VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπορεύθησαν [101]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0275635183
VT. 01 Genesis Ante [Go Back]  
 [001_009_023]  καὶ λαβόντες Σημ καὶ Ιαφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανές καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον
 [001_022_006]  ἔλαβεν δὲ Αβρααμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ισαακ τῷ υἱῷ αὐτοῦ ἔλαβεν δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν καὶ ἐπορεύθησαν οἱ δύο ἅμα
 [001_022_019]  ἀπεστράφη δὲ Αβρααμ πρὸς τοὺς παῖδας αὐτοῦ καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ κατῴκησεν Αβρααμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου
 [001_024_061]  ἀναστᾶσα δὲ Ρεβεκκα καὶ αἱ ἅβραι αὐτῆς ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ρεβεκκαν ἀπῆλθεν
 [001_045_024]  ἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν καὶ εἶπεν αὐτοῖς Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ
000-00-00 Serial Number=0112467647
VT. 02 Exodus Ante [Go Back]  
 [002_014_029]  οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων
 [002_015_019]  Οτι εἰσῆλθεν ἵππος Φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν καὶ ἐπήγαγεν ἐπ αὐτοὺς κύριος τὸ ὕδωρ τῆς θαλάσσησ οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης
000-00-00 Serial Number=0224467814
VT. 03 Leviticus Ante [Go Back]  
 [003_026_040]  καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι
000-00-00 Serial Number=0458474636
VT. 04 Numeri Ante [Go Back]  
 [004_033_008]  καὶ ἀπῆραν ἀπέναντι Ε ϊρωθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν Πικρίαις
000-00-00 Serial Number=0733932197
VT. 06 Josue Ante [Go Back]  
 [006_002_022]  καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρασ καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν
 [006_008_009]  καὶ ἀπέστειλεν αὐτοὺς Ἰησοῦς καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Γαι ἀπὸ θαλάσσης τῆς Γαι
 [006_018_008]  καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων Πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν Σηλω
 [006_018_009]  καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτῆς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς Ἰησοῦν
 [006_019_048]  καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδακ
 [006_019_049]  Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυη ἐν αὐτοῖς
 [006_019_051]  Αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν
 [006_022_006]  καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν
 [006_022_009]  Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασση ἀπὸ τῶν υἱῶν Ισραηλ ἐκ Σηλω ἐν γῇ Ξανααν ἀπελθεῖν εἰς γὴν Γαλααδ εἰς γῆν κατασχέσεως αὐτῶν ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυσῆ
 [006_024_028]  καὶ ἀπέστειλεν Ἰησοῦς τὸν λαόν καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ
000-00-00 Serial Number=0912625432
VT. 07 Judicum Ante [Go Back]  
 [007_002_012]  καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον
 [007_002_017]  καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖσ καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων κυρίου οὐκ ἐποίησαν οὕτως
 [007_005_006]  ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς ἐπορεύθησαν ὁδοὺς διεστραμμένασ
 [007_009_004]  καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβεριθ καὶ ἐμισθώσατο ἑαυτῷ Αβιμελεχ ἄνδρας κενοὺς καὶ δειλούς καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ
 [007_009_006]  Καὶ συνήχθησαν πάντες ἄνδρες Σικιμων καὶ πᾶς οἶκος Βηθμααλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικιμοις
 [007_009_049]  καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡς χίλιοι ἄνδρες καὶ γυναῖκες
 [007_009_055]  καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
 [007_011_005]  Καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ λαβεῖν τὸν Ιεφθαε ἀπὸ τῆς γῆς Τωβ
 [007_018_007]  καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισα καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ ἐλπίδι ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ κληρονόμος ἐκπιέζων θησαυροῦ καὶ μακράν εἰσιν Σιδωνίων καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον
 [007_018_026]  καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς ὁδὸν αὐτῶν καὶ εἶδεν Μιχαιας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν καὶ ἐπόστρεψεν εἰς τὸν οἶκον αὐτοῦ
 [007_019_014]  καὶ παρῆλθον καὶ ἐπορεύθησαν καὶ ἔδυ ὁ ἥλιος αὐτοῖς ἐχόμενα τῆς Γαβαα ἥ ἐστιν τῷ Βενιαμιν
 [007_021_023]  καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς
000-00-00 Serial Number=0548847973
VT. 08 Ruth Ante [Go Back]  
 [008_001_019]  ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ αὐταῖς καὶ εἶπον Αὕτη ἐστὶν Νωεμιν
000-00-00 Serial Number=0560773611
VT. 09 Samuelis I Ante [Go Back]  
 [009_008_003]  καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα
 [009_009_010]  καὶ εἶπεν Σαουλ πρὸς τὸ παιδάριον αὐτοῦ Ἀγαθὸν τὸ ῥῆμα δεῦρο καὶ πορευθῶμεν καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος τοῦ θεοῦ
 [009_010_026]  καὶ Σαουλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων ὧν ἥψατο κύριος καρδίας αὐτῶν μετὰ Σαουλ
 [009_023_013]  καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κε ϊλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κε ϊλα καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν
 [009_023_024]  καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαουλ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μααν καθ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν
 [009_031_012]  καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιθσαν καὶ φέρουσιν αὐτοὺς εἰς Ιαβις καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ
000-00-00 Serial Number=0450716913
VT. 10 Samuelis II Ante [Go Back]  
 [010_002_029]  καὶ Αβεννηρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν
 [010_004_005]  καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου Ρεκχα καὶ Βαανα καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβοσθε καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας
 [010_015_011]  καὶ μετὰ Αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα
 [010_017_018]  καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τῷ Αβεσσαλωμ καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουριμ καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ καὶ κατέβησαν ἐκεῖ
 [010_017_021]  ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυιδ καὶ εἶπαν πρὸς Δαυιδ Ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Αχιτοφελ
000-00-00 Serial Number=0941226363
VT. 12 Regum II Ante [Go Back]  
 [012_001_002]  καὶ ἔπεσεν Οχοζιας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησεν καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς Δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτησ καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι αὐτοῦ
 [012_002_006]  καὶ εἶπεν αὐτῷ Ηλιου Κάθου δὴ ὧδε ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ιορδάνου καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἐπορεύθησαν ἀμφότεροι
 [012_007_008]  καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ἦραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν καὶ ἐπέστρεψαν καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν
 [012_007_015]  καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ιορδάνου καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν ὧν ἔρριψεν Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούσ καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ
 [012_009_035]  καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν
 [012_010_025]  καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν καὶ εἶπεν Ιου τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις Εἰσελθόντες πατάξατε αὐτούς ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτῶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βααλ
 [012_013_006]  πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐταῖς ἐπορεύθησαν καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ
 [012_017_008]  καὶ ἐπορεύθησαν τοῖς δικαιώμασιν τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ καὶ οἱ βασιλεῖς Ισραηλ ὅσοι ἐποίησαν
 [012_017_015]  καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν ὧν ἐνετείλατο αὐτοῖς τοῦ μὴ ποιῆσαι κατὰ ταῦτα
 [012_017_019]  καί γε Ιουδας οὐκ ἐφύλαξεν τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν Ισραηλ οἷς ἐποίησαν
 [012_017_022]  καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ισραηλ ἐν πάσῃ ἁμαρτίᾳ Ιεροβοαμ ᾗ ἐποίησεν οὐκ ἀπέστησαν ἀπ αὐτῆς
000-00-00 Serial Number=0176179945
VT. 13 Paralipomenon I Ante [Go Back]  
 [013_004_039]  καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν
 [013_004_042]  καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν
 [013_016_020]  καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον
000-00-00 Serial Number=0789373398
VT. 14 Paralipomenon II Ante [Go Back]  
 [014_011_014]  ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ιουδαν εἰς Ιερουσαλημ ὅτι ἐξέβαλεν αὐτοὺς Ιεροβοαμ καὶ οἱ υἱοὶ αὐτοῦ τοῦ μὴ λειτουργεῖν κυρίῳ
 [014_030_006]  καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ισραηλ καὶ Ιουδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες Υἱοὶ Ισραηλ ἐπιστρέψατε πρὸς θεὸν Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ καὶ ἐπιστρέψει τοὺς ἀνασεσῳσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ασσουρ
000-00-00 Serial Number=0683130443
VT. 15 Esdrae Ante [Go Back]  
 [015_004_023]  Τότε ὁ φορολόγος τοῦ Αρθασασθα βασιλέως ἀνέγνω ἐνώπιον Ραουμ καὶ Σαμσαι γραμματέως καὶ συνδούλων αὐτῶν καὶ ἐπορεύθησαν σπουδῇ εἰς Ιερουσαλημ καὶ ἐν Ιουδα καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει
000-00-00 Serial Number=0739347100
VT. 17 Tobiae Ante [Go Back]  
 [017_011_004]  λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος καὶ ἐπορεύθησαν καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν
000-00-00 Serial Number=0545733750
VT. 18 Judith Ante [Go Back]  
 [018_008_036]  καὶ ἀποστρέψαντες ἐκ τῆς σκηνῆς ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτῶν
000-00-00 Serial Number=0638963938
VT. 20 Job Ante [Go Back]  
 [020_024_013]  ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν ὁδὸν δὲ δικαιοσύνης οὐκ Ὲδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν
000-00-00 Serial Number=0509602964
VT. 21 Psalmi Ante [Go Back]  
 [021_104_041]  διέρρηξεν πέτραν καὶ ἐρρύησαν ὕδατα ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί
 [021_118_003]  οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν
000-00-00 Serial Number=0384197116
VT. 23 Ecclesiastes seu Qoelet Ante [Go Back]  
 [023_008_010]  καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας καὶ ἐκ τόπου ἁγίου ἐπορεύθησαν καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει ὅτι οὕτως ἐποίησαν καί γε τοῦτο ματαιότης
000-00-00 Serial Number=0488380969
VT. 27 Isaias Ante [Go Back]  
 [027_003_016]  Τάδε λέγει κύριος Ἀνθ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιων καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι
 [027_065_002]  ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ ἀλλ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν
000-00-00 Serial Number=0429430485
VT. 28 Jeremias Ante [Go Back]  
 [028_002_005]  τάδε λέγει κύριος Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν
 [028_002_008]  οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστιν κύριοσ καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βααλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν
 [028_003_006]  Καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ιωσια τοῦ βασιλέως Εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ισραηλ ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ
 [028_007_024]  καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν ἀλλ ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασιν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν καὶ οὐκ εἰς τὰ ἔμπροσθεν
 [028_008_002]  καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ ἃ ἠγάπησαν καὶ οἷς ἐδούλευσαν καὶ ὧν ἐπορεύθησαν ὀπίσω αὐτῶν καὶ ὧν ἀντείχοντο καὶ οἷς προσεκύνησαν αὐτοῖσ οὐ κοπήσονται καὶ οὐ ταφήσονται καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς
 [028_009_013]  ἀλλ ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν
 [028_014_018]  ἐὰν ἐξέλθω εἰς τὸ πεδίον καὶ ἰδοὺ τραυματίαι μαχαίρας καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν καὶ ἰδοὺ πόνος λιμοῦ ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γῆν ἣν οὐκ Ὲδεισαν
 [028_039_023]  καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν ἅπαντα ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα
 [028_052_007]  καὶ διεκόπη ἡ πόλις καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος ὃ ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως καὶ οἱ Χαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Αραβα
000-00-00 Serial Number=0532978714
VT. 29 Lamentationes Ante [Go Back]  
 [029_001_005]  Ἁγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλήν καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσαν ὅτι κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆσ τὰ νήπια αὐτῆς ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλίβοντος
 [029_001_018]  Δίκαιός ἐστιν κύριος ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα ἀκούσατε δή πάντες οἱ λαοί καὶ ἴδετε τὸ ἄλγος μου παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ
 [029_002_021]  Ἁκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτησ παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας οὐκ ἐφείσω
 [029_004_009]  Καλοὶ ἦσαν οἱ τραυματίαι ῥομφαίας ἢ οἱ τραυματίαι λιμοῦ ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρῶν
000-00-00 Serial Number=0379743695
VT. 30 Baruch Ante [Go Back]  
 [030_004_013]  δικαιώματα δὲ αὐτοῦ οὐκ ἔγνωσαν οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν θεοῦ οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν
 [030_004_026]  οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν
000-00-00 Serial Number=0554719746
VT. 31 Ezechiel Ante [Go Back]  
 [031_005_006]  καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐθνῶν καὶ τὰ νόμιμά μου ἐκ τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς
 [031_020_013]  καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ισραηλ ἐν τῇ ἐρήμῳ Ἁν τοῖς προστάγμασίν μου πορεύεσθε καὶ οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου ἀπώσαντο ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ ἐξαναλῶσαι αὐτούς
 [031_020_016]  ἀνθ ὧν τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν καρδιῶν αὐτῶν ἐπορεύοντο
 [031_020_021]  καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτά ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπ αὐτούσ
 [031_025_003]  καὶ ἐρεῖς τοῖς υἱοῖς Αμμων Ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος Ἀνθ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου ὅτι ἐβεβηλώθη καὶ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ ὅτι ἠφανίσθη καὶ ἐπὶ τὸν οἶκον τοῦ Ιουδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ
000-00-00 Serial Number=0321478605
VT. 33 Osee Ante [Go Back]  
 [033_007_011]  καὶ ἦν Εφραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν
000-00-00 Serial Number=0833640993
VT. 45 Machabaeorum I Ante [Go Back]  
 [045_001_013]  καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν
 [045_005_024]  καὶ Ιουδας ὁ Μακκαβαῖος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ
 [045_005_058]  καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ αὐτῶν καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν
 [045_006_022]  καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον Εως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν
 [045_008_019]  καὶ ἐπορεύθησαν εἰς`Ρώμην καὶ ἡ ὁδὸς πολλὴ σφόδρα καὶ εἰσήλθοσαν εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίθησαν καὶ εἶπον
 [045_009_002]  καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς
 [045_009_004]  καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ
 [045_012_003]  καὶ ἐπορεύθησαν εἰς`Ρώμην καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ εἶπον Ιωναθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ιουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν ἑαυτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον
 [045_016_004]  καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαῖον καὶ ἐκοιμήθησαν ἐν Μωδε ϊν
 [045_016_005]  καὶ ἀναστάντες τὸ πρωὶ ἐπορεύθησαν εἰς τὸ πεδίον καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς πεζικὴ καὶ ἱππεῖς καὶ χειμάρρους ἦν ἀνὰ μέσον αὐτῶν


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»