Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀλαζονείας [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀλαζονείας


000-00-00 Serial Number=0364972591
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00314]  μηδέπω θαῤῥεῖν ὑπὲρ τῆς ἀθανασίας ἔχων, ἀλλ' ἔτι μετέωρον τὴν ἐλπίδα ταύτην οὖσαν εἰδὼς, καὶ πρὸς τοσοῦτον ἀλαζονείας καὶ ἀνοίας ἀρθεὶς, ὡς καὶ ἐλπίσαι γενέσθαι θεὸς, καὶ ταῦτα οὐδαμόθεν τὸν ταῦτα ἐπαγγειλάμενον πιστὸν ὁρῶν·
 [00622]  Εἰ δὲ λέγοι τις βέλτιον εἶναι κατορθοῦντας ἐπαίρεσθαι ἢ ταπεινωθῆναι πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας ἀγνοεῖ τὴν ζημίαν καὶ τῆς ταπεινοφροσύνης τὸ κέρδος.
 [00625]  ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας λήψεται παρανομίας ποτὲ, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται κενὸς ἐνθένδε ἀπελθών·
000-00-00 Serial Number=0580844581
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00207]  ἂν δέ τι μικρὸν κατορθώσωμεν, τοῦτο ἄνω καὶ κάτω στρέφομεν, καὶ οὐ πρότερον ἀφιστάμεθα γαυρούμενοι [47.420] καὶ φυσώμενοι, ἕως ἂν καὶ αὐτὸ τὸ μικρὸν διὰ τῆς ἀλαζονείας κενώσωμεν.
000-00-00 Serial Number=0672669530
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00012]  κἂν ὁ τῆς ἀλαζονείας, κἂν ὁ τῆς πορνείας, κἂν ὁ τῆς φιλαργυρίας, κἂν οἱ τούτων μιαρώτεροι βουληθῶσιν ἐπεισελθεῖν ὁ κολύσων οὐδείς·
000-00-00 Serial Number=0366371930
Adversus catharos Ante [Go Back]  
 [00051]  ὑμᾶς δὲ παρακαλῶ καὶ τὴν ὑμετέραν ἀγάπην, ταῦτα πάντα ἐννοοῦντας τῆς μὲν ἀλαζονείας αὐτῶν ἀπαλλάττεσθαι, καὶ τῆς ἀπονοίας ἐκτὸς εἶναι, πειρᾶσθαι δὲ μετὰ σπουδῆς ἁπάσης τά τε ὄντα ἁμαρτήματα ἀποσμήχειν, τά τε προσιόντα ἀποκρούεσθαι.
000-00-00 Serial Number=0815232992
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00433]  Καὶ εἴ γε ἦν δυνατὸν τοῦτο γενέσθαι, ἔμαθες ἂν ἀπὸ τῆς πείρας αὐτῆς, ὡς οὐκ ἀλαζονείας τὰ ῥήματα, ἀλλὰ πολλῷ πλείω καὶ μείζω εὑρόντες καταφρονήσουσιν ἐκείνου, καὶ οὐκ ἄν ποτε αὐτὸν ἀλλάξαιντο τούτου.
 [01176]  οἱ τὸ εὐτελὲς τῆς ἀνθρωπίνης ἐπεσκεμμένοι φύσεως, ἢ οἱ μηδὲ τοῦτο αὐτὸ εἰδέναι θέλοντες, ἀλλ' ὑπὸ τῆς ἄγαν ἀλαζονείας καὶ τὸ ἀνθρώπους αὐτοὺς νομίζειν ἀπολωλεκότες;
000-00-00 Serial Number=0566245019
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00006]  Πένης γὰρ ὢν πλουσίοις ἐπεκτείνομαι, οὐκ ἀλαζονείας ὑποθέμενος νόσον, ἀλλὰ τῆς φιλοθέου ὑμῶν ψυχῆς ἀποπληρῶν τὸν ἔρωτα.
