Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιμελείας [115]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιμελείας


000-00-00 Serial Number=0187619627
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00369]  Ὅταν δὲ μηδὲ τοσαύτης ἐπιμελείας ἀπολαύσαντες ἐθελήσωσι γενέσθαι βελτίους, καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν, οὐδὲ οὕτως αὐτοὺς ἀφίησιν·
000-00-00 Serial Number=0764209628
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00389]  [7.30] Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ καὶ γάρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι' ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν, [7.31] ἔτι τε τὰς διαφορὰς μόνον αὐτῶν εἰ καταμάθοιμεν καὶ ᾠδῆς καὶ τραπέζης καὶ διαγωγῆς καὶ τὰς διατριβὰς καὶ τὰ ἤθη καὶ τὰς χρείας καὶ τὰς διακονίας ἃς παρέχουσιν ἡμῖν πάσας ἐπέλθοιμεν καὶ τὰ μεγέθη καὶ τὴν βραχύτητα καὶ τὰς ὠδῖνας καὶ τὴν ἀνατροφὴν καὶ τὴν πολλὴν ἐν τούτοις καὶ ἄφατον ποικιλίαν καὶ τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ ἰχθύων ποιήσαιμεν καὶ ἐντεῦθεν ἔλθοιμεν καὶ ἐπὶ τὰς βοτάνας, τὰς πανταχοῦ τῆς γῆς φυομένας, ἑκάστου τε τούτων καὶ καρπὸν ἴδοιμεν καὶ χρείαν καὶ εὐωδίαν καὶ ὄψιν καὶ θέσιν καὶ φύλλα καὶ χρῶμα, καὶ σχῆμα καὶ μέγεθος καὶ μικρότητα καὶ ὠφέλειαν, καὶ ἐργασίας τρόπους, [7.32] καὶ φλοιῶν καὶ στελεχῶν καὶ κλάδων διαφορὰς καὶ λειμῶνας καὶ παραδείσους, εἶτα μετέλθοιμεν ἐπὶ τὰ ποικίλα ἀρώματα καὶ τοὺς παντοδαποὺς τόπους αὐτῶν περιεργασαίμεθα καὶ τοὺς τρόπους τῆς εὑρέσεως καὶ τῆς ἐπιμελείας καὶ τῆς γεωργίας καὶ ὅτι πρὸς ἰατρείαν ἡμῖν συντελεῖ·
 [00419]  Καὶ ὅμως οὐδὲ οὕτως αὐτὸν ἐγκατέλιπεν, ἀλλὰ καὶ πεσόντα καὶ ὑποσκελισθέντα ἐπηνώρθου καὶ ἐπιμελείας ἀπολαύειν ἐποίει·
 [00455]  εἰ δὲ καὶ ἐν θαλάττῃ τις τεχθεὶς καὶ τραφείς, εἶτα ἀθρόον εἰς τὴν μεσόγειον μετοικισθεὶς καὶ καθ' ὅλου τῆς περὶ τὴν γῆν ἐπιμελείας ἀνήκοος ὤν, [9.2] εἶδεν τὸν σῖτον τὸν ἀποκείμενον καὶ φυλαττόμενον ὑπὸ θύραις καὶ μοχλοῖς καὶ νοτίδος ἀπηλλαγμένον, ἀθρόον ὑπὸ τοῦ γηπόνου ἐκφερόμενον, σκορπιζόμενον, ῥιπτούμενον καὶ ἐπὶ τῆς ἀρούρας κείμενον τοῖς παριοῦσιν ἅπασι καὶ οὐ μόνον οὐκ ἀπηλλαγμένον νοτίδος, ἀλλὰ καὶ πηλῷ καὶ τέλμασι παραδιδόμενον καὶ φύλακα οὐδένα ἔχοντα, οὐκ ἂν ἀπολέσθαι τὸν σῖτον νομίσειε καὶ κατέγνω τοῦ ταῦτα ποιοῦντος γηπόνου;
 [00668]  ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς καὶ ἱερῶν ἀποσπασθέντες καὶ ναοῦ καὶ θυσιαστηρίου καὶ τῆς ἄλλης ἁπάσης τῆς κατὰ νόμον ἐπιμελείας καὶ ἐν μέσῃ βαρβάρων χώρᾳ ἀποληφθέντες, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν νόμον διετήρησαν·
 [00803]  [13.21] Ὁρᾷς ἡλίκον ἐστὶ γενναία ψυχὴ καὶ πῶς ἀρκεῖ πρὸς ἀρετὴν ἑαυτῇ, κἂν μηδεμιᾶς ἐπιμελείας ἀπολαύῃ;
 [00867]  [14.15] μετὰ γὰρ τῆς ἄλλης ἐπιμελείας καὶ τῆς συγκαταβάσεως, ἧς μετέσχε πολλῆς καὶ τὰ χρήματα τῶν πενήτων ἐγχειρισθεὶς ἦν·
000-00-00 Serial Number=0106155932
Ad populum Antiochenum Ante [Go Back]  
 [00111]  Καὶ γὰρ ὁ διάβολος ἀγριώτερος τότε γίνεται, τότε ἐκθηριοῦται πλέον, ὅταν ἴδῃ μετ' ἐπιμελείας ἡμᾶς τὸν ἑαυτῶν οἰκονομοῦντας βίον·
 [00461]  Ὅταν δὲ μὴ εἷς, μηδὲ δύο καὶ τρεῖς, ἀλλὰ τοσοῦτον ᾖ τὸ πλῆθος τὸ δυνάμενον τῆς τῶν ἠμελημένων ἐπιμελείας ἅψασθαι, οὐδαμόθεν ἑτέρωθεν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν, καὶ οὐ παρὰ τὴν ἀσθένειαν οἱ πλείους ἀπόλλυνται καὶ καταπίπτουσι.
