Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀῤῥωστίαν [82]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀῤῥωστίαν


000-00-00 Serial Number=0384347975
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00185]  Τί γὰρ ἄν τις λέγοι τὴν ἐν τῷ καιρῷ τούτῳ γαλήνην, τὴν ἡσυχίαν, καὶ πῶς ἅπαντα γέμει σιγῆς, καὶ θορύβων ἐστὶ καθαρὰ, καὶ οὐκ ἔστιν ἀκοῦσαι κραυγῆς τινος καθάπερ ἐν ἡμέρᾳ, τῶν μὲν πενίαν ὀδυρομένων, τῶν δὲ ἐπήρειαν καταβοώντων, τῶν δὲ ἀῤῥωστίαν σώματος καὶ πηρώσεις θρηνούντων, καὶ τῶν μὲν θάνατον τῶν οἰκείων, τῶν δὲ ζημίαν χρημάτων, τῶν δὲ ἄλλο τι τῶν ἀνθρωπίνων·
000-00-00 Serial Number=0453931808
Ad illuminandos catecheses Ante [Go Back]  
 [00411]  κἂν γὰρ χωλεύῃ τις, κἂν τοὺς ὀφθαλμοὺς ἐκκεκομμένος ᾖ, κἂν τὸ σῶμα πεπηρωμένος, κἂν εἰς ἐσχάτην καταπεπτωκὼς ἀῤῥωστίαν, οὐδενὶ τούτων ἐπελθεῖν ἡ χάρις κωλύεται·
000-00-00 Serial Number=0822267711
Ad populum Antiochenum Ante [Go Back]  
 [00156]  Οἶνος ἐδόθη, ἵνα σώματος ἀσθένειαν διορθώσηται, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλῃ, ἵνα σαρκὸς ἀῤῥωστίαν ἀνέλῃ, οὐχ ἵνα ψυχῆς ὑγείαν λυμαίνηται.
 [00171]  τίνος οὖν ἕνεκεν ἅγιον τοιοῦτον καὶ τοσαῦτα οἰκονομοῦντα πράγματα, εἰς ἀῤῥωστίαν συνεχώρησεν ὁ Θεὸς ἐμπεσεῖν, καὶ οὔτε αὐτὸς, οὔτε ὁ διδάσκαλος ἴσχυσε τὸ νόσημα διορθώσασθαι, ἀλλὰ τῆς κατὰ τὴν οἰνοποσίαν ἐδεήθησαν βοηθείας;
 [00270]  οὐκ ἀπὸ τῆς γυμνώσεως δὲ μόνον ἐδείκνυτο, ἀλλὰ καὶ ἀπὸ τῆς πάλης καὶ τῆς κατὰ τὴν ἀῤῥωστίαν ὑπομονῆς.
 [00370]  Τοῦτον δὲ οὐχ ἁπλῶς ἐκτείνω τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλοὶ πολλάκις ἐλεημοσύνας ποιοῦντες, χήρας διατρέφοντες, τὴν οὐσίαν διηρπάσθησαν ἅπασαν, ἕτεροι γινομένου τινὸς ἐμπρησμοῦ πάντα ἀπώλεσαν, ἄλλοι ναυαγίοις περιέπεσον, ἄλλοι συκοφαντίαις καὶ τοιαύταις τισὶν ἐπηρείαις μετὰ πολλὰς ἐλεημοσύνας εἰς πενίαν κατηνέχθησαν ἐσχάτην, καὶ ἀῤῥωστίαν καὶ νόσον, καὶ παρ' οὐδενὸς οὐδεμιᾶς ἀπήλαυσαν βοηθείας.
 [01817]  Οὐκοῦν ἐπειδὴ σαφῶς ὁ λόγος ἀπέδειξεν, ὅτι οὔτε ζημίαν χρημάτων, οὔθ' ὕβριν, οὔτ' ἐπήρειαν, οὔτε μάστιγας, οὔτ' ἀῤῥωστίαν, οὔτε θάνατον, οὔτ' ἄλλο τι τῶν τοιούτων ἐπενεχθεῖσα λύπη διορθῶσαι δύναιτ' ἂν, ἀλλ' ἁμαρτίαν ἀφανίσαι μόνην, καὶ ταύτης ἐστὶν ἀναιρετικὴ, εὔδηλον ὅτι διὰ ταύτην ἐγένετο μόνην Μηκέτι οὖν ἐπὶ ζημίᾳ χρημάτων ἀλγῶμεν, ἀλλ' ὅταν ἁμαρτάνωμεν, ἀλγῶμεν μόνον.
