Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπολαύσαντες [55]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπολαύσαντες


000-00-00 Serial Number=0369991004
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00369]  Ὅταν δὲ μηδὲ τοσαύτης ἐπιμελείας ἀπολαύσαντες ἐθελήσωσι γενέσθαι βελτίους, καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν, οὐδὲ οὕτως αὐτοὺς ἀφίησιν·
 [01370]  ὁδοῦ οἱ παρ' αὐτοῦ δημαγωγούμενοι καὶ δι' αὐτοῦ μυρίων ἀπολαύσαντες ἀγαθῶν.
000-00-00 Serial Number=0266167760
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00017]  Καθάπερ γὰρ ὁδοιπόροι μικρᾶς ἐν πανδοχείῳ διατριβῆς ἀπολαύσαντες, τὴν ἐφεξῆς ἐκβάντες πληροῦσιν ὁδοιπορίαν, οὕτω καὶ τὸν τῆς ζωῆς ταύτης ὁδοιποροῦντες αἰῶνα, μικρὸν ὡς ἐν καταλύματι τῷ βίῳ προσμείναντες, τῆς ἐντεῦθεν ἐκδημοῦμεν οἰκήσεως.
000-00-00 Serial Number=0703064740
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00859]  ἐκεῖνοι δὲ θαυματουργοῦντα θεασάμενοι καὶ τῆς διὰ λόγων καὶ τῆς διὰ πραγμάτων ἀπολαύσαντες διδασκαλίας, οὐ μόνον οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ εἰς τὸ ἔσχατον βάραθρον τῆς ἀπωλείας κατηνέχθησαν, ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντες.
000-00-00 Serial Number=0453592062
Ad populum Antiochenum Ante [Go Back]  
 [02373]  Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ τραφέντες, ὅτε οὔπω ἐνενέκρωτο θάνατος, οὔτε αἱ χαλκαῖ πύλαι συνεκλάσθησαν, οὔτε οἱ μοχλοὶ οἱ σιδηροῖ συνετρίβησαν, οὕτω γενναίως κατ [49.92] ετόλμησαν τῆς τελευτῆς, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς, ἢ ποίαν συγγνώμην, τοσαύτης ἀπολαύσαντες τῆς χάριτος, καὶ μηδὲ πρὸς τὰ αὐτὰ φθάνοντες ἐκείνοις μέτρα τῆς ἀρετῆς νῦν, ὅτε ὄνομα μόνον ἐστὶν ὁ θάνατος πράγματος ἔρημον;
 [03707]  Ὁ Θεὸς ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν, καὶ τοῦτον καὶ τοὺς λοιποὺς νόμους ἅπαντας καταξίωσον ἡμᾶς ἐξανύσαντας, οὕτω παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ σου, ἵνα παῤῥησίας πολλῆς ἀπολαύσαντες, τῆς βασιλείας ἐπιτύχωμεν εἰς δόξαν σὴν, ὅτι σοὶ πρέπει δόξα, ἅμα τῷ μονογενεῖ σου Παιδὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0705855310
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00241]  Καὶ γὰρ οὐδὲ τὴν τυχοῦσαν ἕξομεν ἀπολογίαν, ὅταν ἡμεῖς οἱ μετὰ νόμον καὶ χάριν τοσαύτης ἀπολαύσαντες δωρεᾶς, ἔλαττον φέρωμεν τούτου τοῦ ἐν ἀρχῇ καὶ προοιμίοις τοῦ βίου τοῦ ἀνθρωπίνου τοσαύτην ἐπιδειξαμένου φιλοσοφίαν.
