  
 [00068]  Τὸ δὲ αὐτὸ τοῦτο καὶ Ἐζεκίας, τοῦ Περσικοῦ πολέμου συστάντος, καὶ τῆς πόλεως περὶ τῶν ἐδάφων αὐτῶν εἰς κίνδυνον μέγιστον κατακεκλιμένης, καὶ τῶν ἐπὶ τῷ τείχει τρεμόντων καὶ δεδοικότων καὶ σειομένων, καθάπερ ἐν προσδοκίᾳ βροντῆς, ἢ σεισμοῦ πάντα κινοῦντος, τὰς Ἡσαΐου προσευχὰς ὁ βασιλεὺς ἀντέστησε ταῖς πολλαῖς τῶν Περσῶν μυριάσι·
000-00-00 Serial Number=0738370121
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00487]  Εἶτα εἰπών τινα περὶ τοῦ μύθου τῆς ∆άφνης καὶ διαλεχθείς οὐ γὰρ ἅπαντα ἐνθεῖναι τὸν λόγον ἐνταῦθα καιρὸς ὑπὲρ τοῦ μὴ μῆκος ἐπεισαγαγεῖν περιττὸν λέγει ὅτι ὁ Περσῶν βασιλεύς ποτε ὁ τὴν πόλιν ἑλὼν ἐφείσατο τοῦ νεώ.
 [00566]  [106] Εἰ γὰρ τὸν Περσῶν βασιλέα καὶ τοσαύτην ἄγοντα στρατιὰν καὶ τὴν πόλιν ἑλόντα καὶ τὰ λοιπὰ τῶν ἱερῶν ἐμπρήσαντα καὶ τὴν δᾷδα μετὰ χεῖρας ἔχοντα καὶ προσάγειν αὐτὴν ἤδη τούτῳ μέλλοντα τῷ ναῷ μετέβαλεν ὁ δαίμων καὶ γὰρ καὶ ταῦτα ἐν ἀρχῇ τῆς μονῳδίας ἔλεγες οὕτως εἰπὼν θρηνῶν·
 [00567]  Τόν τοι βασιλέα Περσῶν τοῦ νῦν τούτου πολε μοῦντος πρόγονον, προδοσίᾳ τὸ ἄστυ λαβόντα καὶ ἐμπρήσαντα, χωρήσαντα ἐπὶ ∆άφνης ὡς τὸ αὐτὸ δράσοντα μετέβαλεν ὁ θεὸς καὶ τὴν δᾷδα ῥίψας προσεκύνησε τὸν Ἀπόλλω·
 [00658]  Ὁρῶν ὁ τύραννος εἰς τὴν ἀρχὴν ἅπασαν τὴν ὑπ' αὐτῷ κειμένην τοῦ Χριστοῦ τὴν πίστιν ἐκκεχυμένην ἤδη δὲ καὶ τῆς Περσῶν ἁψαμένην καὶ βαρβάρων ἑτέρων μετ' ἐκείνους καὶ πάλιν ἐνδοτέρω τούτων προελθοῦσαν καὶ πᾶσαν ὡς εἰπεῖν τὴν ὑφ' ἡλίῳ κατέχουσαν ἐδάκνετο μὲν καὶ ἤλγει καὶ πρὸς τὸν τῶν ἐκκλησιῶν παρεσκευάζετο πόλεμον, ἠγνόει δὲ πρὸς κέντρα λακτίζων ὁ δείλαιος.
 [00682]  Ὁ γὰρ τοσαύτας μυριάδας στρατιωτῶν καταγαγὼν ὅσας οὐδεὶς τῶν βασιλευσάντων ποτὲ καὶ πᾶσαν τὴν Περσῶν ἐξ ἐπιδρομῆς καὶ ἀπονητὶ προσδοκήσας ἑλεῖν οὕτως ἀθλίως ἔπραξε καὶ ἐλεεινῶς ὡς γυναικῶν μᾶλλον καὶ παιδίων μικρῶν ἢ ἀνδρῶν στρατόπεδον ἔχων μεθ' ἑαυτοῦ.