 [01012]  Γεώργησόν σου τὴν ψυχὴν, καὶ τὰς ἀκάνθας ἔκτεμε, σπεῖρον τὸν λόγον τῆς εὐσεβείας, τὰ καλὰ τῆς φιλοσοφίας φύτευσον φυτὰ, καὶ μετὰ πολλῆς θεράπευε τῆς ἐπιμελείας, καὶ γέγονας γεωργὸς, καὶ ἐρεῖ πρὸς σὲ ὁ Παῦλος·
000-00-00 Serial Number=0302668095
Adversus Judaeos Ante [Go Back]  
 [00602]  Καὶ γὰρ ὁ ποιμὴν ὁ καλὸς οὐχὶ τοὺς λύκους ἀπελαύνει μόνον, ἀλλὰ καὶ τὰ πρόβατα νενοσηκότα θεραπεύει μετ' ἐπιμελείας ἁπάσης·
 [00630]  ∆ιὰ τοῦτο μεγάλα γίνεται τὰ ἕλκη, ὥσπερ οὖν τὰ μεγάλα ῥᾳδίως [48.863] ἂν γένοιτο μικρὰ τῆς προσηκούσης ἀπολαύοντα ἐπιμελείας.
 [00902]  Καὶ γὰρ ἐκεῖνοι πρὸ τοῦ καιροῦ τῆς μάχης καὶ θώρακα ἀποσμήχουσι, καὶ ἀσπίδα περισκοποῦσι, καὶ χαλινοὺς παρασκευάζουσι, καὶ ἵππους τρέφουσι μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὰ ἄλλα πάντα εὖ διατίθενται.
 [02202]  Ἐννόησον τοίνυν τὸ ἀξίωμα τοῦ σωζομένου, καὶ μὴ καταφρονήσῃς αὐτοῦ τῆς ἐπιμελείας.
000-00-00 Serial Number=0733578384
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00923]  νόμους τε εἰσήνεγκεν ὕστερον ὑπὲρ τῆς τούτων ἐπιμελείας διαλεγόμενος ἡμῖν.
 [01035]  Εἶτα Ἰουδαῖοι μὲν τοσαύτης ἀπολαύοντες ἐπιμελείας τῆς παρὰ τοῦ Θεοῦ, καὶ δημαγωγὸν ἔχοντες οὕτως ἄριστον καὶ γενναῖον, καὶ φόβῳ καὶ ἀπειλῇ καὶ εὐεργεσίᾳ καὶ κολάσει καὶ παντὶ τρόπῳ παιδαγωγούμενοι, καὶ τοσαῦτα ὁρῶντες θαύματα, οὐκ ἐγένοντο βελτίους·
 [01090]  ὅπως δὲ αὐτὸς γένοιτο καλὸς, οὐδὲ ἐννοῆσαί ποτε ἀνέχεσθε, ἀλλὰ καὶ ξύλων καὶ λίθων μέχρι τούτου προάγοντες τὴν σπουδὴν, τὴν ψυχὴν οὐδὲ τοῦ πολλοστοῦ τῆς ἐπιμελείας ταύτης ἀξιοῦτε μέρους·
 [01584]  ἀσφαλείας δὲ δεόμενος, καὶ ἐπιμελείας δεήσεται πλείονος.
 [01680]  Εἰ γὰρ γυναῖκες ἴσχυσαν πεῖσαι Θεὸν, συνεφάψασθαι αὐταῖς τῆς τῶν παίδων ἐπιμελείας, πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἐθέλωμεν, τοῦτο δυνησόμεθα.
 [01714]  Καὶ τὸν Ἰὼβ δὲ ὥσπερ ἀπὸ τῶν ἄλλων ἐπῄνεσεν ἡ Γραφὴ, οἷον ὅτι δίκαιος καὶ ἀληθινὸς καὶ θεοσεβὴς ἦν, οὕτω καὶ ἀπὸ τῆς περὶ τοὺς παῖδας ἐπιμελείας.
000-00-00 Serial Number=0317007184
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00003]  Ὁ γὰρ μὴ μετὰ φόβου καὶ πολλῆς ἐπιμελείας τὴν ἄσκησιν τῆς ἀρετῆς ἐργαζόμενος, πολλὰς ὑφίσταται τὰς εἰς τὸ κακὸν ἐκτροπὰς, καὶ ὥσπερ ἐξ εὐθείας καὶ βασιλικῆς ὁδοῦ πλανώμενος εἰς τὰς δι' ἀκανθῶν καὶ σκολόπων πλαγίας καὶ ἀνοδίας·
000-00-00 Serial Number=0125741780
Catecheses ad illuminandos Ante [Go Back]  
 [00060]  γαλακτοτροφηθεῖσα καὶ θαλαμευομένη κόρη καὶ τοσαύτης παρὰ τῶν τεκόντων ἐπιμελείας καὶ ἀνατροφῆς ἀξιωθεῖσα, ἐπειδὰν εἰς ὥραν ἔλθῃ γάμου, ἀθρόον ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῶν ὠδίνων ἐπιλανθάνεται τῶν μητρικῶν καὶ τῆς ἄλλης ἁπάσης θεραπείας καὶ συνηθείας καὶ τοῦ δεσμοῦ τῆς ἀγάπης καὶ πάντων ἁπαξαπλῶς καὶ πᾶσαν αὐτῆς τὴν γνώμην μεθίστησι πρὸς ἐκεῖνον ὃν οὐδέποτε ἐθεάσατο πλὴν ἐκείνης τῆς ἑσπέρας καὶ τοσαύτη λοιπὸν γίνεται τῶν πραγμάτων ἡ μεταβολὴ ὡς ἐκεῖνον αὐτῇ πάντα εἶναι καὶ νομίζειν καὶ πατέρα καὶ μητέρα καὶ νυμφίον καὶ ὅσα ἂν εἴποι τις καὶ οὐδὲ μνήμη τις γίνεται τῶν ἐν τοσούτοις ἔτεσιν ἀναθρεψαμένων, τοσαύτη δὲ αὐτῶν γίνεται ἡ συνάφεια ὡς μηδὲ δύο εἶναι λοιπὸν ἀλλὰ ἕν.
