0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ψυχῇ [231]


000-00-00 Serial Number=0154294491
Adnotationes in Deuteronomium Ante [Go Back]  
 [00172]  Οὐκ ἔστι μύλος οὐδὲ ἐπιμύλιον ψυχῇ, ἀλλὰ πρὸς ἐργασίαν συντελεῖ ἄρτου, δι' οὗ μάλιστα ζῶσιν οἱ ἄνθρωποι.
000-00-00 Serial Number=0728503883
Commentarii in Romanos Ante [Go Back]  
 [00138]  ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ» *** καὶ ἁρμόζει γε τὸ | «Ὃν προέθετο» τῇ τοῦ Ἰησοῦ μᾶλλον ψυχῇ ἢ τῷ Μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως·
000-00-00 Serial Number=0682816625
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00592]  παρὰ δὲ πάντα ταῦτα λέγεται νόμος ὁ κατὰ τὰς κοινὰς ἐννοίας ἐνεσπαρμένος τῇ ψυχῇ καί, ὡς ὀνομάζει ἡ γραφή, ἐγγεγραμμένος τῇ καρδίᾳ λόγος, προσ τακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον.
 [00632]  οὐκ ἐν Παύλῳ μόνῳ ἀλλ' ἐν πάσῃ ψυχῇ, ὅτε ἡ ἁμαρτία ὑπέστη, πᾶσα ἐπιθυμία κατεπολέμει τὸ γένος·
 [00662]  ὅτε γὰρ ἐπιδημεῖ τὸ ἀγαθὸν τῇ ψυχῇ, φανεροῦται τὸ κακόν·
000-00-00 Serial Number=0976555645
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00895]  [2.6.52] Οὐδεὶς γὰρ τῶν μετεχόντων δικαιοσύνης καὶ τῆς τοῦ κρίνειν λαὸν δυνάμεως οὕτω πάντη ἐναπομάξασθαι ἑαυτοῦ τῇ ψυχῇ δυνήσεται τοὺς τῆς δικαιοσύνης τύπους καὶ τοῦ κρίνειν, ὥστε ἐν μηδενὶ ἀποδεῖν τῆς αὐτοδικαιοσύνης καὶ τῆς αὐτο κρίσεως, ὡς οὐδὲ ὁ γράφων εἰκόνα οἷός τε ἔσται μεταδοῦναι πάντων τῶν τοῦ γραφομένου ἰδιωμάτων τῇ γραφῇ.
 [01124]  Λόγον γὰρ προϋπάρξαι τὸν καθαίροντα τὴν ψυχὴν ἐν τῇ ψυχῇ δεῖ, ἵνα κατὰ τοῦτον καὶ τὴν ἀπ' αὐτοῦ κάθαρσιν, πάσης περιαιρεθείσης νεκρό τητος καὶ ἀσθενείας, ἡ ἀκραιφνὴς ζωὴ ἐγγένηται παρὰ παντὶ τῷ τοῦ λόγου καθ' ὃ θεός ἐστιν αὑτὸν ποιήσαντι χωρητικόν.
 [01158]  κρεῖττον γὰρ ἢ «ἄν θρωπος» ὁ πνευματικός, τοῦ ἀνθρώπου ἤτοι ἐν ψυχῇ ἢ ἐν σώματι ἢ ἐν συναμφοτέροις χαρακτηριζομένου, οὐχὶ δὲ καὶ ἐν τῷ τούτων θειοτέρῳ πνεύματι, οὗ κατὰ μετοχὴν ἐπικρα τοῦσαν χρηματίζει ὁ πνευματικός.