 [03726]  καὶ τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι ποθεινὸν μετὰ τὴν ἀῤῥωστίαν τοὺς πυρετοὺς, δι' οὓς παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, διηγεῖσθαι πρὸς ἑτέρους.
 [04986]  ἆρα οἰκίαν τις κακῶς διακειμένην ἀπὸ τούτου διώρθωσεν, ἢ πρόσοδόν τινα ἔσχεν, ἢ ἀπὸ τῆς ἀξίας ταύτης ἀθυμίαν ἀπεκρούσατο, ἢ σώματος ἀῤῥωστίαν ἔλυσεν, ἢ κακίαν ψυχῆς ἀπέθετο;
000-00-00 Serial Number=0923497796
Adversus Judaeos Ante [Go Back]  
 [00677]  ὁ μέντοι τῆς συνόδου ταύτης ἑαυτὸν ἀποῤῥήξας, καὶ τῆς τῶν πατέρων διδασκαλίας ὑπεξαγαγὼν, καὶ τὸ ἰατρεῖον φυγὼν, κἂν ὑγιαίνειν δοκῇ, ταχέως εἰς ἀῤῥωστίαν πεσεῖται.
 [02813]  Ἠσέβησας, ἠνόμησας, παρέβης τὰς συνθήκας τὰς πρὸς τὸν Χριστὸν, διὰ μικρὰν ἀῤῥωστίαν τὴν εὐσέβειαν προέδωκας.
 [02921]  Οὐκ ἐν Ἱεροσολύμοις καθήμενος ἐκάλει πρὸς ἑαυτὸν τοὺς ἀῤῥώστους, ἀλλὰ περιῄει πόλεις καὶ κώμας, ἑκατέρων τὴν ἀῤῥωστίαν θεραπεύων, καὶ τὴν τοῦ σώματος, καὶ τὴν τῆς ψυχῆς.
000-00-00 Serial Number=0188594162
Contra theatra Ante [Go Back]  
 [00007]  τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ἵνα ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετ' ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην [56.542] ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης.
000-00-00 Serial Number=0124445200
De Anna i Ante [Go Back]  
 [01029]  Πάλιν ὁ Ἐζεκίας οὐκ ὀρθὸς ἑστὼς, οὐδὲ γόνατα κλίνας, ἀλλ' ὕπτιος ἐπὶ τῆς κλίνης κείμενος διὰ τὴν ἀῤῥωστίαν, στρέψας ἑαυτὸν ἐπὶ τὸν τοῖχον, ἐπειδὴ τὸν Θεὸν θερμῶς ἐκάλεσε καὶ μετὰ ψυχῆς σωφρονούσης, καὶ ἀπόφασιν ἐξενεχθεῖσαν ἀνεκαλέσατο, καὶ πολλὴν ἐπεσπάσατο τὴν εὔνοιαν, καὶ πρὸς τὴν προτέραν ἐπανῆλθε ὑγείαν.
 [01213]  Πολλάκις γοῦν πλούσιος ἐπὶ στρωμνῆς κατακείμενος ἁπαλῆς, οἰκετῶν καὶ θεραπαινίδων παρόντων, πολλῆς θεραπείας ἀπολαύων παρὰ πάντων, πένητος διὰ τοῦ στενωποῦ ἀκούσας βοῶντος, ἄρτον αἰτοῦντος, ἐδάκρυσε, καὶ ἐστέναξε, καὶ ηὔξατο γενέσθαι τοιοῦτος μετὰ τῆς ὑγιείας, ἢ μετὰ τοῦ πλούτου τὴν ἀῤῥωστίαν ἔχειν.
000-00-00 Serial Number=0810971677
De Christi divinitate Ante [Go Back]  
 [00107]  καὶ ὁ νοσῶν πλεῖον ὀδυνᾶται, ὅταν πολλοὺς τῶν καμνόντων ἴδῃ τὴν ἀῤῥωστίαν ἀποθεμένους, αὐτὸν δὲ οὐδεμίαν ἔχοντα χρηστὴν ἐλπίδα.
 [00206]  ὅτε δὲ ἀπήλασε τὴν ἀῤῥωστίαν, ὅτε πρὸς τὴν ὑγίειαν ἐπανήγαγεν, ὅτε τῆς δυνάμεως αὐτοῦ καὶ τῆς κηδεμονίας ἔργῳ τὴν ἀπόδειξιν παρέσχετο, τότε εὔκαιρον ποιεῖται τὴν συμβουλὴν καὶ τὴν παραίνεσιν, ἀξιόπιστος δι' αὐτῶν λοιπὸν τῶν ἔργων φαινόμενος.
