Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀδείας [193]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀδείας


000-00-00 Serial Number=0229928672
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00672]  οἱ δὲ ἀπὸ τῆς σφοδρᾶς ἀπογνώσεως εἰς ἀναλγησίαν ἐκπεσόντες, καὶ τῆς τῶν ἀνθρώπων δόξης καταφρονήσαντες, μετὰ πολλῆς τῆς ἀδείας λοιπὸν ὥσπερ τὰ ἀλλότρια τὰ οἰκεῖα ἐξαγορεύουσι κακά.
000-00-00 Serial Number=0856276631
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00612]  ἐγὼ δὲ οὐδὲ μετ' ἐκεῖνον ἀδείας τινὸς ἀπολαῦσαι δεδύνημαι·
000-00-00 Serial Number=0422972500
Ad populum Antiochenum Ante [Go Back]  
 [00666]  Πῶς δὲ ἔχει τὴν κτῆσιν, ὧν τὴν χρῆσιν οὐκ ἔχει μετὰ ἀδείας, οὐδὲ τὴν ἀπόλαυσιν;
 [01926]  ἐπειδὴ δὲ εἰς τὸ πέλαγος καταποντισθεὶς, καὶ τὴν ἁμαρτίαν διὰ τῆς τιμωρίας ἀποθέμενος, εἰς τὸ ἀτερμάτιστον κατηνέχθη πλοῖον, τὴν γαστέρα φημὶ τοῦ κήτους, πολλῆς ἀπήλαυσε τῆς ἀδείας·
 [02053]  οὕτω τῆς οἰκουμένης ἂν ἀφέλῃς τοὺς ἄρχοντας καὶ τὸν ἐκ τούτων φόβον, καὶ οἰκίαι καὶ πόλεις καὶ ἔθνη μετὰ πολλῆς ἀλλήλοις συμπεσοῦνται τῆς ἀδείας, οὐδενὸς ὄντος τοῦ κατέχοντος καὶ ἀνακρουομένου, καὶ τῷ φόβῳ τῆς κολάσεως ἀναπείθοντος ἡσυχάζειν.
 [02105]  Εἰ δὲ ἐν ἀρχῇ τοῦ τῆς παρανομίας ἕλκους τοσαύτη πρόνοια γέγονε, πολλῷ μᾶλλον μετὰ τὴν ἐπιστροφὴν, μετὰ τὴν μετάνοιαν, μετὰ τὸν τοσοῦτον φόβον, μετὰ τὰ δάκρυα καὶ τὰς εὐχὰς πλείονος ἀπολαυσόμεθα τῆς ἀδείας.
 [02296]  οὕτω καὶ οἱ ζῶντες ἐν πονηρίᾳ, ἂν μὲν κολάζωνται, χρηστὰς ἔχουσιν ἐλπίδας, ἂν δὲ μετὰ τῆς πονηρίας, ἀδείας καὶ τρυφῆς ἀπολαύωσι, τῶν ἐν ὑδέρῳ γαστριζομένων σφόδρα ἐλεεινότεροι ἂν εἶεν, καὶ τοσούτῳ πλέον, ὅσῳ ψυχὴ σώματός ἐστι βελτίων.
 [03208]  Εὐλογητὸς ὁ Θεὸς, ὁ καὶ ἡμῖν δοὺς μετὰ ἀδείας τὴν εἰωθυῖαν ὑμῖν παραθεῖναι τράπεζαν, καὶ ὑμῖν παρασχὼν μετὰ τοῦ θαῤῥεῖν τῶν ἡμετέρων ἀκροᾶσθαι λόγων·
 [03209]  εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκέτι τὸν ἔξωθεν φεύγοντες κίνδυνον, ἀλλ' ἀκροάσεως ἐπιθυμοῦντες, ἐνταῦθα συντρέχομεν, οὐκέτι μετὰ ἀγωνίας καὶ τρόμου καὶ φροντίδος ἀλλήλοις συγγινόμεθα, ἀλλὰ μετὰ ἀδείας πολλῆς ἅπαν ἀποτιναξάμενοι τὸ δέος·
 [03988]  ἂν δὲ ἀρχὴν ποιησώμεθα μόνον, ὥσπερ χειρὶ τῇ γλώττῃ τὸν ὅρκον ἡμῶν κατεχόντων, μετὰ πολλῆς λοιπὸν τῆς ἀδείας τὴν πονηρὰν αὐτοῦ τέχνην ἐπιδείκνυται, ἐξ ἑνὸς ὅρκου μυρίας συντιθεὶς καὶ πλέκων ἐπιορκίας·
 [04243]  ἄκουσον δὲ καὶ Σολομῶντος περὶ αὐτοῦ φιλοσοφοῦντος οὕτως, Σολομῶντος τοῦ πάσῃ συντραφέντος τρυφῇ καὶ πολλῆς ἀπολαύσαντος ἀδείας.
 [04991]  Ὅταν ἐθέλῃς τῆς πόλεως εἰπεῖν ἐγκώμιον, μή μοι τὴν ∆άφνην εἴπῃς τὸ προάστειον, μηδὲ τὸ πλῆθος καὶ μῆκος τῶν κυπαρίσσων, μηδὲ τὰς πηγὰς τῶν ὑδάτων, μηδὲ τὸ πολλοὺς τὴν πόλιν οἰκεῖν ἀνθρώπους, μηδὲ τὸ μέχρι βαθυτάτης ἑσπέρας ἐπὶ τῆς ἀγορᾶς διατρίβειν μετὰ ἀδείας πολλῆς, μηδὲ τῶν ὠνίων τὴν ἀφθονίαν·
 [05068]  Ἰδοὺ γοῦν οἱ μὲν πένητες διέφυγον ἅπαντες, καὶ ὁ δῆμος ἀπήλλακται τοῦ κινδύνου, καὶ ἀδείας ἀπολαύουσι καθαρᾶς·
 [05161]  Καὶ ἑτέροις δὲ ἐγκαλεῖ λέγων πάλιν, ὅτι τρυφῶντες καὶ γαστριζόμενοι, καὶ πολλῆς ἀπολαύοντες ἀδείας, ἰδόντες τοὺς Ἰουδαίους εἰς αἰχμαλωσίαν ἀπαγομένους, οὐκ ἤλγησαν, οὐκ ἐκοινώνησαν τῆς ἀθυμίας·
 [05432]  Ἕτερος πάλιν ἐπὶ σχοίνου στενωτάτης μετὰ τοσαύτης ἀδείας βαδίζει, μεθ' ὅσης οἱ τὰ ὕπτια πεδία κατατρέχοντες.
000-00-00 Serial Number=0823165655
Adversus Judaeos Ante [Go Back]  
 [00228]  Ὁ γὰρ συνειδὼς τῷ τὰ πονηρὰ πράττοντι καὶ περιστέλλων αὐτὸν καὶ ἀποκρύπτων, πλείονα αὐτῷ παρέχει ῥᾳθυμίας ὑπόθεσιν, καὶ μετὰ μείζονος ἀδείας παρασκευάζει τὴν πονηρίαν ἐργάζεσθαι.
 [00467]  ∆ιὰ τοῦτο οὐχὶ πρὸς αὐτὰς τὰς ἡμέρας παρῄνεσα, ἵνα μὴ ἡ τοῦ καιροῦ στενοχωρία ἐμποδίσῃ πρὸς τὴν θήραν ὑμᾶς τῶν ἀδελφῶν τῶν ὑμετέρων, ἀλλ' ἔχοντες τὴν ἀπὸ τοῦ πλήθους τῶν ἡμερῶν εὐρυχωρίαν, μετὰ ἀδείας ἁπάσης δυνηθῆτε τοὺς τὰ τοιαῦτα νοσοῦντας ἐξιχνιάσαι καὶ ἀνακτήσασθαι.
000-00-00 Serial Number=0009243906
Adversus catharos Ante [Go Back]  
 [00042]  Ἢ οὐκ οἶσθα τίνες ἐσμὲν, χαίροντες, λυπούμενοι, πλουτοῦντες, πενόμενοι, ὑβριζόμενοι, ἐπαινούμενοι, ἐλαυνόμενοι καὶ πολεμούμενοι, ἀδείας ἀπολαύοντες, πεινῶντες, κορεννύμενοι;
000-00-00 Serial Number=0228536010
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00034]  οὗτοι δὲ ποίας αὐτοῖς ἐλευθερίας ἐλαττουμένης, ποίας ἐκκοπτομένης ἀδείας, τίνας τῶν κρατούντων συμπράττοντας ἔχοντες, ταῦτα ἐτόλμησαν;
 [01110]  Καὶ οὐ τοῦτό πω δεινὸν, ἀλλ' ὅτι καὶ μετὰ πολλῆς τολμᾶται τῆς ἀδείας μύσος τοσοῦτον, καὶ νόμος γέγονεν ἡ παρανομία.
 [01546]  ὁ δαπανῶν καὶ διδοὺς μετὰ ἀδείας πολλῆς, ἢ ὁ μηδὲ ἅψασθαι τολμῶν ὑπὸ τῆς φειδωλίας, ἀλλὰ κατορύττων αὐτὰ, καὶ ὡς ἀλλοτρίων ἀπεχόμενος τῶν αὐτοῦ;
000-00-00 Serial Number=0425579131
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00118]  οὐ γὰρ μετὰ φόβου συναναστρέφῃ, ἀλλὰ μετὰ πολλῆς ἀδείας καὶ καταφρονήσεως, καὶ συνεσθίεις, καὶ συμπίνεις, καὶ συνομιλεῖς, καὶ συγγελᾷς ἀτάκτως·
000-00-00 Serial Number=0707191467
Catecheses ad illuminandos Ante [Go Back]  
 [00671]  Οὐχ ὁρᾶτε ἐν τοῖς βιωτικοῖς ἀξιώμασι πῶς οἱ εἰς τὴν παρ' αὐτοῖς λεγομένην σύγκλητον τελεῖν σπουδάζοντες ὑπὸ τῶν νόμων τῶν ἀνθρωπίνων κωλύονταί τινα διαπράττεσθαι τῶν τοῖς ἄλλοις ἀνθρώποις μετὰ ἀδείας συγκεχωρημένων;
 [00889]  ∆ιὰ τοῦτο κἀγὼ δεδοικὼς τὴν ἀπὸ τῆς ἀνέσεως καὶ ἀδείας ῥᾳθυμίαν προλαβὼν παρῄνεσα καὶ παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην μήτε τὸν συλλεγέντα πλοῦτον ἀπὸ τῆς νηστείας ἐκχεῖν μήτε τὴν ἀπὸ τῶν σατανικῶν θεάτρων λύμην προστρίψασθαι, καὶ ὡς ἔοικεν οὐδὲν ἡμῖν κέρδος ἀπὸ τῆς παραινέσεως γέγονεν.
