Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀποδημίαν [123]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀποδημίαν


000-00-00 Serial Number=0457413077
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00243]  πρὸς τὸν οὐρανὸν στέλλεσθαι μέλλων, καὶ τὴν βασιλείαν τὴν ἐκεῖσε λαμβάνειν, ἐρωτᾷς εἴ τι δυσχερὲς κατὰ τὴν ὁδὸν ταύτην καὶ τὴν ἀποδημίαν ἐστὶ, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, οὐδὲ ἀπελθὼν [47.404] κατορύττεις σαυτόν;
000-00-00 Serial Number=0968440115
Ad Innocentium papam i Ante [Go Back]  
 [00008]  ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους ἐπισκόπους ∆ημήτριον, Πανσόφιον, Πάππον, καὶ Εὐγένιον πεῖσαι τάς τε ἑαυτῶν ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσού [52.530] του, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀναδιδάξαντας, ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν, οἷς καὶ τοὺς τιμιωτάτους καὶ ἀγαπητοὺς τῶν διακόνων Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν·
000-00-00 Serial Number=0390131950
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01118]  Ὁ μὲν γὰρ πάππος ὁ τούτου, εἰ καὶ μακρὰν ἐστείλατο τὴν ἀποδημίαν, ἀλλὰ τοῦ Θεοῦ κελεύοντος, ὅπερ παραμυθίαν αὐτῷ τὴν μεγίστην ἔφερεν·
000-00-00 Serial Number=0948237598
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00240]  οὕτω καὶ ὁ πλούσιος ἐκεῖνος, καθάπερ ἐν ὀνείρῳ τῷ παρόντι βίῳ πλουτήσας, μετὰ τὴν ἐνθένδε ἀποδημίαν, τὴν πικρὰν ἐκείνην ἐκολάζετο κόλασιν.
000-00-00 Serial Number=0741877198
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00469]  ἐπὶ δὲ τῆς Καινῆς οὐ πανταχοῦ τοῦτο, ἀλλ' ἔστιν ὅπου τὰ μὲν λυπηρὰ ἐνταῦθα, τὰ δὲ χρηστὰ ἀναμένει τὴν ἐντεῦθεν ἡμῶν ἀποδημίαν.
000-00-00 Serial Number=0144588768
Ad populum Antiochenum Ante [Go Back]  
 [00706]  οὕτω καὶ οἰκία μείζων τῆς χρείας ἐμποδίζει πρὸς τὴν εἰς οὐρανοὺς ἀποδημίαν.
 [00894]  [49.47] Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ, ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα πρεσβευομένου·
 [00959]  Οὐκ ἔστι διαβῆναι πέλαγος, οὐκ ἔστι μακρὰν ἀποδημίαν στείλασθαι·
 [01597]  ∆ιὰ τοῦτο πολλοὶ νῦν μακράν τινα καὶ διαπόντιον ἀποδημίαν στέλλονται ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν Ἀραβίαν τρέχοντες, ἵνα τὴν κοπρίαν ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι τὴν γῆν τὴν τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα.
 [01709]  μετὰ γὰρ τὴν ἐντεῦθεν ἀποδημίαν κόλασις ἀφόρητος, τιμωρίαι ἀθάνατοι, ὁ σκώληξ ὁ ἰοβόλος, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ τῶν ὀδόντων βρυγμὸς, ἡ θλῖψις, ἡ στενοχωρία, καὶ ἡ αἰώνιος δίκη.
 [02097]  ἐπειδὴ δὲ ἀπῆλθον, καὶ δύο καὶ τρεῖς ἀνήλωσαν ἡμέρας, καὶ λοιπὸν ματαίαν εἶναι ἐνομίζομεν τοῦ ἱερέως τοῦ ἡμετέρου τὴν ἀποδημίαν, ὡς ὑστερίζειν μέλλοντος, τότε τὸν [49.84] φόβον ἐξέλυσε καὶ παρεμυθήσατο, ἐκείνους τε, ὥσπερ ἔφην, κατὰ μέσην κατασχὼν τὴν ὁδὸν, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους πρὸς ἡμᾶς διὰ τῆς αὐτῆς ὁδοῦ τὰ ἐκείνων πάθη πᾶσιν ἡμῖν ἀναγγεῖλαι παρασκευάσας, ἵνα μικρὸν ἀναπνεύσωμεν·
 [05209]  ἴσασι γὰρ ἐπὶ τί τρέχουσι, καὶ ποία λῆξις μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν διαδέξεται.
 [05587]  Μὴ γὰρ μακρὰν ἀποδημίαν ἔστι στείλασθαι;
 [05795]  Σὺ δὲ, ἵνα οἰκέτην κτήσῃ χρήσιμον, καὶ χρυσίον καταβάλλεις, καὶ ἐμπόροις διαλέγῃ πολλοῖς, καὶ ἀποδημίαν πολλάκις ἀποδημεῖς μακράν·
 [05915]  Πολλῶν γοῦν μετὰ τὴν ἀποδημίαν τοῦ κοινοῦ πατέρος τοὺς τὸ δεσμωτήριον οἰκοῦντας θορυβούντων, καὶ λεγόντων, ὡς Οὐ καθυφίησι τῆς ὀργῆς ὁ βασιλεὺς, [49.212] ἀλλὰ παροξύνεται μειζόνως, καὶ περὶ κατασκαφῆς ὁλοκλήρου τῆς πόλεως βουλεύεται, καὶ ἕτερα πολλῷ πλείονα τούτων θρυλλούντων, οἱ δεδεμένοι τότε οὐδὲν ἐγίνοντο ἐκ τῆς φήμης ταύτης δειλότεροι, ἀλλ' ἡμῶν λεγόντων, ὡς Ψευδῆ ταῦτα καὶ διαβόλου μαγγανείας ἐστὶν ἔργα, βουλομένου καταβαλεῖν ὑμῶν τὰ φρονήματα, Οὐδὲν δεόμεθα τῆς διὰ λόγων παρακλήσεως, πρὸς ἡμᾶς ἔλεγον·
000-00-00 Serial Number=0023062944
Adversus catharos Ante [Go Back]  
 [00024]  οὐ γὰρ ἂν εἴποιμι τοῦτον θάνατον εἶναι, ἀλλὰ ὕπνον τινὰ καὶ ἀποδημίαν.