000-00-00 Serial Number=0375029922
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01130]  ἐπεὶ τίνος ἕνεκεν οἱ μὲν παρὰ τὴν ἀρχὴν γενόμενοι, ὅτε οὔτε δικαστήρια ἦν, οὐδὲ ἀρχόντων ἐπέκειτο φόβος, οὐ νόμος παρῆν ἀπειλῶν, οὐ προφητῶν χορὸς ῥυθμίζων, οὐ προσδοκία γεέννης, οὐ βασιλείας ἐλπὶς, οὐκ ἄλλη φιλοσοφία, οὐ τὰ θαύματα τὰ καὶ λίθους ἀναστῆσαι δυνάμενα, πῶς οὗτοι μὲν οἱ μηδενὸς τούτων ἀπολαύσαντες ὑπὲρ ὧν ἥμαρτον τοσαύτην ἔδωκαν δίκην, οἱ δὲ πάντων τούτων μετεσχηκότες, καὶ μεταξὺ τοσούτου ζῶντες φόβου καὶ θείων δικαστηρίων καὶ ἀνθρωπίνων, οὐδέπω καὶ τήμερον τὰ αὐτὰ ἔπαθον ἐκείνοις, χαλεπωτέρας ὄντες ἄξιοι κολάσεως;
 [01139]  Οἱ δὲ λογικοὶ δῆθεν, καὶ θείας ἀπολαύσαντες διδασκαλίας, καὶ τὸ πρακτέον καὶ τὸ μὴ τοιοῦτον ἑτέροις διαγορεύοντες, καὶ γραμμάτων ἐξ οὐρανοῦ καταβάντων ἀκούσαντες, οὐχ οὕτως ἀδεῶς ταῖς πόρναις, ὥσπερ τοῖς νέοις συγγίνονται.
000-00-00 Serial Number=0277113020
Catecheses ad illuminandos Ante [Go Back]  
 [00620]  [4.11] Τοῦτον δή, παρακαλῶ, καὶ ὑμεῖς μιμήσασθε, οἱ τὸν τοῦ Χριστοῦ ζυγὸν νῦν ὑπελθεῖν καταξιωθέντες καὶ τῆς υἱοθεσίας ἀπολαύσαντες, καὶ τοσαύτην ἐκ προοιμίων εὐθέως ἐπιδείξασθε τὴν θερμότητα καὶ τὴν εἰς τὸν Χριστὸν πίστιν ἵνα πλείονα ἐφελκύσησθε τὴν ἄνωθεν χάριν καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα φαιδρότερον ἀπεργάσησθε καὶ δαψιλοῦς ἀπολαύσητε τῆς εὐνοίας τῆς παρὰ τοῦ δεσπότου.
 [00639]  Ἀκούωμεν τοίνυν, παρακαλῶ, καὶ οἱ πάλαι μεμυημένοι καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς δεσποτικῆς, τῆς ἀποστολικῆς παραινέσεως τῆς λεγούσης·
 [00881]  [5.28] Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ' ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα.
000-00-00 Serial Number=0279542923
De Davide et Saule Ante [Go Back]  
 [00277]  Κἂν βουληθῇ τις τῶν συνεδρευόντων ἢ περὶ θεάτρων, ἢ περὶ ἱπποδρομίας, ἢ περὶ πραγμάτων οὐδέν σοι προσηκόντων ποιήσασθαι λόγον, ἀπαγαγὼν αὐτὸν τῆς ὑποθέσεως ἐκείνης, εἰς ταύτην ἔμβαλε τὴν διήγησιν, ἵνα καὶ τὴν ψυχὴν ἐκκαθάραντες, καὶ ἡδονῆς μετὰ ἀσφαλείας ἀπολαύσαντες, καὶ πράους ἑαυτοὺς καταστήσαντες καὶ ἡμέρους τοῖς λελυπηκόσιν ἅπασιν, ἀπέλθωμεν ἐκεῖ μηδένα ἔχοντες ἐχθρὸν, καὶ τῶν αἰωνίων ἀγαθῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0833715618
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00117]  Καὶ μὴν διὰ τοῦτο αὐτοὺς κολασθῆναι ἔδει, καὶ τὴν ἐσχάτην δοῦναι δίκην, καὶ τιμωρίαν ὑποστῆναι τὴν ἀφόρητον, ὅτι τοσούτων ἀπολαύσαντες θαυμάτων, καὶ νόμον λαβόντες, οὐδαμόθεν ἐγένοντο βελτίους.
000-00-00 Serial Number=0424310327
De Lazaro Ante [Go Back]  
 [00132]  κἂν προειδότες ὦμεν σαφῶς, ὅτι πολλῆς ἀπολαύσαντες τῆς σπουδῆς καὶ τῆς συμβουλῆς, οὐδὲν κερδανοῦσι [48.968] πλέον.