000-00-00 Serial Number=0931629360
Catechesis de juramento Ante [Go Back]  
 [00019]  καὶ γὰρ ἂν προθυμότερον τῶν μυστικωτέρων ἡψάμην λόγων, τὴν φροντίδα ἀποθέμενος τὴν περὶ τῶν ὅρκων, καὶ μετὰ πλείονος ἀδείας ὑμᾶς ἐχειραγώγησα πρὸς τὴν φρικτὴν ταύτην μυσταγωγίαν, καὶ εἰσήγαγον ἂν εἰς τὰ ἄδυτα αὐτὰ καὶ ἔδειξα τὰ ἅγια τῶν ἁγίων καὶ τὰ ἐκεῖ πάντα, οὐχὶ ὑδρίαν χρυσῆν μάννα ἔχουσαν, ἀλλὰ σῶμα τὸ δεσποτικόν, τὸν ἄρτον τὸν οὐράνιον.
000-00-00 Serial Number=0987990975
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00156]  ἐπειδὰν δὲ τοῦτο τὸ ἄλειμμα ἀλείψῃ πάντα τὰ μέλη, μετὰ ἀδείας τὸν δράκοντα κατέχειν δύνασαι καὶ οὐδὲν πείσῃ δεινόν.
000-00-00 Serial Number=0817380250
Commentarius in Job Ante [Go Back]  
 [01713]  «ἐν ἀλλοτρίοις ὑμεῖς φιλοσοφεῖτε κακοῖς, καὶ πόρρω τῶν ἐμῶν συμφορῶν ἑστηκότες μετὰ πολλῆς μοι παραινεῖτε τῆς ἀδείας.».
 [01883]  «κἂν ἀναπαύσωμαι μικρόν», φησίν, «καθάπερ οἰκέτης μικρὸν ἀναπνεῖ οὐ μετὰ ἀδείας οὐδὲ μετὰ παρρησίας, οὕτω πολλαὶ πολλαχόθεν αἱ τῆς τυραννίδος ἐπιθέσεις.».
000-00-00 Serial Number=0771290064
De Anna i Ante [Go Back]  
 [00181]  ἀλλ' ἵνα μάθῃς, ὅτι τὸν καιρὸν, ὃν ἀνέσεως ἕτεροι καὶ ἀδείας ποιοῦνται, τοῦτον εὐχῆς καὶ δακρύων ἐποιεῖτο καιρὸν, διὰ τὸ σφόδρα νήφειν καὶ ἐγρηγορέναι.
 [00837]  ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, παῤῥησία, καὶ τὸ ἐλευθεροστομεῖν, καὶ τὸ μετὰ ἀδείας ἅπασι διαλέγεσθαι περὶ τῶν ἐνταῦθα ἀκουσμάτων ἁπάντων.
000-00-00 Serial Number=0270827711
De Davide et Saule Ante [Go Back]  
 [00038]  Οὐ δυνήσῃ πορευθῆναι, ὅτι σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ, ἀλλ' ὅμως οὐδεμιᾶς αὐτὸν ἑλκούσης προφάσεως, οἴκοθεν καὶ παρ' ἑαυτοῦ διαθερμανθεὶς θείῳ ζήλῳ καὶ τῷ τῆς πατρίδος ἔρωτι, ὥσπερ πρόβατα μᾶλλον ἢ ἀνθρώπους ὁρῶν, καὶ ὡς κύνας μᾶλλον ἢ στρατόπεδον ἀνθρώπων τοιοῦτον μέλλων ἐλαύνειν, οὕτω μετὰ ἀδείας ἐπὶ τοὺς βαρβάρους ἔτρεχε·
 [00140]  Ὃ καὶ ὁ μακάριος οὗτος ἐποίησε, πενίαν ἀντὶ πλούτου, ἐρημίαν ἀντὶ πατρίδος, πόνους καὶ κινδύνους ἀντὶ τρυφῆς καὶ ἀδείας, φυγὴν διηνεκῆ ἀντὶ τῆς οἴκοι μονῆς ἑλόμενος, ἵνα ἐκεῖνον ἀπαλλάξῃ τῆς πρὸς ἑαυτὸν ἀπεχθείας καὶ ἔχθρας.
 [00198]  Ἐκεῖνοι μὲν γὰρ ἀσφαλὲς τὸ ἐνέχυρον ἔχοντες τῆς μετὰ ταῦτα ἀδείας, εἰκότως φείδονται·
000-00-00 Serial Number=0625913501
De Lazaro Ante [Go Back]  
 [00273]  Ὅταν γὰρ ἐννοήσῃς ὅτι, σοῦ καθεύδοντος ἐπὶ κλίνης ἐλεφαντίνης, ἕτερος οὐδ' ἄρτου μετὰ ἀδείας ἀπολαύειν ἔχει, οὐ καταγνώσεταί σου τὸ συνειδὸς, καὶ ἐπαναστήσεται κατηγοροῦν τῆς ἀνωμαλίας ταύτης;
 [00851]  Οἱ μὲν γὰρ μοναχοὶ τῆς ἀγορᾶς καὶ τῶν ἐκ τῆς ἀγορᾶς ἀπαλλαγέντες θορύβων, καὶ τὰς καλύβας ἐν ἐρημίᾳ πηξάμενοι, καὶ πρὸς οὐδένα κοινὸν οὐδὲν ἔχοντες, ἀλλ' ἐμφιλοσοφοῦντες μετὰ ἀδείας τῇ τῆς ἡσυχίας ἐκείνης γαλήνῃ, καθάπερ ἐν λιμένι καθήμενοι, πολλῆς τῆς ἀσφαλείας ἀπολαύουσιν·
 [01004]  Καὶ τούτων δὲ αὐτῶν τῶν ἁμαρτανόντων μὲν, μηδὲν δὲ ἐνταῦθα πασχόντων δεινὸν, πολλῷ μᾶλλον ἐκείνους ταλανίζω τοὺς μετὰ τοῦ μὴ τιμωρεῖσθαι ἐνταῦθα καὶ τρυφῆς καὶ ἀδείας ἀπολαύοντας.
 [01052]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐνταῦθα ῥᾳθυμίας καὶ ἀδείας ἀπολαύοντα, καὶ τρυφῶντα συνεχῶς ἐν πᾶσι, καὶ τὸν εἰκῆ καὶ ἁπλῶς ζῶντα βίον, τιμῆς ἀπολαῦσαι ἐκεῖ.
 [02641]  Καὶ τὸ δὴ μεῖζον, ὅτι ἐν τοσαύτῃ κραιπάλῃ καὶ ἀδηφαγίᾳ διημερεύων, οὐ μόνον ὑγείας ἀπήλαυσε σωματικῆς καὶ ἀδείας πάσης, ἀλλὰ καὶ τὸν πένητα Λάζαρον ἐπὶ τοῦ πυλῶνος κατακείμενον καὶ ἡλκωμένον καὶ ὑπὸ τῶν κυνῶν κυκλούμενον καὶ διαλειχόμενον καὶ λιμῷ τηκόμενον ἀνηλεῶς παρέτρεχεν, οὐδὲ ψιχίων αὐτῷ μεταδιδούς.
 [02643]  [48.1049] Καὶ μέχρι πολλοῦ πάντα τὸν χρόνον τῆς παρούσης ζωῆς τὴν εὐρύχωρον ὁδὸν ἐβάδισεν, οὐδενὸς λυπηροῦ πεῖραν λαβὼν, ἀλλὰ πάντοτε ἐξ οὐρίας φερόμενος, καὶ ἅτε δὴ ἀεὶ δι' εὐρυχώρου βαδίζων ὁδοῦ, μετὰ πολλῆς τῆς ἀδείας διέτρεχεν.
000-00-00 Serial Number=0187059939
De Maccabeis Ante [Go Back]  
 [00040]  Οἱ μὲν γὰρ ἔξωθεν ἀγῶνες καὶ ἡλικίαν, καὶ φύσιν, καὶ ἀξίαν ἐξετάζοντες, καὶ δούλοις, καὶ γυναιξὶ, καὶ πρεσβυτέροις, καὶ μειρακίοις τὴν πρὸς αὐτοὺς εἴσοδον ἀποκλείουσιν, ἐνταῦθα δὲ πάσῃ μὲν ἀξίᾳ, πάσῃ δὲ ἡλικίᾳ, ἑκατέρᾳ δὲ τῇ φύσει τὸ θέατρον μετὰ πάσης ἀδείας ἠνέῳκται, ἵνα καὶ τὴν ἀφθονίαν καὶ τὴν ἄφατον δύναμιν τοῦ τὸν ἀγῶνα τιθέντος καταμάθῃς, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων βεβαιούμενον ἴδῃς, Ὅτι ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται.
000-00-00 Serial Number=0061909199
De beato Philogonio Ante [Go Back]  
 [00157]  Ἂν μετὰ τούτων προσέλθῃς τῶν δώρων, μετὰ ἀδείας ἀπολαύσῃ πολλῆς τῆς ἱερᾶς ταύτης τραπέζης.