000-00-00 Serial Number=0815313756
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00406]  Καὶ μήτοι νομίσῃς τὰ ἐν τοῖς οὐρανοῖς ἡμᾶς ἐρεῖν ἀγαθὰ, καὶ τὰ μετὰ τὴν ἐνθένδε ἀποδημίαν·
 [00732]  Ἀκούεις δὲ καὶ Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας, καὶ μυρσίνας, καὶ λεπτὴν αὔραν, καὶ εὐωδίαν πολλὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, χορεύοντάς τε καὶ ᾄδοντας ὕμνους τινὰς, καὶ ὅλως καὶ πονηροῖς καὶ ἀγαθοῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.
 [00781]  ἤκουσε γὰρ ὅσα ἐφιλοσόφησαν παρ' ἡμῖν οἱ τοῦ θείου πληρωθέντες Πνεύματος ἄνθρωποι περὶ τοῦ φρικτοῦ καὶ φοβεροῦ δικαστηρίου, τοῦ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.
 [01543]  Νῦν γὰρ τοσαύτη τῆς κυριότητος ἡ περιουσία, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκπίπτειν τῆς δεσποτείας αὐτῶν, ἀλλὰ τότε μάλιστα τοῦ κέρδους αὐτῶν ἀπολαύειν, ὅταν ἐντεῦθεν ἀπέλθωμεν.
 [01622]  Καὶ γὰρ εἰς ἀποδημίαν πέμποντες, τότε βουλόμεθα τοὺς υἱοὺς ἰδεῖν, ὅταν ὑπὲρ ὧν τὴν ἀποδημίαν πεποίηνται κατωρθωκότες τύχωσιν·
 [01624]  Πῶς οὖν οὐκ ἐσχάτης βλακείας τοσαύτην τοῖς πνευματικοῖς μὴ παρέχειν σπουδὴν, ὅσην ἐπιδεικνύμεθα περὶ τὰ βιωτικὰ, ἀλλ' ἐκεῖ μὲν οὕτω φιλοσόφως φέρειν τῶν παίδων τὸν χωρισμὸν, ὡς καὶ εὔχεσθαι ἐπιταθῆναι τοῦτον, ὅταν ὑπέρ τινος γένηται χρησίμου, ἐνταῦθα δὲ οὕτω μαλακίζεσθαι καὶ κατακλᾶσθαι πρὸς τὴν ἀποδημίαν, ὡς τοῖς μεγίστοις λυμαίνεσθαι διὰ τὴν μικροψυχίαν ταύτην ἀγαθοῖς, καὶ ταῦτα πλείονας παραμυθίας ἔχοντας, οὐ μόνον τὸ πρὸς μείζονα αὐτοὺς ἀποδύσασθαι, καὶ πάντως ἐπιτεύξεσθαι τοῦ τέλους, καὶ μηδὲν εἶναι τὸ διακόπτον τὰς ἐλπίδας, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν χωρισμόν;
000-00-00 Serial Number=0093041301
Catecheses ad illuminandos Ante [Go Back]  
 [01029]  [7.6] Καίτοι ἐπὶ μὲν τῶν σωματικῶν παθῶν πολλάκις καὶ ἀποδημίαν ἔνι στείλασθαι μακρὰν ὥστε τῶν τοῦ ἰατροῦ χειρῶν τυχεῖν καὶ χρήματα καταβαλεῖν καὶ πολλὰ ἕτερα ἐπινοῆσαι τὰ δυνάμενα πεῖσαι ἐκεῖνον τὴν ἀπὸ τῆς οἰκείας τέχνης ἐπιστήμην εἰσενεγκεῖν καὶ τῷ πάθει παραμυθίαν εὑρέσθαι.
000-00-00 Serial Number=0483918726
Commentarius in Job Ante [Go Back]  
 [01289]  πολλὴ κατὰ τὸν παρόντα βίον ἡ ἀνωμαλία, πολλὴ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡ ἐλευθερία.
000-00-00 Serial Number=0076606274
De Anna i Ante [Go Back]  
 [00007]  τῇ μετὰ τὴν ἀποδημίαν ἐκείνην ἡμέρᾳ, τραπέζης παρατεθείσης, εὐθέως ἀναμιμνησκόμεθα αὐτοῦ τε καὶ τῶν λόγων [54.632.40] τῆς συνουσίας, καὶ μετὰ πολλῆς αὐτὸν ἐπιζητοῦμεν τῆς ἀγάπης·
 [00604]  Ἀλλ' ἕτεροι μὲν καὶ πελάγη [54.654] διέβαλον μακρὰ πολλάκις, καὶ πολλὴν ἀποδημίαν ἐστείλαντο, καὶ χρήματα ἐδαπάνησαν, καὶ πόνον ὑπέμειναν, ἵνα τὸν ἐπὶ τῆς ἀλλοτρίας μηνυθέντα ἰατρὸν ἴδωσι, καὶ ταῦτα οὐ σφόδρα θαῤῥοῦντες, ὅτι πάντως ἀπαλλαγήσονται τοῦ νοσήματος·
 [00605]  σὺ δὲ, ὦ γύναι, οὐ διαπόντιον ἀποδημίαν στέλλεσθαι μέλλουσα, οὐδὲ εἰς τὴν ὑπερορίαν μετοικίζεσθαι, οὐδὲ πόνον τινὰ τοιοῦτον ὑπομένειν·
000-00-00 Serial Number=0690084159
De Lazaro Ante [Go Back]  
 [00478]  καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἀφορήτους ὑπομένουσι τιμωρίας.