000-00-00 Serial Number=0623432755
De Chananaea Ante [Go Back]  
 [00583]  Εἴσελθε εἰς Περσῶν τὴν ἐκκλησίαν, καὶ ἀκούσεις τοῦ [52.460] Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις·
000-00-00 Serial Number=0744062722
De incomprehensibili dei natura Ante [Go Back]  
 [00445]  ἀναλόγισαι πάντα τὰ ἔθνη, Σύρους, Κίλικας, Καππαδόκας, Βιθυνούς, τοὺς τὸν Εὔξεινον πόντον οἰκοῦντας, Θρᾴκην, Μακεδονίαν, τὴν Ἑλλάδα πᾶσαν, τοὺς ἐν ταῖς νήσοις, τοὺς ἐν τῇ Ἰταλίᾳ, τοὺς ὑπὲρ τὴν καθ' ἡμᾶς οἰκουμένην, τοὺς ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς, Σαυρομάτας, Ἰνδούς, τοὺς τὴν τῶν Περσῶν οἰκοῦντας γῆν, τὰ ἄλλα τὰ ἄπειρα γένη καὶ φῦλα ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν·
000-00-00 Serial Number=0492219210
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00445]  Τί ἄν τις εἴποι τὸν λιμὸν τὸν πανταχοῦ τῆς οἰκουμένης μετὰ τοῦ βασιλέως ταῖς πόλεσι συνεμπεσόντα, αὐτοῦ τοῦ βασιλέως τὸν θάνατον, τὸν ἐν τῇ Περσῶν χώρᾳ, τὴν πρὸ τοῦ θανάτου ἀπάτην, τὸ στρατόπεδον τὸ ἐν μέσοις ἀποληφθὲν τοῖς βαρβάροις, καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις, τὴν ἄνοδον ἐκεῖθεν τὴν θαυμαστὴν καὶ παράδοξον;
000-00-00 Serial Number=0605110586
De precatione [1] Ante [Go Back]  
 [00038]  Οὐ γὰρ ἀσεβῆσαι τούτῳ προσέταξεν ὁ τῶν Περσῶν βασιλεὺς, ἀλλὰ τρεῖς ἡμέρας μόνον σκοπούμενος εὑρεῖν.
 [00068]  Οὕτω καὶ ὁ βασιλεὺς Ἐζεκίας περιγίνεται τῷ πολέμῳ τῶν Περσῶν, στρατιὰν μὲν οὐχ ὁπλίσας, εὐχὰς δὲ μόνας ἀντιστήσας τῷ πλήθει τῶν ἀντιπάλων·
 [00239]  μετὰ ταύτης Ἐζεκίας τὸ πλῆθος τῶν Περσῶν εἰς φυγὴν ὀξέως ἔτρεψε.
000-00-00 Serial Number=0131853938
De sancta pentecoste Ante [Go Back]  
 [00217]  Ὁ βαπτιζόμενος εὐθέως ἐφθέγγετο τῇ τῶν Ἰνδῶν φωνῇ, τῇ τῶν Αἰγυπτίων, τῇ τῶν Περσῶν, τῇ τῶν Σκυθῶν, τῇ τῶν Θρᾳκῶν, καὶ εἷς ἄνθρωπος πολλὰς ἐλάμβανε γλώσσας, καὶ οὗτοι οἱ νῦν εἰ ἦσαν τότε βαπτισθέντες, εὐθέως ἂν ἤκουσας αὐτῶν διαφόροις φθεγγομένων φωναῖς.
000-00-00 Serial Number=0142871439
Expositiones in Psalmos Ante [Go Back]  
 [07205]  Ὥσπερ γὰρ ὅταν λέγωμεν τὸν Περσῶν βασιλέα, οὐχ ἁπλῶς βασιλέα καλοῦμεν, ἀλλὰ τὸν τῶν Περσῶν προστίθεμεν, καὶ τὸν τῶν Ἀρμενίων ὁμοίως·
000-00-00 Serial Number=0773576260
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00050]  οὐ τῶν πρὸ αὐτοῦ τι μαθὼν, οὐ τὰ μετ' αὐτὸν ἐσόμενα διδαχθεὶς, ἀλλ' ἐν μέσῃ τῇ Περσῶν χώρᾳ τεχθεὶς καὶ τραφεὶς, οὕτως ἀθρόον ἐφιλοσόφησεν, ὡς καὶ τῆς Καινῆς πολλὰ προλαβεῖν ἐπιτάγματα, καὶ διὰ τῶν ἔργων ἐπιδείξασθαι.
000-00-00 Serial Number=0577689826
In Acta apostolorum Ante [Go Back]  
 [01390]  Ἐθνῶν δὲ μέμνηται πολεμίων αὐτοῖς, Κρητῶν, Ἀράβων, Αἰγυπτίων, Περσῶν, δηλῶν ὅτι πάντων τούτων κρατήσουσιν.