000-00-00 Serial Number=0449995697
De decem millium talentorum debitore Ante [Go Back]  
 [00011]  καὶ νῦν ἐπειδὴ τὴν ἀῤῥωστίαν ἀπεθέμην, τῆς ὑγιείας μοι ποθεινότερον γέγονε τὸ μετὰ ἀδείας ἔχειν ἐντρυφᾷν ὑμῶν τῇ ἀγάπῃ.
000-00-00 Serial Number=0185333371
De diabolo tentatore Ante [Go Back]  
 [00683]  τὸ δὲ δάκνεσθαι καὶ στύφεσθαι τὸ συνειδὸς ἀπὸ τῆς παρουσίας ἐκείνου, οὐ μικρὸν ἂν εἴη κώλυμα τοῦ μὴ μετὰ ἀδείας τῇ πονηρίᾳ κεχρῆσθαι.
 [00881]  οὐκ ἀπέβαλε παῖδας, οὐκ ἀπώλεσε χρήματα ὁ Ἀδὰμ, οὐκ ἐπὶ κοπρίας ἐκάθητο, ἀλλὰ παράδεισον ᾤκει τρυφῆς, καὶ δένδρων ἀπήλαυε παντοδαπῶν καὶ πηγῆς καὶ ποταμῶν καὶ τῆς ἄλλης ἀδείας ἁπάσης.
000-00-00 Serial Number=0468028843
De incomprehensibili dei natura Ante [Go Back]  
 [00717]  ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν;
 [00754]  Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν δεικνύναι τοῖς ἑαυτοῦ δούλοις ὁ Θεός, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχήν, ἀλλ' ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν.
 [00775]  Εἰ δέ, ἔνθα πεπληθυσμένη γνῶσις, οὐδὲ συγκατάβασιν Θεοῦ δύνανται ἰδεῖν μετὰ ἀδείας, ἔνθα μερικὴ γνῶσις, καθὼς Παῦλός φησιν·
 [01025]  Οὐ δέδοικας μή ποτέ σου διαλεγομένου, ῥᾳθυμοῦντος, ὀλιγωροῦντος, δαίμων τις ἐκεῖθεν ἐκπηδήσας σχολάζουσαν καὶ σεσαρωμένην εὑρὼν τὴν ψυχήν, ἐπεισέλθῃ μετὰ ἀδείας πολλῆς, ἀθύρωτον τὴν οἰκίαν εὑρών;
 [01356]  Αὕτη γάρ ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀναβαίνουσα καί, καθάπερ τὰ ὕδατα, ἕως μὲν ἂν ἐπὶ ἰσοπέδου φέρηται χωρίου καὶ πολλῆς ἀπολαύῃ τῆς εὐρυχωρίας, οὐκ ἀνίσταται πρὸς ὕψος, ἐπειδὰν δὲ αὐτὰ χεῖρες ὀχετηγῶν κάτωθεν περισφίγξασαι θλίψωσι στενοχωρούμενα, βέλους παντὸς ὀξύτερον πρὸς τὸ ὕψος ἐξακοντίζεται, οὕτω δὴ καὶ ἡ ἀνθρωπίνη διάνοια, ἕως μὲν ἂν ἀδείας ἀπολαύῃ πολλῆς, διαχεῖται καὶ διαρρεῖ, ἐπειδὰν δὲ πραγμάτων περίστασις κάτωθεν αὐτὴν στενοχωρήσῃ, ἀποθλιβομένη καλῶς, καθαρὰς καὶ εὐτόνους πρὸς τὸ ὕψος ἀναπέμπει τὰς εὐχάς.
000-00-00 Serial Number=0591316938
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00536]  Ἀλλ' ἀδείας ἀπέλαυσεν;
000-00-00 Serial Number=0994829118
De mutatione nominum Ante [Go Back]  
 [00243]  Ἐτιμᾶτο παρὰ Ἰουδαίοις, καὶ ἀδείας ἀπήλαυε πολλῆς, καὶ προεδρίας ἠξιοῦτο·
000-00-00 Serial Number=0401663184
De paenitentia [1] Ante [Go Back]  
 [00026]  Καὶ τί θαυμαστὸν εἰ ἐν ἀγρῷ διατρίβων ἐγὼ, καὶ ἀδείας ἀπολαύων, τῆς ὑμετέρας ἐμεμνήμην ἀγάπης, ὅπου γε Παῦλος δεσμὰ περικείμενος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μυρίους ὁρῶν ἐπηρτημένους αὐτῷ κινδύνους, καθάπερ ἐν λειμῶνι τῷ δεσμωτηρίῳ διάγων, οὕτω τῶν ἀδελφῶν ἐμέμνητο, καὶ γράφων ἔλεγε·
000-00-00 Serial Number=0516549170
De profectu evangelii Ante [Go Back]  
 [00078]  Καθάπερ γάρ τις [51.314] λῃστὴς τῆς οἰκίας ἐπιβὰς, καθευδόντων ἁπάντων, τὰ πάντα ὑφαιρούμενος, ἐπειδὰν ἴδῃ τινὰ λύχνον ἅψαντα, καὶ τὸ φῶς σβέννυσι, καὶ τὸν λυχνοῦχον ἀναιρεῖ, ἵνα μετὰ ἀδείας αὐτῷ τὰ τῶν ἄλλων ὑφαιρεῖσθαι καὶ ἁρπάζειν ἐξῇ·
 [00155]  ἆρα ἀπέθου τὴν ἅλυσιν, καὶ μετὰ ἀδείας κηρύττεις ἐν τῇ πόλει;
 [00180]  καὶ ποιμένα δὲ ἐάν τις τῆς ποίμνης ἀπαγάγῃ, μετὰ πολλῆς τῆς ἀδείας ἀπελαύνει τὰ πρόβατα.
000-00-00 Serial Number=0603226662
De prophetiarum obscuritate Ante [Go Back]  
 [00339]  Ἵνα οὖν μὴ διὰ παντὸς ἀπρόσιτος ᾖ τῷ δήμῳ, κάλυμμα ἐπὶ τῆς ὄψεως ἐπιτιθεὶς, παρεῖχε μετὰ ἀδείας τοῖς Ἰουδαίοις αὐτῷ συγγίνεσθαι.
 [00785]  οὕτω τὰ αἰσχρὰ στόματα εἰ μετὰ ἀδείας ἀνοίγοιτο, τοὺς συγγινομένους ἅπαντας νόσου χαλεπωτάτης ἐμπλήσει.
000-00-00 Serial Number=0736687839
De regressu Ante [Go Back]  
 [00018]  Ἐγὼ δὲ οὐδὲν τοιοῦτον ἐπίταγμα ἐδεξάμην, ἀλλὰ μετὰ ἀδείας τὰ ἠσθενηκότα ἐθεράπευον·
000-00-00 Serial Number=0093323350
De resurrectione mortuorum Ante [Go Back]  
 [00153]  Ὥσπερ οὖν ἡ ἀργίας καὶ ἀδείας ἀπολαύουσα ψυχὴ εὐκόλως ὑπὸ τῶν παθῶν ἁλίσκεται τούτων·
000-00-00 Serial Number=0939859688
De sacerdotio Ante [Go Back]  
 [00685]  Οἱ διὰ τὸ ὄνομα τὸ σὸν ἐξ εὐτελῶν καὶ ἀτίμων ἔντιμοι καὶ περίβλεπτοι γεγονότες τῇ τιμῇ κατὰ τοῦ τετιμηκότος κέχρηνται καὶ τολμῶσι τὰ ἀτόλμητα καὶ ἐνυβρίζουσιν εἰς τὰ ἅγια, τοὺς σπουδαίους ἀπωθούμενοι καὶ ἐκβάλλοντες ἵνα ἐν ἠρεμίᾳ πολλῇ καὶ μετὰ ἀδείας τῆς ἐσχάτης οἱ πονηροὶ πάντα ὅσαπερ ἂν ἐθέλωσιν ἀνατρέπωσι.
000-00-00 Serial Number=0088422060
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00036]  ἀλλ' ὥσπερ φίλων τινῶν παρόντων καὶ γνωρίμων, οὕτω μετὰ ἀδείας ἅπαντα ἔπραττε·
000-00-00 Serial Number=0265720785
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00014]  εἰ μὴ τὸ δεσμωτήριον ἄχρηστον ἐποίησεν, οὐκ ἂν μετὰ τοσαύτης ἀδείας εἰσῆλθον αἱ μάρτυρες.
 [00211]  Εἰ γὰρ ἄνθρωποι σύμμετρον ἀποδημίαν στελλόμενοι, ὑποζυγίων εὐποροῦντες, διακόνους ἔχοντες, μετὰ ἀδείας ὁδεύοντες, κύριοι τῆς ἐπανόδου ὄντες, πολλῶν αἰσθάνονται τῶν μοχθηρῶν, πολλὴν ὑπομένουσι ταλαιπωρίαν·
000-00-00 Serial Number=0802367091
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00055]  Ἐπειδὴ γὰρ ἱκανὴν ἐδώκατε τῆς περὶ τὴν πίστιν στεῤῥότητος ἀπόδειξιν, ἔδωκεν ὑμῖν μετὰ ἀδείας ἐντρυφῆσαι τῷ πατρὶ πάλιν.
000-00-00 Serial Number=0174300730
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00100]  Ὁ μὲν οὖν μάρτυς ἐκινεῖτο, ὁ δὲ δαίμων οὐδὲ οὕτως ἀδείας ἀπέλαυεν·
000-00-00 Serial Number=0550382137
De virginitate Ante [Go Back]  
 [00674]  Ὧν μὲν γὰρ τὴν ἀπόλαυσιν ἔχομεν, οὐ ταχέως ὑπὸ τῆς ἐπιθυμίας ἁλισκόμεθα, τῆς ἀδείας τῇ ψυχῇ ῥαθυμεῖν συγχωρούσης.
 [00978]  ἐπειδὴ δὲ τῷ Θεῷ τοῦτο ἔδοξεν, ἀσφαλὲς τὸ τῆς ἀδείας ἐνέχυρον.