 [00647]  Ἄδηλον γὰρ τὸ μέλλον, ἵνα ἐναγώνιοι διηνεκῶς ὦμεν, καὶ πρὸς τὴν ἀποδημίαν εὐτρεπεῖς ἐκείνην, καθάπερ οὖν οὗτος ὁ Λάζαρος διαπαντὸς ἦν ἐν ὑπομονῇ καὶ καρτερίᾳ·
000-00-00 Serial Number=0612528920
De beato Philogonio Ante [Go Back]  
 [00020]  Εἰ δὲ ἐνταῦθα ὅπου νόσοι, καὶ ἐπήρειαι, καὶ ἄωροι θάνατοι, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ ἀθυμίαι, καὶ ὀργαὶ, καὶ ἐπιθυμίαι πονηραὶ, καὶ μυρίαι ἐπιβουλαὶ, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυρίας πάντοθεν ἐπάγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάντοτε χαίρειν, εἴ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν βιωτικῶν πραγμάτων ἀνακύψας, τὸν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεινὰ, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους.
000-00-00 Serial Number=0744059384
De fato et providentia Ante [Go Back]  
 [00239]  Ἵν' οὖν μὴ μετὰ ταῦτα ἀνόνητα θρηνῶμεν, ὅταν τῆς μετανοίας ἡμῖν ἡ προθεσμία μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκκοπῇ, ἕως ἐσμὲν κύριοι, ὅσοι μὲν ἑάλωμεν τῷ νοσήματι, μετανοήσωμεν καὶ ἀνακτησώμεθα ἑαυτούς·
 [00322]  Ἀλλ' εἰσί τινες, οἳ ἐπειδὰν τούτους τῆς φιλοσοφίας τοὺς λόγους κινήσωμεν, ὑῶν καὶ τράγων δίκην τῇ γαστρὶ προσηλωμένοι, καὶ τοῖς παροῦσι δουλεύοντες πράγμασιν, οὐδὲν εἶναι μετὰ τὴν ἐντεῦθεν νομίζουσιν ἀποδημίαν·
000-00-00 Serial Number=0090373755
De incomprehensibili dei natura Ante [Go Back]  
 [00294]  καὶ μετὰ τὴν ἐκείνων δὲ ἀποδημίαν μαρτύρων ἀπήντησαν ἐπάλληλοι μνῆμαι καὶ συνεχεῖς, καὶ οὐκ ἔδει καταφρονῆσαι τῆς τῶν ἀθλητῶν ἐκείνων εὐλογίας.
000-00-00 Serial Number=0516213357
De paenitentia [1] Ante [Go Back]  
 [00988]  Μὴ τοίνυν πλοῦτον ζητῶμεν, μὴ πενίαν φεύγωμεν, ἀλλὰ πρὸ πάντων τῆς ἑαυτῶν ἐπιμελώμεθα ψυχῆς ἕκαστος, καὶ ποιῶμεν ἐπιτηδείαν αὐτὴν πρός τε τὴν τοῦ παρόντος βίου οἰκονομίαν, καὶ πρὸς τὴν ἐντεῦθεν ἐκεῖσε ἀποδημίαν.
000-00-00 Serial Number=0781846404
De paenitentia sermo 1 Ante [Go Back]  
 [00302]  εἴδετε ζημίαν τὴν ὑπὲρ πᾶσαν ζημίαν, ἠκούσατε τὴν φρικτὴν τῶν ἀσπλάγχνων ἀποδημίαν;
 [00561]  Ἕως πότε οὐ προσέχομεν τοῖς λόγοις τοῦ Κυρίου λέγοντος, Γίνεσθε ἕτοιμοι, δηλονότι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν;
000-00-00 Serial Number=0542991698
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00093]  μετὰ δὲ τὴν ἐντεῦθεν ἀποδημίαν καὶ τὸ λυθῆναι τὸ θέατρον οὐκ ἔστι λοιπὸν φάρμακον τοῖς γεγενημένοις εὑρεῖν, οὐδὲ συγγνώμην καὶ ἀπολογίαν, ἀλλ' ἀνάγκη λοιπὸν κολάζεσθαι·
000-00-00 Serial Number=0022922516
De sancta Droside martyre Ante [Go Back]  
 [00031]  Οὐ μόνον δὲ λογισμοὺς τοιούτους δεξόμεθα, ἀλλὰ καὶ πρὸς τὴν αἰώνιον ἡμῶν πατρίδα σπεύδειν καὶ παρασκευάζεσθαι ἀρκοῦσαν παράκλησιν ἕξομεν, καὶ πάντα πρὸς τὴν ἀποδημίαν τὴν ἐκεῖ τὰ καθ' ἡμᾶς εὐτρεπίζειν, εἰδότας ὅπερ ἂν ἐνταῦθα τῶν ἡμετέρων καταλίπωμεν, ζημίαν ἡμῖν οἴσειν καταλειφθέν.
000-00-00 Serial Number=0980529964
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00211]  Εἰ γὰρ ἄνθρωποι σύμμετρον ἀποδημίαν στελλόμενοι, ὑποζυγίων εὐποροῦντες, διακόνους ἔχοντες, μετὰ ἀδείας ὁδεύοντες, κύριοι τῆς ἐπανόδου ὄντες, πολλῶν αἰσθάνονται τῶν μοχθηρῶν, πολλὴν ὑπομένουσι ταλαιπωρίαν·
000-00-00 Serial Number=0853007913
De sanctis martyribus [2] Ante [Go Back]  
 [00148]  Οὕτω δὲ ἐνταῦθα Χριστὸν ὑποδεξάμενοι, δυνησόμεθα μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν εἰς τὰς σκηνὰς ὑποδεχθῆναι τὰς αἰωνίους, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0187173188
De virginitate Ante [Go Back]  
 [01279]  Κἂν οἴκοι μένῃ, κἂν εἰς ἀγορὰν ἐμβάλῃ, κἂν ἀποδημίαν στέλληται, πανταχοῦ τὸ δεινὸν ἀπέτεκεν θανάτου παντὸς χαλεπώτερον παρακνίζον καὶ ἐρεθίζον αὐτοῦ τὴν ψυχὴν καὶ οὐ συγχωροῦν ἠρεμεῖν.