000-00-00 Serial Number=0206653476
De Davide et Saule Ante [Go Back]  
 [00137]  Καὶ γὰρ ὁ ἰατρὸς τοῦτο σκοπεῖ, ὅπως ἀπαλλάξειε τοῦ νοσήματος τὸν κάμνοντα, οὐκ εἰ δικαίως, ἢ ἀδίκως τὴν ἀῤῥωστίαν ἑαυτῷ ἐπεσπάσατο.
 [00139]  ἓν ζήτει μόνον, ὅπως αὐτοῦ τὴν ἀῤῥωστίαν ἀνέλῃς.
 [00507]  Τοῦτο δὴ καὶ ποιμένες ποιοῦσι, τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ἵνα τὴν μοχθηρὰν ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετ' ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης.
000-00-00 Serial Number=0841324389
De Lazaro Ante [Go Back]  
 [00122]  Καίτοι ἐκεῖνοι μὲν ἀπὸ τῶν θρήνων καὶ τῶν δακρύων οὔτε τὴν ἀῤῥωστίαν ἀπελάσαι, οὔτε τὸν θάνατον ἐπελθόντα ἀποκρούσασθαι δύνανται·
 [00374]  Εἶδες μετ' ἄκρας ὑπερβολῆς καὶ τὴν πενίαν καὶ τὴν ἀῤῥωστίαν πολιορκοῦσαν αὐτοῦ τὸ σῶμα;
 [00512]  Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον οὗτος, ἀλλὰ πλείστους ἄθλους ἀρετῆς ὑπέμενε, τὴν πενίαν λέγω, τὴν ἀῤῥωστίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἐν οἰκίᾳ δυναμένῃ τὰ τοιαῦτα σβέσαι κακὰ ἅπαντα ὑπομεῖναι ἐκεῖνα, καὶ μηδενὸς εἰς παραμυθίας λόγον ἀξιοῦσθαι, τὸ τρυφῆς τοσαύτης ἀπολαύοντα τὸν ὑπερορῶντα ὁρᾷν, καὶ οὐ τρυφῆς ἀπολαύοντα μόνον, ἀλλὰ καὶ ἐν πονηρίᾳ ζῶντα, καὶ μηδὲν πάσχοντα δεινόν·
 [01017]  Ὅταν ἴδῃς ἄνθρωπον πονηρίᾳ συζῶντα, καὶ πολλῆς ἀπολαύοντα τῆς εὐημερίας, καὶ οὐδὲν πάσχοντα δεινὸν, διὰ τοῦτο μᾶλλον θρήνησον, ὅτι νοσήματι κατεχόμενος καὶ σηπεδόνι χαλεπωτάτῃ, τὴν ἀῤῥωστίαν ἐπιτείνει, διὰ τῆς τρυφῆς καὶ τῆς ἀνέσεως χείρων γινόμενος.
 [02731]  Ἐκεῖνος γὰρ ταύτην παρ' ἑαυτῷ κυρώσας τὴν ψῆφον, τὸν μὲν πλοῦτον καὶ τὴν τρυφὴν καὶ τὴν ἀκολασίαν καὶ τὴν ἄλλην βλακείαν ἀγαθὰ ἐνόμιζε, τὴν δὲ πενίαν καὶ τὸν λιμὸν καὶ τὴν χαλεπὴν ἀῤῥωστίαν κακὰ ὑπώπτευεν.
 [02747]  Εἶδες οἵα λῆξις διεδέξατο τὸν μεθ' ὑπομονῆς καὶ εὐχαριστίας τὴν χαλεπὴν ἐκείνην ἀῤῥωστίαν καὶ τὸν λιμὸν ἐνέγκαντα;
000-00-00 Serial Number=0909662724
De decem millium talentorum debitore Ante [Go Back]  
 [00011]  καὶ νῦν ἐπειδὴ τὴν ἀῤῥωστίαν ἀπεθέμην, τῆς ὑγιείας μοι ποθεινότερον γέγονε τὸ μετὰ ἀδείας ἔχειν ἐντρυφᾷν ὑμῶν τῇ ἀγάπῃ.