 [01249]  Καὶ πρῶτον ἁπάντων τὸ μετὰ πάσης ἀδείας τὴν ἐπιθυμίαν ἀποπληροῦν καὶ μηδεμίαν ἀπὸ τῆς φύσεως ὑπομένειν βίαν, οὐ μικρὸν εἰς ῥᾳστώνης λόγον ἐστίν.
 [01304]  Καὶ γὰρ συντιθέναι καὶ πλάττειν ὅσαπερ ἂν βούλοιντο, ἔξεστιν αὐτοῖς μετὰ ἀδείας ἁπάσης τότε, καὶ τὴν ὑποψίαν ταῖς παρ' αὐτῶν διαβολαῖς δυνατωτέραν ποιοῦσιν.
 [01467]  Οὐχ ὡς ἔτυχε δὲ ἐλαττοῖ τὴν ἐκ τῆς τῶν ἡττόνων ὑπεροχῆς ἡδονὴν ἡ τῶν μειζόνων ὑπερβολή, ἀλλ' ἡ πολλὴ τρυφὴ τῶν χρυσίων καὶ τῶν ἱματίων καὶ τῆς τραπέζης καὶ τῆς ἄλλης ἀδείας ἱκανὴ δελείσαι ψυχὴν καὶ ἐφελκύσασθαι·
000-00-00 Serial Number=0633990943
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01260]  Οὐ δέδοικας μήποτέ σου διαλεγομένου, ῥᾳθυμοῦντος, ὀλιγωροῦντος, δαίμων τις ἐκεῖθεν ἐκπηδήσας, σχολάζουσαν καὶ σεσαρωμένην εὑρὼν τὴν ψυχὴν, ἐπεισέλθοι μετὰ ἀδείας πολλῆς, ἀθύρωτον τὴν οἰκίαν εὑρών;
 [02845]  Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὑτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα γράψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα.
 [04265]  Ἀκουέτωσαν οἱ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν περιεργαζόμενοι, καὶ τὴν ἀκατάληπτον ἐκείνην φύσιν καταληπτὴν εἶναι λέγοντες, ἵνα γνῶσιν, ὡς οὐδὲ ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν.
 [04370]  Ὥσπερ οὖν ἡ ἀργίας καὶ ἀδείας ἀπολαύουσα ψυχὴ, εὐκόλως ὑπὸ τῶν παθῶν ἁλίσκεται, οὕτω καὶ ἡ διηνεκῶς τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ἐσχολακυῖα, οὐδὲ σχολὴν ἄγει ταῦτα ἐννοῆσαί ποτε, τῆς περὶ τὰ παλαίσματα μερίμνης πάντων αὐτὴν ἀπαγούσης ἐκείνων.
 [05181]  καὶ ποίαν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἑαυτοὺς ἀποστεροῦντες, παρὸν ἀμφότερα μετὰ ἀδείας καρπώσασθαι;
 [06515]  ἂν δὲ ἡ ψυχὴ γενναία γένηται καὶ φιλόσοφος, κἂν μηδὲν ἔνδον ἀποκείμενον ᾖ, τὰ πάντων δυνήσεται μετὰ ἀδείας σχεῖν.
 [06952]  Τί τοίνυν γένοιτ' ἂν ἴσον τῆς γενναίας ἐκείνης καὶ ἀδαμαντίνης ψυχῆς, ὅτι πενίαν ἀντὶ πλούτου, καὶ ἐρημίαν ἀντὶ πατρίδος, καὶ πόνους καὶ κινδύνους ἀντὶ [63.779] τρυφῆς καὶ ἀδείας εἵλετο, ἵνα τὸν ἐχθρὸν ἀπαλλάξῃ τῆς πρὸς αὐτὸν ἀπεχθείας;
000-00-00 Serial Number=0685105443
Epistula ad Cyriacum Ante [Go Back]  
 [00146]  Καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι καὶ σημείων ἅπτεσθαι, οὐδὲ οὕτως ἀδείας ἀπέλαυσαν, ἀλλὰ μετ' ἐκεῖνα μυρία σκάνδαλα μαστιζομένων αὐτῶν ἐγίνετο ἐν τοῖς ἀσθενεστέροις, τῆς ἐκκλησίας ταραττομένης, αὐτῶν ἐλαυνομένων, τῶν ἐχθρῶν κρατούντων πολλαχοῦ καὶ θορυβούντων.
 [00598]  Οὗτος μὲν γὰρ μετ' ἐξουσίας καὶ ἀδείας τοῦτο ἔπραττεν, ἐκεῖνοι δὲ κωλυόμενοι, κοπτόμενοι, μαστιζόμενοι, ταλαιπωρούμενοι, κατακρημνιζόμενοι, λιμῷ τηκόμενοι, καθ' ἑκάστην ἀποθνῄσκοντες τὴν ἡμέραν, τὴν ψυχὴν αὑτῶν βασανιζόμενοι, καθ' ἕκαστον τῶν ἀσθενούντων ἀσθενοῦντες, καθ' ἕκαστον τῶν σκανδαλιζομένων πυρούμενοι καὶ τῶν πόνων τούτων καὶ τῆς ἀθυμίας μάλιστα ἦσαν αἱ πλείους ἀμοιβαί.
 [00681]  Οὐ γὰρ αὐτὸς αὐτῆς ἥψατο, ἀλλ' ὑπ' ἐκείνης κατείχετο μόνος ὑπὸ μόνης ἀπειλημμένος, καίτοι τοσούτοις ἤδη κακοῖς κατειργασμένος καὶ τοσαύταις τεταριχευμένος ἐπιβουλαῖς καὶ ἀνέσεως ἐπιθυμῶν καὶ ἀδείας.
000-00-00 Serial Number=0813439190
Epistulae Ante [Go Back]  
 [00540]  οὐ μὴν ἀδείας ἀπολαύειν δυνάμεθα, διὰ τοὺς καθημερινοὺς φόβους, διὰ τὰς φήμας τῶν θανάτων γεμούσας, διὰ τὴν συνεχῶς προσδοκωμένην τῶν Ἰσαύρων ἔφοδον, διὰ τὴν τοῦ σώματος, ᾗ μέχρι νῦν προσπαλαίομεν, ἀσθένειαν.
 [00599]  Ἵνα μὲν μετὰ ἀδείας ἐπιτάττωμεν τοῖς σοὶ προσήκουσιν ἀνθρώποις, ἐν οἷς ἂν δεώμεθα, πολλὴν παρέσχες τὴν ἐξουσίαν·
 [00659]  Καὶ τί θαυμάζεις εἰ ἐν τῇ πόλει, ὅπου γε καὶ τὴν ὁδὸν μετὰ πολλῆς ἠνύσαμεν τῆς ἀδείας;
 [01091]  τοσαύτης ἀπολαύομεν ἡσυχίας, τοσαύτης ἀδείας, τοσαύτης παρὰ πάντων θεραπείας.
 [01261]  Ἄλλοι μὲν τῇ θαυμασιότητί σου συνήδονται τῆς ἀρχῆς, ἐγὼ δὲ τῇ πόλει, καὶ τῇ μεγαλοπρεπείᾳ δὲ τῇ σῇ, οὐ διὰ τὴν ἐντεῦθεν τιμὴν ὑψηλότερος γὰρ τῶν τοιούτων μεμελέτηκας εἶναι, ἀλλὰ διὰ τὸ λαβεῖν ἀφορμὴν τὴν παρέχουσάν σοι μετὰ πολλῆς τῆς ἀδείας καὶ τοῖς πολλοῖς δεῖξαι τὴν σύνεσίν σου, καὶ τὴν ἡμερότητα, καὶ τὸ ἐντεῦθεν κέρδος συναγαγεῖν.
 [01498]  οὐ μὴν ἀδείας ἀπολαύειν δυνάμεθα, διὰ τοὺς καθημερινοὺς φόβους, διὰ τὰς φήμας τῶν θανάτων γεμούσας, διὰ τὴν συνεχῶς προσδοκωμένην τῶν Ἰσαύρων ἔφοδον, διὰ τὴν τοῦ σώματος, ᾗ μέχρι νῦν προσπαλαίομεν, ἀσθένειαν.
 [01557]  Ἵνα μὲν μετὰ ἀδείας ἐπιτάττωμεν τοῖς σοὶ προσήκουσιν ἀνθρώποις, ἐν οἷς ἂν δεώμεθα, πολλὴν παρέσχες τὴν ἐξουσίαν·
 [01617]  Καὶ τί θαυμάζεις εἰ ἐν τῇ πόλει, ὅπου γε καὶ τὴν ὁδὸν μετὰ πολλῆς ἠνύσαμεν τῆς ἀδείας;
 [02049]  τοσαύτης ἀπολαύομεν ἡσυχίας, τοσαύτης ἀδείας, τοσαύτης παρὰ πάντων θεραπείας.
 [02219]  Ἄλλοι μὲν τῇ θαυμασιότητί σου συνήδονται τῆς ἀρχῆς, ἐγὼ δὲ τῇ πόλει, καὶ τῇ μεγαλοπρεπείᾳ δὲ τῇ σῇ, οὐ διὰ τὴν ἐντεῦθεν τιμὴν ὑψηλότερος γὰρ τῶν τοιούτων μεμελέτηκας εἶναι, ἀλλὰ διὰ τὸ λαβεῖν ἀφορμὴν τὴν παρέχουσάν σοι μετὰ πολλῆς τῆς ἀδείας καὶ τοῖς πολλοῖς δεῖξαι τὴν σύνεσίν σου, καὶ τὴν ἡμερότητα, καὶ τὸ ἐντεῦθεν κέρδος συναγαγεῖν.
