Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὑπευθύνους [76]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὑπευθύνους


000-00-00 Serial Number=0027787149
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00084]  Ὅταν οὖν τὸ μεῖζον διὰ τὸν τῶν ἀνθρώπων φόβον ἀνύοντες, διὰ τὸν τοῦ Θεοῦ μηδὲ τὸ ἔλαττον βουλώμεθα, ἐννόησον ὅσης κολάσεως καὶ τιμωρίας ὑπευθύνους καθιστῶμεν ἑαυτούς.
000-00-00 Serial Number=0223687530
Ad Innocentium papam i Ante [Go Back]  
 [00076]  ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐλεγχομένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν γραμμάτων τῶν ὑμετέρων δότε ἀπολαύειν συνεχῶς, καὶ τῆς ἀγάπης, καὶ πάντων τῶν ἄλλων, ὧνπερ καὶ ἔμπροσθεν.
000-00-00 Serial Number=0287780821
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00256]  ἡμεῖς δὲ οὐδὲ τὰ μετὰ τὸ βάπτισμα ἀναμνησθῆναι βουλόμεθα, τὰ κίνδυνον ἔχοντα, καὶ τῆς ἐπ' αὐτοῖς ἐξετάσεως ὑπευθύνους ἡμᾶς καθιστῶντα, ἀλλὰ κἂν εἰς ἔννοιαν τοιούτου τινός ποτε ἐμπέσωμεν, εὐθέως ἀπεπηδήσαμεν, οὐδὲ τὸ πρὸς βραχὺ τῇ μνήμῃ λυπῆσαι βουλόμενοι τὴν ψυχήν.
000-00-00 Serial Number=0577617645
Ad illuminandos catecheses Ante [Go Back]  
 [00113]  Εἰ γὰρ βασιλέως ἐπιστολὴ, γράμματα προτεθέντα ὀλίγα, μυρίων ὑπευθύνους ἐγκλημάτων ἀφίησιν ἐλευθέρους, ἑτέρους δὲ καὶ πρὸς τιμὴν ἄγει μεγίστην, πολλῷ μᾶλλον τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα καὶ πάντα δυνάμενον, πάσης μὲν ἡμᾶς ἀπαλλάξει κακίας, πολλὴν δὲ ἡμῖν χαριεῖται δικαιοσύνην, καὶ πολλῆς ἐμπλήσει τῆς παῤῥησίας.
000-00-00 Serial Number=0949257076
Ad populum Antiochenum Ante [Go Back]  
 [02652]  Ὅπερ καὶ ὁ διάβολος εἰδὼς, καὶ ἀκριβῶς ἐπιστάμενος ὅτι πῦρ ἐστιν ὁ θυμὸς, καὶ ῥᾳδίως σβέννυται, καὶ τοῦ θυμοῦ σβεσθέντος, καταλλαγὴ γίνεται καὶ φιλία, βουλόμενος τὸ πῦρ τοῦτο μένειν ἄσβεστον, ὅρκῳ πολλάκις ἡμᾶς κατέδησεν, ἵνα, κἂν ἡ ὀργὴ λήξῃ, ἡ ἀνάγκη τοῦ ὅρκου μένουσα δια [49.102] τηρῇ τὴν πυρὰν ἐν ἡμῖν, καὶ δυοῖν θάτερον γένηται, ἡ καταλλαγέντες ἐπιορκήσωμεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς καταστήσωμεν.
 [03740]  Ἐπειδὴ γὰρ ἐν ταῖς ἑτέρων μαρτυρίαις ἐκινδυνεύετο ἡ τῶν ἐγκλημάτων ἀπόδειξις, εἴ ποτέ τινος ᾔσθοντο μαστιζομένου, ὥστε εἰπεῖν τοὺς ὑπευθύνους, καὶ ὀλολύζοντος, εἰς τὸν οὐρανὸν βλέπουσαι τὸν Θεὸν παρεκάλουν δοῦναί τινα ἰσχὺν καὶ ὑπομονὴν ἐκείνῳ, ὥστε μὴ τῶν αὐτοῖς προσηκόντων τὴν σωτηρίαν ἐν ταῖς ἑτέρων ἀσθενείαις προδοθῆναι, τὴν δριμεῖαν ἀπὸ τῶν πληγῶν ὀδύνην μὴ δυναμένων ἐνεγκεῖν·
 [03783]  τοὺς γοῦν ὑπευθύνους ἡμῖν αἰσχυνόμεθα ἁμαρτάνοντες ἅπαντες, καὶ πολλάκις δεσπότης πρὸς πόρνην γυναῖκα βαδίζων, εἶτα τῶν ἐπιεικεστέρων τινὰ οἰκετῶν ἰδὼν, ἐρυθριάσας ἀνεχώρησε τῆς ἀτόπου ταύτης ὁδοῦ.