000-00-00 Serial Number=0014165044
In Genesim sermo 3 Ante [Go Back]  
 [00156]  Ποῦ τῶν Περσῶν τὰ τέκνα, οἱ θρησκεύοντες αὐτὸν ὡς θεὸν, καὶ τὸν κτίστην καταλιπόντες, τῷ κτίσματι αὐτοῦ τὴν τιμὴν προσάγουσιν;
000-00-00 Serial Number=0345791638
In epistulam II ad Corinthios Ante [Go Back]  
 [07607]  καὶ ὅπουπερ ἂν εἰσέλθῃς εἰς Ἐκκλησίαν, κἂν ἐν τῇ Μαύρων, κἂν ἐν τῇ Περσῶν, κἂν πρὸς αὐτὰς τὰς Βρετανικὰς νήσους, ἀκούεις βοῶντος Ἰωάννου, Οὐκ ἔξεστι σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.
000-00-00 Serial Number=0865255117
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00711]  Ὥσπερ γὰρ αἱ πρὸ τούτου κατελύθησαν βασιλεῖαι, οἷον ἡ Μήδων ὑπὸ τῶν Βαβυλωνίων, ἡ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ Περσῶν ὑπὸ Μακεδόνων, ἡ Μακεδόνων ὑπὸ Ῥωμαίων·
000-00-00 Serial Number=0451334894
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08270]  Καὶ ἀκούσας ὁ πατριάρχης, πάντας καθώπλισε τοὺς αὑτοῦ, καὶ πρὸς ὅλον τὸ τῶν Περσῶν παρεσκευάζετο στρατόπεδον μετὰ τῶν οἰκετῶν τῶν ἑαυτοῦ μόνον·
 [08904]  καὶ ὁ μὲν τῇ Περσῶν, ὁ δὲ τῇ Ῥωμαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐθέως ἐφθέγγετο γλώσσῃ·
 [09999]  Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χάρισμα εὐχῆς ἔχοντες πολλοὶ μετὰ γλώττης, καὶ ηὔχοντο μὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο, ἢ τῇ Περσῶν, ἢ τῇ Ῥωμαίων φωνῇ εὐχομένη, ὁ νοῦς δὲ οὐκ ᾔδει τὸ λεγόμενον.
 [09999]  Τουτέστι, Τοσαῦται γλῶσσαι, τοσαῦται φω-61.299 ναὶ, Σκυθῶν, Θρᾳκῶν, Ῥωμαίων, Περσῶν, Μαύρων, Ἰνδῶν, Αἰγυπτίων, ἑτέρων μυρίων ἐθνῶν.
 [09999]  οὕτω τότε αἱ πολλαὶ πολλάκις εἰς ἕνα ἄνθρωπον ᾔεσαν, καὶ ὁ αὐτὸς καὶ τῇ Περσῶν καὶ τῇ Ῥωμαίων καὶ τῇ Ἰνδῶν καὶ ἑτέραις πολλαῖς διελέγετο γλώτταις, τοῦ Πνεύματος ἐνηχοῦντος αὐτῷ·
 [09999]  Ἂν γάρ τις φθέγγηται μόνον τῇ Περσῶν γλώσσῃ, ἢ ἑτέρᾳ τινὶ ἀλλοτρίᾳ, μὴ εἰδῇ δὲ ἃ λέγει, ἄρα καὶ ἑαυτῷ λοιπὸν ἔσται βάρβαρος, οὐχ ἑτέρῳ μόνον, διὰ τὸ μὴ εἰδέναι τὴν δύναμιν τῆς φωνῆς.
000-00-00 Serial Number=0197184920
In epistulam ad Colossenses Ante [Go Back]  
 [02327]  Ὁ τῶν Περσῶν βασιλεὺς χρυσοῦν ἔχει τὸ γένειον, τῶν περὶ ταῦτα δεινῶν, καθάπερ τῇ κρόκῃ, οὕτω καὶ ταῖς ἐκείνου θριξὶν ἐνελισσόντων τὰ πέταλα τοῦ χρυσοῦ·
000-00-00 Serial Number=0634866774
In epistulam ad Ephesios Ante [Go Back]  
 [01682]  καὶ πάλιν, Ὁ ἄρχων τῶν Περσῶν, φησὶν, ἀντέστῃ μοι.
000-00-00 Serial Number=0733625412
In epistulam ad Romanos Ante [Go Back]  
 [00525]  Εἰ γὰρ συμβαίη ποτὲ καὶ γένοιτο, ὃ μὴ γένοιτο, ἀπενεχθέντας εἰς τὴν Περσῶν γῆν ἢ Σκυθῶν ἢ βαρβάρων ἑτέρων διεσπάρθαι κατὰ δύο καὶ τρεῖς ἐν ἐκείναις ταῖς πόλεσιν, εἶτα ἐξαίφνης τινὰ τῶν ἐντεῦθεν ἰδεῖν ἐπελθόντα, ἐννόησον ὅσην ἂν ἐκαρπωσάμεθα τὴν παραμυθίαν.
