Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐλευθερίας [143]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐλευθερίας


000-00-00 Serial Number=0346880376
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00089]  ἀδελφὸς γὰρ καὶ οὗτός ἐστι, καὶ τῆς ἐλευθερίας ἠξίωται τῆς ἀληθοῦς, ἓν πνεῦμα ἔχων.
000-00-00 Serial Number=0760060191
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00426]  Καὶ νόμον ἔδωκε καὶ προφήτας ἀπέστειλε καὶ ἔπληξε καὶ ἀνῆκε καὶ αἰχμαλωσίᾳ παρέδωκε καὶ ἐλευθερίας ἠξίωσε καὶ οὐ διέλιπεν ἐξ ἀρχῆς ἕως τέλους πάντα ποιῶν καὶ πραγματευόμενος ὑπὲρ τοῦ γένους τοῦ ἡμετέρου.
 [00579]  [10.26] Μειράκιον γὰρ ὢν καὶ μειράκιον κομιδῆ καὶ μετὰ πολλῆς τῆς ἐλευθερίας ἐν οἰκίᾳ πατρῴᾳ τραφεὶς καὶ δουλείας ἁπάσης ἄμοιρος ὢν καὶ τῆς ἐν δουλείᾳ ταλαιπωρίας, ἐννόησον τί ποτε ἔπασχεν, ἀθρόον δοῦλος ἀντ' ἐλευθέρου καὶ ξένος ἀντὶ πολίτου γενόμενος καὶ τὴν ἐσχάτην αἰχμαλωσίαν ὑπομένων·
 [00588]  Οὐ γὰρ δὴ μόνον βασιλείας τότε οὐκ ἐπέτυχεν, ἀλλὰ καὶ πατρίδος καὶ ἐλευθερίας καὶ τῆς τῶν γονέων ἐξέπεσεν ὄψεως.
 [00922]  Τί δαὶ ὁ ∆ανιήλ, περὶ ζωῆς, περὶ ἐλευθερίας, περὶ τῶν ἐσχάτων κινδυνεύσας αὐτῶν;
 [01112]  Ἐννόησον γὰρ τί πάσχειν εἰκὸς ἦν τὸν Ναβουχοδονόσορ ὑπὸ τριῶν παίδων, δούλων, αἰχμαλώτων, δεδεμένων, πυρπολουμένων, τοσούτου στρατοπέδου παρόντος ἡττώμενον καὶ μὴ δυνάμενον τριῶν περιγενέσθαι σωμάτων δεδουλωμένων, ὑποκειμένων, πατρίδος ἐκπεπτωκότων, ἐλευθερίας, τιμῆς, δυναστείας, χρημάτων, πόρρω τῶν οἰκείων ἀπῳκισμένων.
000-00-00 Serial Number=0697705805
Ad viduam juniorem Ante [Go Back]  
 [00112]  οὗτος καὶ κάλλει καὶ μεγέθει σώματος καὶ παρρησίᾳ τῇ πρὸς τὸν βασιλέα πάντων κρατῶν, καὶ δυνάμενος ὅσα τῶν ἔνδον στρεφομένων οὐδείς, οὐκ ἤνεγκε τὴν εὐπραγίαν πράως ἐκείνην, ἀλλ' ἐπιβουλεύσας βασιλεῖ καὶ ἁλοὺς αὐτὸς μὲν ἀπετμήθη σφόδρα ἐλεεινῶς, ἡ δὲ τούτου γυνή, καὶ ἀνατροφῆς καὶ γένους καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔλαττον ἔχουσα τῆς εὐγενείας τῆς σῆς, πάντων ἄφνω γυμνωθεῖσα τῶν αὑτῆς καὶ τῆς ἐλευθερίας ἐκπεσοῦσα ταῖς ταμιακαῖς ἐρίθοις ἐγκατελέγετο, καὶ πάσης θεραπαινίδος οἰκτρότερον ζῆν ἠναγκάζετο βίον, τοσοῦτον ἔχουσα τῶν ἄλλων πλέον, ὅσον διὰ τὴν ὑπερβολὴν τῆς συμφορᾶς ἐδακρύετο παρὰ τῶν ὁρώντων ἁπάντων αὐτήν.
000-00-00 Serial Number=0790713787
Adversus Judaeos Ante [Go Back]  
 [00410]  Καὶ καθάπερ οἱ ἀνδραποδισταὶ τραγήματα καὶ πλακοῦντας καὶ ἀστραγάλους καὶ ἕτερά τινα τοιαῦτα πολλάκις τοῖς μικροῖς προτεινόμενοι παιδίοις καὶ δελεάζοντες, τῆς ἐλευθερίας αὐτὰ καὶ τῆς ζωῆς ἀποστεροῦσιν αὐτῆς·
 [00877]  Οὐ ταῦτα δὲ μόνον ἐστὶ τὰ ἁμαρτήματα, ἀλλ' ὅτι καὶ μεγάλη βλάβη γένοιτ' ἂν, ὅταν μήτε Γραφῶν, μήτε συνόδων, μήτε εὐλογίας, μήτε κοινῶν εὐχῶν ἀπολαύῃς ἐν ταῖς νηστείαις ἐκείναις, ἀλλὰ μετὰ πονηροῦ συνειδότος ἅπαντα τοῦτον διάγῃς τὸν χρόνον, δεδοικὼς καὶ τρέμων μὴ γένῃ κατάφωρος, καθάπερ τις ἀλλόφυλος καὶ ἀλλογενὴς, δέον μετὰ παῤῥησίας, μεθ' ἡδονῆς, μετὰ εὐφροσύνης, μετ' ἐλευθερίας ἁπάσης κοινῇ μετὰ τῆς Ἐκκλησίας πάντα ἐπιτελεῖν.
000-00-00 Serial Number=0481355369
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00034]  οὗτοι δὲ ποίας αὐτοῖς ἐλευθερίας ἐλαττουμένης, ποίας ἐκκοπτομένης ἀδείας, τίνας τῶν κρατούντων συμπράττοντας ἔχοντες, ταῦτα ἐτόλμησαν;
000-00-00 Serial Number=0437934041
Catechesis de juramento Ante [Go Back]  
 [00148]  ἡ μὲν γὰρ τῶν ἀνθρώπων αἰχμαλωσία ἀπὸ ἐλευθερίας εἰς δουλείαν ἄγει, αὕτη δὲ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησι·
000-00-00 Serial Number=0670187771
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00369]  κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάσεται δουλοπρεπείας, πόρρω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γινόμενος χρήσιμος.