 [01267]  καὶ εἴ τι πεπλημμέληται κατὰ τὸν παρόντα βίον ἡμῖν, ἀποθέμενοι, καὶ μετὰ πολλῆς τῆς σπουδῆς πᾶσαν τῆς ψυχῆς ἡμῶν ἀποσμήξαντες τὴν κηλῖδα, παρακαλῶμεν τὸν Θεὸν καταξιῶσαι πάντας ἡμᾶς ἐντεῦθεν διαλυσαμένους, οὕτως ἀπελθεῖν ἐκεῖσε, ἵνα μὴ μετὰ τοῦ πλουσίου, ἀλλὰ μετὰ τοῦ Λαζάρου τῶν τοῦ πατριάρχου κόλπων ἀπολαύσαντες, τοῖς ἀθανάτοις ἐντρυφῶμεν ἀγαθοῖς·
 [01402]  ἕτεροι δὲ πάλιν πονηρίαν πολλὴν ἐπιδειξάμενοι, τὰς ἑτέρων ἁρπάσαντες οὐσίας, χήρας καὶ ὀρφανοὺς ἀποδύσαντες καὶ καταδυναστεύσαντες, πλούτου καὶ τρυφῆς καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν ἀπῆλθον, οὐδὲ τὸ τυχὸν παθόντες δεινόν;
000-00-00 Serial Number=0080687821
De precatione [1] Ante [Go Back]  
 [00132]  Ὥσπερ γὰρ οἱ βασιλεῖ διαλεχθέντες, καὶ λόγων ἡμέρων καὶ τιμῆς ἀπολαύσαντες, οὐκ ἀξιοῦσιν ἐλθεῖν εἰς ὁμιλίαν τῶν προσαιτῶν καὶ ἀπεῤῥιμμένων·
000-00-00 Serial Number=0264570475
De salute animae Ante [Go Back]  
 [00064]  Οὐαὶ ἡμῖν, ὅτι διὰ πρόσκαιρον ἡδονὴν αἰωνίως κολαζόμεθα, διὰ μικροῦ χρόνου ἀμέλειαν τῷ αἰωνίῳ πυρὶ καταποντιζόμεθα, διὰ δόξαν ματαίαν τῆς δόξης τοῦ Θεοῦ ἐξεπέσαμεν, διὰ μικρὰν τρυφὴν τῆς τοῦ παραδείσου τρυφῆς ἐστερήθημεν, διὰ πλοῦτον ἀπολλύμενον τὸν πλοῦτον τῆς βασιλείας ἀπωλέσαμεν! Ἐν τῷ ματαίῳ αἰῶνι ἡμεῖς ἀπηλαύσαμεν, ἀλλ' ἐν αὐτῷ οἱ μὴ ἀπολαύσαντες εὐφραίνονται.
000-00-00 Serial Number=0941377103
De sancta pentecoste Ante [Go Back]  
 [00494]  ∆ιά τοι τοῦτο καὶ τότε, ἐπειδὴ μυρίων ἦσαν ἀγαθῶν οἱ μαθηταὶ κατὰ τὴν αὐτοῦ παρουσίαν ἀπολαύσαντες, [50.467] καὶ ἀπὸ τοῦ συνδιατρίβειν αὐτῷ ἐν πολλῇ ἦσαν εὐημερίᾳ·
 [00554]  Ὑμεῖς μὲν οὖν, παρακαλῶ, οἱ σήμερον εἰς τὴν υἱοθεσίαν ἐγγραφέντες, οἱ τὸ λαμπρὸν τοῦτο περιβόλαιον ἐνδυσάμενοι, πάσῃ φυλακῇ τὴν φαιδρότητα ἐν ᾗ νῦν ἐστε διατηρήσατε, πανταχόθεν ἀποτειχίσαντες τῷ διαβόλῳ τὴν εἴσοδον, ἵνα δαψιλεστέρας ἀπολαύσαντες τῆς τοῦ Πνεύματος χάριτος, καρποφορῆσαι δυνηθῆτε ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατὸν, καὶ μετὰ παῤῥησίας ἀπαντῆσαι ἀξιωθείητε τῷ βασιλεῖ τῶν οὐρανῶν, ὅταν παραγίνεσθαι μέλλῃ, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ διανέμειν τοῖς μετ' ἀρετῆς τὸν παρόντα βίον διανύσασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0163093448
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02115]  Ὅταν δὲ μὴ τοσαύτης ἐπιμελείας ἀπολαύσαντες ἐθελήσωσι γενέσθαι βελτίους, καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν, οὐδὲ οὕτως αὐτοὺς ἀφίησιν·
 [06006]  Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν αὐτῶν ἐνταῦθα ἀπολαύσαντες, ἀλλ' ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ' ὁ εὐπορώτερος χαλεπώτερα.