 [01870]  Ἀπηνέχθησάν ποτε αἰχμάλωτοι Ἰουδαῖοι, καὶ τῶν Περσῶν ἐπικειμένων καὶ ἀξιούντων ᾄδειν αὐτοῖς τὰς θείας ᾠδὰς ἐκείνας, ἔλεγον·
 [05499]  καὶ τοῦ στρατηγοῦ τῶν Περσῶν διδόντος αὐτῷ μετὰ ἀδείας οἰκεῖν καὶ ἐλευθερίας ἁπάσης ὅπου βούλοιτο, προετίμησε τῆς οἴκοι διατριβῆς τὴν τοῦ λαοῦ κακουχίαν καὶ τὴν ἐν ἀλλοτρίᾳ ταλαιπωρίαν.
 [09999]  Μὴ γάρ μοι τὴν διὰ τῆς Φοινίκης καὶ Συρίας καὶ τῆς Κιλίκων καὶ Καππαδοκῶν ἔλθῃς ὁδὸν, ἀλλὰ καὶ τὰ ὄπισθεν ἅπαντα λογίζου, τὴν Σαρακηνῶν καὶ Περσῶν καὶ Ἀρμενίων καὶ τὴν τῶν ἄλλων βαρβάρων.
 [09999]  Οὐκ εἶ σὺ τοῦ Ἀβραὰμ εὐγενέστερος, ὃς τὰ οἰκετῶν ἔπραττε, μετὰ τὰ τρόπαια ἐκεῖνα, μετὰ τὰς νίκας, μετὰ τὴν τιμὴν τοῦ βασιλέως Αἰγύπτου, μετὰ τὸ τοὺς Περσῶν ἐλάσαι βασιλεῖς, καὶ τὰ λαμπρὰ στῆσαι τρόπαια.
000-00-00 Serial Number=0889436901
In principium Actorum Ante [Go Back]  
 [00885]  καὶ ὁ βαπτισθεὶς εὐθέως καὶ τῇ ἡμετέρᾳ γλώσσῃ, καὶ τῇ τῶν Περσῶν, καὶ τῇ τῶν Ἰνδῶν, καὶ τῇ τῶν Σκυθῶν ἐφθέγγετο, ὥστε μαθεῖν καὶ τοὺς ἀπίστους, ὅτι Πνεύματος ἁγίου ἠξίωτο.
000-00-00 Serial Number=0003240228
In synaxim archangelorum Ante [Go Back]  
 [00005]  Ἀγγέλους δέ φημι, τοὺς ἡμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων δυνάμεων ἐκστρατεύοντας, ὧν εἷς ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς μὲν τὸν διάβολον ὑπὲρ Μωϋσέως σώματος ἀντιταττόμενος, πρὸς δὲ τοῦ ἄρχοντος τῶν Περσῶν ὑπὲρ τῆς τοῦ λαοῦ ἐλευθερίας ἀνθιστάμενος·
000-00-00 Serial Number=0105616868
In synaxim incorporalium Ante [Go Back]  
 [00024]  Ἢ οὐκ ἀκήκοας τοῦ προφήτου ∆ανιὴλ πῶς εἰσφέρει τὸν ἀρχάγγελον Μιχαὴλ τῷ τῶν Περσῶν ἐφόρῳ διαπληκτιζόμενον ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἰσραηλιτῶν;
 [00044]  ὧν ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς μὲν τὸν διάβολον ὑπὲρ τοῦ Μωσέως σώματος ἀντιτασσόμενος, πρὸς δὲ τὸν ἄρχοντα τῶν Περσῶν ὑπὲρ τοῦ λαοῦ τῆς ἐλευθερίας ἀνθιστάμενος·
 [00115]  ὅθεν αὐτῷ ὁ θεὸς τὰ μέλλοντα προεμήνυσε, τὰς ἡγεμονίας τῆς γῆς, τὰ Μήδων καὶ Περσῶν καὶ Μακεδόνων καὶ Ῥωμαίων αὐτῶν, ἐπὶ πᾶσιν δὲ τούτοις τὸν κύριον ἡμῶν Ἰησοῦν ὡς λίθον ἐξ ὄρους ἀτόμου τεμνόμενον, τοῦτ' ἔστιν ἐνσάρκως ἐξ ἀγάμου παρθένου τικτόμενον, τῶν νεκρῶν τὴν ἀναβίωσιν, τῶν ζώντων τὴν μεταλλαγήν, τὴν διὰ πυρὸς κρίσιν, τῶν εὐσεβῶν τὸν στέφανον καὶ τῶν ἀσεβῶν τὴν βάσανον.