 [01912]  ∆ιὸ χρὴ πάντα ἐνταῦθα πραγματεύεσθαι καὶ τὸν ἔχοντα γυναῖκα ὡς μὴ ἔχοντα εἶναι καὶ τὸν ὄντως οὐκ ἔχοντα μετὰ τῆς παρθενίας καὶ τὴν ἄλλην ἅπασαν ἀσκεῖν ἀρετήν, ἵνα μὴ μετὰ τὴν ἐνθένδε ἀποδημίαν ἀνόνητα ἀποδυρώμεθα.
000-00-00 Serial Number=0767379999
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01663]  Ἴδωμεν δὲ πῶς καὶ ὁ τούτου υἱὸς Ἰακὼβ τὴν ἀποδημίαν ποιεῖται διωκόμενος·
 [04810]  Εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι, ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, καὶ τὸ δεσμωτήριον, ἔνθα ὁ Παῦλος ἐδέδετο.
 [07412]  Εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, καὶ τὸ δεσμωτήριον ἔνθα ὁ Παῦλος ἐδέδετο.
 [09921]  Οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον.
000-00-00 Serial Number=0966151655
Epistulae Ante [Go Back]  
 [00014]  Ἀλλὰ ἐπειδὴ τοῦτο οὐκ ἔνι τό τε γὰρ τῆς ὁδοῦ μῆκος, ἥ τε τοῦ χειμῶνος ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος ἱκανὰ διατειχίσαι τὴν ἀποδημίαν, τοὺς γοῦν τὰ γράμματα κομίζοντας παρ' ἡμῶν πρὸς ὑμᾶς ἐπιθυμοῦμεν συνεχέστερον ἡμῖν περιτυγχάνειν, ὥστε δύνασθαι μετὰ δαψιλείας πληρῶσαι τὴν ἐπιθυμίαν τὴν ἡμετέραν.
 [00436]  Καὶ γὰρ πολλοὶ οἱ ἐκεῖθεν μετὰ τὴν σὴν ἀποδημίαν ἐνταῦθα παραγενόμενοι.
 [00567]  Μήτε ἀθύμει, μήτε ἁμαρτίαις λογίζου τὴν καλλίστην ἀποδημίαν τῆς μακαρίας θυγατρός σου.
 [00571]  ἵνα μὴ μόνον [52.648] τῆς καλλίστης ἀνατροφῆς, ἀλλὰ καὶ τοῦ πράως καὶ εὐχαρίστως ἐνεγκεῖν τὴν καλλίστην ταύτην αὐτῆς ἀποδημίαν, πολλὴν παρὰ τοῦ φιλανθρώπου Θεοῦ λάβητε τὴν ἀντίδοσιν.
 [01135]  τὰ δὲ ἀληθῆ πράγματα, καὶ πεπηγότα, καὶ ἀμετακίνητα, τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς διαδεξόμενά ἐστι.
 [01394]  Καὶ γὰρ πολλοὶ οἱ ἐκεῖθεν μετὰ τὴν σὴν ἀποδημίαν ἐνταῦθα παραγενόμενοι.
 [01525]  Μήτε ἀθύμει, μήτε ἁμαρτίαις λογίζου τὴν καλλίστην ἀποδημίαν τῆς μακαρίας θυγατρός σου.
 [01529]  ἵνα μὴ μόνον [52.648] τῆς καλλίστης ἀνατροφῆς, ἀλλὰ καὶ τοῦ πράως καὶ εὐχαρίστως ἐνεγκεῖν τὴν καλλίστην ταύτην αὐτῆς ἀποδημίαν, πολλὴν παρὰ τοῦ φιλανθρώπου Θεοῦ λάβητε τὴν ἀντίδοσιν.
 [02093]  τὰ δὲ ἀληθῆ πράγματα, καὶ πεπηγότα, καὶ ἀμετακίνητα, τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς διαδεξόμενά ἐστι.
 [02471]  Καὶ γὰρ τῆς ὁδοῦ τὸ μέσον ὀλίγον, καὶ ἡ τοῦ ἔτους ὥρα πρὸς ἀποδημίαν σφόδρα ἐπιτηδεία, οὔτε κρυμῷ, οὔτε θάλπει λυποῦσα.
 [02507]  Μὴ κάμνε ζητῶν ἀπολογίαν τοῦ ταχέως ἐντεῦθεν ἀποδημῆσαι, ἐπὶ τὴν τῶν ὀφθαλμῶν ἀσθένειαν, καὶ ἐπὶ τὸν κρυμὸν καταφεύγων, καὶ τούτοις λογιζόμενός σου τὴν ἀποδημίαν.
 [02719]  Μάλιστα δὲ ἐξεπλάγημεν νῦν τὸν πολὺν ὑμῶν τόνον, οὕτω μακρὰν καὶ διαπόντιον ἀποδημίαν ἑλομένων, καὶ πόνων καὶ ἱδρώτων γέμουσαν, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων.
 [02735]  ὃ δὲ νῦν προσεθήκατε, τὸ μακρὰν οὕτως ἀποδημίαν στείλασθαι, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, σφόδρα πάντας ἡμᾶς ἀναπνεῦσαι πεποίηκε.
 [02742]  Ὅταν ἐννοήσω τὸν ἱδρῶτα, ὃν ἵδρωσας, καὶ οἴκοι καθήμενος, καὶ μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενος, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων πραγμάτων, καὶ πρὸ τοῦ τέλους σε στεφανῶν καὶ ἀνακηρύττων καὶ μακαρίζων οὐ παύομαι.