 [03969]  Ὁ γὰρ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τοῖς ἀγαθοῖς ἐφεδρεύων ἀεὶ τοῖς ἡμετέροις, παρεστὼς καὶ ἀκούων τῆς ἀνάγκης τῶν ὅρκων, εἰς ῥᾳθυμίαν τοὺς ὑπευθύνους ἐμβάλλει, ἢ ἑτέραν δυσκολίαν ἐργάζεται, ὥστε μὴ πληρωθέντος τοῦ ἔργου, καὶ πληγὰς καὶ ὕβρεις καὶ ἐπιορκίας καὶ μυρία ἕτερα γενέσθαι δεινά.
 [06076]  Τὸ μὲν γὰρ κολάσαι τοὺς ὑπευθύνους καὶ δίκην ἀπαιτῆσαι τῶν πεπραγμένων, ῥᾴδιον πάντως καὶ εὔκολον·
000-00-00 Serial Number=0048389077
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00912]  Ἀλλ' ἵνα μήτε τοῦτο συμβῇ, μήτε ῥᾳθυμότεροι πολλοὶ γίγνωνται τῇ μελλήσει τῆς κρίσεως, λαμβάνων τινὰς ὑπευθύνους ἁμαρτήμασιν ὁ Θεὸς, καὶ κολάζων ἐνταῦθα, διδάσκει τοὺς λοιποὺς δι' ἐκείνων, τὰ μέτρα τῶν κειμένων αὐτοῖς τιμωριῶν, ἵνα ἐπιστῶνται ὅτι κἂν ἐνταῦθα μὴ δῶσι δίκην, ἀπελθόντες ἐκεῖ δώσουσι πάντως χαλεπωτέραν.
 [01766]  Οὐ γὰρ δὴ καὶ τὸν Θεὸν μετὰ τῶν ἀνθρώπων παραλογίσασθαι δυνάμεθα, τὸν ἐρευνῶντα τὰς καρδίας καὶ πάντα εἰς μέσον ἄγοντα, καὶ πανταχοῦ τῆς τῶν παίδων ὑπευθύνους ποιοῦντα σωτηρίας ἡμᾶς.
000-00-00 Serial Number=0296342194
Catecheses ad illuminandos Ante [Go Back]  
 [00340]  Εἰ τοίνυν οἱ ἐπὶ χρήμασί τινας ἀναδεχόμενοι τῷ παντὶ ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, πολλῷ μᾶλλον οἱ ἐν τοῖς πνευματικοῖς καὶ εἰς τὸν τῆς ἀρετῆς λόγον τινὰς ἀναδεχόμενοι πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι ὀφείλουσι, παραινοῦντες καὶ συμβουλεύοντες, διορθοῦντες, πατρικὴν φιλοστοργίαν ἐπιδεικνύμενοι.
 [00538]  Βλεπέτωσαν ἄγγελοι, φησίν, βλεπέτωσαν ἀρχάγγελοι, βλεπέτωσαν αἱ ἄνω δυνάμεις, βλεπέτωσαν καὶ οἱ πονηροὶ δαίμονες καὶ αὐτὸς ὁ διάβολος, οἱ ποιήσαντες ὑπευθύνους ἡμᾶς τῶν ὀφλημάτων ἐπὶ
 [01261]  Οὐδὲ γὰρ οἷόν τε κἂν μυριάκις ἀσφαλισώμεθα μὴ πολλοῖς καὶ διαφόροις σφάλμασιν ὑπευθύνους ἡμᾶς καταστῆσαι·
000-00-00 Serial Number=0353935480
Catechesis de juramento Ante [Go Back]  
 [00188]  Καὶ ἵνα μάθητε, ὅτι τοῦτο οὕτως ἐστὶ καὶ πολλοὶ πολλάκις οὐχὶ παραβάντες τὸν ὅρκον μόνον, ἀλλὰ καὶ φυλάξαντες τὸν ὅρκον κολάσει ἑαυτοὺς ὑπευθύνους ἐποίησαν, ἐγὼ διήγημα τοιοῦτον ὑμῖν ἐρῶ.