000-00-00 Serial Number=0957923293
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00175]  [37] Οὐ καθάπερ οἱ παρ' Ἕλλησι σοφοὶ οἳ συμμέτρως μὲν οὐδέποτε πανταχοῦ δὲ ὡς εἰπεῖν ἢ πλέον ἢ ἔλαττον τοῦ δέοντος παρρησιάζονται ἵνα ἀνδρείας μὲν οὐδαμοῦ, παθῶν δὲ ἀλογίστων ἀλόγιστον δόξαν λάβωσι πανταχοῦ ἐν οἷς μὲν ὑστέρησαν δειλίας ἐν οἷς δὲ ὑπερέβησαν ἀλαζονείας καὶ φιλοδοξίας παρὰ πᾶσιν ἁλισκόμενοι ἀλλ' οὐχ ὁ μακάριος ἐκεῖνος, οὐ γὰρ ἁπλῶς τὸ ἐπελθὸν ἔπραττεν ἀλλὰ πάντα βασανίζων ἀκριβῶς καὶ πρὸς τοὺς θείους νόμους τοὺς λογισμοὺς ἁρμόζων τοὺς ἑαυτοῦ οὕτως ἐπὶ τὸ πράττειν ἐξήγαγεν αὐτούς.
 [00177]  Ἐντεῦθεν αὐτὸν καὶ θυμοῦ καὶ δειλίας καὶ ἀλαζονείας καὶ δοξομανίας καὶ ἀπεχθείας καὶ φόβων καὶ κολακείας θαρρούντως ἀπεφηνάμην εἶναι καθαρόν.
000-00-00 Serial Number=0036245406
De Christi divinitate Ante [Go Back]  
 [00173]  Ὅρα τὴν ἀγνωμοσύνην καὶ τὴν ἀναισθησίαν, ὅρα ψυχὴν ἀλαζονείας γέμουσαν.
 [00225]  Ὑπερηφανίας γὰρ καὶ ἀλαζονείας ἐστὶ, τὸ τοῖς μείζοσι τῆς ἀξίας ἐπιχειρεῖν πράγμασι.
000-00-00 Serial Number=0478708267
De incomprehensibili dei natura Ante [Go Back]  
 [00639]  Ἐγὼ μέν, ἂν μὴ δείξω τοῦτο ὅπερ ὑπεσχόμην, δίκαιος ἂν εἴην ἀλαζονείας ὑποστῆναι ἔγκλημα·
000-00-00 Serial Number=0806532085
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00715]  Οὔτε γάρ τις ἄλλος εἶχε τοσαύτας ἀνάγκας πρὸς ἀπόνοιαν, οὔτε ἄλλος τις οὕτω καθαρὸς ἀλαζονείας ἦν.
000-00-00 Serial Number=0794923425
De mutatione nominum Ante [Go Back]  
 [00810]  ἵνα μὴ καὶ ἐπὶ Παύλου τοῦτο γένηται, καὶ μεθύων τῇ μανίᾳ τῶν γεγενημένων παραπέμψηται τὴν φωνὴν, ἢ μηδὲ ἀκούσῃ τὴν ἀρχὴν, τὴν διάνοιαν ἅπασαν πρὸς τὴν λεηλασίαν ἐκείνην ἔχων, πρότερον διὰ τοῦ φωτὸς πηρώσας αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ τὸν θυμὸν καταστείλας, καὶ σβέσας ἅπαντα τῆς ψυχῆς τὸν θόρυβον, καὶ πολλὴν ἐν τῇ διανοίᾳ γαλήνην ποιήσας, οὕτω τὴν φωνὴν ἀφῆκεν, ἵνα κατενεχθείσης τῆς ἀλαζονείας σώφρονι τῷ λογισμῷ προσέχῃ τοῖς λεγομένοις λοιπόν.
 [01236]  Οὐδὲν οὖν ἄλλο ἐστὶ τὸ Κλητὸς τοῦτο, ἀλλ' ἢ ταπεινοφροσύνης διδασκαλία, καὶ τύφου καθαίρεσις, καὶ πάσης ἀλαζονείας καταστολή·
000-00-00 Serial Number=0101661026
De negatione Petri Ante [Go Back]  
 [00014]  μὴ συνιδὼν ὁ ἀλλότριος, ὅτι ὁ σταυρὸς τὸ κέντρον τῆς ἁμαρτίας ἀμβλυνεῖ, καὶ τὴν κεφαλὴν τῆς ἀλαζονείας αὐτοῦ συνθλάσει, καὶ τὸ στόμα τῆς βλασφημίας αὐτοῦ ἐμφράξει, καὶ τὰς πτέρυγας τῆς ἀντιθέσεως αὐτοῦ ἐκτιλεῖ, καὶ ἔρημον καὶ ἄπορον ἐρήμοις ἀποδεικνύει.