 [09999]  Ποίαν γὰρ ἔχουσιν ἀπολογίαν οἱ Πνεύματος ἁγίου καταξιωθέντες, καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, χαμαίζηλοι γινόμενοι, καὶ καταπίπτοντες εἰς τὴν γῆν;
000-00-00 Serial Number=0929035723
Epistulae Ante [Go Back]  
 [00693]  Καὶ τί θαυμαστὸν εἰ ἐν τῇ πόλει τοῦτο, ὅπουγε τὴν ἐρημοτάτην ὁδὸν καὶ ἐπισφαλῆ καὶ ὕποπτον, τὴν ἐκεῖθεν ἐνταῦθα φέρουσαν ἀδεῶς καὶ ἀπραγμόνως διήλθομεν, πλείονος ἀπολαύσαντες ἀσφαλείας ἢ ἐν ταῖς εὐνομουμέναις τῶν πόλεων;
 [01651]  Καὶ τί θαυμαστὸν εἰ ἐν τῇ πόλει τοῦτο, ὅπουγε τὴν ἐρημοτάτην ὁδὸν καὶ ἐπισφαλῆ καὶ ὕποπτον, τὴν ἐκεῖθεν ἐνταῦθα φέρουσαν ἀδεῶς καὶ ἀπραγμόνως διήλθομεν, πλείονος ἀπολαύσαντες ἀσφαλείας ἢ ἐν ταῖς εὐνομουμέναις τῶν πόλεων;
 [03045]  καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἀντεχόμεθά σου τῆς εὐγενείας, γνησίας ἀεὶ καὶ εἰλικρινοῦς καὶ τιμῆς, καὶ αἰδοῦς, καὶ ἀγάπης ἀπολαύσαντες παρὰ τῆς σῆς κοσμιότητος.
000-00-00 Serial Number=0775434971
Expositiones in Psalmos Ante [Go Back]  
 [07118]  Ἄκουσον τί ἔπαθον οἱ Ἰουδαῖοι πορνεύσαντες, οἱ μὴ μεταλαβόντες σώματος Χριστοῦ, οἱ τραπέζης μὴ ἀπολαύσαντες πνευματικῆς, Μηδὲ πορνεύωμεν, φησὶ, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
000-00-00 Serial Number=0491059005
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00716]  ὁ δὲ λαὸς, καὶ κόσμον, καὶ εὐπρέπειαν ἐσχηκὼς παρ' ἐμοῦ, καὶ δόξης οὐ τῆς τυχούσης ἀπολαύσας, κόσμον μὲν καὶ εὐπρέπειαν καλέσας τῶν νομίμων τὴν διάταξιν, καθ' ἣν νομίμως τῶν λοιπῶν ἄλλων φαίνονται ἐν διατάγμασιν ὄντες, πάσης μὲν πλεονεξίας καὶ κακίας ἀλλότριοι τυγχάνοντες, ἡμερότητα καὶ φιλανθρωπίαν παιδευόμενοι, δόξαν δὲ ὡς ἐκ τῆς τοῦ Θεοῦ βοηθείας πάντων ὑποκυπτόντων, καὶ θαυμαζόντων τὴν εἰς αὐτοὺς κηδεμονίαν τοῦ Θεοῦ, τοσούτων τοίνυν ἀπολαύσαντες παρ' ἐμοῦ, λήθην τῶν ἐμῶν εὐεργεσιῶν ἐποιοῦντο.