 [01252]  ᾧ γὰρ λόγῳ ὁ πατὴρ «μόνος ἔχει ἀθανασίαν», τοῦ κυρίου ἡμῶν διὰ φιλανθρωπίαν θάνατον τὸν ὑπὲρ ἡμῶν ἀνειληφότος, τούτῳ ὁ πατὴρ ἔχει μόνος τὸ «σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία», τοῦ Χριστοῦ διὰ τὴν πρὸς ἀνθρώπους εὐεργεσίαν ἐφ' αὑτὸν τὰς ἡμῶν σκοτίας ἀναδεδεγμένου, ἵνα τῇ δυνάμει αὐτοῦ καταργήσῃ ἡμῶν τὸν θάνατον καὶ ἐξαφανίσῃ τὸ ἐν τῇ ψυχῇ ἡμῶν σκότος, ἵνα πληρωθῇ τὸ παρὰ τῷ Ἡσαΐᾳ·
 [01543]  [6.2.9] Ἔπειτα τοῦ ἐχθροῦ πικρότατα ἡμῶν καταστρατευσαμένου διὰ τῶν καινῶν αὐτοῦ γραμμάτων τῶν ἀληθῶς ἐχθρῶν τῷ εὐαγγελίῳ καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἀνέμους τῆς πονηρίας καθ' ἡμῶν ἐγείραντος, στῆναι μᾶλλόν με πρὸς τὸν ἀγῶνα παρεκάλει ὁ λόγος καὶ τηρῆσαι τὸ ἡγεμονικόν, μήποτε μοχθηροὶ λογισμοὶ ἐξισχύσωσι τὸν χειμῶνα καὶ τῇ ψυχῇ μου ἐπεισαγαγεῖν, ἤπερ ἀκαίρως, πρὶν γαλήνην τὴν διάνοιαν λαβεῖν, συνάπτειν τὰ ἑξῆς τῆς γραφῆς·
 [02560]  Μεθ' ὃν καὶ ἡμεῖς δέξασθαι οἷοί τε αὐτὸν ἐσόμεθα, ἕκαστος τοσοῦτον καὶ τοιοῦτον, ὁποίαν αὐτῷ ποιοῦμεν καὶ πηλίκην χώραν ἐν τῇ ψυχῇ ἡμῶν.
 [03109]  [10.34.221] Ζηλοῖ δὲ μάλιστα ὁ Χριστὸς τὸν ἐν ἑκάστῳ ἡμῶν οἶκον τοῦ θεοῦ, μὴ βουλόμενος αὐτὸν εἶναι οἶκον ἐμπορίου, μηδὲ τὸν οἶκον τῆς προσευχῆς λῃστῶν σπήλαιον, ἅτε θεοῦ ζηλωτοῦ υἱὸς ὤν ἐὰν εὐγνωμονέστερον ἀκούωμεν τῶν τοιούτων ἀπὸ τῶν γρα φῶν φωνῶν, κατὰ μεταφορὰν εἰρημένων ἀπὸ τῶν ἀνθρωπίνων εἰς παράστασιν τοῦ μηδὲν ἀλλότριον βούλεσθαι τὸν θεὸν ἐπιμίγνυσθαι τοῦ βουλήματος αὐτοῦ τῇ ψυχῇ πάντων μὲν ἀνθρώπων, ἐξαιρέτως δὲ τῶν <τὰ τῆς> θειοτάτης πίστεως παραδέξασθαι θελόντων .
 [03294]  κυρίως γὰρ πίστις ἐστὶν κατὰ τὸ βάπτισμα τοῦ ὅλῃ ψυχῇ παραδεχομένου τὸ πιστευόμενον.
 [03808]  [13.28.171] Τάχα δὲ καὶ καταπεπλήγασιν τὴν πολλὴν χρηστότητα τοῦ λόγου συγκα ταβαίνοντος ψυχῇ ἐξουθενούσῃ Σιών, καὶ πεποιθυίᾳ ἐπὶ τὸ ὄρος Σαμαρείας·
 [04380]  ∆ύνανται δὲ καὶ δύο τοῦ λόγου εἶναι ἐπιδημίαι ἐν τῇ ψυχῇ, ἡ μὲν προτέρα τὸν ἐξ ὕδατος γινόμενον οἶνον χορη γοῦσα εἰς εὐφροσύνην τῶν συνεστιωμένων, ἡ δὲ δευτέρα πᾶσαν τὴν καταλειπομένην ἀσθένειαν καὶ τὸ πρὸς θάνατον κινδυνῶδες περιαιροῦσα.