000-00-00 Serial Number=0803213358
De sacerdotio Ante [Go Back]  
 [01286]  τὰς δὲ παρὰ τῶν ἀνδρῶν, ἢν μὴ μετὰ πολλῆς τις δέξηται τῆς μεγαλοψυχίας, δύο ἐναντίοις ἁλίσκεται πάθεσι, τῇ τε τῆς θωπείας δουλοπρεπείᾳ καὶ τῇ τῆς ἀλαζονείας ἀνοίᾳ τοῖς μὲν θεραπεύουσιν αὐτὸν ὑποκύπτειν ἀναγκαζόμενος, διὰ δὲ τὰς παρ' ἐκείνων τιμὰς κατὰ τῶν ἐλαττόνων ἐξογκούμενος καὶ εἰς τὸ τῆς ἀπονοίας ὠθούμενος βάραθρον.
000-00-00 Serial Number=0520760953
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01632]  Εἰ δέ τις λέγοι βέλτιον εἶναι κατορθοῦντας ἐπαίρεσθαι, ἢ ταπεινωθῆναι πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας ἀγνοεῖ τὴν ζημίαν, καὶ τῆς ταπεινοφροσύνης τὸ κέρδος.
 [01635]  ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας παρανομίας λήψεταί ποτε, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται τῶν ἐνθένδε κενὸς ἀπερχόμενος.
 [02088]  Ὁ γὰρ μηδέπω θαῤῥεῖν ὑπὲρ τῆς ἀθανασίας ἔχων, ἀλλ' ἔτι μετέωρον τὴν ἐλπίδα ταύτην οὖσαν εἰδὼς, καὶ πρὸς τοσοῦτον ἀλαζονείας καὶ ἀνοίας ἀρθεὶς, ὡς ἐλπίσαι γενέσθαι θεὸς, καὶ ταῦτα, οὐδαμόθεν τὸν ταῦτα ἐπαγγειλάμενον πιστὸν ὁρῶν·
 [03349]  Περὶ ἀλαζονείας καὶ κενοδοξίας.
 [05337]  ὠμότητος γὰρ τοῦτο καὶ ἀπανθρωπίας καὶ μεγίστης ἀλαζονείας τεκμήριον.
000-00-00 Serial Number=0839004397
Expositiones in Psalmos Ante [Go Back]  
 [00171]  κἂν δίκαιος ὢν μετὰ ἀλαζονείας προσίῃ, πάντων ἐκπεσεῖται τῶν ἀγαθῶν.
 [03712]  Ἄλλος δὲ περὶ τοῦ ἀσεβοῦς τοῦτο δείκνυσιν ὂν, λέγων, Τοῦ μετεωρισμοῦ αὐτοῦ, τουτέστι, τῆς ἀπονοίας, τῆς ἀλαζονείας.
 [05475]  Ἄλλος δὲ περὶ τοῦ ἀσεβοῦς τοῦτο δείκνυσιν ὂν, λέγων, Τοῦ μετεωρισμοῦ αὐτοῦ, τουτέστι, τῆς ἀπονοίας, τῆς ἀλαζονείας.
000-00-00 Serial Number=0659115374
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04248]  Καὶ εὐκαίρως δίδωσι τοὺς ἀγαθοὺς ἄρχοντας, ὅτε αὐτοὺς ἐκ τῆς τιμωρίας σωφρονεστέρους ἐποίησεν, ὥστε καὶ εὐπαράδεκτον γενέσθαι τὴν ὠφέλειαν, τῆς ῥᾳθυμίας καὶ ἀλαζονείας ἀνῃρημένης.
