VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐξουσίαν [30]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0247278690
VT. 18 Judith Ante [Go Back]  
 [018_008_015]  ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις ἢ καὶ ὀλεθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν
000-00-00 Serial Number=0680996597
VT. 21 Psalmi Ante [Go Back]  
 [021_135_008]  τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
 [021_135_009]  τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
000-00-00 Serial Number=0131002545
VT. 22 Proverbia Ante [Go Back]  
 [022_017_014]  ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη
000-00-00 Serial Number=0715005696
VT. 25 Sapientia Ante [Go Back]  
 [025_010_014]  συγκατέβη αὐτῷ εἰς λάκκον καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτόν ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ ψευδεῖς τε ἔδειξεν τοὺς μωμησαμένους αὐτὸν καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον
 [025_016_013]  σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεισ
000-00-00 Serial Number=0598433256
VT. 26 Ecclesiasticus seu Siracides Ante [Go Back]  
 [026_007_013]  μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου κἂν προσέλθῃς μὴ πλημμελήσῃς ἵνα μὴ ἀφέληται τὴν ζωήν σου ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς
 [026_014_002]  ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ αὐτῆς
 [026_028_011]  μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι
 [026_028_020]  Υἱῷ καὶ γυναικί ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν
 [026_035_017]  ἔδωκεν αὐτῷ ἐν ἐντολαῖς αὐτοῦ ἐξουσίαν ἐν διαθήκαις κριμάτων διδάξαι τὸν Ιακωβ τὰ μαρτύρια καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι Ισραηλ
000-00-00 Serial Number=0729339540
VT. 32 Daniel Ante [Go Back]  
 [032_003_097]  οὕτως οὖν ὁ βασιλεὺς τῷ Σεδραχ Μισαχ Αβδεναγω ἐξουσίαν δοὺς ἐφ ὅλης τῆς χώρας κατέστησεν αὐτοὺς ἄρχοντας
 [032_004_017]  ἕως ἂν γνῷ τὸν κύριον τοῦ οὐρανοῦ ἐξουσίαν ἔχειν πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς καὶ ὅσα ἂν θέλῃ ποιεῖ ἐν αὐτοῖς
 [032_004_031]  καὶ ἐπὶ συντελείας τοῦ λόγου αὐτοῦ φωνὴν ἐκ τοῦ οὐρανοῦ ἤκουσε Σοὶ λέγεται Ναβουχοδονοσορ βασιλεῦ ἡ βασιλεία Βαβυλῶνος ἀφῄρηταί σου καὶ ἑτέρῳ δίδοται ἐξουθενημένῳ ἀνθρώπῳ ἐν τῷ οἴκῳ σου ἰδοὺ ἐγὼ καθίστημι αὐτὸν ἐπὶ τῆς βασιλείας σου καὶ τὴν ἐξουσίαν σου καὶ τὴν δόξαν σου καὶ τὴν τρυφήν σου παραλήψεται ὅπως ἐπιγνῷς ὅτι ἐξουσίαν ἔχει ὁ θεὸς τοῦ οὐρανοῦ ἐν τῇ βασιλείᾳ τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν βούληται δώσει αὐτήν ἕως δὲ ἡλίου ἀνατολῆς βασιλεὺς ἕτερος εὐφρανθήσεται ἐν τῷ οἴκῳ σου καὶ κρατήσει τῆς δόξης σου καὶ τῆς ἰσχύος σου καὶ τῆς ἐξουσίας σου
 [032_005_004]  καὶ ηὐλόγουν τὰ εἴδωλα τὰ χειροποίητα αὐτῶν καὶ τὸν θεὸν τοῦ αἰῶνος οὐκ εὐλόγησαν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ πνεύματος αὐτῶν
 [032_005_013]  Ω] Δανιηλ δύνῃ μοι ὑποδεῖξαι τὸ σύγκριμα τῆς γραφῆσ καὶ στολιῶ σε πορφύραν καὶ μανιάκην χρυσοῦν περιθήσω σοι καὶ ἕξεις ἐξουσίαν τοῦ τρίτου μέρους τῆς βασιλείας μου
 [032_005_029]  τότε Βαλτασαρ ὁ βασιλεὺς ἐνέδυσε τὸν Δανιηλ πορφύραν καὶ μανιάκην χρυσοῦν περιέθηκεν αὐτῷ καὶ ἔδωκεν ἐξουσίαν αὐτῷ τοῦ τρίτου μέρους τῆς βασιλείας αὐτοῦ
 [032_006_004]  ὑπὲρ πάντας ἔχων ἐξουσίαν ἐν τῇ βασιλείᾳ καὶ Δανιηλ ἦν ἐνδεδυμένος πορφύραν καὶ μέγας καὶ ἔνδοξος ἔναντι Δαρείου τοῦ βασιλέως καθότι ἦν ἔνδοξος καὶ ἐπιστήμων καὶ συνετός καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ εὐοδούμενος ἐν ταῖς πραγματείαις τοῦ βασιλέως αἷς ἔπρασσε τότε ὁ βασιλεὺς ἐβουλεύσατο καταστῆσαι τὸν Δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τοὺς δύο ἄνδρας οὓς κατέστησε μετ αὐτοῦ καὶ σατράπας ἑκατὸν εἴκοσι ἑπτά
 [032_007_026]  καὶ ἡ κρίσις καθίσεται καὶ τὴν ἐξουσίαν ἀπολοῦσι καὶ βουλεύσονται μιᾶναι καὶ ἀπολέσαι ἕως τέλους
 [032_007_027]  καὶ τὴν βασιλείαν καὶ τὴν ἐξουσίαν καὶ τὴν μεγαλειότητα αὐτῶν καὶ τὴν ἀρχὴν πασῶν τῶν ὑπὸ τὸν οὐρανὸν βασιλειῶν ἔδωκε λαῷ ἁγίῳ ὑψίστου βασιλεῦσαι βασιλείαν αἰώνιον καὶ πᾶσαι (αἱ) ἐξουσίαι αὐτῷ ὑποταγήσονται καὶ πειθαρχήσουσιν αὐτῷ
 [032_014_025]  καὶ εἶπεν Δανιηλ Βασιλεῦ δός μοι τὴν ἐξουσίαν καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδου
000-00-00 Serial Number=0930553794
VT. 45 Machabaeorum I Ante [Go Back]  
 [045_001_013]  καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν
 [045_010_006]  καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ
 [045_010_008]  καὶ ἐφοβήθησαν φόβον μέγαν ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δύναμιν
 [045_010_032]  ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ καὶ δίδωμι τῷ ἀρχιερεῖ ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας οὓς ἂν αὐτὸς ἐκλέξηται τοῦ φυλάσσειν αὐτήν
 [045_010_035]  καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος
 [045_011_058]  καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν
000-00-00 Serial Number=0732611716
VT. 46 Machabaeorum II Ante [Go Back]  
 [046_003_006]  καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοφυλάκιον ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα
 [046_010_013]  ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἁπιφανῆ ἀναχωρῆσαι μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενίσας φαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»