 [02427]  Ἐπειδὴ δὲ εὖ οἶδα, ὅτι πολλὴν ὑμῖν φέρει τὴν εὐφροσύνην τὸ μαθεῖν τὰ ἡμέτερα ἐν τίσιν ὁρμᾷ, ἀπηλλάγμεθα τῆς τοῦ στομάχου ἀσθενείας, ὑγιαίνομεν, οὐδὲν ἡμᾶς οὔτε πολιορκίαι, οὔτε ἔφοδοι λῃστρικαὶ, οὔτε ἐρημία χωρίου, οὔτε μυρίων περιστάσεων ὄχλος, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν συστέλλει καὶ θορυβεῖ, ἀλλ' ἀδείας ἀπολαύομεν, ἀπραγμοσύνης, ἡσυχίας πολλῆς καθ' ἑκάστην [52.690] μεριμνῶντες τὰ ὑμέτερα, ὑπὲρ τούτων πρὸς τοὺς εἰσιόντας πρὸς ἡμᾶς ποιούμενοι λόγους.
 [03406]  ∆είκνυε τοίνυν λοιπὸν μετὰ ἀδείας τὴν περὶ ἡμᾶς ἀγάπην, νιφάδας ἡμῖν πέμπων ἐπιστολῶν, δηλούσας τὰ περὶ τῆς ὑγείας τῆς σῆς.
 [03556]  Κατέλυσας αὐτὴν τῆς φύσεως τὴν τυραννίδα, κελεύσασα ἡμᾶς ἔρημον ἀνταλλάξασθαι πόλεως, καὶ φόβον Ἰσαυρικὸν ἀδείας, καὶ τὸν χωρισμὸν ἡμῶν τῆς συνουσίας τῆς μεθ' ὑμῶν, ὥστε μηδὲν ἀναγκασθῆναι ποιῆσαι τῶν μὴ προσηκόντων.
000-00-00 Serial Number=0020906210
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00247]  [7.5] Εἶτα μετὰ τὰς ἡμέρας ἐκείνας, πάλιν κρυπτόμενοι, λανθάνοντες, φυγαδευόμενοι οἱ μαθηταί, δεδοικότες, τρέμοντες, τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, οὕτως ἐλάνθανον, καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι καὶ σημείων ἅπτεσθαι, οὐδὲ οὕτως ἀδείας ἀπήλαυσαν.
 [00951]  Οὗτος μὲν γὰρ μετ' ἐξουσίας καὶ ἀδείας τοῦτο ἔπραττεν·
 [01038]  Οὐ γὰρ αὐτὸς αὐτῆς ἥψατο, ἀλλ' ὑπ' ἐκείνης κατείχετο μόνος ὑπὸ μόνης ἀπειλημμένος, τοσούτοις ἤδη κακοῖς κατειργασμένος καὶ τοσαύταις τεταριχευμένος ἐπιβουλαῖς καὶ ἀνέσεως ἐπιθυμῶν καὶ ἀδείας, ἀλλ' ὅμως ἐν τοσούτοις δικτύοις ὢν καὶ ποικίλον θηρίον ὁρῶν αὐτῷ προσβάλλον καὶ διὰ πάντων αὐτὸν κατατοξεῦον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν ἐπιτριμμάτων, διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τῶν ῥημάτων, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ τῆς ἐρημίας, διὰ τῆς μονώσεως, διὰ τοῦ λανθάνειν, διὰ τοῦ πλούτου, διὰ τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν, τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην.
 [01252]  Ἐπελαμβάνετο γὰρ αὐτοῦ τὸ συνειδὸς καὶ ὁ μετὰ ἀδείας τοσαύτης τὸ αἷμα ἐκχέας τοῦ ἀδελφοῦ καὶ μηδὲν παθών, νῦν καὶ συμπαθητικὸς ἐγίνετο, καὶ τοῦ χοροῦ τῶν κοινωνησάντων αὐτῷ τῆς μιαιφονίας κατηγόρει καὶ τὴν ὠμότητα πᾶσαν ἐτραγῴδει λέγων·
000-00-00 Serial Number=0308600366
Expositiones in Psalmos Ante [Go Back]  
 [01378]  Καλὸν μὲν γὰρ ἀεὶ τὸ κλαίειν, μάλιστα δὲ ἐν καιρῷ τῆς νυκτὸς, ὅτε οὐδεὶς ἐκκρούων τῆς θαυμαστῆς ταύτης ἡδονῆς, ἀλλ' ἔνεστιν ἐμφορηθῆναι τῷ βουλομένῳ μετὰ πάσης ἀδείας.
 [01403]  ὁ τοιοῦτος φόβος ἀδείας ὑπόθεσις.
000-00-00 Serial Number=0652732253
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00604]  Οὐδὲ ὡς ἁμαρτάνουσα, οὐδὲ ὡς κλέπτουσα, ἀλλὰ μετὰ ἀδείας, μετὰ πολλῆς πλησμονῆς.
 [01343]  Τὸ ἀκόρεστον, τὸ ἔρημον, ὅταν μετὰ ἀδείας ἐξῇ τῷ τοιούτῳ μέχρι τῶν οἴκων ἐπιβαίνειν, οὐ φοβῆσαι βουλόμενος μόνον, ἀλλὰ καὶ τὸ ἔρημον δεῖξαι.
 [03082]  Τουτέστιν, οὐδὲ μετὰ ἀδείας ὑμῖν ἔξεστι πενθεῖν ἐν τῇ αἰχμαλωσίᾳ.
000-00-00 Serial Number=0186193526
Fragmenta in Job Ante [Go Back]  
 [01138]  Ἐν ἀλλοτρίοις ὑμεῖς φιλοσοφεῖτε κακοῖς, καὶ πόῤῥω τῶν ἐμῶν συμφορῶν ἑστηκότες, μετὰ πολλῆς μοι παραινεῖτε τῆς ἀδείας·
000-00-00 Serial Number=0325738907
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00087]  [64.1045] ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι.
000-00-00 Serial Number=0374815166
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00048]  οὔτε γὰρ ὁ δεδοικὼς ἄμετρα χρήσιμος ἂν γένοιτο πολέμῳ, εὐχείρωτος τῷ πάθει γινόμενος, οὔτε ὁ καθόλου πάλιν ἀπηλλαγμένος τοῦ δέους δύναιτ' ἂν περιγενέσθαι τῶν πολεμίων, τῷ σφόδρα θαῤῥεῖν ἐκ [63.495] τῆς ἀδείας τῆς ψυχῆς ἐκλύων τὴν παρασκευήν·
000-00-00 Serial Number=0761949182
In Acta apostolorum Ante [Go Back]  
 [00198]  Πρῶτον αὐτοὺς εἰς τὴν Γαλιλαίαν ἐξήγαγε, δεδοικότας ἔτι καὶ τρέμοντας, ἵνα μετὰ ἀδείας ἀκούσωσι τῶν λεγομένων.
 [08442]  μετὰ πλείονος γὰρ ἀδείας ἐκήρυττον τὸν λόγον.
 [08478]  ἀλλὰ μετὰ πλείονος ἀδείας διῆγον, ἅτε πόῤῥω γενόμενοι τῶν κωλυόντων αὐτοὺς, καὶ ἐν ἀνθρώποις ὄντες οὐ πεφοβημένοις τοὺς Ἰουδαίους·
 [09999]  Ἐβούλοντο γὰρ αὐτὸν ἀνελεῖν καὶ διὰ τοῦτο ἔξω εἷλκον, ὥστε μετὰ πλείονος ἀδείας τοῦτο ποιῆσαι.
 [09999]  Ἐπεὶ δὲ εἶπε τὴν ὄψιν, λοιπὸν καὶ μετὰ ἀδείας καὶ τὰ κατορθώματα λέγει.
000-00-00 Serial Number=0184958756
In Genesim sermones Ante [Go Back]  
 [00368]  οὐκ ἂν ἐδέξατο συμβουλὴν, οὐκ ἂν μετὰ τοσαύτης αὐτῷ διελέχθη τῆς ἀδείας, ἀλλ' εὐθέως ἂν πρὸς τὴν ὄψιν καὶ ἐξεπλάγη καὶ ἀπεπήδησε·
 [00797]  φιλῶ δὲ αὐτὴν καὶ δι' ὑμᾶς, καὶ διὰ τὴν ὑμετέραν ἀγάπην, ὅτι μοι ταύτην τὴν ἱερὰν καὶ τιμίαν ὑμῶν συνήγαγε σύνοδον, καὶ τὰ ποθούμενα πρόσωπα δίδωσι πάλιν ἰδεῖν, καὶ παρέχει μετὰ ἀδείας ἐντρυφῆσαι τῇ καλῇ ταύτῃ πανηγύρει καὶ ἑορτῇ.
000-00-00 Serial Number=0600195169
In Heliam et viduam Ante [Go Back]  
 [00008]  καὶ καθάπερ τις βασιλεύουσα τῆς καθ' ἡμᾶς πολιτείας, οὕτω μετὰ ἀδείας πολλῆς τῶν οὐρανίων ἁψίδων ἐπιβαίνειν εἴωθε·
 [00104]  Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων αὐτοῖς μνησικακῶν, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν ∆εσπότην ἀσεβείας καὶ ὕβρεως τηκόμενος, ταύτην ἐπήγαγεν αὐτοῖς τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοινωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀνέσεως καὶ ἀδείας;
000-00-00 Serial Number=0989190519
In Isaiam Ante [Go Back]  
 [00635]  Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ μετὰ ἀδείας ἁπάσης ἀναπετάσασα τοὺς κόλπους ἡ Ἐκκλησία, χερσὶν ὑπτίαις ἅπαντα τὰ τῆς οἰκουμένης καθ' ἑκάστην ἡμέραν ὑποδέχεται ἔθνη.
 [00765]  ἴστε δὲ ὡς αὗται αἱ πόλεις ἀδείας ἀπολαύουσι πάσης, ἀκοῇ τοὺς πολέμους μανθάνουσαι μόνον.
000-00-00 Serial Number=0855590701
In Joannem Ante [Go Back]  
 [01250]  ἐκεῖνο δὲ ἅπασιν ἀεὶ τολμᾶται μετὰ ἀδείας.