 [04816]  καὶ ὅσον γε σώζο μεν τὰ ἐνσπαρέντα ἡμῶν τῇ ψυχῇ τῆς ἀληθείας σπέρματα καὶ τὰς ἀρχὰς αὐτῆς, οὐδέπω ἀπελήλυθεν ἀφ' ἡμῶν ὁ λόγος·
 [05519]  τὸ δὲ ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ λογικοῦ καὶ ἐπὶ τῶν ἐν τῇ ψυχῇ δυνάμεων, τῆς τε μνημονικῆς καὶ τῆς οὕτως φανταστικῆς·
 [05994]  καὶ ἐπεὶ ὁ κύριος, καθ' ὃ μὲν ἄρτος ἐστὶν ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς, γευστός ἐστιν, τρόφιμος ὢν τῇ ψυχῇ, καθ' ὃ δὲ σοφία ἐστίν, ὁρατός ἐστιν, ἧς τοῦ κάλλους ἐραστὴς ὁμολογεῖ εἶναι ὁ λέγων·
 [06372]  οὕτω δὲ ζητήσεως ἄξιόν ἐστιν τὸ περὶ τοῦ ἁγίου πνεύμα τος εἰ δύναται εἶναι καὶ ἐν ἁμαρτωλῷ ψυχῇ, ὥστ' ἄν τινα εἰπεῖν ὅτι εἴπερ «Οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι «ἁγίῳ»·
 [06376]  βλασφη μεῖ γὰρ ἔργοις καὶ λόγοις ἁμαρτίας εἰς τὸ παρὸν πνεῦμα ἅγιον ὁ [28.15.126] καὶ παρόντος αὐτοῦ ἐν τῇ ψυχῇ ἁμαρτάνων.
 [06812]  καὶ τοῦτο ἔτι τότε προπετὲς ὂν ἐν τῇ ψυχῇ αὐτοῦ αἴτιον οἶμαι γέγονεν τοῦ ὑπὲρ τὸ μέτρον τοῦ τῶν λοιπῶν σκανδαλισμοῦ ἡμαρτηκέναι αὐτόν, [32.5.63] ἀρνησάμενον τὸν Ἰησοῦν τρὶς πρὶν ἀλεκτοροφωνίας.
 [07093]  καὶ οὕτως καθεξῆς μοι νόει, ἵνα θεωρήσωμεν ὁπηλίκον ἐστὶν τὸ ἀνελλιπῶς καὶ βεβαίως πᾶσαν τὴν πίστιν ἔχειν, τοσοῦτον δυναμένην, ὅτε πᾶσά ἐστιν ἐν ἀνθρώπου ψυχῇ, ὥστε ἅτινά ποτέ ἐστιν τὰ ὄρη μεθιστάνειν αὐτὰ δύνασθαι·
 [07161]  νῦν δὲ πρόκειται λέγειν πῶς τὰ προειρημένα «Εἰπὼν «ὁ Ἰησοῦς ἐταράχθη» οὐ τὴν ψυχὴν οὐδὲ τῇ ψυχῇ, ἀλλ' οὐδὲ τοῦ πνεύματος, ἀλλὰ «τῷ πνεύματι».