000-00-00 Serial Number=0464297712
De Anna i Ante [Go Back]  
 [00800]  ἐπειδὰν τοὺς ὑπευθύνους μὴ εὕρωσι, τοῖς ἐκείνων ἐντυγχάνουσι φίλοις, ὥστε ἀπελθόντας εἰπεῖν τὰ εἰρημένα.
000-00-00 Serial Number=0221284747
De Christi divinitate Ante [Go Back]  
 [00241]  Ἔστω τοίνυν τὸ μετ' ἐξουσίας λῦσαι τὸ σάββατον, ὅπερ ἡ ἁλουργὶς καὶ τὸ διάδημα καὶ τὸ ἀφιέναι τοὺς ὑπευθύνους.
000-00-00 Serial Number=0873602450
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00157]  Βούλεται γὰρ ἡμᾶς ἡμέρους εἶναι περὶ τοὺς ὑπευθύνους, ἀμνησικάκους περὶ τοὺς εἰς ἡμᾶς πλημμελοῦντας, καὶ τῇ περὶ τούτους συγγνώμῃ ἑαυτοῖς δωρεῖσθαι συγγνώμην, καὶ ἡμᾶς αὐτοὺς προεισφέρειν τῆς φιλανθρωπίας τὰ μέτρα.
000-00-00 Serial Number=0584312916
De baptismo Christi Ante [Go Back]  
 [00191]  κατεῖχεν ἡμᾶς ὁ θάνατος ὑπευθύνους ὄντας τοῖς ἐγκλήμασι τούτοις.
000-00-00 Serial Number=0136690795
De cruce et latrone ii Ante [Go Back]  
 [00285]  Καθάπερ δικαστοῦ τοὺς ὑπευθύνους καταδικάζοντος, καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος καθεζομένου, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως αὐτῆς παρεστῶτες, οἱ μηδὲν ἑαυτοῖς συνειδότες, ὅμως δεδοίκασι καὶ φρίττουσι διὰ τὸν φόβον τοῦ δικαστοῦ·
000-00-00 Serial Number=0363529325
De diabolo tentatore Ante [Go Back]  
 [00339]  Καὶ ταύτης δὲ τῆς ἁμαρτίας πολλοὺς εὕροι τις ἂν ὑπευθύνους.
000-00-00 Serial Number=0218597233
De paenitentia [1] Ante [Go Back]  
 [01453]  εἴθε καὶ διὰ πάσης τῆς ἡμέρας ἦν τοῦτο λέγειν πρὸς ὑμᾶς, μᾶλλον δὲ οὐχὶ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τοὺς ὑπευθύνους τοῖς ἁμαρτήμασιν ὄντας·
000-00-00 Serial Number=0484143019
De virginitate Ante [Go Back]  
 [00881]  Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτοὺς κολάζει οὐδὲ τιμωρίας ὑπευθύνους ποιεῖ, ἀλλ' ἐπαίνων ἀποστερήσας μόνον μέχρι τοῦ διὰ τῶν ῥημάτων ψόγου τὴν σφοδρότητα ἐπιδείκνυται, παιδοποιΐας μὲν οὐδαμοῦ μεμνημένος τῆς εὐπροσώπου καὶ σεμνῆς αἰτίας τοῦ γάμου, πυρώσεως δὲ καὶ ἀκρασίας καὶ πορνείας καὶ πείρας σατανικῆς καὶ ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι τὸ πρᾶγμα συγχωρῶν.