 [00641]  [4.17] Εἰ γὰρ ἄνθρωποι τὰς βιωτικὰς λειτουργίας ἀναδεχόμενοι καὶ ἐπὶ τῆς ἐσθῆτος πολλάκις ἣν περίκεινται τὸν τύπον τῶν βασιλικῶν εἰκόνων ἐπιφερόμενοι καὶ διὰ τοῦτο ἀξιόπιστοι τοῖς ἄλλοις ἅπασι φαινόμενοι, οὐδὲν ἀνάσχοιντο ἄν ποτε πρᾶξαι τοιοῦτον ὃ τῆς ἐσθῆτος ἐκείνης τῆς τοὺς τύπους ἐχούσης τοὺς βασιλικοὺς ἀνάξιον ἂν γένοιτο, ἀλλὰ κἂν αὐτοί ποτε ἐπιχειρήσωσι, πολλοὺς ἔχουσι τοὺς διακωλύοντας, κἂν ἕτεροί τινες αὐτοὺς κακῶς διαθεῖναι βούλοιντο, ἱκανὴν ἔχουσιν ἀσφάλειαν τοῦ μηδὲν ἀηδὲς παθεῖν τῆς ἐσθῆτος τὴν περιβολήν, πολλῷ δὴ μᾶλλον οἱ οὐκ ἐπὶ ἱματίου ἀλλ' ἐπὶ ψυχῆς αὐτὸν τὸν Χριστὸν ἔχοντες ἐνοικοῦντα καὶ τὸν τούτου Πατέρα καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν, πολλὴν ἂν εἶεν δίκαιοι τὴν ἀσφάλειαν ἐπιδείκνυσθαι καὶ πᾶσιν ἑαυτοὺς καταδήλους ποιεῖν διὰ τῆς ἀκριβοῦς πολιτείας καὶ τῆς τοῦ βίου ἐπιμελείας ὅτι τὴν εἰκόνα τὴν βασιλικὴν ἐπιφέρουσιν.
000-00-00 Serial Number=0459975004
Catechesis de juramento Ante [Go Back]  
 [00198]  τὸ μὲν γὰρ μέγα νόσημα καὶ ἐπιμελείας τυγχάνον σβέννυται, τὸ δὲ μικρὸν εἶναι δοκοῦν, δι' αὐτὸ τοῦτο καταφρονούμενον, μέγα γίνεται.
000-00-00 Serial Number=0863464296
De Anna i Ante [Go Back]  
 [00125]  Ἂν τοίνυν αὐτοὺς εἰς ταῦτα ἐνάγῃς, ἂν παρακαλῇς, ἂν διδάξῃς, ἂν συμ [54.638] βουλεύσῃς, τῆς ἐπιμελείας ταύτης κείσεταί σοι παρὰ τοῦ Θεοῦ πολλὴ ἡ ἀμοιβή.
000-00-00 Serial Number=0371929526
De Christi divinitate Ante [Go Back]  
 [00084]  Ὁ δὲ Χριστὸς οὐ τὰ παρόντα διορθοῦται μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα πολλῆς ἀξιοῖ τῆς ἐπιμελείας.
000-00-00 Serial Number=0877234519
De Lazaro Ante [Go Back]  
 [00172]  Καὶ ἐπειδὴ μηδὲ τοῦτο αὐτοὺς ἐπιεικεστέρους ἐποίησε, μηδὲ τὸν μιαρὸν ἐκεῖνον τῆς προδοσίας ἀπέστησεν, ἀλλ' ἔμενεν ἀνίατος ὢν, οὐδὲ οὕτω πάλιν ὁ Χριστὸς ἀπέστη τῆς περὶ αὐτὸν εὐνοίας τε καὶ ἐπιμελείας·
 [00188]  οὗτος δὲ ὁ συνεχῶς συμβουλεύων [48.970] καὶ παρακουόμενος, εἶτα οὐκ ἀφιστάμενος, θερμοτάτης καὶ γνησιωτάτης ἀγάπης τεκμήριον ἐπιδείκνυται, ἐλπίδι μὲν οὐδεμιᾷ τοιαύτῃ τρεφόμενος, διὰ δὲ τὸ πρὸς τὸν ἀκούοντα φίλτρον μόνον τῆς περὶ τὸν ἀδελφὸν οὐκ ἀφιστάμενος ἐπιμελείας.
 [00386]  τὸ δὲ ἐν μέσῳ τοσούτων κείμενον μεθυόντων, εὐημερούντων, παρὰ μηδενὸς μηδὲ τῆς τυχούσης ἐπιμελείας τυγχάνειν, δριμυτέραν ἐποίει τῶν ὀδυνῶν γίνεσθαι τὴν αἴσθησιν, καὶ τὴν ἀθυμίαν ἐξέκαιε μᾶλλον.
 [01942]  οὐκ ἐπειδὴ πόρνη ἦν, ὑπερεωρᾶτο, ἀλλ' ἐπειδὴ ἔμελλε σώζεσθαι, καὶ πίστιν ἐπεδείξατο, πολλάκις ἀπήλαυσε τῆς ἐπιμελείας.
 [02516]  Οὐ τοίνυν ταῦτα πολυλογίας τὰ λεγόμενα, ἀλλ' ἐπιμελείας καὶ φιλοστοργίας καὶ πόθου τοῦ διδασκάλου, ἵνα μὴ ἀποῤῥυῇ τὰ λεγόμενα.