 [07385]  [32.24.311] διὸ πολλάκις λόγος ἀληθὴς ψυχῇ νοσούσῃ οὐ δεομένῃ τοιαύτης τροφῆς διδόμενος ἐπιτρίβει αὐτὴν καὶ πρόφασις αὐτῇ χειρόνων γίνε [32.24.312] ται·
 [07388]  εἰ δὲ χρὴ ὡς μὴ εἰκῆ παρερριμμένον ὑπὸ τοῦ εὐαγγελιστοῦ ἐξετάσαι καὶ τὸ «Ἦν δὲ νύξ», λεκτέον ὅτι συμβολικῶς τότε ἡ αἰσθητὴ νὺξ ἦν, εἰκὼν τυγχάνουσα τῆς γενομένης ἐν τῇ ψυχῇ Ἰούδα νυκτός, ἡνίκα τὸ ἐπιφερόμενον σκότος ἐπάνω τῆς ἀβύσσου, ὁ Σατανᾶς, εἰσῆλθεν εἰς αὐτόν·
000-00-00 Serial Number=0062806845
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00086]  δέκα παρθένους εἶναί φησι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰσθήσεις ἀποστάσας τῆς εἰδωλολατρείας τῷ παραδέξασθαι «εἴτε προφάσει εἴτε ἀληθείᾳ» τὸν τοῦ θεοῦ καθαρὸν λόγον καὶ παρθενοποιηθείσας.
 [00173]  ἴσως δὲ ᾠήθη προλαβὼν τὸν Ἰησοῦν τεθνηξόμενον καὶ ὑπαντήσας αὐτῷ ἱκετεύειν γυμνῇ τῇ ψυχῇ ὁμο λογῶν τὴν καθ' ἑαυτοῦ κρίσιν, ὡς δεχθῆναι αὐτοῦ τὴν ἐξομολόγησιν.
000-00-00 Serial Number=0589148462
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00020]  Καὶ πρόσχες γε εἰ δύνασαι τὸ καλὸν σπέρμα τοὺς υἱοὺς τῆς βασιλείας πρὸς τοῖς προαποδεδομένοις καὶ ἑτέρως λαβεῖν, ὅτι ὅσα ἐν τῇ ἀνθρωπίνῃ φύεται ψυχῇ καλά, ταῦτα ὑπὸ τοῦ «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» λόγου θεοῦ <σπείρεται> γεννήματα τυγχάνοντα τῆς τοῦ θεοῦ βασιλείας, ὡς εἶναι τοὺς περὶ ἑκάστου ὑγιεῖς λόγους τοὺς υἱοὺς τῆς βασιλείας.
 [00025]  ∆εήσει δὲ γενέσθαι ἐπὶ τέλει τῶν πραγμάτων ὃ καλεῖται συντέλεια τοῦ αἰῶνος θερισμόν, ἵν' οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα τῇ ψυχῇ φαῦλα δόγματα καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσιν, τῷ λεγομένῳ καίειν πυρὶ ἀνατρέποντες αὐτά.
 [00209]  ∆ιὰ τοῦτο καὶ ὅσον μὲν Ἰησοῦς Χριστός, ὁ «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸς λόγος οὐκ ἐπιδημεῖ ψυχῇ, οὐκ ἔστιν ἐν ἐκείνῃ ἡ βασιλεία τῶν οὐρανῶν·
 [00429]  Πεζῇ δὲ αὐτῷ καὶ οὐκ ἐν πλοίῳ ἠκολούθησαν, ἅτε μὴ τῷ σώματι, ἀλλὰ γυμνῇ τῇ ψυχῇ καὶ τῇ ἀπὸ τοῦ λόγου πεισθείσῃ προαιρέσει ἠκολουθηκότες τῇ εἰκόνι τοῦ θεοῦ.
 [00434]  Οὐ πᾶν δὲ ἁμάρτημα νομιστέον ἀρρωστίαν εἶναι, ἀλλ' ὅπερ ἐναπέσκηψεν ὅλῃ τῇ ψυχῇ.
 [00442]  Οἱ δὲ ὅλῃ ψυχῇ καὶ ὅλῃ καρδίᾳ καὶ ὅλῃ διανοίᾳ, ἀντὶ τοῦ τὸν θεὸν ἀγαπᾶν, ἀγαπῶντες ἀργύρια ἢ δοξάρια ἢ γύναια ἢ παῖδας, οὗτοι πλέον ἢ ἀσθενείας πεπόνθασιν καί εἰσιν ἄρρωστοι.