 [02753]  Πολὺν ὑπομεμενήκατε πόνον, μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενοι, πολὺν τὸν ἱδρῶτα, ἀλλ' οὐχ ὑπὲρ τῶν βιωτικῶν καὶ ἐπικήρων πραγμάτων, ἀλλ' ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, ὑπὲρ ὧν καὶ πολλῷ μείζονα τῶν πόνων λήψεσθε τὰ βραβεῖα παρὰ τοῦ φιλανθρώπου Θεοῦ.
 [02794]  Ἐπεὶ δὲ καὶ μακρὰν οὕτως ἀποδημίαν προσεθήκατε, καὶ πάντα ὄκνον ἐκβαλόντες, μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας τοσαύτην ὁδὸν ἐστείλασθε, οὐχ ὡς ἔτυχε καὶ διὰ τοῦτο ὑμᾶς ἐκπληττόμεθα, καὶ εὐχαριστοῦντες οὐ διαλιμπάνομεν, καὶ διὰ γραμμάτων νῦν, καὶ χωρὶς γραμμάτων.
 [02803]  Πολὺ δὲ μέγιστον καὶ τὸ νῦν γεγενημένον παρὰ τῆς ἀγάπης ὑμῶν, τὸ ἀναστῆναι ἕκαστον ὑμῶν οἴκοθεν, τὸ μακρὰν οὕτως ἀποδημίαν στείλασθαι, τὸ διατρίβειν ἐπ' ἀλλοτρίας, καὶ τοὺς ἀπὸ τῆς μακρᾶς ἀποδημίας ὑπομένειν καμάτους, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων.
 [03078]  Ἆρα μετὰ τὴν ἀποδημίαν ἐξέβαλες ἡμᾶς τῆς διανοίας τῆς σῆς, καὶ ῥᾳθυμότερος περὶ τὴν ἡμετέραν γέγονας
 [03099]  Οἶδα μὲν, ὅτι συνετὸς ὢν, καὶ φιλοσοφεῖν εἰδὼς, καὶ πρὸ τῶν γραμμάτων τῶν ἡμετέρων πράως οἴσεις τοῦ μακαρίου ἀδελφοῦ τῆς μεγαλοπρεπείας τῆς σῆς τὴν ἀποδημίαν·
 [03205]  οὐ γὰρ μετὰ τὴν ἀποδημίαν ἔλαθεν ἡμᾶς, ὅσα καὶ ποιεῖν καὶ λέγειν ὑπὲρ ἡμῶν ἐσπούδακας.
 [03492]  Τὸ δὲ μὴ μόνον ἐπιστολὰς πέμψαι, ἀλλὰ καὶ τὸν κύριόν μου τὸν ποθεινότατον ἀδελφὸν ἡμῶν Λιβάνιον πεῖσαί τε ἀναστῆναι ἐκεῖθεν, καὶ τὴν ἀποδημίαν στείλασθαι ταύτην, πόσης διαθέσεώς ἐστι;
000-00-00 Serial Number=0489160419
Expositiones in Psalmos Ante [Go Back]  
 [01349]  ἀλλ' ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡ μετάνοια καιρὸν οὐκ ἂν ἔχοι.
 [01975]  Ἢ οὐχ ὁρᾷς καὶ ἐπὶ τῶν βιωτικῶν, τοὺς τῶν βασιλέων φίλους, μάλιστα τούτους προκινδυνεύοντας ἐν πολέμοις, καὶ τραύματα ἔχοντας, καὶ ἀποδημίαν στελλομένους;
 [03144]  ἂν τὰς παλαιὰς θέλῃς διηγήσασθαι δωρεὰς, ἂν τὰς πρὸ τοῦ νόμου, ἂν τὰς ἐν τῷ νόμῳ, ἂν τὰ ἐν τῇ χάριτι, ἂν τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, ἂν τὰ ἐν αὐτῷ τῷ θανάτῳ, μυρία εὕρῃς πελάγη ταῦτα διηγημάτων.
 [04907]  ἂν τὰς παλαιὰς θέλῃς διηγήσασθαι δωρεὰς, ἂν τὰς πρὸ τοῦ νόμου, ἂν τὰς ἐν τῷ νόμῳ, ἂν τὰ ἐν τῇ χάριτι, ἂν τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, ἂν τὰ ἐν αὐτῷ τῷ θανάτῳ, μυρία εὕρῃς πελάγη ταῦτα διηγημάτων.
000-00-00 Serial Number=0749662936
Fragmenta in Job Ante [Go Back]  
 [00597]  ∆ιὰ τοῦτο πολλοὶ νῦν μακράν τινα, καὶ διαπόντιον ἀποδημίαν στέλλονται, ἀπὸ τῶν περάτων τῆς γῆς εἰς Ἀραβίαν τρέχοντες, ἵνα τὴν κοπρίαν ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι τὴν γῆν, τὴν τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα.
 [00996]  Πολλὴ, φησὶ, κατὰ τὸν παρόντα βίον ἡ ἀνωμαλία, πολλὴ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐλευθερία καὶ ἰσοτιμία·
000-00-00 Serial Number=0917068958
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00165]  Ἄλλως δὲ καὶ εἰς αἰσχύνην Ἰουδαίων τοῦτο γίνεται, ὅτι ἐκεῖνοι μὲν ἐστασίαζον [ἐδίσταζον] προσελθεῖν, οὗτοι δὲ καὶ μακρὰν ἀποδημίαν ἐστείλαντο, ὥστε αὐτὸν ἰδεῖν καὶ προσκυνῆσαι, καὶ περιιόντες λέγουσι·
 [00175]  Ἀλλ' οὐχ οἱ μάγοι, ἀλλὰ πατρίδα καταλιπόντες καὶ οἰκίαν καὶ φίλους καὶ συγγενεῖς, καὶ μακρὰν ἀποδημίαν ἐστείλαντο, καὶ εἰς κίνδυνον ἑαυτοὺς ἔῤῥιψαν.