 [00015]  Φέρε οὖν, ἐπειδὴ τὴν ἀῤῥωστίαν ἀπεθέμεθα, πάλιν ἀλλήλων ἐμφορηθῶμεν, εἴγε δυνατὸν ἐμφορηθῆναί ποτε·
000-00-00 Serial Number=0475094497
De paenitentia [1] Ante [Go Back]  
 [01630]  τὸ μέλι φύσιν ἔχει γλυκεῖαν καὶ ἡδίστην, ἀλλὰ τοῖς νοσοῦσι καὶ πικρόν ἐστι καὶ ἀηδὲς, ἀλλ' οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀῤῥωστίαν ἐκείνων·
 [02245]  Οἱ μὲν γὰρ ἀῤῥωστοῦντες λουτρὰ καὶ βαλανεῖα μετὰ τὴν ἀῤῥωστίαν ζητοῦσιν·
000-00-00 Serial Number=0404958844
De paenitentia sermo 1 Ante [Go Back]  
 [00607]  Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, καὶ μακρὰν ἀπὸ σοῦ τὴν δεινὴν ταύτην ἀῤῥωστίαν ποίησον, ἵνα μὴ ἀντιτασσόμενον εὑρήσῃς τὸν Θεόν·
 [00713]  Καὶ ἀποῤῥίψαντες τὴν τοιαύτην ἀῤῥωστίαν, μετανοήσατε·
000-00-00 Serial Number=0924386799
De proditione Judae Ante [Go Back]  
 [00332]  καὶ καθάπερ ἡ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλέον ἐπιτείνει τὴν ἀῤῥωστίαν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς γαστρός·
000-00-00 Serial Number=0876539946
De resurrectione mortuorum Ante [Go Back]  
 [00113]  Καθάπερ γὰρ οἱ τὴν σωματικὴν ἀθλοῦντες ἄθλησιν, καὶ πρὸ τῶν στεφάνων, καὶ πρὸ τῶν βραβείων ἀπ' αὐτῆς τῆς γυμνασίας καὶ τοῦ παλαίειν μέγαν λαμβάνουσι τὸν μισθὸν, ὑγιεινότερα καὶ δυνατώτερα αὑτῶν τὰ σώματα διὰ τῆς γυμνασίας κατασκευάζοντες, καὶ πᾶσαν διαφεύγοντες ἀῤῥωστίαν·
000-00-00 Serial Number=0176269472
De sanctis martyribus [1] Ante [Go Back]  
 [00144]  οὕτω καὶ ὁ Παῦλος τοὺς πανταχοῦ τῆς οἰκουμένης πιστοὺς, καθάπερ υἱὸν μονογενῆ φιλῶν, καὶ ὁρῶν πολλοὺς πονηρίᾳ περιπεσόντας καὶ ἀῤῥωστίαις ἀνιάτοις ψυχῆς, εἶτα εὐκόλως οὐ δεχομένους τὸν ἔλεγχον, οὐδὲ τὴν ἐκ τῆς ἐπιτιμήσεως διόρθωσιν, ἀλλ' ἀποπηδῶντας, τοῖς δάκρυσι κατεῖχεν, ἵνα ὀδυρόμενον αὐτὸν καὶ θρηνοῦντα ἰδόντες, καὶ πρὸς τὴν ὄψιν κατακλασθέντες αὐτὴν, ἀνάσχωνται τῆς ἰατρείας, καὶ τὴν ἀῤῥωστίαν ἀποθέμενοι πρὸς ὑγείαν ἐπανέλθωσι πάλιν·
000-00-00 Serial Number=0746013999
De terrae motu Ante [Go Back]  
 [00003]  Εἰ γὰρ καὶ ὁ κόπος πολλῷ ἱδρῶτι περιῤῥεομένους ὑμᾶς ἐνταῦθα ἤγαγεν, ἀλλ' ἡ τοῦ λόγου διδασκαλία καὶ τὴν ἀῤῥωστίαν τὴν ἡμετέραν εἰς ὑγείαν μετέβαλε, καὶ τὸν ὑμέτερον πόνον διὰ τῆς ψαλμῳδίας παρεμυθήσατο.
000-00-00 Serial Number=0817481101
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00531]  Καὶ ὁ Ἐζεκίας οὐκ ὀρθὸς ἑστὼς, οὐδὲ γόνατα κλίνων, ἀλλ' ὕπτιος ἐπὶ τῆς κλίνης κείμενος διὰ τὴν ἀῤῥωστίαν, στρέψας ἑαυτὸν ἐπὶ τὸν τοῖχον, ἐπειδὴ τὸν Θεὸν θερμῶς ἐκάλεσε καὶ μετὰ ψυχῆς σωφρονούσης, καὶ ἀπόφασιν ἐξενεχθεῖσαν ἀνεκαλέσατο, καὶ πολλὴν ἐπεσπάσατο τὴν εὔνοιαν, καὶ πρὸς τὴν προτέραν ἐπανῆλθεν ὑγίειαν.