 [00443]  Κοιμῶνται δὲ οἱ, δέον προσέχειν καὶ ἐγρηγορέναι τῇ ψυχῇ, τοῦτο μὲν οὐ ποιοῦντες, ἀπὸ δὲ πολλῆς ἀπροσεξίας νυστάζοντες τὴν προαίρεσιν καὶ ὑπνώττοντες τοῖς λογισμοῖς·
 [00649]  ∆ι' ἃ ὡς γάγγραινα νομὴν ἐσχηκότα ἐν τῇ ψυχῇ αὐτοῦ, ὁ διάβολος ἔβαλεν αὐτοῦ «εἰς τὴν καρδίαν» τὸν σωτῆρα παραδοῦναι, καὶ παραδεξάμενον «τὸ πεπυρωμένον» περὶ τούτου «βέλος» ὕστερον, αὐτὸς εἰσελθὼν εἰς τὴν ψυχὴν αὐτοῦ ἐπλήρωσεν αὐτόν.
 [01535]  πρόσχες γάρ, οὐκ εἶπεν «ἐν» ψυχῇ «Ἠλίου», ἵν' ἔχοι τόπον ἡ μετενσωμάτωσις, ἀλλ' «ἐν πνεύματι καὶ δυνάμει Ἠλίου».
 [01581]  εἴπερ πᾶσα νόσος καὶ πᾶσα μαλα κία, ἃς ἐθεράπευσεν ὁ σωτὴρ ἡμῶν τότε «ἐν τῷ λαῷ», ἀναφέρεται ἐπὶ τὰ ἐν ψυχαῖς διάφορα συμπτώ ματα, ὡς τοὺς μὲν παρετοὺς τὴν ψυχὴν καὶ κειμένην αὐτὴν ἔχοντας ἐπὶ τοῦ σώματος παραλελυμένην δηλοῦσθαι διὰ τῶν παραλυτικῶν, τοὺς δὲ τυφλώττοντας περὶ τὰ τῇ ψυχῇ μόνῃ θεατὰ δηλοῦσθαι διὰ τῶν τυφλῶν καὶ εἶναι τυφλούς, τοὺς δὲ κεκωφωμένους πρὸς παραδοχὴν σωτηρίου λόγου σημαίνεσθαι διὰ τῶν κωφῶν, ἀνάλογον ἐκείνοις ἐξε τασθῆναι δεήσει τὰ περὶ τοῦ σελη νιαζομένου.
 [01995]  τριῶν γὰρ ὄν των υἱῶν Κόρε, ὧν τὰ ὀνόματα ἐν τῇ Ἐξόδῳ εὕρομεν, τοῦ Ἀσήρ, ὃς ἑρμηνεύεται ΠΑΙ∆ΕΙΑ, καὶ τοῦ δευτέρου τοῦ Ἑλκανά, ὃς μεταλαμ βάνεται εἰς τὸ ΘΕΟΥ ΚΤΗΣΙΣ, καὶ τρίτου τοῦ Ἀβιασάφ, ὃς Ἑλλάδι φωνῇ λέγοιτ' ἂν ΠΑΤΡΟΣ ΣΥΝΑ ΓΩΓΗ, αἱ προφητεῖαι οὐ διῃρέθη σαν, ἀλλ' ὡς ὑπὸ ἑνὸς πνεύματος καὶ μιᾶς φωνῆς ἐν μιᾷ ψυχῇ ἀληθῶς συμφώνως ἐνεργοῦντος καὶ εἴρηνται καὶ ἐγράφησαν, καὶ λαλοῦ<σι λέ γο>ντες οἱ τρεῖς ὡς εἷς·
 [02316]  [14.21] Ζητήσαι δ' ἄν τις, εἰ δύ ναται ἡ ἀνθρωπίνη ψυχὴ τροπικῶς λέγεσθαι γυνὴ καὶ ὁ προϊστάμενος αὐτῆς ἄγγελος καὶ ἄρχων αὐτῆς (πρὸς ὃν «ἡ ἀναστροφὴ» γίνεται αὐτῆς κατακυριεύοντα αὐτῆς) ἀνήρ, ὡς κατὰ τοῦτο ἕκαστον νομίμως συνοικεῖν τῇ ψυχῇ τῇ ἀξίᾳ προστα σίας θείου ἀγγέλου.