000-00-00 Serial Number=0517221570
Fragmenta in Job Ante [Go Back]  
 [00038]  Καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἕξομεν ἀπολογίαν, ὅταν οἱ μετὰ νόμον καὶ χάριν τοσαύτης ἀπολαύσαντες δωρεᾶς, ἐλάττω φέρωμεν τούτου, τοῦ ἐν ἀρχῇ καὶ προοιμίοις τοῦ βίου τῶν ἀνθρώπων τοσαύτην ἐπιδειξαμένου φιλοσοφίαν.
000-00-00 Serial Number=0107129872
In Acta apostolorum Ante [Go Back]  
 [04887]  Ὅρα γοῦν διὰ τούτων ὑφαινομένην τὴν δημηγορίαν καὶ ἀποδεικνύουσαν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ φιλανθρωπίας, τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψαντο, καὶ ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν.
 [09999]  Ἀρκεῖ τοῦτο ἡμῖν πρὸς τὸ ἀκουσθῆναι, καὶ μετὰ νήψεως προσευχώμεθα, καὶ πολλῆς τῆς προσεδρίας, ἵνα δαψιλοῦς τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀπολαύσαντες, καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  ποῖον δὲ οἱ διδασκόμενοι, μὴ ἀπολαύσαντες διδασκαλίας ἀρίστης;
000-00-00 Serial Number=0769716978
In Genesim sermones Ante [Go Back]  
 [01106]  Οἱ μὲν γὰρ προφητικῶν ἀπολαύσαντες διδαγμάτων, οἱ τὰ σημεῖα ἰδόντες, οἱ τὰ θαύματα θεασάμενοι, ἔλεγον περὶ τοῦ Χριστοῦ, ὅτι ∆αιμόνιον ἔχει, καὶ, Πλανᾷ τὸν ὄχλον·
000-00-00 Serial Number=0172519624
In Isaiam Ante [Go Back]  
 [01494]  Καὶ τοῦτο γὰρ μέγιστον κατηγορίας ἐφόδιον, ὅτι δὴ ἀγαπηθέντες καὶ τοσαύτης ἀπολαύσαντες παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας, οὐδὲ οὕτω βελτίους ἐγένοντο.
 [01501]  Αὐτοὶ δέ, φησί, τοσαύτης ἀπολαύσαντες τῆς ἀγάπης, ἀπηλλοτριώθησαν καὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγώρ.
 [02160]  Ἀπαλλαγέντες γὰρ τοῦ Σεναχειρὶμ καὶ τοῦ βαρβαρικοῦ στρατοπέδου, καὶ τῆς παραδόξου νίκης ἀπολαύσαντες, εἰς πλῆθος πάλιν ἐπέδοσαν καὶ εἰς βίου μῆκος, οὐδενὸς πολέμου θορυβοῦντος αὐτούς.
000-00-00 Serial Number=0729919791
In Joannem Ante [Go Back]  
 [01591]  Οἱ δὲ ἐξ ἐθνῶν τούτων μὲν οὐδενὸς ἀπολαύσαντες, οὔτε θείων ποτὲ λογίων ἀκούσαντες, οὐδὲ ὅσον ὄναρ εἰπεῖν, ἀλλ' ἀεὶ τοῖς τῶν παραπαιόντων ἐνστρεφόμενοι μύθοις (τοῦτο γὰρ ἡ τῶν ἔξωθεν φιλοσοφία), καὶ ποιητῶν λήρους ἀνελίττοντες, καὶ ξύλοις καὶ λίθοις προσηλωμένοι, καὶ οὔτε δογμάτων οὔτε πολιτείας ἕνεκεν εἰδότες τι χρηστὸν καὶ ὑγιὲς (καὶ γὰρ ὁ βίος αὐτοῖς τῶν δογμάτων ἀκαθαρτότερος ἦν καὶ ἐναγέστερος.
000-00-00 Serial Number=0947794974
In Psalmos 101-107 Ante [Go Back]  
 [01511]  Τὸν μέντοι χαριστήριον ὕμνον οὐχ ὁ ἔλεος τῷ Θεῷ προσφέ ρει, οὔτε μὴν τὰ θαυμάσια, ἀλλ' οἱ τῶν τοσούτων ἀγαθῶν ἀπολαύσαντες.