 [01958]  τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων εἴργουσιν, ἵνα ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετὰ ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης.
 [02818]  Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον, ἀλλὰ καὶ πολλῷ πλείους ἄθλους ἀρετῆς ὑπέμεινε, τὴν πενίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὴν ἀῤῥωστίαν, τὸ μὴ μέχρι δύο καὶ τριῶν ἡμερῶν, ἀλλὰ διὰ παντὸς τοῦ βίου, καὶ ἑαυτὸν ἐν τούτοις, καὶ τὸν πλούσιον ἐν τοῖς ἐναντίοις ὁρᾷν·
 [02843]  Εἶτα οὕτως αὐτὸν εἰς ἀῤῥωστίαν ἐμβαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι καὶ τηκεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς ἀπήνεγκαν τῆς παρούσης ζωῆς.
 [09999]  τὸ στεφανοῦσθαι καὶ τὸ τρυφᾷν ἀθάνατα μετὰ τὴν μικρὰν ἀῤῥωστίαν ἐκείνην, καὶ βασανίζεσθαι ἀπέραντα μετὰ τὴν βραχεῖαν τῶν παρόντων ἀπόλαυσιν;
000-00-00 Serial Number=0698477745
Epistulae Ante [Go Back]  
 [00074]  Αὐτὸς μὲν συγγνώμης ἀξιοῖς τυχεῖν ὑπὲρ τοῦ μὴ παραγενέσθαι, τὴν ἀῤῥωστίαν προβαλλόμενος.
 [00548]  Καὶ ἀῤῥωστίαν δὲ μακρὰν τὴν ἀπὸ τοῦ χειμῶνος καὶ τῆς συνεχοῦς φυγῆς ἐγγενομένην ἡμῖν ὑπομείναντες, νῦν τὸ μὲν χαλεπὸν αὐτῆς διαπεφεύγαμεν, ὀλίγα δὲ αὐτῆς περιφέρομεν λείψανα.
 [00872]  Εἰδυῖα τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ τοιαύτην πέμπουσα ἐπιστολὴν, μὴ μελλήσῃς, μηδὲ ὑπερθῇ, ἀλλ' εὐθέως τοῦτο ποιῆσαι παρακλήθητι, ἵν' ὥσπερ νῦν ὑπὸ τῆς ἀθυμίας συνέχεας ἡμᾶς τὴν ἀῤῥωστίαν εἰποῦσα, οὕτως τὴν ὑγείαν ἀπαγγείλασα τὴν σὴν, πολλῆς ἡμᾶς ἐμπλησθῆναι ποιήσῃς τῆς ἡδονῆς.
 [01506]  Καὶ ἀῤῥωστίαν δὲ μακρὰν τὴν ἀπὸ τοῦ χειμῶνος καὶ τῆς συνεχοῦς φυγῆς ἐγγενομένην ἡμῖν ὑπομείναντες, νῦν τὸ μὲν χαλεπὸν αὐτῆς διαπεφεύγαμεν, ὀλίγα δὲ αὐτῆς περιφέρομεν λείψανα.
 [01830]  Εἰδυῖα τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ τοιαύτην πέμπουσα ἐπιστολὴν, μὴ μελλήσῃς, μηδὲ ὑπερθῇ, ἀλλ' εὐθέως τοῦτο ποιῆσαι παρακλήθητι, ἵν' ὥσπερ νῦν ὑπὸ τῆς ἀθυμίας συνέχεας ἡμᾶς τὴν ἀῤῥωστίαν εἰποῦσα, οὕτως τὴν ὑγείαν ἀπαγγείλασα τὴν σὴν, πολλῆς ἡμᾶς ἐμπλησθῆναι ποιήσῃς τῆς ἡδονῆς.
 [02370]  Ἄλλος μὲν ἄν τις τὸν ἀφόρητον κρυμὸν τὸν ἐνταῦθα, τὴν πολλὴν ἐρημίαν τοῦ χωρίου, τὴν χαλεπωτάτην ἀῤῥωστίαν καὶ γὰρ καὶ ἀῤῥωστίᾳ ἐντεῦθεν περιπεπτώκαμεν ἀπωδύρατο ἂν, καὶ ἐθρήνησεν·
 [02583]  Ὡς τῶν γε ἄλλων ὡρῶν τοῦ ἔτους σφόδρα ἡδίστων ἀπολελαύκαμεν, ὡς δυνηθῆναι εὐκόλως καὶ τὴν ἐκ τοῦ χειμῶνος ἐγγινομένην ἡμῖν διορθώσασθαι ἀῤῥωστίαν.