 [00398]  Ὅταν οὖν ἐκεῖ μὲν ἀνθ' ἡδονῆς λύπη, καὶ ἀντὶ δόξης αἰσχύνη, καὶ ἀντὶ ἐλευθερίας δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως, πρόσκειται δὲ καὶ τὸ βλασφημεῖσθαι τὸν Θεὸν, καὶ ἀπώλεια τοσαύτη, καὶ σκάνδαλα, καὶ κόλασις ἀθάνατος, καὶ μυρίων ἔκπτωσις ἀγαθῶν, ἐνταῦθα δὲ τἀναντία ἅπαντα, δόξα, τιμὴ, ἡδονὴ, παρρησία, ἐλευθερία, σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως ἀπαλλαγὴ, τίνος ἕνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα ἐκείνων;
000-00-00 Serial Number=0104957342
De Anna i Ante [Go Back]  
 [00396]  Ἐξέπεσέ ποτε τῆς πατρίδος, καὶ περὶ τῆς ἐλευθερίας καὶ τῆς ψυχῆς αὐτῆς ἐκινδύνευσε, καὶ τοῦ στρατοπέδου πρὸς τὸν ἀκόλαστον νεανίσκον τὸν τύραννον ἐκεῖνον καὶ πατραλοίαν μεταταξαμένου, ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησε πρὸς τὸν Θεὸν, οὐδὲ εἶπε·
000-00-00 Serial Number=0093556345
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00140]  Οὗτος τότε τοῦ Χριστοῦ τὴν ἐκκλησίαν τὴν ἐνθάδε ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος ἐγχειρισθεὶς τὸν Ἠλίαν καὶ τὸν τούτου ζηλωτὴν τὸν Ἰωάννην παρήλασε μὲν οὐκ ἂν εἴποιμι μὴ καὶ λίαν φορτικὸν τὸ λεγόμενον ᾖ, ἔφθασε δὲ οὕτως ὡς μηδὲ τὸ τυχὸν ἀπολειφθῆναι τῆς ἐλευθερίας τῶν γενναίων ἐκείνων ἀνδρῶν.
 [00302]  Καὶ κεῖνται νῦν μετὰ τῆς τέφρας αἱ πέδαι πᾶσι παραινοῦσαι τοῖς τῶν ἐκκλησιῶν προεστῶσι κἂν δεθῆναι δέῃ, κἂν σφαγῆναι, κἂν ὁτιοῦν παθεῖν πάντα προθύμως καὶ μετὰ πολλῆς ὑπομένειν τῆς ἡδονῆς ὥστε τῆς ἐμπιστευθείσης ἡμῖν ἐλευθερίας μηδὲ τὸ τυχὸν προδοῦναι καὶ καταισχῦναι μέρος.
000-00-00 Serial Number=0186536193
De Christi precibus Ante [Go Back]  
 [00292]  Ὁ δὲ υἱὸς οὐ παραιτήσεται ἐπιτελέσαι πᾶν ἔργον δουλικὸν, εἰδὼς ὅτι κἂν ἅπαντα διακονήσηται τὰ τῶν δούλων, οὐδὲν αὐτῷ τὰ τῆς ἐλευθερίας παραβέβλαπται, ἀλλ' ἀκίνητα μένει, τῆς φυσικῆς εὐγενείας ἀναιρεθῆναι μὴ δυναμένης ἀπὸ τῶν δουλικῶν ἔργων·
000-00-00 Serial Number=0918766081
De Lazaro Ante [Go Back]  
 [01504]  ἀπάτη τὰ ὀνείρατα ἐκεῖνα ἦν, ἐξέπεσον τῆς πατρίδος, ἀπεστερήθην ἐλευθερίας·
000-00-00 Serial Number=0126068115
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00088]  Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας τοῦ ∆εσπότου τοῦτό ἐστι σημεῖον.
000-00-00 Serial Number=0979686916
De confessione pretiosae crucis Ante [Go Back]  
 [00018]  Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας, καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ ∆εσπότου, τοῦτό ἐστι τὸ σημεῖον·
000-00-00 Serial Number=0929755807
De fato et providentia Ante [Go Back]  
 [00093]  ὅταν οἱ τὸν Χριστὸν λέγοντες προσκυνεῖν, καὶ τοσούτων καταξιωθέντες μυστηρίων, καὶ τῶν ἀποῤῥήτων μετασχόντες δογμάτων, καὶ τῆς σοφίας τῆς ἐξ οὐρανῶν ἡμῖν κατενηνεγμένης, μετὰ τὴν τοσαύτην τιμὴν ἧς ἀπολελαύκασι παρὰ τοῦ Θεοῦ, ἑκόντες ἑαυτοὺς κατακρημνίζωσι, τῆς μὲν ἐλευθερίας, ἣν αὐτοῖς ὁ Θεὸς ἐχαρίσατο, μετὰ πολλῆς ἀλογίας ἑαυτοὺς ἐκβαλόντες, δουλείᾳ δὲ χαλεπωτάτῃ ὑποβαλόντες ἑαυτοὺς, καὶ τυραννικωτάτην τυραννίδα τὴν οὐκ οὖσαν ἀναπλάττοντες διὰ τῶν λογισμῶν, καὶ πᾶσαν ἐλπίδα χρηστὴν ἐκκόπτοντες, καὶ τὰ νεῦρα τῶν ὑπὲρ ἀρετῆς ἐσπουδακότων ἐκτεμεῖν ἐπιχειροῦντες.
000-00-00 Serial Number=0734273255
De gloria in tribulationibus Ante [Go Back]  
 [00074]  ∆ιὰ δὴ τοῦτο καὶ ὁ θαυμάσιος προφήτης ∆αυῒδ ἀπαγγέλλων τὰ ἀγαθὰ τὰ τοῖς Ἰουδαίοις συμβάντα, καὶ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐλευθερίας Αἰγύπτου ἐγγινομένην αὐτοῖς, ἔλεγεν·
000-00-00 Serial Number=0794048548
De jejunio de Davide Ante [Go Back]  
 [00196]  οὐχὶ ἡ τούτου δέσποινα παρεκάλει αὐτὸν ἀναιδῶς, καὶ δέλτους ἐλευθερίας αὐτῷ δώσειν ὑπισχνεῖτο, καὶ πάντων τῶν αὐτῆς δεσπότην καταστήσειν, εἰ συγκατάθηται τῷ σπουδαζομένῳ;
000-00-00 Serial Number=0882239759
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00606]  οἱ δὲ καὶ τῆς πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσον, καὶ πλέον μιᾶς γυναικός, οὐδενὸς ἑτέρου περιεγένοντο·
 [01060]  πῶς μετὰ ἐλευθερίας τοὺς ἀπειθοῦντας ἐπιστομίζει;
000-00-00 Serial Number=0752614856
De mutatione nominum Ante [Go Back]  
 [00044]  διά τοι τοῦτο καὶ τῆς ἐλευθερίας καὶ τῆς ζωῆς πολλάκις ἐξέπεσε τὰ τοιαῦτα παιδία.
 [00845]  εἶδες διάνοιαν ἐλευθερίας γέμουσαν;
000-00-00 Serial Number=0924143374
De non iterando conjugio Ante [Go Back]  
 [00091]  Ἐπειδὴ γὰρ πολλὰς τῶν χηρῶν εἰκὸς ἦν τότε προπετέστερον καὶ αὐθαδέστερον τῷ μετὰ ταῦτα κεχρῆσθαι βίῳ, καθάπερ τινὸς ἀνάγκης καὶ δεσποτείας τῆς πρὸς τὸν ἄνδρα συζυγίας ἀπαλλαγείσας, ὡς καὶ πονηρὰν ἐπισπάσασθαι δόξαν διὰ τῆς ἰταμότητος, ἀπάγων αὐτὰς τῆς ὀλεθρίου ταύτης ἐλευθερίας, πάλιν ἐπὶ τὸν ζυγὸν ἄγει τὸν πρότερον.
 [00153]  Εἰ δὲ μηδὲν συμβαίη τοιοῦτον, τί τὸ κέρδος, εἰπέ μοι, δουλείαν ἀντ' ἐλευθερίας αἱρεῖσθαι;
 [00160]  Τοσοῦτον δὲ προσθεῖναι καλόν, ὅτι μετὰ πλείονος ὁμιλήσει τῆς παρρησίας καὶ τῆς ἐλευθερίας ἡ παρθένος γαμηθεῖσα τῆς μετὰ τὴν χηρείαν.