000-00-00 Serial Number=0882757127
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01050]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὡς ἑξακοσίας χιλιάδας γενομένας ὑπευθύνους κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, θαλάττῃ μὲν ἐπέταξε, καὶ πέλαγος ἔσχισε, καὶ πέτρας διέῤῥηξε, καὶ ἀέρα μετέβαλε, καὶ τὸ Νειλῷον ὕδωρ ἐς αἷμα μετέστησε, καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε, καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα, καὶ ἀρετῆς πολλὰ κατορθώματα·
 [04159]  Τὸ μὲν γὰρ μὴ κολάσαι τοὺς ὑπευθύνους, καὶ συγγνώμην δοῦναι τοῖς ἀσύγγνωστα ἡμαρτηκόσιν, ἑνός που ἢ δευτέρου μόλις ἐστὶν ἀνθρώπου, καὶ μάλιστα ὅταν βασιλεὺς ὑβριζόμενος ᾖ·
 [06736]  ὡς δυοῖν θάτερον πάθοιμεν, ἢ καταλλαγέντες ἐπιορκήσομεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς καταστήσομεν.
 [08306]  Τὸ δὲ, Μὴ φοβοῦ, χαῖρε σφόδρα, θύγατερ Σιὼν, φησὶν ὁ προφήτης, ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ παρέδωκαν αὐτοὺς τοῖς ἐχθροῖς, καὶ τὸ πλῆθος διέστρεφον, καὶ ὑπευθύνους ἐποίουν τοῖς πολεμίοις.
 [09999]  Ἵν' οὖν μὴ τοῦτο γένηται, πάντα μετὰ ἀκριβείας ἀναλογιζώμεθα, καὶ εὑρήσομεν πολλῶν ἑαυτοὺς ὑπευθύνους ὄντας.
000-00-00 Serial Number=0038660407
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00395]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παρρησίας ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάσσῃ μὲν ἐπέταξε καὶ πέλαγος ἔσχισε καὶ πέτραν ἔρρηξε καὶ ἀέρα μετέβαλε καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέστησε καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραὼ καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε , πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ' ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικὸς καὶ τῆς ἐντεῦθεν ἀσφαλείας καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι τὰ ἐκεῖθεν κύματα δεδοικώς.
000-00-00 Serial Number=0703213751
Expositiones in Psalmos Ante [Go Back]  
 [02256]  τῷ δὲ Τοῖς καιομένοις, τοὺς ὑπευθύνους ἐνδεικνύμενος, ἵνα διὰ πάντων παιδευθέντες, ἀναστείλωσι τὴν πονηρίαν.
000-00-00 Serial Number=0750264168
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00348]  ἵνα δείξῃ, ὅτι τούτους οὐ δι' ἐκείνους εὐεργέτησεν, ἀλλὰ δι' αὐτοὺς, ὃ μᾶλλον αὐτοὺς ὑπευθύνους ποιεῖ τῇ κολάσει.
000-00-00 Serial Number=0174481571
In Acta apostolorum Ante [Go Back]  
 [02758]  Ὅσῳ γὰρ ἐδείκνυ ὑπευθύνους, τοσούτῳ μᾶλλον τοῦτο ἐγίνετο.
 [07671]  ἀλλὰ βούλεται πρῶτον αὐτοὺς ὁμολογῆσαι, καὶ ὑπευθύνους ποιῆσαι τῇ πίστει.
000-00-00 Serial Number=0143223405
In Ecclesiasten Ante [Go Back]  
 [00585]  Ἐπαίρει τὸν θάνατον καὶ φορτικὸν εἶναί φησιν καὶ πάντας ὑπευθύνους εἶναι τῷ πράγματι.
000-00-00 Serial Number=0700315773
In Isaiam Ante [Go Back]  
 [01166]  ὁ δὲ Μωϋσῆς εὑρὼν τὸν δῆμον τότε μάλιστα ὄντα τὸν τὴν παρανομίαν ἐργασάμενον ἐκείνην, τὸν δὲ Ἀαρὼν οὐ τοσαύτης ὄντα κατηγορίας ἄξιον, ἀφεὶς τοὺς σφόδρα ὑπευθύνους, ἐπὶ τὸν οὐχ οὕτως ὑπεύθυνον τρέπει τὴν κατηγορίαν, τοῖς ἐγκλήμασι τοῖς κατ' ἐκείνου διδοὺς τῷ συνειδότι τούτων μείζονα ἑαυτῶν καταψηφίσασθαι τιμωρίαν·
 [01547]  Πολλὴ ἄρα τῶν δικαιωμάτων ἡ περιουσία, ὅταν αὐτοὺς τοὺς ὑπευθύνους δικαστὰς καθίζῃ τοῖς ὑπ' αὐτοῦ γεγενημένοις, καὶ τοῖς ὑπ' ἐκείνων.