000-00-00 Serial Number=0255610168
In Acta apostolorum Ante [Go Back]  
 [07347]  Ἀλλὰ μέγα ἐκείνου ἐγκώμιον τὸ τοσαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ, μηδὲ καιροῦ τοιούτου ὄντος, ἐν ὁδῷ ἀναγινώσκειν, καὶ τὸ ἐπὶ ὀχήματος φερόμενον τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα·
 [09999]  τουτέστι, τὴν ἀποδημίαν·
000-00-00 Serial Number=0655208707
In Ecclesiasten Ante [Go Back]  
 [00258]  Ὅρα πῶς συνεχῶς αὐτοὺς τέως ἐμβάλλει εἰς τὸ καταφρονεῖν χρημάτων καὶ μὴ ζητεῖν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.
000-00-00 Serial Number=0398246586
In Genesim sermones Ante [Go Back]  
 [00809]  Καὶ γὰρ περὶ ψυχῆς τῆς ἡμετέρας διαλεγόμεθα, καὶ τῶν ψυχῇ προσηκόντων ἀγαθῶν, καὶ περὶ τῶν ἀποκειμένων ἐν τοῖς οὐρανοῖς στεφάνων, καὶ περὶ τῶν λαμπρῶν βίων, καὶ περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, καὶ περὶ τῆς προνοίας τοῦ παντὸς, καὶ περὶ τῶν ἄλλων ἁπάντων τῶν μάλιστα προσηκόντων ἡμῖν, καὶ τίνος ἕνεκεν γεγόναμεν, καὶ ποία μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἀπαντήσεται λῆξις ἡμῖν, καὶ ἐν τίσι τὰ ἡμέτερα ἔσται τότε.
 [01475]  Μακρὰν, φασὶν, ἤλθομεν ὁδὸν, πολλοὺς χειμῶνας ὑπεμείναμεν, πολλοὺς κινδύνους, διαπόντιον ἀποδημίαν ἐστειλάμεθα·
000-00-00 Serial Number=0781132460
In Isaiam Ante [Go Back]  
 [00923]  ∆οκεῖ δέ μοι καὶ τὴν διὰ μακροῦ γενομένην ἀποδημίαν τῶν βαρβάρων αἰνίττεσθαι.
000-00-00 Serial Number=0483976305
In Joannem Ante [Go Back]  
 [03292]  Τί γὰρ ἄμεινον, εἰ τέ μοι, περὶ τῶν κατὰ τὴν ἀγορὰν, περὶ τῶν ἐν τοῖς δικαστηρίοις, περὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι, ἢ περὶ τῶν ἐν οὐρανοῖς καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν;
 [05799]  Περὶ δὲ ἡμῶν οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλ' ἡ βελτίων κατάστασις, ἡ μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν·
000-00-00 Serial Number=0758440375
In Kalendas Ante [Go Back]  
 [00251]  ἀλλ' ἀντὶ βακτηρίας μεγάλης, ἀνθ' ὅπλου καὶ ἀσφαλείας, ἀντὶ θησαυρῶν ἀφάτων, ὅπουπερ ἂν ὦμεν, τὸ ῥῆμα τοῦτο μεθ' ἑαυτῶν περιφέρωμεν, ἐγγράψαντες τῇ διανοίᾳ, ἵνα πάντα εἰς δόξαν Θεοῦ καὶ ποιήσαντες καὶ εἰπόντες καὶ πραγματευσάμενοι, τῆς παρ' αὐτοῦ τύχωμεν δόξης καὶ ἐνταῦθα καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.
000-00-00 Serial Number=0973561347
In Lazarum i Ante [Go Back]  
 [00041]  Ἐπετηρήσατο ὁ θάνατος τὴν σὴν ἀποδημίαν, καὶ τὸν σὸν ἐκβιάζεται φίλον.
000-00-00 Serial Number=0650158882
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00166]  Ὅπως οὖν μηδὲν τούτων ἀκούσῃ ὁ Ἠλίας, εὐθέως ἐστείλατο τὴν ἐπὶ Σιδωνίους ἀποδημίαν, ἐν εὐφροσύνῃ, ἢ ὀδύνῃ ποριζόμενος.
000-00-00 Serial Number=0341984928
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03128]  Μὴ τοίνυν νόμιζε τὴν ἐκ τοῦ σώματος ἀποδημίαν ἀρκεῖν·
 [03131]  οὕτω καὶ ἀποδημίαν δείξας, ἵνα μὴ νομίσῃς αὐτὴν ἀρκεῖν σοι πρὸς σωτηρίαν, τὸ, [61.470] Εὐαρέστους δεῖ εἶναι, προσέθηκεν.
 [04910]  Ταῦτα δὲ ἔλεγε, καὶ τῶν πλουτούντων καταστέλλων τὰ φρονήματα, καὶ δεικνὺς, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, ἐν πλείονι οἱ πνευματικοὶ ὑπεροχῇ.
000-00-00 Serial Number=0039150834
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02310]  καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι χρῆται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα ἢ τελευτὴν, καὶ ἀποδημίαν μᾶλλον, ὅπερ οὖν καὶ ἦν, καὶ μετάστασιν πρὸς τὰ κρείττω.
000-00-00 Serial Number=0817220986
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01589]  τίς ἀποδημίαν ἐστείλατο μακράν;
 [02058]  τίς τούτων εἶπε τί ἔσται μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν;
 [02117]  τοὺς μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν πάντα ὑπισχνουμένους τὰ χρηστὰ, ἢ τοὺς ἐν τῷ παρόντι κολακεύοντας βίῳ;
 [04109]  Ἐνταῦθα δὲ οὐδὲ ὑπὲρ τοιούτων τρέχομεν ψυχρῶν καὶ ἐπικήρων, οὔτε δεδοίκαμεν ὑπὲρ τοῦ τέλους, ἀλλὰ καὶ μείζων καὶ ἀσφαλεστέρα ἡ ἐλπὶς μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.