000-00-00 Serial Number=0499096394
De paenitentia sermo 1 Ante [Go Back]  
 [00171]  Εἶτα ἀνυψοῦται καὶ ὁ πολυτίμητος μαργαρίτης καὶ προσδοκία τῶν ἐθνῶν, ἡ φωταγωγία τοῦ κόσμου, ἡ χάρις ἡ ἐκ τῶν χειλέων χυθεῖσα τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἡ ἄνεσις τῶν θλιβομένων, ἡ λύσις τῶν δεδεμένων, ἡ λύτρωσις τῶν ἁμαρτίων, [60.686] ἡ ἀνόρθωσις τῶν πεπτωκότων, τὸ ἰατρεῖον τῶν νοσούντων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν καταπονουμένων, ἡ χαρὰ τῶν μετανοούντων, ἡ καταφυγὴ τῶν διωκομένων, ὁ νόμος τῆς ἐλευθερίας τῶν καταδυναστευομένων ὑπὸ τοῦ ἀλλοτρίου, ἡ σαγήνη ἡ μὴ θανατῶσα, ἀλλὰ ζωοποιοῦσα τοὺς ἐν τῇ ἁλμυρᾷ τοῦ κόσμου θαλάσσῃ βυθιζομένους, αἱ πηγαὶ τῶν ὑδάτων, τὰ θεμέλια τῆς οἰκουμένης, οἱ ἐκ τοῦ παραδείσου τοῦ ἁγίου στόματος τοῦ Χριστοῦ ἐκπορευόμενοι τέσσαρες ποταμοί.
 [00721]  Ἀκούσατε τοῦ Ἀποστόλου θεόπνευστον αὐτὴν καλοῦντος καὶ ὠφέλιμον, καὶ λόγον ὑγιαίνοντά τε [60.698] καὶ ἰατρεύοντα, καὶ ἱερὰ Γράμματα καλοῦντος, καὶ νόμον ἐλευθερίας.
000-00-00 Serial Number=0193121612
De regressu Ante [Go Back]  
 [00049]  Αὕτη γὰρ ἡ δουλεία διαδήματος βελτίων, αὕτη ἡ δουλεία βασιλείαν οὐρανῶν προξενεῖ, αὕτη ἡ δουλεία ἐλευθερίας ἀμείνων, αὕτη ἡ δουλεία ἐν τῷ βήματι ἐκείνῳ θρόνον μοι κατασκευάζει, αὕτη ἡ δουλεία οὐκ ἀνάγκης, ἀλλὰ γνώμης.
000-00-00 Serial Number=0791893125
De sacerdotio Ante [Go Back]  
 [00046]  Κἂν γὰρ μυρίους σε λέγῃς φιλεῖν, οὐδείς σοι παρέξει τοσαύτης ἀπολαῦσαι ἐλευθερίας, ἐπειδὴ μηδὲ ἔστι τις ὅτῳ μέλει τῆς σῆς εὐδοκιμήσεως ἐξ ἴσης ἐμοί.».
 [00479]  οἱ μὲν γὰρ ἐξ αἱμάτων καὶ ἐκ θελήματος σαρκὸς ἐγέννησαν, οἱ δὲ τῆς ἐκ τοῦ Θεοῦ γεννήσεως ἡμῖν εἰσιν αἴτιοι, τῆς μακαρίας παλιγγενεσίας ἐκείνης, τῆς ἐλευθερίας τῆς ἀληθοῦς καὶ τῆς κατὰ χάριν υἱοθεσίας.
 [00566]  Καὶ τοῦτον οἶμαι δεῖν τὸν πόθον πάσῃ σπουδῇ τῆς ψυχῆς ἐξωθεῖν καὶ μηδὲ τὴν ἀρχὴν κατασχεθῆναι αὐτὴν ὑπ' αὐτοῦ συγχωρεῖν ἵνα μετ' ἐλευθερίας ἅπαντα αὐτῷ πράττειν ἐξῇ.
 [00567]  Ὁ γὰρ οὐκ ἐπιθυμῶν ἐπὶ ταύτης δειχθῆναι τῆς ἐξουσίας οὐδὲ τὴν καθαίρεσιν αὐτῆς δέδοικεν, οὐ δεδοικὼς δὲ μετὰ τῆς προσηκούσης χριστιανοῖς ἐλευθερίας πάντα πράττειν δύναιτ' ἄν.
 [01322]  Ποικίλον δὲ λέγω, οὐχ ὕπουλον, οὐ κόλακα, οὐχ ὑποκριτήν, ἀλλὰ πολλῆς μὲν ἐλευθερίας καὶ παρρησίας ἀνάμεστον, εἰδότα δὲ καὶ συγκατιέναι χρησίμως ὅταν ἡ τῶν πραγμάτων ὑπόθεσις τοῦτο ἀπαιτῇ καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν.
000-00-00 Serial Number=0140537083
De sancta Droside martyre Ante [Go Back]  
 [00149]  ὁ πατριάρχης ὁ καταφρονήσας καὶ τῆς παρούσης ζωῆς καὶ πάντων ὑπεριδὼν, οὗ οὐκ ἦν ἄξιος ὁ κόσμος, ὁ ξένος καὶ παρεπίδημος, ὁ τὰ ἐν οὐρανοῖς καθ' ἑκάστην φανταζόμενος τὴν ἡμέραν, ὁ πρὸς τὴν ἄνω βλέπων Ἱερουσαλὴμ, οὗτος ἡνίκα μὲν ἔζη διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τῆς πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσε, καὶ δεσμωτήριον ᾤκησε, καὶ οὐκ ἐπεστράφη πρὸς τὰς ἐπιβουλὰς ἐκείνας·
000-00-00 Serial Number=0097229719
De virginitate Ante [Go Back]  
 [00579]  Τούτῳ μὲν γὰρ ἔξεστι πολλάκις καὶ παντελοῦς ἐλευθερίας τυχεῖν, εἰ δυνηθείη ποτὲ εὐπορήσας ἀργυρίου καταθεῖναι τὴν τιμὴν τῷ δεσπότῃ.
 [01363]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν ἀλλ' ὅτι τἀνδρὸς οὕτω διακειμένου οὔτε οἰκέταις οὔτε θεραπαινίσι μετ' ἐλευθερίας ἐπιτάττειν δυνήσεται, ἀλλ' ὥσπερ ἐν ἀλλοτρίοις ζῶσα καὶ τῶν οὐ προσηκόντων ἀπολαύουσα καὶ δεσπότῃ μᾶλλον ἢ ἀνδρὶ συνοικοῦσα οὕτω καὶ πράττειν καὶ πάσχειν ἅπαντα ἀναγκάζεται.
000-00-00 Serial Number=0906778276
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00310]  Κἂν δουλεύῃ τις, ἡδίω τῆς ἐλευθερίας ἀποφαίνει τὴν δουλείαν.
 [01021]  κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάζεται δουλοπρεπείας, πόῤῥω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας, καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γενόμενος χρήσιμος.