000-00-00 Serial Number=0706717491
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00028]  Ταύτης τοίνυν ἀμελοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων, καὶ οὐδὲ βραχείας αὐτὴν ἐπιμελείας ἀξιοῦσιν, ἀλλ' ἅπαντα τῆς ζωῆς αὐτῶν [51.42] τὸν χρόνον εἰς τὰς σωματικὰς ἀναλίσκουσι φροντίδας·
000-00-00 Serial Number=0869574726
De baptismo Christi Ante [Go Back]  
 [00031]  ὥσπερ οὖν καὶ Ἰουδαίοις ἀπειλῶν ἔλεγεν, ἐπειδὴ τῆς περὶ τὸν ναὸν κατεφρόνουν ἐπιμελείας·
000-00-00 Serial Number=0364584565
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00289]  Ἀλλὰ καθάπερ τὰ φυτὰ τότε μάλιστα πολλῆς χρείαν ἔχει τῆς ἐπιμελείας, ὅταν ἁπαλὰ ᾖ, οὕτω καὶ οἱ παῖδες·
 [00438]  Ἐντεῦθεν οὖν καὶ ἡμεῖς τῆς περὶ τοὺς παῖδας ἐπιμελείας ἀρξώμεθα καὶ ῥυθμίζωμεν αὐτούς.
000-00-00 Serial Number=0116310418
De incomprehensibili dei natura Ante [Go Back]  
 [00233]  αὕτη γὰρ τῶν ὅπλων τούτων ἡ δύναμις τοὺς μὲν φιλονεικοῦντας πλήττειν οἶδε, τοὺς δὲ εὐγνωμόνως ἀκούοντας μετὰ πολλῆς θεραπεύειν τῆς ἐπιμελείας·
 [00625]  οὕτω καὶ ἡ τῶν Ἀνομοίων ἐρημωθεῖσα ψυχὴ καὶ τῆς ἀπὸ τῶν Γραφῶν ἐπιμελείας οὐκ ἀπολαύσασα, οἴκοθεν καὶ ἀπ' αὐτῆς τὴν ἀγρίαν ταύτην καὶ ἀνήμερον ἐξέβρασεν αἵρεσιν.
 [00785]  Καὶ γὰρ ἄτοπον ἂν εἴη τοὺς ἔξωθεν μετὰ τοσαύτης ἰατρεύοντας ἐπιμελείας τῶν οἰκείων καταφρονεῖν μελῶν.
000-00-00 Serial Number=0588366747
De paenitentia [1] Ante [Go Back]  
 [02275]  καὶ ὅπερ ἐν ταῖς παλαιαῖς ποιοῦμεν οἰκίαις, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἐπιλανθανόμεθα·
000-00-00 Serial Number=0677996099
De sacerdotio Ante [Go Back]  
 [00753]  Περὶ παρθένων Ἐπὶ δὲ τῆς τῶν παρθένων ἐπιμελείας τοσούτῳ μείζων ὁ φόβος ὅσῳ καὶ τὸ κτῆμα τιμιώτερον καὶ βασιλικωτέρα αὕτη τῶν ἄλλων ἡ ἀγέλη·
000-00-00 Serial Number=0829213023
De sanctis martyribus [1] Ante [Go Back]  
 [00179]  διὰ τοῦτο καὶ πλείονος αὐτὴν ἐπιμελείας ἀξιοῦν χρή.
000-00-00 Serial Number=0302747309
De studio praesentium Ante [Go Back]  
 [00029]  ∆ιὰ ταῦτα ταλανίζω τοὺς ἀπολειφθέντας, ὅτι δυνάμενοι τοσαύτης ἀπολαύειν ἐπιμελείας, ἕλκεσιν ἐμφύρονται καὶ τραύμασι καθημερινοῖς, καὶ οὐδὲ ὅτι νοσοῦσιν ἴσασιν·
 [00037]  ἀλλ' οὐδενὸς ἑτέρου λόγος ἐκείνοις, ἢ τῆς τῶν πολιτικῶν πραγμάτων ἐπιμελείας.
 [00044]  Ἀγαπητὸν γὰρ τοὺς συνεχῶς εἰς ἐκκλησίαν ἀπαντῶντας, καὶ διδασκαλίας ἀπολαύοντας πνευματικῆς, καὶ τοσαύτης τυγχάνοντας ἐπιμελείας, δυνηθῆναι περιγενέσθαι καὶ χαλινῶσαι τὰς πονηρὰς ἐπιθυμίας, καὶ διαβλέψαι πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν.
000-00-00 Serial Number=0538089275
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00721]  ὅπερ ἐν ταῖς οἰκίαις ποιοῦμεν ταῖς παλαιαῖς, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἀπολείπομεν.
 [02115]  Ὅταν δὲ μὴ τοσαύτης ἐπιμελείας ἀπολαύσαντες ἐθελήσωσι γενέσθαι βελτίους, καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν, οὐδὲ οὕτως αὐτοὺς ἀφίησιν·
 [02809]  τὸ δὲ ἐν μέσῳ τοσούτων κείμενον καὶ εὐημερούντων παρὰ μηδενὸς μηδὲ τῆς τυχούσης ἐπιμελείας τυγχάνειν, δριμυτέραν ἐποίει τῶν ὀδυνῶν γίνεσθαι τὴν αἴσθησιν.
 [06586]  καὶ καθάπερ σειρά τις καὶ ἀκολουθία πολιτείας ἀρίστης μέχρι παντὸς βαδιεῖται, παρὰ σοῦ λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, καὶ τῆς τῶν ἐγγόνων ἐπιμελείας σοι φέρουσα τοὺς καρπούς.
 [08751]  ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἀπολύομεν.
000-00-00 Serial Number=0551728904
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00274]  Πλὴν ἀλλ' οὐδὲ οὕτως ἀμελητέον τῆς ἐπιμελείας τῆς σῆς.