 [01317]  Καὶ τοῦτο ποιήσας, καὶ δείξας αὐτοῦ τὴν ἀσύγκριτον ὑπεροχὴν, οὕτω μετὰ ἀδείας λοιπὸν καὶ τῷ λειπομένῳ ἐπεξέρχεται λόγῳ·
 [01365]  Προσδοκίᾳ γὰρ μείζονος γνώσεως καὶ τιμῆς φυσήσας αὐτὸν, καὶ τῶν τότε ὑπαρχόντων αὐτῷ μετὰ ἀδείας ἐξέβαλεν.
 [01483]  Εἰ δὲ καὶ φωνῆς ἤκουσαν, καὶ εἶδον αὐτὸν ἐκεῖνοι, ἀλλ' οὐκ ἐν σαρκὶ, οὐδὲ οὕτω τοῖς ἀνθρώποις συναναστρεφόμενον, οὐδὲ μετὰ τοσαύτης αὐτοῖς ὁμιλοῦντα τῆς ἀδείας.
 [01923]  ∆ιὰ τοῦτο ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα καὶ προσελθεῖν αὐτῷ καὶ διαλεχθῆναι καὶ συναναστραφῆναι δυνηθῶμεν μετὰ ἀδείας πολλῆς.
 [02121]  Οὕτω γὰρ εὐτελὲς περιέκειτο σχῆμα καὶ κοινὸν ἅπασιν ὁ Χριστὸς, ὡς καὶ Σαμαρείτιδας γυναῖκας, καὶ πόρνας, καὶ τελώνας μετὰ πολλῆς τῆς ἀδείας θαῤῥεῖν αὐτῷ προσιέναι καὶ διαλέγεσθαι.
 [05051]  ἀλλ', ὁ πράσσων ἀεὶ, τουτέστιν, ὁ ἀεὶ βουλόμενος ἐγκαλινδεῖσθαι τῷ τῆς ἁμαρτίας βορβόρῳ, οὐ βούλεται τοῖς νόμοις ἑαυτὸν ὑποβάλλειν τοῖς ἐμοῖς, ἀλλ' ἔξω μένων πορνεύει μετὰ ἀδείας, καὶ τὰ ἄλλα πάντα πράττει τὰ κεκωλυμένα.
 [05383]  ἐπειδὴ δὲ τὰς ἀκάνθας ἀνέσπασεν, ἄρχεται μετὰ ἀδείας λοιπὸν
000-00-00 Serial Number=0343731463
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00017]  Καὶ τούτων ἁπάντων μάρτυρες ὑμεῖς, οἱ τοῖς ἄθλοις τοῦ μακαρίου Βαρλαὰμ χθὲς ἐντρυφήσαντες, καὶ μετὰ πολλῆς τῆς ἀδείας εἰς τὸν ἐκείνου σκιρτήσαντες λιμένα, καὶ τὴν ἅλμην τῶν βιωτικῶν φροντίδων ἀπολουσάμενοι, καὶ κοῦφοι οἴκαδε ἀπὸ τῶν ἐκείνου διηγημάτων ἀναχωρήσαντες.
000-00-00 Serial Number=0054785252
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00268]  Καθάπερ γὰρ ἡμεῖς, ἐπειδὰν μέλλωμεν καθαιρεῖν οἰκίας, οὐκ ἀφίεμεν τοὺς ἔνδον οἰκοῦντας μένειν, ἀλλ' ὥστε ἀπαλλαγῆναι τῆς κόνεως καὶ τοῦ θορύβου, [ἀλλὰ] κελεύσαντες πρὸς βραχὺ μεταστῆναι, ἐπειδὰν κατασκευάσωμεν ἀσφαλὲς τὸ δωμάτιον, τότε αὐτοὺς μετὰ ἀδείας εἰσάγομεν·
 [03799]  τοὺς μὲν πλουτοῦντας καὶ χρήμασι καὶ φροντίσι καὶ πόνοις δαπανωμένους, τοὺς δὲ πένητας ὀλίγων ὀβολῶν μετὰ ἀδείας ἅπαντα καρπουμένους ταῦτα.
 [03902]  Ὁ γὰρ φιλούμενος, μετὰ πολλῆς ἔνδον ἐν τῇ καρδίᾳ τοῦ φιλοῦντος βαδίζει τῆς ἀδείας·
 [05022]  καὶ ταῦτα ἀναγινώσκοντες τὰ γράμματα τὰ σαφῆ καὶ σύντομα, τοιοῦτοι περὶ τοὺς πλησίον γινώμεθα, οἵους περὶ ἡμᾶς αὐτοὺς εἶναι βουλόμεθα, ἵνα καὶ τῆς [61.523] παρούσης ἀπολαύσωμεν ἀδείας, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ [61.524] Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [07087]  Οἱ Νινευῗται πάλιν, ὅτε μὲν ἀδείας ἀπήλαυον, οὕτω τὸν Θεὸν παρώξυναν, ὡς ὁλόκληρον ἀπειλῆσαι τὴν πόλιν ἐκ βάθρων ἀνασπᾷν·
000-00-00 Serial Number=0082695663
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02876]  Ὅταν πόῤῥω γένῃ τοῦ διαβόλου, οὐδὲ ἐπιχειρήσει λοιπὸν, ἀλλ' ἔσῃ ἐν ἀσφαλείᾳ, τῶν ἀγαθῶν ἀπολαύων τῶν ἀποῤῥήτων μετ' ἀδείας·
000-00-00 Serial Number=0453249097
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01362]  Οὐκ οἶδας ὅτι οὐ πάντες τὸν αὐτὸν ἀποδώσομεν λόγον, ἀλλ' οἱ μὲν πλείονος ἐνταῦθα ἀπολαύσαντες ἀδείας, χαλεπώτερον, οἱ δὲ κακωθέντες ἢ πόνοις ἢ πενίᾳ ἣ ἑτέρῳ τινὶ τοιούτῳ, ἡμερώτερον;
 [01582]  Ἡμεῖς δὲ βουλόμεθα πολλῆς ἀπολαύειν τρυφῆς καὶ ἀναπαύσεως καὶ ἀδείας·
 [02020]  Ἀπὸ γὰρ πορνείας ἐπὶ σωφροσύνην ἐκάλουν, ἀπὸ μέθης ἐπὶ νηστείαν, ἀπὸ γέλωτος ἐπὶ δάκρυα καὶ κατάνυξιν, ἀπὸ πλεονεξίας ἐπὶ ἀκτημοσύνην, ἀπὸ φιλοζωΐας ἐπὶ θανάτους, ἀπὸ ἀδείας ἐπὶ κινδύνους·
 [02113]  τοὺς μετὰ κινδύνων ἕλκοντας, ἢ τοὺς μετὰ ἀδείας;
 [02485]  Καίτοι γε οὐκ ἔστιν ἴσον, ἀδείας ἀπολαύοντα ἁμαρτάνειν, καὶ ἐν θλίψει καθεστῶτα πολλῇ.
 [03106]  Εἰ μὴ γὰρ σκότος ἦν ἐν τῇ διανοίᾳ, οὐκ ἂν τὸν φόβον τοῦ Θεοῦ ἐκβαλὼν, μετὰ ἀδείας ἔπραττεν.
 [03107]  Ἂν γὰρ μὴ πρότερον σκοτισθῇ τὸ ἡγεμονικὸν, ἐπεισελθεῖν ἡ ἁμαρτία μετὰ ἀδείας οὐ δύναται.
 [03398]  ὑμεῖς δὲ ἀδείας ἀπολαύετε καὶ θεραπείας πολλῆς.
 [03556]  Καὶ δραπέται καὶ μαστιγίαι μυρίοι τινὲς καὶ ὀλέθριοι μετὰ ἀδείας λοιπὸν ἅπαντα φθέγγονται, ἅπερ ἂν βούλωνται, εἴς τε ἐκείνην εἴς τε τὸν ἐκείνῃ συνοικεῖν μέλλοντα·
 [03845]  Εἰ γάρ μοι τῆς οἰκουμένης ἔδωκέ τις κρατῆσαι πάσης, τὸν ὄνυχα μόνον Παύλου πάσης ἂν τῆς βασιλείας ἐκείνης ἰσχυρότερον εἶναι ἐνόμισα, πάσης τρυφῆς τὴν πενίαν, πάσης δόξης τὴν ἀδοξίαν, παντὸς πλούτου τὴν γύμνωσιν, πάσης ἀδείας τὸν κολαφισμὸν τῆς ἱερᾶς ἐκείνης κεφαλῆς, παντὸς διαδήματος τοὺς λίθους οὓς ἐδέξατο.
 [04115]  εἰς δὲ τὸν οὐρανὸν αὐτὸν μετὰ ἀδείας καὶ τρυφῆς καὶ μέθης καὶ πλεονεξίας καὶ κακίας ἁπάσης τοὺς ἀνθρώπους εἰσάγεσθαι ἀξιοῖς;
 [04170]  ὁ δὲ καταφρονῶν χρημάτων [61.120] τοῦτο τέως ἐκέρδανε, τὸ τῶν ὄντων ἀπολαύειν ἁπλῶς καὶ μετὰ ἀδείας πολλῆς, καὶ ἑαυτὸν προτιθέναι ἐκείνων.
 [04171]  Τί οὖν ἥδιον, μετὰ ἀδείας ἀπολαύειν τῶν ὄντων, ἢ ὑπὸ δεσπότῃ ζῶντα τῷ πλούτῳ, μηδενὸς τολμᾷν ἅπτεσθαι τῶν ἑαυτοῦ;
 [06930]  ἂν δὲ σεμνὰ, μετὰ ἀδείας προΐεται ταῦτα καὶ ἐλευθερίας ἁπάσης.