 [08273]  Εἰ γὰρ καὶ σαυτοῦ καταφρονεῖς, ἀλλ' ἐμὲ τὴν καταλιποῦσαν οἰκίαν καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ τοσαύτην ἀκολουθήσασάν σοι ἀποδημίαν ἐλέησον, καὶ μὴ περιβάλῃς χηρείᾳ καὶ τοῖς ἀπὸ τῆς χηρείας κακοῖς.
 [09999]  Εἰ γὰρ ἰατροῦ δεόμενον ἢ τέκτονος ἢ ἑτέρου δημιουρ-γοῦ, μακρὰν ἔδει στέλλεσθαι ἀποδημίαν, τὸ πᾶν ἀπολώλει.
000-00-00 Serial Number=0311806917
In epistulam ad Colossenses Ante [Go Back]  
 [04265]  Μὴ γένῃ τοῦ παιδὸς τοῦ Ἀβραὰμ χείρων, ὃς εἰς τοσαύτην ἀποδημίαν πεμπόμενος, ᾔδει ἔνθα χρὴ καταφυγεῖν·
000-00-00 Serial Number=0029159963
In epistulam ad Ephesios Ante [Go Back]  
 [01991]  εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, ὑπὲρ τοῦ τὸ δεσμωτήριον ἔνθα ἐδέδετο.
 [05745]  ἀλλ' εἷς αὐτῶν ὁ προεστηκὼς οὕτω θαυμαστὸς ἦν, ὡς καὶ γάμον ἐμπιστευθῆναι τοῦ μονογενοῦς παιδὸς, καὶ ἀποδημίαν ὑπερόριον.
 [06712]  Ἵνα καὶ ἡμεῖς ἕτοιμοι ὦμεν πρὸς τὴν ἔξοδον, πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν.
000-00-00 Serial Number=0211268306
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01452]  ∆ιὰ τί οὖν, εἰπέ μοι, ὅταν ἀποδημῇ, καὶ ἀποδημίαν μακρὰν, οὐ τὰ αὐτὰ ποιεῖς;
 [06544]  οὐχὶ ἀποδημίαν ποιούμεθα;
 [07006]  Οὕτω πρὸς τὴν ἀποδημίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ·
000-00-00 Serial Number=0849940836
In epistulam ad Philemonem Ante [Go Back]  
 [00177]  οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, [62.707] οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον.
000-00-00 Serial Number=0816430569
In epistulam ad Philippenses Ante [Go Back]  
 [02443]  ταῦτα γὰρ εὐκολώτερον τὴν ἀποδημίαν ποιεῖται·
000-00-00 Serial Number=0956939399
In epistulam ad Romanos Ante [Go Back]  
 [00612]  Ὢ ψυχῆς γενναίας! πρᾶγμα τοσούτων κινδύνων μεστὸν ἀναδεξάμενος, ἀποδημίαν διαπόντιον, πειρασμοὺς, ἐπιβουλὰς, ἐπαναστάσεις (καὶ γὰρ εἰκὸς πόλει τοσαύτῃ μέλλοντα διαλέγεσθαι, ὑπὸ ἀσεβείας τυραννουμένῃ, νιφάδας πειρασμῶν ὑπομένειν·
 [02405]  Ἂν τοίνυν μὴ δῷς αὐτῷ νῦν, οὐ δεήσεταί σου μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.
 [08832]  Οὕτω γὰρ ἐντεῦθεν ἤδη τὴν βασιλείαν ὀψόμεθα, καὶ ἀγγελικὸν ζησόμεθα βίον, καὶ ἐν γῇ διατρίβοντες, τῶν τὸν οὐρανὸν οἰκούντων οὐδὲν ἔλαττον ἕξομεν, καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, πάντων λαμπρότεροι τῷ βήματι τοῦ Χριστοῦ παραστησόμεθα, καὶ τῆς ἀποῤῥήτου δόξης ἀπολαύσομεν·
000-00-00 Serial Number=0352978826
In epistulam ad Titum Ante [Go Back]  
 [00276]  ποίαν ἀποδημίαν στείλασθαι;
 [01235]  Νῦν δὲ τὸ μὲν σῶμα κάμνοντος τοῦ παιδὸς οὐκ ἂν παραιτήσαιτό τις καὶ μακρὰν ἀποδημίαν στείλασθαι, ὥστε λῦσαι τὴν νόσον·
000-00-00 Serial Number=0899662793
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00729]  Ἐπεὶ οὖν σώματος ὑγίεια, καὶ γῆς εὐκληρία, καὶ πολυπαιδία καὶ εὐπαιδία, καὶ λιπαρὸν γῆρας, καὶ ὡρῶν κρᾶσις ἀρίστη, καὶ εὐετηρία, καὶ ὄμβρων εὐκαιρία, καὶ πολλὰ ποίμνια καὶ βουκόλια, καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ κατὰ τὴν παροῦσαν αὐτοῖς ἐπληροῦτο ζωὴν, καὶ οὐδὲν ἐν ἐλπίσιν ἦν, οὐδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν·
 [00731]  Ταῦτα οὖν ἐννοῶν ὁ Παῦλος καὶ τὸ μέγεθος τῶν ἐπηρτημένων αὐτοῖς δεινῶν, καὶ ὅτι τούτοις μὲν τὸν μισθὸν τῶν πόνων μετὰ τὴν ἐντεῦθεν αὐτοῖς ἀποδημίαν ὁ Θεὸς ἐπηγγείλατο, τοὺς δὲ προγόνους αὐτῶν ἐντεῦθεν ἠμείψατο, καὶ συνορῶν πολλὴν ἐκ τῶν λογισμῶν τούτων ἀκηδίαν ἐγγινομένην αὐτοῖς, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ διδάξαι, ὅτι καὶ ἐπὶ τῶν πατέρων τῶν αὐτῶν οὕτω τὰ πράγματα ᾠκονόμητο, καὶ ἐν πίστει πολλοὶ τὸν μισθὸν ἔλαβον, οὐκ ἐν τῇ πείρᾳ, ἀνέμνησεν αὐτοὺς τῆς προφητικῆς ῥήσεως, εἰπών·
000-00-00 Serial Number=0492704153
In illud Messis quidem multa Ante [Go Back]  
 [00193]  Ἀλλ' οὐχ ὁ βάρβαρος τότε ἐκεῖνος ταῦτα εἶπε τὰ ῥήματα, καὶ ταῦτα Ἰουδαῖος ὢν καὶ πολλὴν τῶν τόπων ποιεῖν τὴν παρατήρησιν πεπαιδευμένος, καὶ μάλιστα συνεχῶς ἐνηχοῦντος αὐτῷ, ὅτι δεῖ τηρεῖν τοῦ τόπου τὴν φυλακὴν, καὶ διὰ τοῦτο μακρὰν ἀποδημίαν στειλάμενος, ἵνα ἐν τῷ τόπῳ ᾧ ἐκέλευσεν ὁ Θεὸς προσκυνήσῃ·
000-00-00 Serial Number=0701800287
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00082]  πρόθες σεαυτῷ τοὺς θησαυροὺς ἐν μέσῳ καὶ κείμενος καὶ πυρέσσων καὶ κακῶς ἔσει περισφιγγόμενος πανταχόθεν καὶ πρὸς ἐκείνην τὴν ἀπαραίτητον ἀποδημίαν ἑλκόμενος.