 [00348]  Ἁπαλὴν γὰρ, οὕτω σάρκα λαβοῦσα καὶ τρυφεράν, παντὶ εἴδει τρυφῆς συντραφεῖσαν, οὕτως αὐτὴν ποικίλοις ἐπολιόρκησας πάθεσιν ὡς μηδὲν ἄμεινον τῆς νεκρωθείσης διακεῖσθαι νῦν καὶ τοσοῦτον ἀνῆψας ἐν σεαυτῇ νοσημάτων ἐσμὸν ὡς καὶ ἰατρῶν τέχνην καὶ φαρμάκων δύναμιν καὶ πάντα ἐπιμελείας ἐλέγξαι τρόπον καὶ διηνεκέσι συζῇν ὀδύναις.
000-00-00 Serial Number=0289313436
Expositiones in Psalmos Ante [Go Back]  
 [00034]  Καὶ γὰρ καὶ τοῦτο ἐκ πολλῆς τῆς ἐπιμελείας ἔφευγε.
 [03878]  Ὁρᾷς τὸν προφήτην τὸν πλείονα λόγον ὑπὲρ τῆς τῶν πονηρῶν ἐπιμελείας ποιούμενον;
 [05641]  Ὁρᾷς τὸν προφήτην τὸν πλείονα λόγον ὑπὲρ τῆς τῶν πονηρῶν ἐπιμελείας ποιούμενον;
000-00-00 Serial Number=0928549588
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02591]  ὁ μηδὲν κατορθωκυῖαν οὕτω φιλήσας, καὶ ἐπιμελείας μεταδοὺς τοσαύτης, οὕτως οὐκ ἂν ἀπέστη εὐθέως.
000-00-00 Serial Number=0892371893
Fragmenta in Job Ante [Go Back]  
 [00558]  Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι, περίελε αὐτοῦ τὴν φρουρὰν τῆς ἔξωθεν θεραπείας, καὶ τῆς κατὰ ψυχὴν ἐπιμελείας·
000-00-00 Serial Number=0043812692
In Acta apostolorum Ante [Go Back]  
 [04290]  Τὸ γὰρ ἐν αὐτοῖς τὰ τῆς χάριτος διαλάμπειν, τῆς αὐτῶν ἐπιμελείας ἦν.
 [09999]  εἰ δὲ αὕτη ἡ σωμάτων τοσαύτης δεῖται ἐπιμελείας, πολλῷ μᾶλλον ἡ τῆς ψυχῆς, ἐπειδὴ καὶ μείζων ψυχὴ σωμάτων.
 [09999]  Ὅτι γὰρ ἐπιμελείας ἀνθρωπίνης ἐστὶ, καὶ οὐ φύσεως, ἐχρῆν ἅπαντας τοῦτο τοὺς κύνας ἔχειν.
 [09999]  ἡμεῖς δὲ ἡμᾶς αὐτοὺς ὑβρίζοντες οὐ λόγῳ, ἀλλ' ἔργῳ, καὶ μηδὲ τοσαύτης μεταδιδόντες ἐπιμελείας τῇ ψυχῇ ὅσης τοῖς κυσὶν, οὐδὲν ἡγούμεθα πάσχειν δεινόν.
 [09999]  Ὅρα πῶς οὐδὲ τοῦτο κρύπτει, ὅτι ἐβούλετο ἐπιμελείας τυχεῖν.
 [09999]  Φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος, ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν.
 [09999]  Καλῶς ποιῶν τοῦτο ἐπιτρέπει, ὥστε ἐπιμελείας τυχεῖν ἀπελθόντα παρὰ τοὺς γνωρίμους·
000-00-00 Serial Number=0398267150
In Genesim sermo 3 Ante [Go Back]  
 [00512]  Ἡ τοιαύτη μετὰ θάνατον τοῦ ἀνδρὸς αὐτῆς, περιβλέπεται ἔνθεν κἀκεῖθεν, ποῦ παράκοιτον εὕρῃ κρύφιον, καὶ προφάσει προσευχῆς ἢ ἐπιμελείας τοῦ οἴκου αὐτῆς θρίαμβος τοῖς πολλοῖς καθίσταται·
000-00-00 Serial Number=0096073210
In Isaiam Ante [Go Back]  
 [02579]  Πολλῆς καὶ τοῦτο δυσπραγίας σημεῖον, ὅταν μὴ ὄρη καὶ νάπαι, ἀλλ' αὐτὴ ἡ βαθύγειος καὶ πολλῆς ἀπολαύουσα τῆς ἐπιμελείας ἀκάνθας φέρῃ.
000-00-00 Serial Number=0156646729
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00564]  Ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβαλόντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖ τῆς ἐπιμελείας καὶ τῆς προσεδρείας τῷ μέλλοντι τοὺς καρποὺς συγκομίζειν, ἀποσοβοῦντι τὰ πετεινὰ, τὰς ἀκάνθας ἐκκόπτοντι, τὰ πετρώδη γῆς πληροῦντι πολλῆς, πᾶσαν λύμην κωλύοντι καὶ ἀποτειχίζοντι καὶ ἀναιροῦντι.
000-00-00 Serial Number=0200451076
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00558]  Προσέχωμεν [62.613] τοίνυν ἀκριβῶς, προσέχωμεν τοῖς λεχθεῖσι μετ' ἐπιμελείας, ἀπογράψωμεν αὐτὰ ἐπὶ τῆς διανοίας τῆς [62.614] ἡμετέρας, ἔχωμεν ἀεὶ κεκολαμμένα τῷ συνειδότι καὶ διηνεκῶς δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι.
000-00-00 Serial Number=0329963326
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06461]  Ὅτι ὅσαπερ ἂν ὑπὲρ τῆς τῶν ἀλόγων ἐπιμελείας παρὰ τῆς Παλαιᾶς λέγηται, προηγουμένως εἰς τὴν τῶν ἀνθρώπων συντελεῖ διδασκαλίαν·
 [08117]  προϊὼν δὲ καὶ τὸ διηνεκὲς αἰνίττεται λέγων, Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ, καὶ τὸ μετ' ἐπιμελείας καὶ σπουδῆς ἁπάσης.