 [02775]  Καὶ καθάπερ οἱ ἀνδραποδισταὶ πλακοῦντας καὶ τρωγάλια καὶ ἕτερά τινα τοιαῦτα πολλάκις τοῖς μικροῖς προτεινόμενοι παιδίοις, καὶ δελεάζοντες τῆς ἐλευθερίας αὐτὰ καὶ τῆς ζωῆς ἀποστεροῦσιν αὐτῆς·
 [04680]  Ἐξέπεσέ ποτε καὶ ὁ μακάριος ∆αυῒδ τῆς πατρίδος, καὶ περὶ τῆς ἐλευθερίας καὶ τῆς ψυχῆς αὐτῆς ἐκινδύνευε, καὶ τοῦ στρατοπέδου πρὸς τὸν ἀκόλαστον νεανίσκον τὸν τύραννον ἐκεῖνον καὶ πατραλοίαν μεταταξαμένου, ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησε πρὸς τὸν Θεὸν, οὐδὲ εἶπεν·
 [09339]  Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ ∆εσπότου τοῦτό ἐστι τὸ σημεῖον·
000-00-00 Serial Number=0376753211
Epistula ad Cyriacum Ante [Go Back]  
 [00641]  Μὴ γὰρ δὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενές, ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετ' ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι, οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου γενέσθαι καὶ τοσαύτης ἀπολαύοντα εὐημερίας πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν, δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης, πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον μετενεχθῆναι γῆν.
000-00-00 Serial Number=0458466589
Epistulae Ante [Go Back]  
 [00712]  ∆ιὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καὶ μακαρίζομεν καὶ θαυμάζομεν, ὅτι, τῶν πλειόνων ἑαυτοὺς κατακρημνισάντων, οἷς εἰς τὰς Ἐκκλησίας παρηνόμησαν, αὐτὸς τὴν ἐναντίαν τοῖς ἄλλοις ἦλθες ὁδὸν, τούς τε ταῦτα τολμήσαντας ἀποστρεφόμενος, καὶ ἐπὶ τῆς σοὶ πρεπούσης μένων ἐλευθερίας.
 [00813]  Καὶ καθάπερ ἀετὸς ὑψηλὰ πετόμενος, οὕτω διαῤῥήξασα αὐτῶν τὰ δίκτυα, πρὸς τὸ σοὶ πρέπον τῆς ἐλευθερίας ἀνέβης ὕψος, οὐ παραλογισθεῖσα παρ' αὐτῶν, ἀλλὰ καὶ συκοφάντας αὐτοὺς ἀποφήνασα ἐπὶ τῷ ἐγκλήματι τούτῳ τοῦ ἐμπρησμοῦ, ἐφ' ᾧ μάλιστα ἐδόκουν μέγα φρονεῖν οἱ ἄθλιοι καὶ ταλαίπωροι.
 [01670]  ∆ιὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καὶ μακαρίζομεν καὶ θαυμάζομεν, ὅτι, τῶν πλειόνων ἑαυτοὺς κατακρημνισάντων, οἷς εἰς τὰς Ἐκκλησίας παρηνόμησαν, αὐτὸς τὴν ἐναντίαν τοῖς ἄλλοις ἦλθες ὁδὸν, τούς τε ταῦτα τολμήσαντας ἀποστρεφόμενος, καὶ ἐπὶ τῆς σοὶ πρεπούσης μένων ἐλευθερίας.
 [01771]  Καὶ καθάπερ ἀετὸς ὑψηλὰ πετόμενος, οὕτω διαῤῥήξασα αὐτῶν τὰ δίκτυα, πρὸς τὸ σοὶ πρέπον τῆς ἐλευθερίας ἀνέβης ὕψος, οὐ παραλογισθεῖσα παρ' αὐτῶν, ἀλλὰ καὶ συκοφάντας αὐτοὺς ἀποφήνασα ἐπὶ τῷ ἐγκλήματι τούτῳ τοῦ ἐμπρησμοῦ, ἐφ' ᾧ μάλιστα ἐδόκουν μέγα φρονεῖν οἱ ἄθλιοι καὶ ταλαίπωροι.
 [02477]  Εἰ δὲ μηδὲ τοῦτο εὔκολον, ἀλλ' ἐργῶδες, οὐ παυσόμεθα διὰ γραμμάτων παραινοῦντες καὶ συμβουλεύοντες, ὥστε διακόψαι τὰ σχοινία, διατεμεῖν τὰς πλεκτάνας, διακλάσαι τὰς πέδας τῆς ψυχῆς, καὶ μετὰ εὐκολίας καὶ ἐλευθερίας βαδίζειν πολλῆς.
 [02493]  Οἶδα γὰρ τὸ γλυκὺ, καὶ προσηνὲς, καὶ θερμόν σου τῆς διαθέσεως, τὸ εἰλικρινὲς, τὴν πολλῆς γέμουσαν ἐλευθερίας ψυχήν.
 [02702]  Καὶ τῶν παρόντων οὐκ ἔλαττον ἴσμεν ἡμεῖς, οἱ τοσοῦτον ἀπῳκισμένοι μῆκος ὁδοῦ, τὴν σφοδροτάτην σου καὶ πυρὸς γέμουσαν ἀγάπην, τὴν εἰλικρινῆ καὶ ἐλευθερίας πολλῆς καὶ παῤῥησίας ἐμπεπλησμένην γλῶτταν, τὴν ἔνστασιν τὴν ἀδάμαντα μιμουμένην.
000-00-00 Serial Number=0175911903
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00996]  Μὴ γάρ μοι παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενὲς ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετὰ ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου καὶ πολίτου γενέσθαι, καὶ τοσαύτης ἀπολαύσαντα τῆς εὐημερίας, πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης καὶ πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθῆναι γῆν.
 [01245]  Χρόνου γὰρ παρελθόντος μακροῦ, ὁ τὸν γεγεννηκότα ἀρνησάμενος τὸ τόλμημα ὅπερ ἐτόλμησεν, ὁ μηδενὶ τῶν ἄλλων ἀνθρώπων ἐξειπών, οὐδενὸς κατηγοροῦντος, οὐδενὸς ἐλέγχοντος, οὐδενὸς ἐφεστῶτος, οὐδενὸς ἀναμιμνήσκοντος τῆς δραματουργίας ἐκείνης, κινδυνεύων περὶ ἐλευθερίας καὶ αὐτοῦ τοῦ ζῇν, δεικνὺς ὅτι οὐκ ἐπεστομίσθη τοῦ συνειδότος ὁ κατήγορος ἐν οὕτω μακρῷ χρόνῳ οὐδὲ κατεχώσθη, ταῦτά φησι τὰ ῥήματα·
000-00-00 Serial Number=0823319614
Expositiones in Psalmos Ante [Go Back]  
 [01766]  ἀλλ' ἐφιλοσόφει, καὶ τῆς χειρὸς ἐκράτει, καὶ τὸν θυμὸν ἐχαλίνου, καὶ ᾑρεῖτο κινδυνεύειν καὶ ἐπιβουλεύεσθαι μᾶλλον, καὶ τῆς πατρίδος αὐτῆς ἐκπεσεῖν καὶ τῆς ἐλευθερίας, ἢ τὸν ἐχθρὸν τὸν εἰκῆ καὶ μάτην αὐτῷ ἐπι [55.88] βουλεύοντα, τὸν μετὰ μυρίας εὐεργεσίας φονῶντα, σφάξαι καὶ ἀνελεῖν.
 [02681]  Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
 [03551]  Ὅτε γὰρ τοῖς ἀποστόλοις ἐπολέμουν, ἐκείνους μὲν οὐδὲν ἔβλαπτον, ἑαυτοὺς δὲ μυρίοις περιέβαλλον κακοῖς, πόλεως, καὶ ἐλευθερίας, καὶ τῶν ἄλλων ἁπάντων ἐκπίπτοντες, καὶ τὸ μὲν κήρυγμα ηὐξάνετο, οἱ δὲ ἐπιβουλεύοντες κατελύοντο.