 [03158]  ἀλλ' οὐδὲ ἀῤῥωστίαν·
 [03660]  ∆ιὸ καὶ χάριν ὑμῖν ἔχω πολλὴν, τὴν γνησίαν ὑμῶν εἰδὼς διάθεσιν, καὶ ὑπὲρ τῆς ἀπουσίας πολλὴν ἔχω συγγνώμην, διά τε τὴν τοῦ σώματος ἀῤῥωστίαν καὶ τὴν τοῦ ἔτους ὥραν καὶ τὸν τῶν λῃστῶν φόβον Γράφειν δὴ μὴ κατοκνεῖτε συνεχῶς ἡμῖν τὰ περὶ τῆς [52.747] ὑγείας ὑμῶν εὐαγγελιζόμεναι.
000-00-00 Serial Number=0456793964
Expositiones in Psalmos Ante [Go Back]  
 [01086]  Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ καὶ ἐν κοπρίᾳ καθήμενος καὶ τῷ ἰχῶρι τῶν τραυμάτων ἡλκωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα πάσχων ἐκεῖνα, καὶ παρὰ οἰκετῶν ἐμπτυόμενος, καὶ παρὰ φίλων, καὶ παρὰ ἐχθρῶν, καὶ παρὰ γυναικὸς ἐπιβουλευόμενος, καὶ εἰς πενίαν, καὶ εἰς λιμὸν, καὶ εἰς ἀῤῥωστίαν τὴν ἀνήκεστον ἐκείνην κατενεχθεὶς, πάντων μακαριστότερος ἦν.
 [01302]  ἂν δὲ ἀφῇ τὸ μετ' ἐκείνων παρατάξασθαι ὁ κάμνων, πρὸς τὴν ἀῤῥωστίαν ἑαυτὸν ἐξάγει·
000-00-00 Serial Number=0915426850
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03933]  ἀλλ' ἐξεπόμπευσε καθάπερ ἔν τινι στήλῃ τὴν τῶν λογισμῶν ἀῤῥωστίαν.
000-00-00 Serial Number=0526283562
Fragmenta in Job Ante [Go Back]  
 [00254]  Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ ἐν κοπρίᾳ καθήμενος, καὶ τῷ ἰχῶρι τῶν τραυμάτων κεκυκλωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα πάσχων ἐκεῖνα, παρὰ οἰκετῶν ἐμπτυόμενος, παρὰ φίλων, παρὰ ἐχθρῶν, παρὰ γυναικὸς ἐπιβουλευόμενος, εἰς πενίαν, εἰς λιμὸν, εἰς ἀῤῥωστίαν τὴν ἀνήκεστον ἐκείνην κατενεχθεὶς, πάντων μακαριώτερος ἦν.
 [00361]  οὐδὲ ὑγίεια σώματος, ἵνα φοβηθῇς ἀῤῥωστίαν·
 [00368]  [64.536] ∆ιὰ γάρ τοι τοῦτο, καὶ τὴν οὐσίαν ἐσύλα τοῦ Ἰὼβ, οὐχ ἵνα πένητα ποιήσῃ, ἀλλ' ἵνα βλάσφημόν τι ῥῆμα ἐκβάλλειν βιάσηται, καὶ τὸ σῶμα κατέτεμνεν, οὐχ ἵνα ἀῤῥωστίαν περιβάλῃ, ἀλλὰ ἵνα ὑποσκελίσῃ τὴν κατὰ ψυχὴν ἀρετήν.
000-00-00 Serial Number=0170947313
In Acta apostolorum Ante [Go Back]  
 [09999]  τοῦτο δυσάλωτον καὶ δυσκαταγώνιστον πρὸς ἀῤῥωστίαν.
000-00-00 Serial Number=0492754400
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00063]  οὐδὲ ᾐσθάνοντο τῆς οἰκείας ὑγιείας, διὰ τὴν τῶν ἀδελφῶν ἀῤῥωστίαν·
000-00-00 Serial Number=0697438121
In Psalmum 705 Ante [Go Back]  
 [00135]  Ηὔξατο Ἐζεκίας, καὶ τὴν ἑαυτοῦ ἀῤῥωστίαν ἰασάμενος θάνατον ἔλυσε, καὶ πεντεκαιδεκαετῆ χρόνον ζωῆς ἀπελάμβανεν.