 [02317]  γένοιτο δ' ἄν ποτε καὶ μετὰ τὴν ἐπὶ πλεῖον διατριβὴν καὶ συνοίκησιν αἰτία ἐν ψυχῇ τοῦ μὴ εὑρίσκειν «χάριν ἐναν τίον» τοῦ κυριεύοντος καὶ ἄρχοντος αὐτῆς ἀγγέλου τὸ εὑρίσκεσθαι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα», καὶ γρά φοιτο ἂν ὡς γράφεται χειρόγραφα, γράφοιτο δὲ «βιβλίον ἀποστασίου», διδόμενον «εἰς τὰς χεῖρας» τῆς ἐκβαλλομένης, ἵνα μηκέτι οἰκεία ᾖ τοῦ προτέρου προστάτου ἡ ἐξα ποστελλομένη «ἐκ τῆς οἰκίας αὐτοῦ».
 [02745]  ὥσπερ ἐπὶ τῆς δό σεως οὐ τὸ διδόμενον, ἀλλὰ τὴν <τοῦ διδόντος> προαίρεσιν ἀποδεχόμενος ὁ θεὸς δικαιοῖ καὶ <μᾶλλον> ἀποδέχε ται τὸν τὸ ἔλαττον προαιρέσει τελειο τέρᾳ δεδωκότα παρὰ τὸν τὸ πλεῖον ἐκ πλειόνων καὶ διαθέσει ὑποδεεστέρᾳ (ὡς δῆλόν ἐστιν ἐκ τῶν ἀναγε γραμμένων περὶ τῆς <μεγάλης> δό σεως τῶν πλουσίων καὶ τῶν δύο λεπτῶν, ἅτινα ἡ χήρα εἰς λόγον πενήτων ἔβαλεν εἰς τὸ γαζοφυλάκιον), οὕτως καὶ ἐπὶ τῶν διὰ τὴν πρὸς τὸ θεῖον ἀγάπην καταλιπόντων ἃ κέ κτηνται, ἵνα ἀπερισπάστως ἀκολου θῶσι τῷ Χριστῷ τοῦ θεοῦ πάντα πράττοντες κατὰ τὸν λόγον αὐτοῦ, οὐ πάντως μᾶλλον ἀπόδεκτος ὁ τὰ πλείονα καταλιπὼν τοῦ τὰ ἐλάττονα, καὶ μάλιστα ὅτε τύχοι ὅλῃ ψυχῇ τις καταλιπὼν τὰ ἐλάττονα, παρὰ τὸν δοκοῦντα καταπεφρονηκέναι τῶν πλειόνων.
 [03627]  πεπλη ρώκαμεν δὲ ἁμαρτάνοντες καὶ ἄλλων πωλούντων καὶ ἀπεμπολούντων εἴ τι ἅγιον κατάλειμμα ἐν τῇ ψυχῇ ἡμῶν γεγένηται, ὅπερ ἦν περιστερά.
 [03942]  [17.8] Καὶ νοείσθω ἐν ἑκάστῃ ψυχῇ ὁ λόγος ἄμπελος πεφυτευμένη ὑπὸ τοῦ οἰκοδεσπότου, καὶ ἀμπελὼν αἱ ἀφορμαὶ πάντων <τῶν> ἀναγκαίων εἰς σωτηρίαν προβλημάτων.