 [04444]  Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
 [05314]  Ὅτε γὰρ τοῖς ἀποστόλοις ἐπολέμουν, ἐκείνους μὲν οὐδὲν ἔβλαπτον, ἑαυτοὺς δὲ μυρίοις περιέβαλλον κακοῖς, πόλεως, καὶ ἐλευθερίας, καὶ τῶν ἄλλων ἁπάντων ἐκπίπτοντες, καὶ τὸ μὲν κήρυγμα ηὐξάνετο, οἱ δὲ ἐπιβουλεύοντες κατελύοντο.
 [06552]  τοσαῦτα καὶ τηλικαῦτα παθόντες δεινὰ διὰ τὸν Θεὸν, πατρίδος ἐκπεσόντες, ἐλευθερίας, κινδύνοις περιπεπτωκότες, ἄλλοι δὲ καὶ φυγάδες γενόμενοι, τὰ ὄρη καὶ τὰς ἐρημίας διώκοντες, οὐδὲν τούτων φασὶ τέως, ὅτι Τὸ καὶ τὸ ἐπάθομεν διὰ σὲ, βοήθησον ἡμῖν·
 [06874]  Τοῦτο πάσης ἐλευθερίας ἄμεινον, τοῦτο τῶν οὐρανῶν αὐτῶν βέλτιον.
000-00-00 Serial Number=0419365525
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05152]  καὶ ἐλέγχει αὐτοὺς, ἐξ ὧν ἀπήλαυσαν ἐλευθερίας κατὰ νόμον ὀμωμόκοτας, τούτους πάλιν ἀνεκαλέσαντο, καὶ ἐπάγει.
000-00-00 Serial Number=0203920662
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00079]  Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
000-00-00 Serial Number=0569676638
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00102]  Ὁμοῦ γάρ τις ἐδέξατο τὸν λόγον, καὶ κοινὸς πολέμιος περιῄει πᾶσι, καὶ πατρίδος ἠλαύνετο, καὶ πρὸς τὴν ὑπερορίαν μετῳκίζετο, καὶ οὐσίας ἐξέπιπτε, καὶ περὶ τῆς ἐλευθερίας αὐτῆς, μᾶλλον δὲ περὶ αὐτοῦ τοῦ ζῇν ἐκινδύνευεν·
000-00-00 Serial Number=0001644552
Homilia in martyres Ante [Go Back]  
 [00079]  Οὕτως ἀεὶ ἀπὸ μαρτύρων ἐπανίωμεν, ἀπὸ μύρων πνευματικῶν, ἀπὸ λειμώνων οὐρανίων, ἀπὸ θεαμάτων καινῶν καὶ παραδόξων, ἵνα καὶ αὐτοὶ πολλὴν καρπωσώμεθα τὴν εὐκολίαν, καὶ ἑτέροις ἐλευθερίας πρόξενοι γενησώμεθα, καὶ τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0055533290
In Acta apostolorum Ante [Go Back]  
 [01641]  Ὁρᾷς καὶ ἐλευθερίας τὸν λόγον γέμοντα;
 [09999]  καὶ τοσαύτη ἡ περιουσία τῆς ἐλευθερίας, ὅτι οὐδὲ ἐκεῖνοι ἴσχυσαν κατακρῖναι, ἀλλὰ δέσμιον παρέδωκαν.
000-00-00 Serial Number=0031989634
In Christi natalem Ante [Go Back]  
 [00014]  τοῦ θανάτου θάνατος, καὶ τοῦ κόσμου παντὸς ἐκ τούτου ἐλευθερίας ἀρχή.
000-00-00 Serial Number=0125752926
In Genesim sermones Ante [Go Back]  
 [00673]  Ἵνα τῆς ἐλευθερίας μάθῃς τὴν περιουσίαν.
000-00-00 Serial Number=0462566078
In Isaiam Ante [Go Back]  
 [00820]  Καὶ γὰρ ἐσπούδακεν ὁ διάβολος διὰ πάντων τοῦτο πεῖσαι τοὺς ἀνοητοτέρους, ὅτι οὐκ ἐπ' αὐτοῖς τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας, οὐδὲ ἐλευθερίᾳ τινὶ προαιρέσεώς εἰσι τετιμημένοι, δύο δὲ ταῦτα τὰ αἴσχιστα κατορθῶσαι βουλόμενος, † καὶ τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλῦσαι πόνους καὶ τὸ μέγιστον τῆς ἐλευθερίας ἀφελέσθαι δῶρον.
 [01763]  καὶ οἱ μὲν τῷ ζόφῳ τῆς αἰχμαλωσίας μονονουχὶ τὰς χεῖρας δήσαντες παρεδίδοσαν, οἱ δὲ ὅπως ἐν τῷ φωτὶ τῆς ἐλευθερίας ἀγάγωσι, πάντα ἔπραττον.
 [02702]  Τοὺς ἐν δυναστείᾳ, φησί, τοὺς πάντα ἄγοντας καὶ φέροντας, τοὺς τῷ πλήθει λυμαινομένους αἰχμαλώτους ποιήσει καὶ δούλους, ὥστε τότε τοὺς καταδεεστέρους ἀναπνεῦσαι μικρὸν καὶ τῷ φόβῳ τῶν ἀπαχθέντων καὶ τῆς οἰκείας ἐλευθερίας τῇ ἀδείᾳ γενέσθαι βελτίους.
000-00-00 Serial Number=0535317540
In Joannem Ante [Go Back]  
 [02100]  Μετὰ παῤῥησίας, φησὶ, μετὰ ἐλευθερίας, χωρὶς ὑποστολῆς ἁπάσης ἀνακηρύττει.
 [02875]  Τοιοῦτος ὁ Ἰωάννης ἦν, οὐ πλῆθος, οὐ δόξαν, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ὑφορώμενος, ἀλλὰ ταῦτα πάντα καταπατῶν, καὶ μετὰ τῆς προσηκούσης ἐλευθερίας τὰ περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνακηρύττων.
000-00-00 Serial Number=0254990399
In Psalmos 101-107 Ante [Go Back]  
 [00232]  Ἐγὼ δὲ οἶμαι πᾶσιν ἀνθρώποις ταύτην ἁρμόττειν τὴν ὑμνῳδίαν καὶ πικροτέρας ἀπαλλαγεῖσι δουλείας, καὶ μείζονος ἀξιω θεῖσιν ἐλευθερίας.
 [01504]  ὃ καὶ νῦν εἴ γε δρῷεν, τῆς διὰ Χριστοῦ τελείας ἐλευθερίας ἐπιτεύξονται.
 [01664]  ἐθνικοῖς δὲ δουλεύουσι νόμοις ἐκπεσόντες ἐλευθερίας.
000-00-00 Serial Number=0719690084
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00212]  Οἱ μὲν γὰρ φθονήσαντες ἀπὸ ἐλευθερίας εἰς δουλείαν καθίσταντο·
000-00-00 Serial Number=0141936243
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00002]  Πάλιν χαρᾶς εὐαγγέλια, πάλιν ἐλευθερίας μηνύματα, πάλιν ἀνάκλησις, πάλιν ἐπάνοδος, πάλιν εὐ [50.792] φροσύνης φωνὴ, πάλιν δουλείας ἀπαλλαγή·
000-00-00 Serial Number=0363662124
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01812]  ἐξέπεσον πατρίδος, ἐλευθερίας, ἐξηχμαλωτίσθησαν καὶ ἐγένοντο δοῦλοι, καὶ εἰς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθέντες χώραν, καὶ σφάττεσθαι ἔμελλον διὰ τὸ ὄναρ εἰκῆ καὶ μάτην.