000-00-00 Serial Number=0760572016
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02914]  τὸ στεφανοῦσθαι καὶ τρυφᾷν ἀθάνατα μετὰ τὴν μικρὰν ἀῤῥωστίαν ἐκείνην, καὶ τὸ βασανίζεσθαι ἀπέραντα μετὰ τὴν βραχεῖαν τῶν ὄντων ἀπόλαυσιν;
 [03809]  Τὰ μὲν γὰρ τοῦ πένητος κατὰ φύσιν οἰκονομεῖται πάντα, τὰ δὲ ἐκείνου διὰ τὴν ἀμετρίαν εἰς φθορὰν τελευτᾷ καὶ ἀῤῥωστίαν.
 [07055]  Λέγων γὰρ τῆς ἀσθενείας τὸ εἶδος, οὐκ εἶπε πυρετοὺς, ἢ περίοδόν τινα τοιαύτην, ἢ ἄλλην ἀῤῥωστίαν σωματικὴν, ἀλλὰ ὕβρεις, διωγμοὺς, στενοχωρίας.
 [07730]  Ταῦτα γὰρ ἅπαντα σωματικὴν ἀῤῥωστίαν δηλοῖ.
 [07951]  κἂν ἀῤῥωστίαν, κἂν ὁτιοῦν ἕτερον.
000-00-00 Serial Number=0977115154
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03142]  Καὶ ἤρκει καὶ ταῦτα μόνα πεῖσαι φυγεῖν τὴν ἀῤῥωστίαν·
 [09486]  Μὴ μέγα φρόνει, ὦ ἄνθρωπε, ὀξύῤῥοπον καὶ εὐμετάπτωτον τῶν ἀνθρώπων ἡ φύσις, ἡ νεότης πρὸς γῆρας ἐπείγεται, τὸ κάλλος πρὸς ἀμορφίαν, ἡ ἰσχὺς πρὸς ἀσθένειαν, ἡ τιμὴ πρὸς καταφρόνησιν, ἡ ὑγιεία πρὸς ἀῤῥωστίαν μεταπίπτει, ἡ δόξα πρὸς εὐτέλειαν, ὁ πλοῦτος πρὸς πενίαν·
000-00-00 Serial Number=0797151268
In epistulam ad Philippenses Ante [Go Back]  
 [02920]  Ἵνα μὴ λύπην, φησὶν, ἐπὶ λύπῃ σχῶ, τὴν ἀπὸ τῆς τελευτῆς ἐπὶ τῇ διὰ τὴν ἀῤῥωστίαν γενομένῃ αὐτῷ.
000-00-00 Serial Number=0865546346
In epistulam ad Romanos Ante [Go Back]  
 [03171]  Οὐδὲ γὰρ, εἴ τις στόμαχον ἄῤῥωστον ἔχων, μὴ δέχοιτο πικρὸν φάρμακον δυνάμενον αὐτὸν καθᾶραι, ἀλλὰ καὶ ἐπιτρίβοιτο, οὐ τὸ φάρμακον αἰτιασόμεθα, ἀλλὰ τὴν ἀῤῥωστίαν τοῦ μέλους, ὥσπερ οὖν καὶ ἐνταῦθα τὴν εὐκολίαν τῆς γνώμης.
 [05881]  ἐμπεσεῖν, καὶ ἀῤῥωστίαν ὑπομεῖναι, ἵνα κἂν οὕτω σε ἐκκαλέσηται.
000-00-00 Serial Number=0262350857
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00005]  Εἰ γὰρ καὶ οἴκοι καθειργμένος ἐτύγχανον διὰ τὴν τοῦ σώματος ἀῤῥωστίαν, ἀλλ' ὡς μακράν που ἀπῳκισμένος τῆς ὑμετέρας ἀγάπης, οὕτω διεκείμην.
 [00010]  Καὶ οἶδα μὲν ὅτι χαίρετε νῦν πάντες ὑμεῖς ὅτι ἀπεθέμεθα τὴν ἀῤῥωστίαν·
 [00011]  ἐγὼ δὲ χαίρω, οὐχ ὅτι τὴν ἀῤῥωστίαν μόνον ἀπεθέμην, ἀλλ' ὅτι καὶ τὰ ποθούμενα ὑμῶν πρόσωπα πάλιν ὁρᾷν δύναμαι, καὶ ἐντρυφᾷν ὑμῶν τῇ κατὰ Θεὸν ἀγάπῃ.