 [06953]  Ὁ δὲ σώφρων ἐκεῖνος πάντων τούτων ἀπήλλακται, καὶ ἔστιν ἐν ἐλευθερίᾳ, καὶ μετὰ ἀδείας ὁρᾷ τὴν γυναῖκα τὴν ἑαυτοῦ, τὰ παιδία, τοὺς φίλους, καὶ ἐλευθέροις ἅπασιν ὀφθαλμοῖς ἀπαντᾷ.
 [07352]  Οὐ γὰρ ἀνέχεται τῶν μετρίων αὐτῶν ἀπολαῦσαι μετὰ ἀδείας, ἀλλὰ καὶ τὴν γαστέρα λιμῷ κατατείνει, καὶ τὸ σῶμα ἅπαν γυμνότητι καὶ κρυμῷ τιμωρεῖται, καὶ τῶν δεσμωτῶν μᾶλλον αὐχμῶν καὶ ῥυπῶν πανταχοῦ φαίνεται·
 [08327]  Ἂν μὲν οὖν τὸν λιμένα πνευμάτων ἀπαλλάξῃς καὶ κυμάτων, πολλῆς ἀπολαύσῃ τῆς ἀδείας ἐξ ἀγορᾶς ἀνιών·
 [08355]  Οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα ἡμῖν ἔσται γαληνὰ, καὶ μετὰ ἀδείας τὸ πέλαγος τοῦ παρόντος διαδραμοῦμεν βίου.
 [09166]  διὰ τί πάλιν ὁ μὲν Ἰσαὰκ μετὰ ἀδείας ἔζησε τὸν ἅπαντα χρόνον, ὁ δὲ Ἰακὼβ ἐν μόχθοις καὶ ταλαιπωρίαις·
000-00-00 Serial Number=0166234791
In epistulam ad Ephesios Ante [Go Back]  
 [00465]  τί γὰρ, εἰπέ μοι, δυσκολώτερον, τί δὲ ἀηδέστερον, τὰς νύκτας ἀγρυπνοῦντα περιιέναι, καὶ τοίχους διορύττειν, καὶ ἐν σκότει βαδίζειν, καὶ τὴν ψυχὴν ἔχειν ἐν χερσὶ, καὶ πρὸς φόνον παρατετάχθαι, καὶ τρέμειν, καὶ τεθνηκέναι τῷ δέει, ἢ πόνοις προσέχειν καθημερινοῖς, καὶ ἀσφαλείας ἀπολαύειν μετὰ ἀδείας;
 [04770]  οὕτω καὶ ἁμαρτία, ἕως μὲν ἂν κρύπτηται, καθάπερ ἐν σκότῳ μετὰ ἀδείας τολμᾶται πολλῆς·
 [04985]  Ἕως μὲν γὰρ ἂν ἐν σκότει πράττηταί τι, μετὰ πλείονος πράττεται τῆς ἀδείας·
 [05849]  Ὅταν γὰρ παῤῥησίας ἐπιλάβηται, μετὰ πολλῆς τῆς ἀδείας πάντα ἀνατρέπει καὶ συγχεῖ.
 [05878]  Οὐδὲν γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ εὔχομαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡμᾶς οὕτω καταξιωθῆναι τὸν παρόντα στῆσαι βίον, ὥστε δυνηθῆναι καὶ ἐκεῖ ἐν τῷ μέλλοντι αἰῶνι μετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι.
 [06139]  καὶ οἰκίας καὶ γυναῖκας καὶ παῖδας τοῖς τοιούτοις μετὰ πολλῆς τῆς ἀδείας ἐγχειρίσουσιν;
000-00-00 Serial Number=0990839720
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00277]  νῦν δὲ ἀφέντες αὐτοὺς ἐν τῇ πίστει τέως, καὶ τῇ πλάνῃ εὐαγγελίου ἐπιτιθέντες ὄνομα, μετὰ πολλῆς τῆς ἀδείας διώρυττον τὴν οἰκοδομὴν, τῶν εἰρημένων, καθάπερ τινῶν παραπετασμάτων, διὰ τῶν ὀνομάτων τούτων κρυπτόντων τοὺς τοιχωρύχους.
 [00445]  Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἦν ἕτερον, εἰπέ μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν, καὶ ὕβριν τιμῆς, καὶ κινδύνους ἀνέσεως, καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι;
000-00-00 Serial Number=0313838899
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00434]  καὶ ὅταν τοῦτο δειχθῇ, ὅτι τοῦ Θεοῦ ἐστιν Υἱὸς, καὶ ὅτι οὐκ ἀλλότριος αὐτοῦ, μετὰ ἀδείας λοιπὸν ἅπαντα, ὅσα βούλεται, φθέγγεται τὰ ὑψηλά.
 [06022]  Εἰπὲ δή μοι, εἴ τινα εἶχες ἄνδρα μέγαν καὶ θαυμαστὸν, πάνυ σε φιλοῦντα καὶ κηδόμενον, εἶτα ἔγνως ὅτι διαπαντὸς ζήσεται, καὶ οὐ προτελευτήσεις αὐτοῦ, καὶ πάντα σοι παρέξει μετὰ ἀδείας τὰ αὑτοῦ, ὥστε σε ὡς τῶν σῶν ἀπολαύειν·
 [09299]  ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι.
000-00-00 Serial Number=0891899467
In epistulam ad Philippenses Ante [Go Back]  
 [01110]  Εἰ γὰρ μηδέν σοι τούτων συμβεβήκει, ἀλλὰ πάντα, ἅπερ κατωρθώκεις, κατώρθωσας μετὰ ἀδείας, μετὰ τρυφῆς, οὐκ ἐχρῆν τὸ ἄδηλον τοῦ μέλλοντος δεδοικότα πρός τινα λιμένα σπεύδειν;
 [02258]  Ὅταν τῆς σαρκὸς ἐπιλάβηται ὁ μακάριος Παῦλος, πάντα λοιπὸν τὰ ταπεινὰ μετὰ ἀδείας φθέγγεται.
000-00-00 Serial Number=0704043448
In epistulam ad Romanos Ante [Go Back]  
 [00969]  Ἐνταῦθα δὲ ἀντὶ τοῦ κόσμου τὴν κατὰ φύσιν τέθεικεν ἡδονὴν, ἧς ἠδύναντο μετὰ ἀδείας πλείονος ἀπολαύοντες καὶ μείζονος τῆς εὐφροσύνης, ἀπηλλάχθαι αἰσχύνης·
 [03345]  Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ ἀθανασία ἡμᾶς ἐκδέξεται, καὶ πρὸς ὀλίγον νουθετηθέντες χρόνον, μετὰ ἀδείας ἀπολαυσόμεθα τῶν μελλόντων ἀγαθῶν, ὥσπερ ἐν διδασκαλείῳ τινὶ τῷ παρόντι βίῳ διὰ νόσου καὶ θλίψεως καὶ πειρασμῶν καὶ πενίας καὶ τῶν ἄλλων τῶν δοκούντων εἶναι δεινῶν παιδευόμενοι εἰς τὸ γενέσθαι ἐπιτήδειοι εἰς τὴν τῶν μελλόντων ἀγαθῶν ὑποδοχήν.
 [05499]  καὶ τοῦ στρατηγοῦ τῶν Περσῶν διδόντος αὐτῷ μετὰ ἀδείας οἰκεῖν καὶ ἐλευθερίας ἁπάσης ὅπου βούλοιτο, προετίμησε τῆς οἴκοι διατριβῆς τὴν τοῦ λαοῦ κακουχίαν καὶ τὴν ἐν ἀλλοτρίᾳ ταλαιπωρίαν.
 [06023]  Ἀφέντες τοίνυν τοὺς μύθους καὶ τὰς φλυαρίας (οὐδὲ γὰρ ἀντιλέγειν πρὸς ταῦτα ἄξιον, ὥσπερ οὖν οὐδὲ πρὸς τὰ παιδία τὰ ψελλίζοντα, εἰς αὐτὴν πάλιν τὴν ῥῆσιν ἐπανέλθωμεν, ἐντρυφῶντες αὐτοῦ [60.552] τῷ πελάγει τῆς ἀγάπης, καὶ μετὰ ἀδείας πανταχοῦ νηχόμενοι, καὶ τὴν φλόγα ἐννοοῦντες τὴν ἄφατον·
 [08954]  Καὶ εἴ γε οὐσίαν ἀσώματον ἦν ἰδεῖν, ἔδειξα ἂν ὑμῖν πῶς οἱ μὲν πλείους ῥέγχουσιν, ὁ δὲ διάβολος διορύττει τοίχους, καὶ κατασφάττει κειμένους, καὶ ὑφαιρεῖται τὰ ἔνδον, καθάπερ ἐν σκότῳ βαθεῖ μετὰ ἀδείας ἅπαντα πράττων.
000-00-00 Serial Number=0066134453
In epistulam ad Titum Ante [Go Back]  
 [00895]  τί οἴει τοὺς πάντων τούτων ἐρήμους ὄντας, καὶ μιαροῖς ἀναμιγνυμένους, καὶ μετὰ ἀδείας οἷς ἂν ἐθέλωσι συγγινομένους, οὐδενὸς ὄντος τοῦ τὰς φιλίας αὐτῶν πολυπραγμονοῦντος;
000-00-00 Serial Number=0271792591
In illud Domine non est in homine Ante [Go Back]  
 [00019]  ἀπὸ γὰρ τῶν πόνων καὶ τῶν δυσκολιῶν τῆς ἀκροάσεως ἐκείνης, ὥσπερ εἰς λειμῶνα εἰσελθόντες τῶν μαρτύρων τὰ ἐγκώμια, μετὰ πολλῆς τῆς ἀδείας τῆς τέρψεως ἐνεφορεῖσθε ἐκείνης.
 [00065]  Οὐ γὰρ ἀρκεῖ τὸ λέγειν, ὅτι ἐν ταῖς Γραφαῖς γέγραπται, οὐδὲ ἁπλῶς παρασπῶντας ῥήματα καὶ σπαράσσοντας τὰ μέλη τοῦ σώματος τῶν θεοπνεύστων Γραφῶν, ἔρημα καὶ γυμνὰ τῆς οἰκείας αὐτῶν συναφείας λαβόντας, ἐπ' ἐξουσίας καὶ ἀδείας ἐπηρεάζειν αὐτοῖς.