 [02195]  τουτέστι, Μετ' ἐλευθερίας πανταχοῦ φθεγγόμεθα, οὐδὲν ὑποστελλόμενοι, οὐδὲν ἀποκρυπτόμενοι, οὐδὲν ὑφορώμενοι, ἀλλὰ σαφῶς λέγοντες·
 [04971]  Οὐ τοίνυν ἐλευθερίας ἐστὶ τὸ ταῦτα αἰσχύνεσθαι, ἀλλὰ μαλακίας καὶ βαναύσου ψυχῆς καὶ ἀνοήτου.
 [05482]  ∆ιὸ μετὰ πάσης σπουδῆς τὴν μὲν φύγωμεν, τὴν δὲ ἀσπαζώμεθα, ἵνα καὶ τῆς ἐνταῦθα τύχωμεν ἐλευθερίας, καὶ τῆς βασιλείας ἐπιτύχωμεν τῶν οὐρανῶν·
 [05749]  τῆς ἐλευθερίας γάρ ἐστιν ἀναίρεσις.
 [05752]  Τὸ γὰρ τῆς αἰχμαλωσίας ὄνομα δύο δηλοῖ, καὶ τὸ ἐκπεσεῖν ἐλευθερίας, καὶ τὸ κατὰ κράτος ἁλῶναι, ὥστε μὴ ἀναστῆναι πάλιν.
 [06676]  Καὶ ὁ μὲν οἰκέτης, ὅταν ἀπαλλαγῇ τῆς ὄψεως τοῦ δεσπότου, καὶ ἀναπνεῖ καὶ μετ' ἐλευθερίας ἐστὶν ἁπάσης·
 [06695]  Οὕτω γὰρ καὶ ταύτην καταπατήσεις, καὶ ἐκείνης ἐπιλήψῃ ῥᾳδίως, καὶ τῆς ἀληθοῦς ἐλευθερίας ἀπολαύσεις, καὶ τῶν αἰωνίων ἀγαθῶν·
 [06871]  ἔτι γυναικὸς καὶ πόλεως καὶ ἐλευθερίας, ἐκεῖνον αὐτῆς τῆς ζωῆς μυριάκις καταφρονοῦντα ἰδόντες;
000-00-00 Serial Number=0420591414
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00996]  ἐπειδὴ δὲ τοῦτο οὐ γέγονε, τῆς ἐλευθερίας ἐξέπεσεν αὐτῆς.
 [01614]  Οὕτω τοῖς Ἕλλησι πολεμήσωμεν, οὕτως αὐτοὺς αἰχμαλωτίσωμεν αἰχμαλωσίαν ἐλευθερίας ἀμείνω.
 [02004]  Καὶ γὰρ οἱ Ἰουδαῖοι μάννα ἔχοντες, σκόροδα ἐζήτουν, καὶ ἐλευθερίας ἀπολαύοντες, τῆς δουλείας ἐμέμνηντο, καὶ Αἴγυπτον συνεχῶς ἐπεζήτουν διὰ τὴν συνήθειαν.
 [05715]  Καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τὸ, Μᾶλλον χρῆσαι, περὶ ἐλευθερίας φασὶν εἰρῆσθαι, λέγοντες, ὅτι Εἰ δύνασαι ἐλευθερωθῆναι, ἐλευθερώθητι·
 [05787]  ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας.
 [05821]  ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας.
 [06794]  ἀλλ' ὡς ὑπευθύνου ὄντος τοῖς ἐπιταχθεῖσι, καὶ πρὸς τὴν ἀντιδιαστολὴν τῆς ἐλευθερίας τῆς ἐν τῷ λαμβάνειν εἰρημένης.
 [06930]  ἂν δὲ σεμνὰ, μετὰ ἀδείας προΐεται ταῦτα καὶ ἐλευθερίας ἁπάσης.
 [07408]  ἐνταῦθα δὲ, ἐπειδὴ πολλῆς ἐλευθερίας ἀπελαύσαμεν, καὶ συμβουλῆς ἀπολαύομεν, καὶ ὡς φίλοις διαλέγεται καί φησιν·
 [08978]  καὶ γὰρ δῆλα ἦν αὐτοῖς ἅπαντα, καὶ ἐν αὐτοῖς προεφήτευον, ὡς αὐτοῖς πρέπον ἦν, μετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης.
 [09999]  Κἂν δουλεύῃ τις, ἡδίω τῆς ἐλευθερίας ἀποφαί-νει τὴν δουλείαν.
 [09999]  Ἀλλ' οὐχ οὗτοι, ἀλλὰ καὶ ἐδέχοντο τὰ διδόμενα, καὶ διένεμον τοῖς δεομένοις μετὰ τοσαύτης ἐλευθερίας, ὡς καὶ λιμῷ [61.302] διηνεκεῖ συζῇν.
000-00-00 Serial Number=0520982742
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03876]  οὐ γάρ ἐστι δουλεία, ἀλλ' ἐλευθερίας βελτίων.
000-00-00 Serial Number=0093771160
In epistulam ad Colossenses Ante [Go Back]  
 [00254]  Οὐκοῦν ἐγὼ, καὶ οἱ σὺν ἐμοὶ ταύτην ἑλόμενοι τὴν τράπεζαν, μετὰ πολλῆς τῆς ἐλευθερίας καὶ τῆς θυμηδίας καὶ ἐροῦμεν ἅπαντα, καὶ ἀκουσόμεθα·
 [00267]  Βουλήσομαι γὰρ ἂν ἔγωγε ἄρτου μεταλαβεῖν μετ' ἐλευθερίας, ἢ μυρίων ἐδεσμάτων μετὰ δουλείας.
 [03182]  τὸ γὰρ, Ἐκ ψυχῆς, τοῦτό ἐστι, τὸ μετ' εὐνοίας, μὴ μετὰ δουλικῆς ἀνάγκης, ἀλλὰ μετ' ἐλευθερίας καὶ προαιρέσεως.
000-00-00 Serial Number=0691018701
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01754]  Πῶς οὖν οὐκ ἄτοπον πρὸ τοσούτων χρόνων ἀφορισθέντας καὶ ἐλευθερίας τυχόντας, ἑκόντας ἑαυτοὺς εἰς τὸν τῆς δουλείας ὑπάγειν ζυγόν;
000-00-00 Serial Number=0139937699
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05392]  εὐνούχους λέγω, τοὺς τὴν διάνοιαν λευκοὺς, μηδένα ἔχοντας ῥύπον μηδὲ σπῖλον, ὑψηλοὺς τῇ διανοίᾳ, τὸ ὄμμα ἥμερον τῆς ψυχῆς ἔχοντας καὶ ὀξυδερκὲς, εὐπερίστροφον καὶ γοργὸν, ἀλλὰ μὴ ὑπνηλὸν μηδὲ ὕπτιον, ἐλευθερίας γέμον πολλῆς, πόῤῥω ἀναισχυντίας γε μὴν καὶ ἰταμότητος, ἐγρηγορὸς, ὑγιὲς, μήτε στυγνὸν σφόδρα καὶ κατηφὲς, μήτε διακεχυμένον καὶ ὑγρόν.
000-00-00 Serial Number=0508695841
In epistulam ad Philemonem Ante [Go Back]  
 [00401]  μετὰ τῶν εἰδωλολατρῶν ὑπὸ τοῦ εἰδωλολάτρου κολαζόμεθα, εἰς αἰχμαλωσίαν ἤχθημεν, πατρίδος ἐξεπέσομεν, ἐλευθερίας, τῶν πατρῴων ἁπάντων, αἰχμάλωτοι καὶ δοῦλοι γεγόναμεν, βασιλεῖ βαρβάρῳ δουλεύομεν.