000-00-00 Serial Number=0076585054
In Joannem Ante [Go Back]  
 [03315]  ἵνα μὴ καὶ τῇ τῷ διαβόλῳ κατεσκευασμένῃ φλογὶ καταστήσωμεν ὑπευθύνους ἑαυτούς.
000-00-00 Serial Number=0492638052
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01244]  Καὶ γὰρ ᾐνίξατο τιμωρίας ὄντας αὐτοὺς ὑπευθύνους, καί τι καὶ πεισομένους, εἰ μὴ ταχέως διορθωθεῖεν.
 [03286]  ὧν ἕκαστον καὶ καθ' ἑαυτὸ ἱκανὸν ὑπευθύνους ποιῆσαι·
 [04238]  Καὶ γὰρ εἰ καὶ τοῖς ἔμπροσθεν ἐγκλήμασιν εἶναί τινας ὑπευθύνους ἡγοῦμαι, καὶ τῶν ἐπαίνων τούτων ἀναξίους·
000-00-00 Serial Number=0547396541
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00753]  Ὅταν γὰρ ἴδωμεν τοῖς αὐτοῖς ὑπευθύνους ὄντας καὶ ἡμᾶς αὐτοὺς, οὐκέτι ὁμοίως δυσχερανοῦμεν, ἀλλ' ἀποστησόμεθα τῶν ἁμαρτημάτων, καὶ ἐπιτευξόμεθα τῶν μελλόντων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ μετὰ Πατρὸς καὶ ἁγίου Πνεύματος δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01574]  Εἰπὲ γάρ μοι, εἰ μὴ ἦν ἡ τῆς ἐλεημοσύνης παραμυθία, εἶτα μυρία ἡμαρτηκότες ὑπευθύνους ἑαυτοὺς κατεσκευάζομεν τῇ τιμωρίᾳ, ἆρα οὐκ ἂν ἀπωδυρόμεθα πολλά;
000-00-00 Serial Number=0661868632
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00295]  ἀλλὰ τὰ μὲν πρὸς τοὺς ὑπευθύνους ταῖς κατηγορίαις, τὰ δὲ πρὸς τοὺς κομῶντας τοῖς ἐπαίνοις.
 [00331]  τῷ γὰρ εἰπεῖν, Βεβαιώσει, καὶ τῷ, Ἀνεγκλήτους, δείκνυσι καὶ σαλευομένους ἔτι, καὶ ἐγκλήματος ὑπευθύνους ὄντας.
 [04623]  Ἐκήδετο μὲν, ἀλλὰ μετὰ τὸ δέξασθαι τὸ κήρυγμα καὶ ὑπευθύνους ποιῆσαι τῇ διδασκαλίᾳ τοῦ Χριστοῦ, τότε αὐτοῖς ἐνομοθέτει·
 [07174]  καὶ τῆς μὲν ἐκείνων ἀπωλείας τὴν κόλασιν τούτοις λογίζεται, τούτους δὲ οὐκ ἀφίησιν, εἰς ἕτερον ἀνενεγκεῖν τῆς οἰκείας ἁμαρτίας τὴν πρόφασιν, ἀλλὰ καὶ τῆς ἐκείνων βλάβης καὶ τῆς ἑαυτῶν αὐτοὺς ὑπευθύνους ἀποφαίνεται.
 [07771]  Εἶτα, ἐπειδὴ εἶπεν, Ἀπρόσκοποι γίνεσθε, καὶ ὑπευθύνους αὐτοὺς ἐποίησε καὶ τῆς τῶν Ἑλλήνων βλάβης καὶ τῆς τῶν Ἰουδαίων, καὶ βαρὺ τὸ λεγόμενον ἦν, ὅρα πῶς αὐτὸ εὐπαράδεκτον καὶ κοῦφον ποιεῖ, τιθεὶς ἑαυτὸν μέσον, καὶ λέγων·
000-00-00 Serial Number=0919709682
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01336]  ὄντως γὰρ δακρύων ἄξιοι, ἧς ἑαυτοὺς τιμωρίας καὶ καταδίκης ὑπευθύνους καθιστῶσιν.