 [01708]  οἱ δὲ πάλαι τῆς τῶν προ φητῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερηθέντες διὰ τὴν πονηρίαν τῆς γνώμης καὶ ἔρημοι παντελῶς με μενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμ φοραῖς καὶ εἰς ἅπασαν τὴν οἰκουμένην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι.
000-00-00 Serial Number=0061442375
In Psalmum 145 Ante [Go Back]  
 [00031]  Οὐχ ἡμεῖς δὲ μόνον ταύτην τιμῶμεν τὴν ἑβδο μάδα, ἀλλὰ καὶ οἱ βασιλεῖς τῆς καθ' ἡμᾶς οἰκου μένης, οὐχ ὡς ἔτυχεν, αὐτὴν τετιμήκασιν, ἐκεχει ρίαν πᾶσι δόντες τοῖς τὰ κοινὰ τῶν πόλεων πράτ τουσι πράγματα, ἵνα τῆς ἐκεῖθεν ἀπολαύσαντες σχολῆς, τὰς ἡμέρας ταύτας ἁπάσας τῇ πνευματικῇ προσέχωσι θεραπείᾳ.
000-00-00 Serial Number=0106181324
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02841]  Ποίαν γὰρ ἕξουσιν ἀπολογίαν οἱ πνεύματος καταξιωθέντες καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, καὶ χαμαίζηλοι γινόμενοι καὶ καταπίπτοντες πρὸς τὴν γῆν;
000-00-00 Serial Number=0752421021
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01362]  Οὐκ οἶδας ὅτι οὐ πάντες τὸν αὐτὸν ἀποδώσομεν λόγον, ἀλλ' οἱ μὲν πλείονος ἐνταῦθα ἀπολαύσαντες ἀδείας, χαλεπώτερον, οἱ δὲ κακωθέντες ἢ πόνοις ἢ πενίᾳ ἣ ἑτέρῳ τινὶ τοιούτῳ, ἡμερώτερον;
 [07211]  Εἰ γὰρ οἱ τοσούτων ἀπολαύσαντες τοιαῦτα ἔπαθον, καὶ οἱ μὲν ὑπὲρ γογ [61.194] γυσμοῦ μόνον τοιαύτην ἔδοσαν δίκην, οἱ δὲ ὑπὲρ τοῦ πειράσαι, καὶ οὔτε τὸ πλῆθος ἐδυσώπησε τὸν Θεὸν, οὔτε τὸ τοιούτων ἐπιτυχεῖν·
000-00-00 Serial Number=0659832299
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00336]  ὡς οὐδὲν παθόντες κακὸν, ἀλλ' ὡς μυρίων ἀπολαύσαντες ἀγαθῶν, οὕτως ἡμᾶς ἐδέξασθε μετὰ ταῦτα.
000-00-00 Serial Number=0836707354
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01517]  καὶ τοσαύτης ἀπολαύσαντες ἀγάπης, ἀκκιζόμεθα ἔτι, καὶ οὐ φιλοῦμεν τὸν Χριστόν.
000-00-00 Serial Number=0296255529
In epistulam ad Colossenses Ante [Go Back]  
 [00619]  Ὅτι τοσαύτης ἀπολαύσαντες εὐεργεσίας ἀεὶ ταύτης μεμνῆσθαι ὀφείλομεν, καὶ στρέφειν διαπαντὸς ἐν ἑαυτοῖς τὴν τοῦ Θεοῦ δωρεὰν, καὶ τίνων ἀπηλλάγημεν, καὶ τίνων ἐτύχομεν ἐννοεῖν·
000-00-00 Serial Number=0884590983
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02991]  ἔδει ἡμᾶς παντὶ τρόπῳ κολασθῆναι παρὰ τὴν ἀρχὴν, ὅτι καὶ νόμον λαβόντες τὸν φυσικὸν καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν, τόν τε ∆εσπότην ἠγνοήκαμεν, καὶ βίον ἀκάθαρτον βεβιώκαμεν·
 [06096]  ὅτι μείζονα δώσουσι δίκην, ὅταν καὶ πάντων ἀπολαύσαντες τῶν ἀγαθῶν, μηδὲ οὕτω βελτίους γίνωνται.