 [09586]  ὃ δὴ καὶ αὐτὸς ᾐνίξατο, οὐκ ἀπὸ τῆς ἡμετέρας ἐπιμελείας καὶ τοῦ πλείονος ἀπολαύειν τιμῆς, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως αὐτοῖς ψηφισάμενος.
 [09999]  Καὶ οὐκ εἶπε, ∆ῶ, ἀλλὰ, Ψωμίσω, ὡς προσκεῖσθαι τῇ δαπάνῃ καὶ τὴν διακονίαν τὴν μετ' ἐπιμελείας ἁπάσης.
 [09999]  Ἀλλὰ μὴ παραδράμῃς, ἀγαπητὲ, τὰ λεγόμενα, ἀλλ' ἕκαστον αὐτῶν μετὰ [61.276] πολλῆς ἐξέταζε τῆς ἐπιμελείας, ἵνα καὶ τοῦ πρά-γματος εἰδῇς τὸν θησαυρὸν, καὶ τοῦ ζωγράφου τὴν τέχνην.
 [09999]  Καὶ καθάπερ ἐπὶ τῶν σωμάτων, ὅταν αὐτῶν ἅψηται τῶν στερεῶν ὁ πυρετὸς, λέγω τῶν νεύρων καὶ τῶν φλεβῶν καὶ τῶν πρώτων στοιχείων, ἀνίατον γίνεται τὸ κακὸν, ἂν μὴ πολλῆς ἀπολαύσῃ τῆς ἐπι-μελείας·
000-00-00 Serial Number=0346150696
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01688]  Συνηθείας ἕνεκεν, φησὶ, καὶ προστασίας, πραγμάτων ἐπιμελείας, τῆς ἄλλης θεραπείας ἁπάσης.
 [03165]  Εἶτα ἄφνω δείλης μεσημβρίας εἰς μνήμην ἦλθε τοῦ φρικωδεστάτου ὅρκου, καὶ κατενύγη σφοδρῶς, καὶ ἀπελθοῦσα ἠξίωσε μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὸ πρᾶγμα ἤνυσε.
000-00-00 Serial Number=0520916224
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02849]  Οἷον, ἀπέλαυσας πολλῆς τῆς ἐπιμελείας·
 [03415]  Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, Ἐπειδὴ χῆραι ἐξέπεσον, πολλῆς αὐτὰς ἐπιμελείας δεῖ ἀπολαύειν, ὥστε μὴ παθεῖν ἅπερ εἶπον, ἀλλ' ἐπέταξε γάμον;
000-00-00 Serial Number=0014136732
In epistulam ad Ephesios Ante [Go Back]  
 [03185]  τὸ αὐτὸ πνεῦμα ἔλαβεν, ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεμπόμενον, ὁμοίως ἐνεργοῦν, ὁμοίως ἁπτόμενον, Συναρμολογούμενον καὶ συμβιβαζόμενον, τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιμελείας.
 [04769]  Ὥσπερ τὸ τραῦμα, ἕως ἂν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν, καὶ διὰ βάθους τρέχῃ, οὐδεμιᾶς ἀπολαύει τῆς ἐπιμελείας·
 [05531]  Τουτέστι, θεραπεύει μετὰ πολλῆς τῆς ἐπιμελείας.
000-00-00 Serial Number=0419423938
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00836]  ∆ιὰ ταῦτα πολλὴν ποιοῦνται σπουδὴν, ὥστε πάσης αὐτοὺς ἀπολαύειν ἐπιμελείας, καὶ Ῥωμαίοις ἐπιστέλλων καὶ Κορινθίοις.
 [02103]  τὰ δὲ καλὰ οὐ τῆς ἡμετέρας ἐπιμελείας δεῖται μόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας.
000-00-00 Serial Number=0736216128
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03833]  ∆υσπειθὲς γὰρ τὸ γένος τὸ ἀνθρώπινον, καὶ πολλῆς δεόμενον ἐπιμελείας, καὶ πλείονος ἢ τὰ φυτά.
 [05865]  Τῶν δένδρων ὅσαπερ ἂν φυτευθέντα, καὶ χειρῶν γεωργικῶν καὶ τῆς ἄλλης ἐπιμελείας ἀπολαύσαντα, μηδεμίαν παρέχηται τῶν πόνων ἀμοιβὴν, πρόῤῥιζα ἀνασπασθέντα τῷ πυρὶ παραδίδοται.
000-00-00 Serial Number=0625378132
In epistulam ad Philippenses Ante [Go Back]  
 [02552]  Οὐκ εἶπεν, Ἐργάζεσθε, ἀλλὰ, Κατεργάζεσθε, τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς, μετὰ πολλῆς τῆς ἐπιμελείας.
000-00-00 Serial Number=0126776397
In epistulam ad Romanos Ante [Go Back]  
 [01341]  ὅσῳ γὰρ πλείονος ἀπήλαυσε τῆς ἐπιμελείας, τοσούτῳ μείζονα δώσει δίκην.
 [03422]  Ἐνταῦθα μετὰ τῆς ἐπιμελείας τοῦ βίου καὶ τὸν περὶ τῆς ἀναστάσεως αἰνίττεται λόγον.
 [07706]  Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ πανταχοῦ τὸν Θεὸν δοξάζωμεν διὰ τῆς κατὰ τὸν βίον ἐπιμελείας, μηδὲ προγόνων ἀρεταῖς θαῤῥῶμεν, τὸ κατὰ τοὺς Ἰουδαίους εἰδότες παράδειγμα.
 [09077]  ∆είκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας, ὅπερ σημεῖον ἐσχάτης ἀῤῥωστίας ἐστί.