000-00-00 Serial Number=0716524720
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00602]  Οὐ γάρ ἐστιν ἴσον πανταχόθεν πολεμούμενον καὶ μυρίοις περιαντλούμενον κακοῖς δυνηθῆναι στῆναι γενναίως, καὶ καθάπερ ἐν λιμένι καθήμενον νῦν καὶ πάσης ἀπολαύοντα ἀδείας τὴν αὐτὴν ἐπιδείξασθαι προθυμίαν.
 [00611]  ∆ιὰ γὰρ τοῦτο ἀνέμνησα ὑμᾶς τῶν καιρῶν ἐκείνων τὰ προσοχθίσματα, ἵνα καὶὁἐν θλίψει νῦν ὢν, ἱκανὴν ἐκεῖθεν λαμβάνῃ παράκλησιν, καὶ ὁ πολλῆς ἀπολαύων ἀδείας, ἀντὶ τῆς ἀτεχνίας τῶν κινδύνων ἐκείνων πολλὴν εἰσάξῃ προθυμίαν εἰς τὴν τῶν ἀτόπων λογισμῶν μάχην.
000-00-00 Serial Number=0384708703
In illud In faciem ei restiti Ante [Go Back]  
 [00132]  Κἂν Ἰωάννης, κἂν Ἰάκωβος, κἂν Παῦλος, κἂν ἄλλος ὁστισοῦν μετὰ ταῦτα μέγα τι ποιῶν φαίνηται, ἁπάντων οὗτος πλεονεκτεῖ, ὁ προοδοποιήσας αὐτῶν τῇ παῤῥη σίᾳ, καὶ διανοίξας τὴν εἴσοδον, καὶ δοὺς αὐτοῖς, κα θάπερ ποταμῷ πολλῷ φερομένῳ ῥεύματι, μετὰ πολ λῆς ἀδείας ἐπεισελθεῖν, καὶ τοὺς μὲν ἐναντιουμένους παρασύρειν, τῶν δὲ μετ' εὐνοίας ἀκουόντων τὰς ψυ χὰς ἄρδειν διηνεκῶς.
 [00326]  Καὶ καθάπερ τις γεωργὸς ἄριστος φυτὸν ἁπαλὸν πλησίον δένδρου [51.382] γεγηρακότος καταθέμενος, οὐ τολμᾷ, οὐδὲ ὑπομένει τὸ γεγηρακὸς ἀνασπάσαι δένδρον, δεδοικὼς μὴ, τῶν ῥιζῶν ἐκείνων ἀνελκομένων, καὶ τὸ νεόφυτον συνανελκυσθῇ, ἀλλ' ἀναμένει πρότερον παγῆναι ἐκεῖνο καλῶς, καὶ ἐν αὐτοῖς κάτω ῥιζωθῆναι τοῖς κόλποις τῆς γῆς, καὶ τότε τὸ παλαιωθὲν μετὰ ἀδείας ἀνέλκει, οὐδὲν ἔτι δεδοικὼς περὶ τοῦ νεοφύτου·
 [00328]  τὴν πίστιν νεόφυτον οὖσαν ἔμενε παγῆναι καλῶς ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς, ἵνα ῥιζωθείσης ἐκείνης μετὰ ἀδείας λοιπὸν τὴν Ἰουδαϊκὴν ἀνέλῃ πρόληψιν ἅπασαν.
000-00-00 Serial Number=0810515642
In illud Ne timueritis Ante [Go Back]  
 [00784]  Καὶ γὰρ κοῦφον αὐτῆς τὸ πτερὸν, καὶ πολλὴ τῆς παῤῥησίας αὐτῆς ἡ ὑπερβολὴ, καὶ πρὸς αὐτὸν ἀναβαίνει τὸν βασιλικὸν θρόνον, τοὺς αὑτῆς τροφίμους μετ' ἀδείας εἰσάγουσα.
000-00-00 Serial Number=0929518163
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00244]  Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὐτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα ῥάψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη, μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα, ὥστε μηδὲ ἐλεεῖσθαι κακῶν πάσχοντα.
000-00-00 Serial Number=0320740581
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00342]  Ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ὅταν ἔθνος πρὸς ἔθνος πρεσβεύῃ, ὁ πρεσβευτὴς ἀδείας ἀπολαύει τῷ νόμῳ τῆς πρεσβείας·
000-00-00 Serial Number=0089883387
In illud Vidi dominum Ante [Go Back]  
 [01378]  Καὶ τί θαυμαστόν, εἰ μετὰ τῶν Σεραφὶμ ἕστηκας, ὅπου γε ὧν οὐκ ἐτόλμησεν ἅψασθαι τὰ Σεραφίμ, ταῦτά σοι μετὰ ἀδείας ἔδωκεν ὁ Θεός;
000-00-00 Serial Number=0391524792
In illud Vidua eligatur Ante [Go Back]  
 [00066]  Ἐπειδὰν οὖν μέλλωσιν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχειν, καὶ ὥσπερ ἐν λιμένι διατρίβωσι τῷ γήρᾳ, τῶν ἐπιθυμιῶν αὐταῖς σβεσθεισῶν, μετὰ ἀδείας αὐτὰς εἰς τὸν χορὸν εἰσάγει τοῦτον.
 [00175]  ἂν δὲ ἡ ψυχὴ γενναία γένηται καὶ φιλόσοφος, κἂν μηδὲν ἔνδον ἀποκείμενον ᾖ, τὰ πάντων δυνήσεται μετὰ ἀδείας συσχεῖν.
000-00-00 Serial Number=0346891105
In principium Actorum Ante [Go Back]  
 [00096]  Ὅσον πλείονος ἀπολαύουσιν ἀδείας, τοσοῦτον καὶ κατακρίσεως, ὅτι οὐδενὶ τούτων κατέχονται.
000-00-00 Serial Number=0837420583
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00004]  Οὐκοῦν ἐπειδὴ τετελεύτηκεν ὁ μακάριος Εὐ στάθιος, μετὰ ἀδείας αὐτὸν ἁπάσης ἐγκωμιάσαι λοι πὸν δυνάμεθα·
 [00031]  μὴ γὰρ ἁπλῶς παραδράμῃς τὸν ἄνθρωπον, ἀλλ' ἐννόησον τίς ἦν, καὶ πῶς βεβιωκὼς, καὶ μετὰ πόσης ἀδείας καὶ ἀνέσεως τὸν ὑγρὸν καὶ ἀταλαίπωρον βίον ἔζη.
 [00133]  Ὁ Θεὸς τὴν μὲν πίστιν αὐτοῦ τὴν ἀληθῆ καὶ ἀποστο λικὴν ἐν πολλοῖς συγχωρεῖ πολεμεῖσθαι, τὰς δὲ αἱρέ σεις καὶ τὸν ἑλληνισμὸν ἀφίησιν ἀδείας ἀπο λαύειν.
 [00178]  ἀλλ' ἐκείνου τὸ ῥῆμα ἐκώλυσε μετὰ ἀδείας αὐτοὺς τὴν οἰκείαν ἐπιδείξασθαι πονη ρίαν.
000-00-00 Serial Number=0483446896
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00057]  Ἀλλ' ὅπερ ἔλεγον (καλὸν γὰρ ἐπανελθεῖν ἐπὶ τὴν προτέραν ὑπόθεσιν), ὅτι καὶ πλούσιος καὶ πένης μετὰ τῆς αὐτῆς ἀδείας καὶ παῤῥησίας τῶν ἐνταῦθα φαρμάκων ἀπολαύουσι·
000-00-00 Serial Number=0630023718
Quales ducendae sint uxores Ante [Go Back]  
 [00429]  τούτων δὲ οὐκ ὄντων, κἂν μετὰ πολλῆς τῆς ἀδείας αὐτοῖς ὑπάρχῃ τὰ βιωτικὰ, κέρδος οὐδέν.
 [00488]  καὶ μετὰ τῆς οἰκίας οὕτως ἕκαστος δυνήσεται, τῆς ἑαυτοῦ γυναικὸς λέγω, καὶ παίδων καὶ οἰκετῶν, καὶ τὸν ἐνταῦθα μετὰ ἀδείας ἁπάσης διανύ
000-00-00 Serial Number=0623825967
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00373]  ὥσπερ οἴκοι καθήμενοι καὶ πάντων ἐκείνων ἀπολαύοντες, οὕτω τὸ ἔργον μετ' ἀδείας ἀνύσαντες, ἐφ' ἕτερα πάλιν ἐκαλοῦντο σκάμματα·
 [00391]  Εἰ δὲ ἐμβληθέντων ᾐδέσθη τὸ πῦρ αὐτῶν τὰ σώματα, καὶ τὰ δεσμὰ ἔλυσε, καὶ παρέσχε κάτω μετ' ἀδείας βαδίζειν, καὶ τῆς οἰκείας ἐνεργείας ἐπελάθετο καὶ πηγὴ ψυχρῶν ὑδάτων γέγονε τοῦ πυρὸς ἡ κάμινος, τοῦτο λοιπὸν τῆς τοῦ θεοῦ χάριτος τὸ θαῦμα ἦν καὶ τῆς ἄνωθεν παραδοξοποιίας·
000-00-00 Serial Number=0279321074
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00464]  Ὅλως δὲ εἰ πενίᾳ συζῇς, καὶ πανταχόθεν ἀπροστάτευτος εἶ, ἀρετὴν ἐπίδειξαι βίου, καὶ πρὸς ἄνδρα μὲν μηδὲν ἔχε κοινὸν, ἀνάμιξον δὲ σαυτὴν γυναιξὶν εὐσχημόνως βεβηκυίαις, καὶ οὔτε ἀπολεῖς σου τὸν στέφανον, καὶ ἀδείας ἀπολαύσει πάσης.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»