000-00-00 Serial Number=0311758518
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00099]  Ἐπεὶ οὖν χαλεπωτάτη ἡ νόσος, μάλιστα δὲ ἐξ ἀπονοίας καὶ ἀλαζονείας αὕτη ἐτέχθη, καὶ ἡ ἀρχὴ καὶ τὰ μέσα καὶ τὰ τέλη τῶν πραγμάτων διεφθείρετο·
000-00-00 Serial Number=0702400863
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Πάθους ταῦτα καὶ τραχύτητος τὰ ῥήματα καὶ ἀλαζονείας καὶ τοῦ ἀντινομοθετεῖν τῷ Θεῷ.
 [09999]  Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς ἅπαντας, ὅπερ εἶπεν, οὐκ ἀλαζονείας ἐστὶν, ἀλλὰ βουλομένου προσαγαγέσθαι τοὺς ἐμπλέοντας·
 [09999]  Ἐξ ἀλαζονείας καὶ ἀπονοίας πολλῆς.
000-00-00 Serial Number=0422258496
In Isaiam Ante [Go Back]  
 [00972]  Ἐπεὶ οὖν καὶ τοῖς Ἰουδαίοις τὸ εὐσωματεῖν καὶ σφριγᾷν καὶ τούτοις κομᾷν τοῖς πλεονεκτήμασιν ἀπονοίας ὑπόθεσις ἐγίνετο, ὑπέσυρε τῆς ἀλαζονείας τὴν ῥίζαν, νουθετῶν αὐτοὺς καὶ βελτίους ποιῶν καὶ μείζονα διδούς, ἢ ἀφαιρούμενος ἐξ αὐτῶν.
 [01270]  Φρονήματος γὰρ ἐμπλησθεῖσα γυνή, ἅτε κουφοτέρα καὶ ἀλογωτέρα οὖσα, εὐκόλως περιτρέπεται καὶ βαπτίζεται καὶ ναυάγιον ὑπομένει παντὸς πονηροῦ πνεύματος, τοῦ τύφου καὶ τῆς ἀλαζονείας αὐτὴν βαπτιζούσης.
000-00-00 Serial Number=0774831593
In Joannem Ante [Go Back]  
 [00108]  Κατασκευάσωμεν οὖν τὸν λογισμὸν τὸν ἡμέτερον πρὸς κυβέρνησιν ἐπιτήδειον τὴν ἄνω φέρουσαν, καὶ ναύτας αὐτῷ πειθηνίους, καὶ πλοῖον στερεὸν, ὥστε μήτε περιστάσει καὶ ἀθυμίᾳ βαπτίζεσθαι βιωτικῇ, μήτε ἀλαζονείας ἐπαίρεσθαι πνεύματι, ἀλλ' εὔζωνον εἶναι καὶ κοῦφον.
 [01617]  Τοῦτο δὲ αὐτοῖς ἑτέρωθεν μὲν οὐδαμόθεν, ἐξ ἀλαζονείας δὲ καὶ πονηρίας καὶ μισανθρωπίας γέγονε.
 [02636]  Ἐκ τῆς τῶν πλουτούντων πλεονεξίας τε καὶ ἀλαζονείας.
 [02766]  Ὢ τῆς ἀνοίας! ὢ τῆς ἀλαζονείας καὶ τῆς ἀκαίρου περιεργίας! ἀπεστάλητε μαθησόμενοι παρ' αὐτοῦ τίς εἴη καὶ πόθεν, οὐχὶ καὶ νόμους αὐτῷ θήσετε;
 [02831]  τί ταύτης τῆς ἀλαζονείας μανικώτερον;
000-00-00 Serial Number=0618174314
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01649]  Ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ἡ ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια.
000-00-00 Serial Number=0072460115
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02996]  Ὥσπερ γὰρ ἀλαζονείας εἶναι χρὴ πόῤῥω τὸν Χριστιανὸν, οὕτω καὶ κολακείας καὶ ἀγεννοῦς φρονήματος.
 [02997]  Οὐδὲ γὰρ εἰ λέγοι τις, ὅτι Τὰ χρήματα οὐδὲν ἡγοῦμαι εἶναι, ἀλλὰ τὰ παρόντα ἅπαντα σκιά μοι καὶ ὄναρ καὶ παίδων ἀθύρματα, ἀλαζονείας αὐτὸν γραψόμεθα·
 [03000]  Ἀλλὰ μὴ γένοιτο τῷ τῆς ἀλαζονείας ὀνόματι τὴν φιλοσοφίαν καλεῖν.