 [04343]  ἑτέραν δὲ ψυχὴν <γυναῖκα εἶναι τὴν> κατὰ θεὸν βιοῦσαν ἀποθανόντος καὶ ἀνατραπέντος τοῦ προτέρου ἀνδρός, οὐ βουλομένην «ἔξω» γενέσθαι καὶ «ἀνδρὶ μὴ ἐγγίζοντι», ἀλλὰ γαμου μένην τῷ ἀδελφῷ τοῦ τετελευτηκότος καὶ «ἐπὶ τὸ αὐτὸ» αὐτῷ οἰκήσαντι, ὅτε «ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσέρχεται πρὸς αὐτὴν» καὶ γίνεται ἔνδον τῆς ψυχῆς αὐτῆς καὶ λαμβάνει «αὐτὴν ἑαυτῷ εἰς γυναῖκα» καὶ συνοικεῖ αὐτῇ τῇ ψυχῇ ἐπὶ μακα ρισμῷ αὐτῆς, ἅτε κατὰ τὸ βούλημα τοῦ θεοῦ γαμουμένης τῷ δευτέρῳ καὶ πνευματικῷ νόμῳ.
000-00-00 Serial Number=0592337966
Contra Celsum Ante [Go Back]  
 [00236]  Ἀλλ' ἐὰν προβάλληται τοὺς Πλάτωνος περὶ τούτων διαλόγους, φήσομεν αὐτῷ καὶ ἡμῖν ἐξεῖναι πιστεύειν ἐν καθαρᾷ καὶ εὐσεβεῖ ψυχῇ Μωϋσέως, πᾶν γενητὸν ὑπερα ναβάντος καὶ τοῦ δημιουργοῦ τῶν ὅλων ἑαυτὸν ἐξαρτήσαντος, ἐμπεπολιτεῦσθαι πνεῦμα θεῖον, πολλῷ ἐναργέστερον Πλά τωνος καὶ τῶν παρ' Ἕλλησι καὶ παρὰ βαρβάροις σοφῶν τὰ τοῦ θεοῦ παραστῆσαν.
 [00772]  Οἴεται δ' ἡμᾶς <νομίζειν> ἐν τούτοις ὁ Κέλσος μὴ θεῖόν τι εἶναι ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ κατὰ τὸν Ἰησοῦν, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ τοιοῦτον γεγονέναι, ὁποῖον Ὁμήρου μῦθοι εἰσάγουσι.
 [00989]  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται ὁ θεὸς εἶναι πεπίστευται, ὀργάνῳ τῇ ψυχῇ καὶ τῷ σώματι τοῦ προφήτου χρώμενος, κατὰ δὲ Ἕλληνας ὁ λέγων·
 [01006]  Ὁ βαπτιστὴς Ἰωάννης προφητεύων ὅσον οὐδέπω ἐνστήσεσθαι τὸν υἱὸν τοῦ θεοῦ, οὐκ ἐν ἐκείνῳ τῷ σώματι καὶ τῇ ψυχῇ τυγχάνοντα ἀλλὰ γὰρ φθάνοντα πανταχοῦ, λέγει περὶ αὐτοῦ·
 [01057]  οὐκέτι δὲ πάντα τὰ περὶ τοῦ Ἰούδα ἀναγεγραμμένα περιειργάσατο, ὅτι μαχομέναις καὶ ἐναντίαις κρίσεσι περιπεσὼν ὁ Ἰούδας περὶ τοῦ διδασκάλου οὔθ' ὅλῃ ψυχῇ γέγονε κατ' αὐτοῦ οὐδ' ὅλῃ ψυχῇ ἐτήρησε τὴν αἰδὼ πρὸς διδάσκαλον φοιτητοῦ.