000-00-00 Serial Number=0943376005
In epistulam ad Philippenses Ante [Go Back]  
 [01594]  Θέλεις ἰδεῖν καὶ ταπεινοφροσύνης καὶ ἐλευθερίας ῥήματα;
000-00-00 Serial Number=0953971744
In epistulam ad Romanos Ante [Go Back]  
 [00322]  τοῦτο καὶ τοὺς δεσπότας παρεσκεύαζε μετριάζειν, παιδευομένους ὡς οὐδὲν αὐτοῖς ὄφελος τῆς ἐλευθερίας, ἂν μὴ τὰ τῆς πίστεως ᾖ προηγούμενα.
 [00591]  Ὁ δὲ παρ' αὐτοῖς ἀγόμενος καὶ περιφερόμενος Πλάτων, τρίτον εἰς Σικελίαν ἐλθὼν μετὰ τοῦ κόμπου τῶν ῥημάτων ἐκείνων, μετὰ τῆς ὑπολήψεως τῆς λαμπρᾶς, οὐδὲ ἑνὸς περιεγένετο τυράννου, ἀλλ' οὕτως ἀθλίως ἀπήλλαξεν, ὡς καὶ αὐτῆς ἐκπεσεῖν τῆς ἐλευθερίας.
 [03168]  Οὕτω γοῦν καὶ οἱ Ἰουδαῖοι, ὅτε μὲν τῷ πηλῷ καὶ τῇ πλινθουργίᾳ προσδεδεμένοι ἦσαν, καὶ ἐπιεικεῖς ἦσαν, καὶ τὸν Θεὸν ἐκάλουν συνεχῶς, ὅτε δὲ ἐλευθερίας ἀπήλαυσαν, καὶ ἐγόγγυζον, καὶ παρώξυναν τὸν ∆εσπότην, καὶ μυρίοις ἑαυτοὺς περιέπειρον κακοῖς.
 [03660]  Ὅταν γὰρ ἃ βούλεται πράττῃ, τότε ἐλευθερίας ἐστέρηται πάσης·
 [03754]  ∆ύο ἐνταῦθα δείκνυσι τοῦ Θεοῦ δωρεὰς, τό τε ἁμαρτίας ἐλευθερῶσαι, καὶ τὸ δουλῶσαι τῇ δικαιοσύνῃ, ὅπερ ἐλευθερίας ἁπάσης ἄμεινόν ἐστι.
 [03976]  ὥστε διπλῆς ἀπολαύειν τῆς ἐλευθερίας.
 [05124]  Εἶτα ἀφεὶς εἰπεῖν τὸ ἀντιδιαστελλόμενον τῇ δουλείᾳ, τουτέστι, πνεῦμα ἐλευθερίας, τὸ πολλῷ μεῖζον τέθεικε, τὸ τῆς υἱοθεσίας, δι' οὗ κἀκεῖνο συνήγετο, εἰπών·
 [05182]  Εἰπὼν τοίνυν τὴν ἀπὸ τῆς πολιτείας διαφορὰν, τὴν ἀπὸ τῆς χάριτος τῆς δεδομένης, τὴν ἀπὸ τῆς ἐλευθερίας, ἐπάγει καὶ ἑτέραν ἀπόδειξιν τῆς ὑπεροχῆς τῆς κατὰ τὴν υἱοθεσίαν ταύτην.
 [05499]  καὶ τοῦ στρατηγοῦ τῶν Περσῶν διδόντος αὐτῷ μετὰ ἀδείας οἰκεῖν καὶ ἐλευθερίας ἁπάσης ὅπου βούλοιτο, προετίμησε τῆς οἴκοι διατριβῆς τὴν τοῦ λαοῦ κακουχίαν καὶ τὴν ἐν ἀλλοτρίᾳ ταλαιπωρίαν.
 [06708]  καταφρόνει ψυχῆς, ἀμέλησον ἀρετῆς, καταγέλασον ἐλευθερίας, κατάθυσόν σου τὴν σωτηρίαν·
 [06809]  ὁ δὲ ταύτης τῆς τυραννίδος ἔξω ὢν, τοῖς ἐν λιμέσι καθημένοις καὶ ἐλευθερίας ἀπολαύουσι καθαρᾶς.
000-00-00 Serial Number=0165775836
In epistulam ad Titum Ante [Go Back]  
 [00894]  Εἰ γὰρ, ἔνθα πατὴρ ἐφέστηκε καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ τροφεὺς καὶ διδάσκαλος καὶ ἡλικιῶται, καὶ αὐτὴ ἡ τῆς ἐλευθερίας δόξα περικειμένη, καὶ πολλὰ ἕτερα, μόλις ἄν τις διαφύγοι τὰς τῶν πονηρῶν συνουσίας·
000-00-00 Serial Number=0237089634
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00298]  Τὸ οὖν, Ἀφ' ἑαυτοῦ οὐ δύναται ποιεῖν, οὐκ ἐλευθερίας ἀναίρεσις, οὐδὲ ἐξουσίας ἀφανισμὸς, ἀλλ' ὁμονοίας ἀπόδειξις, καὶ συμφωνίας μαρτυρία, καὶ ἀκριβοῦς ἐγγύτητος, καὶ ἀπαραλλαξίας σημεῖον.
000-00-00 Serial Number=0590470016
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00411]  Ἐπειδὴ γὰρ τῆς ἐλευθερίας διὰ τὴν κακίαν ἑαυτοὺς ἀπεστέρησαν, καὶ τῆς εὐγενείας ἐξέπεσον, ὡς δούλους αὐτοὺς ἀγνώμονας ἐπαίδευσεν ὁ Θεὸς φόβῳ διηνεκεῖ, κολάζων τιμωρίαις καὶ ἀπειλαῖς.
000-00-00 Serial Number=0765863538
In illud Ne timueritis Ante [Go Back]  
 [00285]  Περὶ ὑπηρεσίας, περὶ δουλείας, περὶ ἐλευθερίας.
 [00291]  Περὶ διαθηκῶν, περὶ κληρονομίας, περὶ ἐλευθερίας, ἃ πράσσει.
000-00-00 Serial Number=0720578969
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00156]  τί κέρδος ἐκ τῆς ἔξωθεν ἐλευθερίας, ὅταν κυριώτερον ἐν ἡμῖν δουλαγωγῆται αἰσχρῶς καὶ ἐλεεινῶς;
000-00-00 Serial Number=0851244688
In pharisaeum et meretricem Ante [Go Back]  
 [00316]  Μέμνησο τῆς παρούσης ἡμέρας, ἐν ᾗ τῆς ἐλευθερίας ἀπήλαυσας·
000-00-00 Serial Number=0162311494
In principium Actorum Ante [Go Back]  
 [01264]  Οὐδὲν τοίνυν ταύτης τῆς δουλείας βέλτιον, ἐλευθερίας γὰρ ἑτέροις αἰτία γίνεται.