 [03007]  τὸ μέντοι τὴν οὖσαν περὶ τῶν πραγμάτων φέρειν ψῆφον, οὐχὶ ἀλαζονείας, ἀλλὰ φιλοσοφίας ἐστί.
 [05988]  τί [61.162] γὰρ ἀλαζονείας χεῖρον;
 [06183]  ὅπερ προπετείας μᾶλλον καὶ αὐθαδείας καὶ ἀλαζονείας εἶναι ἐδόκει.
000-00-00 Serial Number=0694160819
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00044]  Καὶ γὰρ ὅταν λέγῃ κλητὸν ἑαυτὸν, καὶ ὅταν λέγῃ, ∆ιὰ θελήματος Θεοῦ, καὶ πάλιν ἀλλαχοῦ, Ἀνάγκη γάρ μοι ἐπίκειται, καὶ ὅταν εἰς τοῦτο ἀφωρίσθαι λέγῃ, ταῦτα πάντα ἀναίρεσις φιλοτιμίας καὶ ἀλαζονείας ἐστίν.
 [03895]  Ὁ τελώνης ἀπὸ μόνης ταπεινοφροσύνης εὐδοκίμησεν, ὁ Φαρισαῖος ἐξ ἀλαζονείας ἀπώλετο.
000-00-00 Serial Number=0062884390
In epistulam ad Ephesios Ante [Go Back]  
 [05486]  Τὸ ἔξωθεν κάλλος ἀλαζονείας καὶ ἀπονοίας γέμει πολλῆς, καὶ εἰς ζηλοτυπίαν ἐμβάλλει, καὶ ὑποπτεύειν σε πολλάκις ποιεῖ τὸ πρᾶγμα ἄτοπα.
000-00-00 Serial Number=0692736626
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03340]  ὠμότητος γὰρ τοῦτο καὶ ἀπανθρωπίας καὶ ἀλαζονείας.
000-00-00 Serial Number=0282611072
In epistulam ad Romanos Ante [Go Back]  
 [00685]  λαβυρίνθῳ τινὶ καὶ γρίφοις ἔοικεν, οὐδὲν οὐδαμοῦ τέλος ἔχουσα, οὐδὲ ἀφιεῖσα τὸν λογισμὸν ἑστάναι ἐπὶ τῆς πέτρας, καὶ τὴν ἀρχὴν ἐξ ἀλαζονείας [60.410] λαμβάνουσα.
 [00840]  ἐνταῦθα δὲ καὶ χωρὶς συγκρίσεως αὐτὴν καθ' ἑαυτὴν κωμῳδεῖ τὴν σοφίαν αὐτῶν, δεικνὺς μωρίαν οὖσαν, καὶ ἀλαζονείας ἐπίδειξιν μόνον.
000-00-00 Serial Number=0012194276
In illud Vidi dominum Ante [Go Back]  
 [00063]  Τοῦτο καταφρονήσεώς ἐστιν, οὐ φόβου, ἀλαζονείας, οὐ ταπεινώσεως·
000-00-00 Serial Number=0513325036
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00246]  Ὥστε καὶ τοῦτον σωφρονισθῆναι μανθάνοντα, ὅτι οὐ διὰ παντὸς τὸ γένος αὐτοῦ κρα τήσει (εἰ γὰρ καὶ τούτων εἰρημένων τῆς ἀλαζονείας οὐ καθυφῆκε, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα εἴρητο)·
000-00-00 Serial Number=0377791643
Non esse desperandum Ante [Go Back]  
 [00027]  Ὁ μὲν γὰρ ἀλαζονείας ἔγεμε καὶ τύφου καὶ ἀπονοίας, οὗτος δὲ εὐγνωμοσύνης πολλῆς·
000-00-00 Serial Number=0368315160
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00079]  νυνὶ δὲ λανθανόντως δεξάμενος τὸν ἔπαινον, πάσης ἀλαζονείας ἀπήλλακται.
000-00-00 Serial Number=0582474589
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02072]  Ὅτι ὁ πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»