 [09111]  Ὅταν εἴπῃ, Σταθήσεται δὲ, δείκνυσιν ἔτι σαλευόμενον, καὶ πολλῆς δεόμενον τῆς προσοχῆς, καὶ τοσαύτης τῆς ἐπιμελείας, ὡς καὶ τὸν Θεὸν καλεῖν εἰς ταῦτα ἰατρόν·
 [09246]  Εἰ γὰρ ἰσχυρὸς ἦν, οὐδὲ ἐδεῖτο τοσαύτης ἐπιμελείας αὐτός·
000-00-00 Serial Number=0053428769
In epistulam ad Titum Ante [Go Back]  
 [00315]  οὕτω γὰρ αὐτῷ τε εἶναι τὸν πόνον κοῦφον, καὶ τοὺς ἀρχομένους πλείονος ἀπολαύσεσθαι τῆς ἐπιμελείας, εἴ γε μὴ εἰς πολλῶν Ἐκκλησιῶν προστασίαν ὁ διδάσκαλος περιέρχοιτο, ἀλλὰ σχολάζοι μιᾷ μόνῃ, καὶ ταύτην κατακοσμοῖ.
 [00333]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἐξ ἀρχῆς μετὰ πολλῆς τραφέντα τῆς ἐπιμελείας γενέσθαι κακὸν, καὶ πολλῆς ἀπολαύσαντα σπουδῆς·
000-00-00 Serial Number=0168430150
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00003]  Οἱ σοφοὶ καὶ ἐπιστήμονες τῆς γεωργίας τεχνῖται, ὅταν μετὰ πάσης φροντίδος καὶ ἐπιμελείας τὰ κατὰ γῆς βλαστήματα φυτεύσωσιν, αὐτὰ τὰ φυτὰ πρότερον εἰς μῆκος διεγείρουσιν, εἶθ' οὕτω τὰς παρενοχλούσας φυάδας τεχνικῶς τέμνουσιν.
000-00-00 Serial Number=0576050520
In illud Exiit edictum Ante [Go Back]  
 [00223]  οὐδὲ γὰρ χρείαν εἶχεν ὁ Σωτὴρ τῆς τοιαύτης θεραπείας, οὐδὲ ἐπιμελείας τῆς ἔξωθεν ἐπεδέε [50.800] το, ὥσπερ οὐδὲ νόμῳ φύσεως συλλαμβάνεται.
000-00-00 Serial Number=0782815874
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00493]  οὕτω καὶ ἐνταῦθα εἰπὼν, Μὴ συναναμίγνυσθε αὐτῷ, οὐκ ἀπέστησεν αὐτοῦ τῆς ἐπιμελείας τοὺς ἀκούοντας, ἀλλὰ καὶ σφόδρα αὐτοῖς ἀντιλαβέσθαι παρεκελεύσατο, προσθεὶς καὶ εἰπὼν, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλ' ὡς ἀδελφόν.
000-00-00 Serial Number=0811140418
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00164]  Ἄνθρωπος δαίμοσιν ἐπιτάττων, τῆς οἰκουμένης διδάσκαλος ὢν, τοὺς τὴν γῆν οἰκοῦντας ἅπαντας ἐπιτραπεὶς, καὶ τὰς ὑφ' ἡλίῳ κειμένας Ἐκκλησίας ἁπάσας, καὶ δήμους καὶ ἔθνη καὶ πόλεις μετὰ πολλῆς θεραπεύων ἐπιμελείας, νύκτα καὶ ἡμέραν εἰργάζετο, καὶ οὐδὲ μικρὸν ἀνέπνει τῶν πόνων ἐκείνων.
000-00-00 Serial Number=0967804968
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00160]  ∆ιὰ τοῦτο ἔλεγον, ὅτι οἱ ταύτης ἑαυτοὺς ἀποστεροῦντες τῆς ἐπιμελείας περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγὴν, ζημίαν ὑπομένοντες, ὅσην οὐδαμόθεν ἄλλοθεν·
000-00-00 Serial Number=0210396767
In illud Vidi dominum Ante [Go Back]  
 [00038]  καὶ οὐ τὰ αὐτόθεν ἐνδεικνύμενα τὴν ὠφέλειαν παραινοῦσιν αὐτοῖς, ἀλλὰ καὶ ὅσα δοκοῦσιν μὲν εἶναι φορτικά, σωτήρια δέ ἐστιν ἀποπληρούμενα, καὶ ταῦτα μετὰ πολλῆς τῆς ἐπιμελείας διδάσκουσιν καὶ ἀσφαλῶς τὴν αὐτῶν ἀπαιτοῦσιν συντήρησιν.
000-00-00 Serial Number=0032365024
In illud Vidua eligatur Ante [Go Back]  
 [00257]  καὶ καθάπερ σειρά τις καὶ ἀκολουθία πολιτείας ἀρίστης μέχρι παντὸς βαδιεῖται, παρὰ σοῦ λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, καὶ τῆς τῶν ἐγγόνων ἐπιμελείας σοι φέρουσα τοὺς καρπούς.
 [00264]  Σφοδρότητος γὰρ οὗτος καὶ ἐπιμελείας δεῖται καὶ φόβων.
000-00-00 Serial Number=0854729295
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00388]  Καὶ οὐ τὰ δόγματα μόνον ὑγιῆ καὶ ἄφθορα μενεῖ, ἀλλὰ καὶ ὁ βίος πολλῆς ἀπολαύσεται τῆς ἐπιμελείας, καὶ μεθ' ἡδονῆς καὶ μετ' εὐθυμίας τὴν παροῦσαν δυνησόμεθα διανύσαι ζωήν.