000-00-00 Serial Number=0029914558
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01739]  Ταῦτα εἰρήκαμεν οὐ πρὸς πάσας, μᾶλλον δὲ πρὸς πάσας, τὰς μὲν ὑπευθύνους, ἵνα σωφρονῶσι, τὰς δὲ ἀνευθύνους, ἵνα ἐκείνας σωφρονίζωσιν.
000-00-00 Serial Number=0985615849
In epistulam ad Colossenses Ante [Go Back]  
 [01423]  Τοῦτο δὲ εἶπε, χάριτος μᾶλλον ὑπευθύνους ποιῶν, ἢ ἀφιεὶς αὐτοὺς ἐπὶ κατορθώματι μέγα φρονεῖν.
 [02031]  Εἰ τοιούτων τετυχήκατε, φησὶ, τί τοῖς μικροῖς ὑπευθύνους ἑαυτοὺς ποιεῖτε;
000-00-00 Serial Number=0447064221
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01289]  ἡμεῖς δὲ ἅπαξ ὑπὸ τὸν ζυγὸν γενόμενοι τῆς δουλείας, ὑπευθύνους ἑαυτοὺς κατεστήσαμεν τῇ κατάρᾳ·
 [01314]  Εἰ δὲ περὶ Ἰουδαίων τοῦτο ἐλέγετο, πῶς ἂν ἔχοι λόγον τοὺς ὑπευθύνους ὄντας τῇ κατάρᾳ διὰ τὴν παράβασιν, τούτους ἑτέροις εὐλογίας αἰτίους γενέσθαι;
 [02170]  οὕτω καὶ τὰ ἡμέτερα ἔργα, ὅταν μετὰ ἀκριβείας ἐξετάζωμεν, τότε σαφῶς ἐκκαλυφθήσεται, καὶ πολλῶν ὀψόμεθα ἑαυτοὺς ὄντας ὑπευθύνους ἐγκλημάτων.
000-00-00 Serial Number=0514562368
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03307]  καίτοι γε ἐλεημοσύνη ἐκείνη ἐστὶν, ἡ εἰς τοὺς ἁμαρτωλοὺς, ἡ εἰς τοὺς ὑπευθύνους γινομένη.
000-00-00 Serial Number=0644038141
In epistulam ad Philippenses Ante [Go Back]  
 [00576]  καὶ οὐ μόνον τῶν ἐπάθλων οὐκ ἀφίησι τυχεῖν, ἀλλὰ καὶ κολάσεως ὑπευθύνους ποιεῖν οἶδεν.
 [03103]  Ἵνα δὲ καὶ αὐτῶν, ὧν φατε τοὺς ἱερεῖς ὑπευθύνους εἶναι, ἀπαλλάξω δι' ὑμᾶς, ἀκούσατε·
000-00-00 Serial Number=0197200179
In epistulam ad Romanos Ante [Go Back]  
 [01226]  Τῷ γὰρ δεῖξαι πολλοὺς ὄντας ὑπευθύνους, εἰ μὴ μετανοήσαιεν, εἶτα οὐ κολασθέντας ἐνταῦθα, τὴν κρίσιν συνεισάγει πάντως, καὶ μετ' ἐπιτάσεως·
 [01767]  Εἶδες πῶς αὐτοὺς ἐποίησεν ὑπευθύνους ἐγκλημάτων, ἀφ' ὧν ἐκαλλωπίζοντο;
 [02633]  Εἰ δὲ ὀργὴν κατεργάζεται καὶ παραβάσει ὑπευθύνους ποιεῖ, εὔδηλον ὅτι καὶ κατάρᾳ·
 [02977]  Οὐ γὰρ διὰ τοῦτο ἀπέθανεν, ἵνα ὑπευθύνους ἔχῃ κολάσει, καὶ καταδίκους, ἀλλ' ἵνα εὐεργετήσῃ·
 [03631]  τῆς δὲ ἁμαρτίας, ὅτι εἰ τὸν ἀναμάρτητον αὕτη παρεσκεύαζεν ἀποθανεῖν, τοὺς ὑπευθύνους ὄντας πῶς οὐκ ἀπολεῖ;
 [04034]  οὐδὲ γὰρ ἁπλῶς τέθεικε τὸν θάνατον, ἀλλὰ πάλιν τὸν ταῦτα ἐργασάμενον τὸν σταυρὸν εἰσήγαγε, καὶ ταύτῃ ποιῶν ἡμᾶς ὑπευθύνους.