000-00-00 Serial Number=0047351241
In martyres Aegyptios Ante [Go Back]  
 [00071]  Μὴ, παρακαλῶ, μὴ οὕτω κακῶς περὶ ἑαυτῶν καὶ τῆς ἑαυτῶν βουλευώμεθα σωτηρίας, ἀλλ' εἰς τοὺς ἁγίους τούτους ὁρῶντες, τοὺς γενναίους καὶ καρτερικοὺς ἀθλητὰς, τοὺς ἀντὶ φωστήρων δεδομένους ἡμῖν, πρὸς τὴν τούτων καρτερίαν καὶ τὴν ὑπομονὴν τὸν ἑαυτῶν διευθύνωμεν βίον, ἵνα ταῖς εὐχαῖς αὐτῶν δυνηθῶμεν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἰδεῖν τε αὐτοὺς καὶ ἀσπάσασθαι, καὶ πρὸς τὰς οὐρανίους αὐτῶν καταταχθῆναι σκηνάς·
000-00-00 Serial Number=0279680312
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00182]  Μέλλων ἀπ άγεσθαί ποτε εἰς τὴν Ῥώμην τὴν ἐσχάτην ἀποδημίαν, μεθ' ἣν οὐκ ἔτι ἔμελλεν ὄψεσθαι τοὺς μαθητάς·
000-00-00 Serial Number=0213247299
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00003]  Εἰ ἐν τῇ γῇ τοιαῦται τοῖς μάρτυσιν αἱ τιμαὶ, μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ποταποὶ πλέκονται ἐν οὐρα νοῖς οἱ στέφανοι ταῖς ἁγίαις αὐτῶν κεφαλαῖς;
000-00-00 Serial Number=0208383739
In sanctum pascha sermo 4 Ante [Go Back]  
 [00036]  ἡμῖν δὲ ψυχῆς ἡ πρόθεσις ὁδοιπορικὴ πρὸς ἀποδημίαν τοῦ κόσμου στελλομένη.
000-00-00 Serial Number=0772962213
Quales ducendae sint uxores Ante [Go Back]  
 [00252]  Ἀναμνήσθητι, φησὶ, πῶς τοσαύτην ἤλθομεν [51.234] ἀποδημίαν, πῶς τὴν οἰκείαν ἀφέντες ἐπὶ τῆς ἀλλοτρίας πλείονος ἀπελαύσαμεν εὐημερίας, πῶς τὰ ἀδύνατα γέγονε δυνατά.
000-00-00 Serial Number=0616763413
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00308]  Ἀλλ' ὥσπερ τὸν κόσμον τοῦτον ἀφέντες καὶ πρὸς ἑτέραν βελτίονα μετοικισθέντες οἰκουμένην, οὕτως ἤσθιον, οὕτως ἔπινον καὶ οὔτ' ἀκτὶς θερμοτέρα γινομένη τὰς κεφαλὰς ἔπληττε τὰς ἐκείνων, διετείχιζε γὰρ τὴν φλόγα νεφέλη πάντοθεν ἐπαιωρουμένη καὶ περιφορητὴ γινομένη στέγη τοῖς δήμοις ἅπασιν ἐκείνοις οὔτε ἐν νυκτὶ λαμπάδος ἐδέοντο διαιρούσης τὸ σκότος, ἀλλ' ἦν αὐτοῖς ὁ στύλος τοῦ πυρὸς πηγὴ φωτὸς ἀφάτου, δύο χρείας παρέχων, τήν τε ἀπὸ τοῦ φαίνειν, τήν τε ἀπὸ τοῦ κατευθύνειν αὐτοῖς τὴν ἀποδημίαν.
 [00342]  οὐχὶ νέοι ὄντες καὶ νέοι κομιδῇ, ἐν ἡλικίᾳ ἀώρῳ τὴν χαλεπὴν ἐκείνην ὑπέμειναν αἰχμαλωσίαν καὶ τὴν μακρὰν ἀπεδήμησαν ἀποδημίαν καὶ πατρίδος καὶ οἰκίας καὶ ναοῦ καὶ βωμοῦ καὶ θυσιῶν καὶ προσφορῶν καὶ σπονδῶν καὶ αὐτοῦ δὲ τοῦ ψάλλειν, εἰς τὴν ἀλλοτρίαν ἐλθόντες γῆν, ἐχωρίσθησαν;
000-00-00 Serial Number=0910249949
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00092]  Καὶ οὐκ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἕτερον οὕτω κώλυμα πρὸς τὴν ἀποδημίαν τῶν οὐρανῶν ὡς πλοῦτος καὶ τὰ ἀπὸ τοῦ πλούτου κακά.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»