000-00-00 Serial Number=0406144679
In epistulam ad Romanos Ante [Go Back]  
 [05980]  Οὐδὲ γὰρ ἁπλῶς ταῦτα εἴρηκεν, ἅπερ εἴρηκεν, ἀλλ' ἐπεὶ πάντες ἔλεγον καὶ τοῦ Θεοῦ κατηγόρουν, ὅτι υἱοὶ Θεοῦ καταξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, καὶ πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρες ὄντες τῶν αὐτῶν φυλῶν, καὶ τὸ δὴ μεῖζον πάντων, καὶ προπάτορες αὐτοῦ γενόμενοι τοῦ Χριστοῦ (τοῦτο γάρ ἐστιν, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα), ἐκβέβληνται καὶ ἠτίμωνται, ἀντεισήχθησαν δὲ ἀντ' ἐκείνων οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες ἄνθρωποι οἱ ἐξ ἐθνῶν·
000-00-00 Serial Number=0419303417
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00158]  Εἰ γὰρ τὸν θησαυρὸν τοῦτον καὶ τῆς οἰκουμένης διδάσκαλον, καθ' ἑκάστην ἡμέραν κινδύνοις περιπίπτοντα ὁρῶν ὁ ∆εσπότης ἠνείχετο, οὐ περιορῶν τὸν οἰκεῖον ἀθλητὴν, ἀλλὰ τὰ σκάμματα αὐτῷ μακρότερα κατασκευάζων, ἵνα τοὺς στεφάνους αὐτῷ λαμπροτέρους ἀπεργάσηται, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μυρίων γέμοντες ἁμαρτημάτων, καὶ διὰ ταῦτα πολλάκις τοῖς πειρασμοῖς περιπίπτοντες, ἵνα τὴν ὑπὲρ τούτων δίκην ἐνταῦθα δόντες, μικρᾶς γοῦν φιλανθρωπίας ἀξιωθῶμεν, ἐπὶ τῆς φοβερᾶς ἐκείνης ἡμέρας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαύσαντες;
000-00-00 Serial Number=0333867729
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00035]  καὶ οἱ τοῦ λόγου διάκονοι τὰς τοῦ λόγου μορφὰς ὑποδέχονται, οὐ πρὸς ἐπίδειξιν τῆς χάριτος ἀπολαύσαντες, ἀλλ' ἐπὶ χρείᾳ τὸ δῶρον ἐπιδεξάμενοι.
000-00-00 Serial Number=0665553212
In principium Actorum Ante [Go Back]  
 [00493]  ∆ιὰ τοῦτο γὰρ ὑμᾶς μισῶ καὶ ἀποστρέφομαι, φησὶν, ὅτι οὐδὲ ταῖς δωρεαῖς βελτίους ἐγένεσθε, ὅτι τοσαύτης ἀπολαύσαντες τιμῆς ἐμείνατε ἐπὶ τῆς αὐτῆς κακίας.
000-00-00 Serial Number=0631861508
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00011]  Τίς γὰρ δυνη θείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐνεγκεῖν, ἢ μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα τοῦ κλυδωνίου μένοντος ἔτι, καὶ τοῦ χειμῶνος ἐκείνου, καὶ χαλεπωτέρας καθ' ἑκάστην ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν ἐπι σπωμένης, καὶ πολλὴν τοῖς καταφεύγουσι παρεχού σης τὴν ἀσφάλειαν;
000-00-00 Serial Number=0286342382
Laus Diodori episcopi Ante [Go Back]  
 [00012]  ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ, γυμνῇ τῇ κεφαλῇ, τῶν προσωπείων τούτων ἀφαιρεθέντων, πρὸ βήματος [52.763] ἑστῶτες, οὐδὲν ἀπὸ τῆς ἐντεῦθεν δόξης εἰς τὴν ἐκεῖ ψῆφον ὠφεληθῆναι δυνησόμεθα, ἀλλὰ δι' αὐτὸ τοῦτο κολασθησόμεθα μειζόνως, ὅτι καὶ πολλῶν ἐπαίνων καὶ πολλῆς εὐφημίας παρὰ τῶν πολλῶν ἀπολαύσαντες, οὐδὲ αὐτῷ τούτῳ γεγενήμεθα βελ τίους.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»