000-00-00 Serial Number=0703468084
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00202]  πολλῷ μᾶλλον τῆς ψυχῆς ἀῤῥωστίαν ἀποτίθεσθαι μέλλοντες καὶ τὰ χαλεπὰ τῶν ἁμαρτημάτων τραύματα διὰ τῆς ἐλεημοσύνης, μετὰ πάσης προθυμίας αὐτὴν ἐργασώμεθα.
000-00-00 Serial Number=0173024118
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00188]  Εἰ δὲ οὐ μόνον κακὸς οὐκ ἦν ἐντεῦθεν, ἀλλὰ καὶ πολλοῦ μισθοῦ προσθήκην ἐλάμβανε, γενναίως τὴν ἀῤῥωστίαν ἐνέγκας, εὔδηλον ὅτι οὐ κακὸν ἡ νόσος.
000-00-00 Serial Number=0323132873
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00011]  Ἐξ ἐκεί νου μὲν γὰρ καὶ νόσος οὐκ οὖσα τίκτεται πολλάκις, ἀπὸ δὲ τούτων καὶ τὴν οὖσαν ἀῤῥωστίαν ἀποθέσθαι δυνάμεθα·
 [00242]  εἶτα οὕτως εἰς ἀῤῥωστίαν αὐτὸν ἐμ βαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι, καὶ τη κεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς, ἀπ ήνεγκαν τῆς παρούσης ζωῆς.
000-00-00 Serial Number=0383976042
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00230]  Καὶ γὰρ πολλοὶ χηρῶν οἰκίας ἀνατρέποντες, ὀρφανοὺς γυμνοῦντες, τὰ πάντων περιβαλλόμενοι, λύκων οὐδὲν ἄμεινον διακείμενοι, ἐκ τῶν ἀλλοτρίων ζῶντες πόνων, ὁρῶντες πολλάκις τινὰς τῶν πιστῶν δι' ἀῤῥωστίαν σώματος πλείονα περιβεβλημένους ἱμάτια, τὸν νόμον εὐθέως ἡμῖν τοῦ Χριστοῦ προβάλλονται, καὶ ταῦτα λέγουσι τὰ ῥήματα·
000-00-00 Serial Number=0105438232
In illud Vidua eligatur Ante [Go Back]  
 [00296]  δέον τότε κατακόπτεσθαι καὶ ὀδύρεσθαι, μᾶλλον δὲ οὐκ ὀδύρασθαι μόνον, ἀλλὰ καὶ κατέχειν καὶ χαλινοῦν, συμβουλεύειν, παραινεῖν, φοβεῖν, ἐπιτιμᾷν, παντὶ τρόπῳ θεραπείας τὴν ἀῤῥωστίαν ἀπελαύνειν ἐκείνην, καὶ τὴν χήραν μιμεῖσθαι ταύτην, περὶ ἦς ὁ Παῦλός φησιν·
000-00-00 Serial Number=0916576564
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00043]  Καὶ γὰρ αὐτὸ τὸ παραδοῦναι τοιούτῳ νοσήματι, καὶ τὸν χρόνον ἐκτεῖναι τοσοῦτον τὴν ἀῤῥωστίαν, μεγίστης κηδεμονίας ἐστί.
 [00095]  ἀπήλασε τὴν ἀῤῥωστίαν, καὶ οὐκ ἀπήλασε τὸν φόβον, ὥστε ἀκίνητον εἶναι τὴν γενομένην εὐεργεσίαν.
000-00-00 Serial Number=0494086862
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00203]  τοῖς μὲν ἐν ἀῤῥωστίᾳ, ἵνα πρὸς ὑγίειαν ἐπανέλθωσι, τοῖς δὲ ὑγιαίνουσιν, ἵνα μὴ πρὸς ἀῤῥωστίαν καταπέσωσιν.
000-00-00 Serial Number=0916280091
Laus Diodori episcopi Ante [Go Back]  
 [00003]  Ὁ σοφὸς οὗτος καὶ γενναῖος διδάσκαλος, πρώην τὴν ἀῤῥωστίαν τοῦ σώματος ἀποθέμενος, καὶ ἐπὶ τὸν θρόνον τοῦτον ἀναβὰς, ἐμοὶ τοῦ λόγου τῶν προοι μίων ἀπήρξατο, τὸν Βαπτιστὴν Ἰωάννην, καὶ φω νὴν τῆς Ἐκκλησίας, καὶ ῥάβδον Μωσέως, καὶ ἕτερα πλείονα μετὰ τούτων προσειπών.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»