000-00-00 Serial Number=0710329354
In principium Actorum Ante [Go Back]  
 [00499]  Καθάπερ οὖν γηπόνος ἄριστος νεόφυτον δένδρον τοῖς κόλποις τῆς γῆς ἄρτι παρακατατιθέμενος, ἁπαλὸν ὑπάρχον ἔτι πολλῆς ἐπιμελείας ἀξιοῖ, πανταχόθεν περιφράττων, τειχίζων καὶ λίθοις καὶ ἀκάνθαις, ὥστε μὴ ὑπὸ ἀνέμων ἀνασπασθῆναι, μήτε ὑπὸ θρεμμάτων ἀδικηθῆναι, μήτε ὑπὸ ἄλλης τινὸς ἐπηρεασθῆναι βλάβης·
 [00503]  Ὅτε νεόφυτος ἦν, ὅτε ἁπαλὴ ὑπῆρχεν, ὅτε προσφάτως ἐν ταῖς τῶν ἀνθρώπων κατεβλήθη ψυχαῖς, πολλῆς ἐπιμελείας ἠξιοῦτο πάντοθεν·
000-00-00 Serial Number=0612950563
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00095]  οὕτω καὶ τοὺς τότε τὴν Ἐκκλησίαν ἐγχειρισθέντας ἐκπλήττεσθαι χρὴ καὶ θαυ μάζειν πολλῷ πλέον τῶν νῦν οἰκονομούντων αὐτὴν, ὅτε πολὺς ὁ πόλεμος ἔξωθεν ἔσωθεν, ὅτε ἁπαλώτερον ἔτι τὸ φυτὸν τῆς πίστεως ἦν, καὶ πολλῆς δεόμενον ἐπιμελείας, ὅτε καθάπερ ἀρτίτοκον βρέφος τὸ τῆς Ἐκκλησίας πλῆθος πολλῆς ἔχρῃζε τῆς προνοίας, καὶ σοφωτάτης τινὸς τῆς μελλούσης αὐτὸ τιθηνεῖσθαι ψυχῆς.
000-00-00 Serial Number=0184322774
In secundum domini adventum Ante [Go Back]  
 [00025]  Εἰ γὰρ ἰσχυρὸς ἦν, οὐδὲ τοσαύτης ἐπιμελείας αὐτῷ ἔδει·
000-00-00 Serial Number=0569998622
Quales ducendae sint uxores Ante [Go Back]  
 [00005]  Ὁ γὰρ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκων, τήν τε αὔλακα πρώην ἡμῖν ἀνέτεμε, καὶ τὰ σπέρματα κατέβαλε δαψιλεῖ γλώττῃ, καὶ μετὰ πολλῆς τῆς ἐπιμελείας ἐγεώργησε τὰς ὑμετέρας ψυχάς.
 [00094]  Εἰ δὲ καὶ αὐτὴν λέγοις ἀνίατα νοσεῖν, καὶ πολλῆς ἐπιμελείας τυχοῦσαν τῷ οἰκείῳ κεχρῆσθαι τρόπῳ, οὐδὲ οὕτως αὐτὴν ἐκβλητέον·
 [00191]  Ἡ γὰρ τῆς πενίας ἀνάγκη θεραπεύειν αὐτὴν μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναπείθει τὸν ἄνδρα, καὶ πάντα εἴκειν καὶ πείθεσθαι, καὶ ἔριδος μὲν, καὶ μάχης, καὶ ἀπονοίας, καὶ ὕβρεως πᾶσαν ἀναιρεῖ πρόφασιν·
000-00-00 Serial Number=0301093638
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00399]  καὶ ταύτης οὗτοι τῆς ἐπιμελείας ἦσαν ἐστερημένοι.
 [00404]  Ἀλλ' ἰδοῦ καὶ οὗτοι διὰ πάντων ἐλθόντες λαμπρότεροι δι' ἑκάστου τούτων ἐγένοντο καὶ περιφανέστεροι καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον, καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες καὶ θυσιαστήριον καὶ κιβωτὸν καὶ τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ τὸ καταπέτασμα καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος καὶ τὰς καθημερινὰς λατρείας καὶ τὰς θυσίας ἐωθινάς, τὰς ἑσπερινὰς καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες γεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῷ ναῷ εἴδωλα στήσαντες καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν σφάξαντες ὑπὸ δένδρα·
 [00406]  Οὗτοι δὲ ἐν βαρβάρῳ μέσῃ, ἐν πολεμίᾳ γῇ, ἐν οἰκίᾳ τυραννικῇ στρεφόμενοι, πάσης ἐκείνης τῆς ἐπιμελείας ἐστερημένοι, ἀπαγόμενοι, καιόμενοι, οὐ μόνον ἐντεῦθεν οὐδὲν παρεβλάβησαν, οὐ μικρόν, οὐ μέγα, ἀλλὰ καὶ μειζόνως διέλαμψαν.
000-00-00 Serial Number=0880940914
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00115]  Καὶ οὐχὶ νέος μὲν ὢν τοιοῦτος ἦν, ἐπειδὴ δὲ παρῆλθε τὴν ἡλικίαν ἐκείνην καὶ τὴν πρόνοιαν ταύτην ἔλυσεν, ἀλλὰ καὶ νῦν, ὅτε ὡς ἐν εὐδίῳ λιμένι τῷ γήρᾳ κάθηται, τῆς αὐτῆς ἔχεται ἐπιμελείας πάλιν.
000-00-00 Serial Number=0509502113
Sermo exhortatorius de temperantia Ante [Go Back]  
 [00007]  ἐπειδὰν δὲ ἀπόντος διδασκάλου τῆς τῶν καλῶν ἐπιμελείας ἀντέχονται, προαιρέσεως καθαρᾶς τὸ φιλόπονον.
000-00-00 Serial Number=0457009435
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00021]  ∆ιὰ δὴ τοῦτο οὐ [56.314] μόνον τοὺς κατωρθωκότας εἰς μέσον ἄγει, ἀλλὰ καὶ τοὺς ἡμαρτηκότας, ἵνα τοὺς μὲν ζηλώσωμεν, τοὺς δὲ ἐκφύγωμεν, καὶ ἑκατέρωθεν ὀρθωθῇ τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς ἐπιμελείας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»