 [00119]  Ὑπόθοιτο δὴ ἄν τις τὸν τῶν Περσῶν ἔφορον τοιαῦτα λέγειν·
 [00121]  τί παλαιὰ παρασαλεύεις δίκαια, τοῦ Περσῶν ζυγοῦ θέλων Ἰουδαίους ἐξαγαγεῖν;
 [00163]  αὐτῷ μάγοι προσεκύνησαν Περσῶν ὄντες οὐκ ἀλλότριοι.
000-00-00 Serial Number=0904627085
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00518]  ∆ιὰ γὰρ τοῦτο καὶ χρυσίον ἀπὸ γῆς ἐποίησεν ὁ Θεὸς, ἵνα μηδὲν μέγα περὶ αὐτοῦ φαντασθῇς Τίνος δὲ ἕνεκεν τὴν αὐτοῦ βασιλείαν καλεῖ χρυσῆν, τὴν δὲ τῶν Περσῶν ἀργυρᾶν, καὶ τὴν τῶν Μακεδόνων χαλκῆν, καὶ τὴν τῶν Ῥωμαίων σιδηρᾶν καὶ ὀστρακίνην;
 [00525]  Ἡ δὲ Περσῶν οὐχ οὕτως εὔπορος, ὥσπερ οὖν οὐδὲ Μακεδόνων·
 [00619]  πῶς δὲ τὸν ἄργυρον, τὴν Περσῶν;
 [01245]  [56.226] Νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν, καὶ ἔκθες γραφὴν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μή δων καὶ Περσῶν, ὅπως ἂν μὴ παραγραφῇ κατ έναντι τούτου.
 [01433]  Ἐπὶ τῶν Περσῶν ἐγένετο τὸ βραδὺ τῶν ἀνθρώπων.
 [01434]  Ἐπὶ Μήδων καὶ Περσῶν τρία πλευρὰ, ἤτοι τόπους, ἢ τὰς βασι λείας, ἃς συνεῖλεν.
 [01709]  Ὁ κριὸς ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Μή δων καὶ Περσῶν.
 [01944]  Ἐν ἔτει τρίτῳ τοῦ βασιλέως Περσῶν Κύρου λόγος ἀπεκαλύφθη τῷ ∆ανιὴλ, οὗ τὸ ὄνομα ἐπ εκλήθη Βαλτάσαρ.
 [01981]  Καὶ ὁ ἄρ χων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν.
 [02017]  Καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν.
 [02048]  Καὶ ὁ ἄρχων τῆς βασιλείας, φησὶ, Περσῶν εἰστήκει ἐξ ἐναντίας μου.
 [02058]  καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν.
 [02083]  Ἐγὼ πορεύομαι τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν.
 [02151]  Ὁρᾷς πῶς ἀνόητοι, πῶς ἄνανδροι οἱ βασιλεῖς τῶν Περσῶν;
000-00-00 Serial Number=0876676023
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00040]  Ἐπειδὴ γὰρ ἀπηνέχθησαν εἰς Βαβυλῶνα ἁμαρτόντες, καὶ ἑβδομήκοντα ἔτη διετέλεσαν αὐτόθι δουλεύοντες, ὁ Θεὸς ὕστερον ἵλεως αὐτοῖς γενόμενος, παρεσκεύασε τὸν Κῦρον τὸν τότε Περσῶν βασιλεύοντα, Κῦρον, οὗ τὰς παιδείας ἀνέγραψε Ξενοφῶν, ἀφεῖναι τοὺς αἰχμαλώτους.
 [02604]  Ὁρᾷ τὴν ὅρασιν τῶν θηρίων, διὰ μὲν τῆς λεαίνης τὴν Ἀσσυρίων βασιλείαν, διὰ δὲ τῆς ἄρκτου, τῶν Μήδων καὶ Περσῶν, διὰ δὲ τῆς παρδάλεως, τῶν Μακεδόνων, διὰ δὲ τοῦ τετάρτου θηρίου, τῶν Ῥωμαίων.
 [02607]  Προφητεύει πῶς Ἀλέξανδρος ὁ Μακεδὼν κατέλυσε τὴν βασιλείαν Περσῶν·
 [02608]  τὸν μὲν κριὸν τὸν βασιλέα Περσῶν λέγων, τὸν δὲ τράγον Ἀλέξανδρον τὸν Μακεδόνα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»