 [01508]  ∆ιὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης, ἵνα καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν εἰρημένας, τὰς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, ἃς καὶ ὁ ∆ανιὴλ τοῦ βδελύγματος τῆς ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας εἰπὼν, Ὅτι καὶ ἐν ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ ∆αυῒδ καὶ ὁ Ἡσαΐας καὶ ἕτεροι πολλοὶ προφῆται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς περὶ τὸν ∆εσπότην ἀγνώμονας γεγενημένους οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πατρικῆς καὶ τῶν οἰκείων ἁπάντων θεσμῶν τε καὶ πατρικῶν παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν τὴν προειποῦσαν αὐτὰ καὶ ἐργασαμένην, καὶ οἱ μὲν ἐχθροὶ διὰ τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν·
000-00-00 Serial Number=0057419181
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00079]  εἶτα γοργὴν ἔσχεν ἔννοιαν, εὗρεν εἶδος ἐλευθερίας·
000-00-00 Serial Number=0074671805
In resurrectionem domini [3] Ante [Go Back]  
 [00094]  Μὴ ἄλλα ἐν τῇ κολυμβήθρᾳ λεγέτωσαν καὶ ἄλλα φρονήτωσαν, ἀλλ' ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε, ὡς ἐβαπτίσθης δόξαζε, ὡς ἀνεγεννήθης πίστευε, ὃ ἐπιστεύθης φύλαττε, ὃ ἐκτήσω μὴ πίπρασκε, ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει, ἐκ Σοδόμων ἐξῆλθες, εἰς τὰ ὀπίσω μὴ ὑποστρέψῃς, εἰς τὸ ὄρος σῴζου μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, <ἵνα> μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ, τέκνον ἐκλήθης τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ, μαθητὴς ἐγένου τῷ Ἰούδα μὴ συντύχῃς, εἰς τὴν κιβωτὸν εἰσῆλθες μὴ πλησιάσῃς τῷ κόρακι, τῆς Αἰγύπτου ἠλευθερώθης μὴ θεοποιήσῃς βουκέφαλον, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης μὴ προσκυνήσῃς τὸν ἥλιον, εἰδωλολατρείας ἐρρύσθης μὴ περιεργάσῃ τῆς σελήνης τὰ σχήματα, δαιμόνων ἐλυτρώθης μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους, τῆς τῶν ἀνθρώπων πολυθεΐας ἀπηλλάγης μὴ θεοποίει τὰ πάθη, ἐλευθερίας ἠξίωσαι μὴ γίνου δοῦλος ἡδονῶν, ᾧ γάρ τις ἥττηται τούτῳ καὶ δεδούλωται.
000-00-00 Serial Number=0352686882
In sanctum Romanum Ante [Go Back]  
 [00068]  Οὐ γὰρ ὑπὲρ ἐλευθερίας, καὶ πατρίδος, καὶ χρημάτων, καὶ τῆς παρούσης ζωῆς ὁ κίνδυνος ἦν τότε, ἀλλ' ὑπὲρ βασιλείας οὐρανῶν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν, ὑπὲρ ἀθανάτου ζωῆς, ὑπὲρ ὁμολογίας τῆς εἰς τὸν Χριστόν.
000-00-00 Serial Number=0216822803
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00190]  ∆ιὰ τοῦτο ἀπὸ τούτου τοῦ πάσχα ὁ μὲν ἀλλογενὴς οὐ βρώσεται, οὐ γὰρ βάλλω τοὺς μαργαρίτας τοῖς χοίροις, οὐ δίδωμι τὸ ἅγιον τοῖς κυσίν, ὁ δὲ πάλαι δουλεύων ἐν ἁμαρτίαις τὴν καρδίαν περιτμηθήσεται, καὶ τῆς πικρᾶς δουλείας ἀπαλλαγεὶς οὕτω μετ' εὐγενείας τῷ μυστηρίῳ προσελεύσεται καὶ τότε μετ' ἐλευθερίας τὸ πάσχα βρώσεται ἐλευθερίως·
 [00200]  ∆ουλείας ἀποφυγή, παλαιᾶς ἀνάγκης ἀπαλλαγή, ἐλευθερίας ἀρχή, υἱοθεσίας τιμή, ἀφέσεως ἁμαρτημάτων πηγή, ἀθάνατος ἀληθῶς ἐν πᾶσι ζωή.
000-00-00 Serial Number=0467371583
In synaxim archangelorum Ante [Go Back]  
 [00005]  Ἀγγέλους δέ φημι, τοὺς ἡμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων δυνάμεων ἐκστρατεύοντας, ὧν εἷς ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς μὲν τὸν διάβολον ὑπὲρ Μωϋσέως σώματος ἀντιταττόμενος, πρὸς δὲ τοῦ ἄρχοντος τῶν Περσῶν ὑπὲρ τῆς τοῦ λαοῦ ἐλευθερίας ἀνθιστάμενος·
000-00-00 Serial Number=0374355614
In synaxim incorporalium Ante [Go Back]  
 [00024]  Ἢ οὐκ ἀκήκοας τοῦ προφήτου ∆ανιὴλ πῶς εἰσφέρει τὸν ἀρχάγγελον Μιχαὴλ τῷ τῶν Περσῶν ἐφόρῳ διαπληκτιζόμενον ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἰσραηλιτῶν;
 [00044]  ὧν ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς μὲν τὸν διάβολον ὑπὲρ τοῦ Μωσέως σώματος ἀντιτασσόμενος, πρὸς δὲ τὸν ἄρχοντα τῶν Περσῶν ὑπὲρ τοῦ λαοῦ τῆς ἐλευθερίας ἀνθιστάμενος·
000-00-00 Serial Number=0115012407
Post reditum a priore exsilio Ante [Go Back]  
 [00043]  Λάβετέ με ἔξω, ἵνα μάθητε τὸν πόθον τῆς Ἐκκλησίας, μάθητε τῶν ἐμῶν τέκνων τὴν εὐγένειαν, τῶν στρατιωτῶν τὴν ἰσχὺν, τῶν ὁπλιτῶν τὴν δύναμιν, τῶν διαδημάτων τὴν περιφάνειαν, τοῦ πλούτου τὴν περιουσίαν, τῆς ἀγάπης τὸ μέγεθος, τῆς καρτερίας τὴν ὑπομονὴν, τῆς ἐλευθερίας τὸ ἄνθος, τῆς νίκης τὸ περιφανὲς, τῆς ἥττης σου τὸν γέλωτα.
000-00-00 Serial Number=0195715368
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00029]  Καὶ ὁ μὲν τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, ὁ δὲ τοὺς τῆς πατρίδος ἐκπεσόντας καὶ πρὸς τὴν ὑπερορίαν μεταστάντας, ἄλλος τοὺς ἐλευθερίας ἐκπεπτωκότας, ἕτερος τοὺς ὑπὸ πολεμίων ἁρπαγέντας καὶ γενομένους αἰχμαλώτους, ἕτερος τὸν καταποντισθέντα ἢ καέντα, ἄλλος τὸν ὑπὸ οἰκίας καταχωσθέντα θρηνοῦσι καὶ ὀλοφύρονται·
000-00-00 Serial Number=0983086467
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00038]  ἀλλ' ἐφάνη ὁμοῦ τῆς ἐλευθερίας ἡ σωφροσύνη, καὶ τῶν τέκνων ἡ εὐγένεια, καὶ τῆς βαρβάρου ἡ ἀκολασία.
 [00065]  Χθὲς μετ' ἐλευθερίας συνεκάθητό μοι, καὶ σήμερον ὡς θηρίον μοι ἐπεπήδησε.
000-00-00 Serial Number=0720033228
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00720]  Περὶ ἀφέσεως χρεῶν νομοθετεῖ, περὶ ἀφέσεως καὶ [56.335] ἐλευθερίας τῶν δουλευόντων, περὶ πρωτοτόκων, περὶ τοῦ πάσχα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»