 [05827]  Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι κατέχοντες αὐτοὺς, καὶ ὑπευθύνους ἔχοντες, καὶ δεσμοῦντες, καὶ κόπτοντες, ἠπόρουν καὶ ἐν ἀμηχανίᾳ ἦσαν, δι' αὐτῶν τούτων ἡττώμενοι, δι' ὧν προσεδόκων νικᾷν.
 [07381]  Ὅτε ἔδειξε μυρίων ὄντας κακῶν ὑπευθύνους, τότε παραμυθίαν ἐπινοεῖ.
 [07387]  Εἶδες πῶς αὐτῶν πάλιν καθάπτεται, καὶ ἐν προσδοκίᾳ παραμυθίας ὑπευθύνους ποιεῖ ἁμαρτημάτων ὡμολογημένων;
 [07904]  συνεχῶς τῶν εὐεργεσιῶν ἀναμιμνήσκων, ὥστε εὐγνωμονεστέρους ποιῆσαι, καὶ δεῖξαι καὶ ταύτῃ ὑπευθύνους ὄντας τῇ τῶν λεγομένων ὑπακοῇ.
000-00-00 Serial Number=0900445998
In illud Domine non est in homine Ante [Go Back]  
 [00113]  Ὁρᾷς πῶς αὐτὰς ἐνταῦθα κολάζει καὶ τιμωρεῖται, καί φησιν ὑπευθύνους εἶναι δίκῃ, καὶ κρίματι, ὅτι τὰς πρὸς τὸν Θεὸν συνθήκας ἠθέτησαν, καὶ τὴν ὑπόσχεσιν διεψεύσαντο;
000-00-00 Serial Number=0140012741
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00024]  καὶ τοὺς μὲν φονεῖς καὶ ὑπευθύνους θανάτου ἀφίετε, τοὺς δὲ ἀθώους καὶ δικαίους κολάζετε, τοῦ νόμου λέγοντος·
000-00-00 Serial Number=0060899913
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00008]  διὰ τοῦτο ταχέως ἐσίγησεν, καὶ τὸν λόγον κατέκλεισε, τῇ ἐπιθυμίᾳ τῇ ὑμετέρᾳ χαρίσασθαι βουλόμενος, καὶ ὁλοκλήρου τοῦ ὀφλήματος ἡμᾶς ὑπευθύνους καθιστάς.
000-00-00 Serial Number=0316976190
In illud In faciem ei restiti Ante [Go Back]  
 [00420]  καὶ γίνεται ἡ ἑτέρων ὕβρις αὐτοῖς ἀπο λογία πρὸς τοὺς ὑπευθύνους τοὺς ἑαυτῶν.
000-00-00 Serial Number=0680033982
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00034]  Ἄνθρωποι μὲν γὰρ τοὺς δανείζοντας χρήματα δεσποτικὰ καὶ τῆς ἀπαιτήσεως ὑπευθύνους ποιοῦσι.
 [00037]  Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καταβαλεῖν κελεύει μόνον, οὐκέτι δὲ καὶ τῆς ἀπαιτήσεως ἡμᾶς ὑπευθύνους ποιεῖ.
000-00-00 Serial Number=0634500742
In principium Actorum Ante [Go Back]  
 [00920]  ἀφεῖναι πάλιν χρημάτων ὀφλήματα, καὶ τοὺς μὲν ἀπολῦσαι ὄντας ὑπευθύνους, τοὺς δὲ κελεῦσαι ἀποδοῦναι κύριός ἐστιν·
 [01012]  ∆ήμιοί εἰσιν οἱ τοὺς ὑπευθύνους μαστίζοντες, προσαρτῶντες τῷ ξύλῳ, διαξαίνοντες τὰς πλευρὰς, παιδεύοντες, κολάζοντες.
 [01346]  μᾶλλον γὰρ ἂν ἐποίησεν ὑπευθύνους κολάσει, εἰ μετὰ τὸν σταυρὸν ἐφάνη.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»