 [01062]  Τοῦτο μὲν οὖν οὐ πάντας πείσει περὶ τῆς τοῦ Ἰούδα προαιρέσεως, ὅτι μετὰ τῆς φιλαργυρίας καὶ τῆς μοχθηρᾶς εἰς τὸ προδοῦναι τὸν διδάσκαλον προαιρέσεως εἶχέ τι ἀναμεμιγμένον ἐν τῇ ψυχῇ ἀπὸ τῶν Ἰησοῦ λόγων αὐτῷ ἐγγεγενημένον, ἔμφασιν ἔχον λείμματος, ἵν' οὕτως ὀνομάσω, χρηστότητος;
 [01073]  Ἢ τὰ μὲν ἐμφαίνοντα τὸ μὴ πάντῃ ἀποστατικὸν τοῦ Ἰούδα καὶ μετὰ τὰ τετολμημένα κατὰ τοῦ διδασκάλου πλάσματα ἐροῦσιν οἱ περὶ τὸν Κέλσον, μόνον δ' ἀληθὲς ὅτι εἷς τῶν μαθητῶν προέδωκεν αὐτόν, καὶ προσθήσουσι τῷ γεγραμμένῳ ὅτι καὶ ὅλῃ ψυχῇ προέδωκεν αὐτόν;
 [01410]  καὶ μάλιστα ὅτε καὶ ἐπὶ τὸ ἀναιρεῖν ὁρμῶσι τοὺς τῇ ἐναργείᾳ τοῦ ἑνὸς καὶ ἐπὶ πᾶσι θεοῦ ἑαυτοὺς ὅλῃ ψυχῇ μέχρι θανάτου ἐπιδεδωκότας.
 [01901]  Θεοῦ δὲ διδόντος καὶ τῆς Χριστοῦ δυνάμεως τῇ ψυχῇ ἡμῶν ἐπιδημούσης, πειρασόμεθα ἐν τῷ τρίτῳ πρὸς τὰ ἑξῆς τῷ Κέλσῳ γραφέντα πραγμα τεύσασθαι.
 [02121]  Περὶ δὲ τοῦ Ἰησοῦ εἴποιμεν ἄν, ἐπεὶ συμφέρον ἦν τῷ τῶν ἀνθρώπων γένει παραδέξασθαι αὐτὸν ὡς υἱὸν θεοῦ, θεὸν ἐληλυθότα ἐν ἀνθρωπίνῃ ψυχῇ καὶ σώματι, καὶ οὐκ ἐδόκει τοῦτο τῇ λιχνείᾳ τῶν φιλοσωμάτων δαιμόνων καὶ τῶν νομιζόντων αὐτοὺς θεοὺς εἶναι λυσιτελές, διὰ τοῦθ' οἱ μὲν ἐπὶ γῆς δαίμονες, παρὰ τοῖς μὴ παιδευθεῖσι περὶ δαιμόνων νομιζόμενοι εἶναι θεοί, ἀλλὰ καὶ οἱ θερα πεύοντες αὐτοὺς ἐβουλήθησαν κωλῦσαι τὴν νομὴν τῆς Ἰησοῦ διδασκαλίας·
 [02359]  παρ' οἷς εἰσι τινὲς τεταγμένοι πρὸς τὸ φιλοπευστεῖν τοὺς βίους καὶ τὰς ἀγωγὰς τῶν προσιόντων, ἵνα τοὺς μὲν τὰ ἐπίρρητα πράττον τας ἀποκωλύσωσιν ἥκειν ἐπὶ τὸν κοινὸν αὐτῶν σύλλογον τοὺς δὲ μὴ τοιούτους ὅλῃ ψυχῇ ἀποδεχόμενοι βελτίους ὁσημέραι κατασκευάζωσιν.
 [02455]  Χριστιανὸς δὲ κἂν καλῇ οὓς ὁ λῃστὴς καλεῖ, διάφορον κλῆσιν αὐτοὺς καλεῖ, ἵν' αὐτῶν καταδήσῃ τὰ τραύματα τῷ λόγῳ καὶ ἐπιχέῃ τῇ φλεγμαινούσῃ ἐν κακοῖς ψυχῇ τὰ ἀπὸ τοῦ λόγου φάρμακα, ἀνάλογον οἴνῳ καὶ ἐλαίῳ καὶ μαλάγματι καὶ τοῖς λοιποῖς ἀπὸ ἰατρικῆς ψυχῆς βοηθήμασιν.
 [02520]  Ἀλλ' ὅμως ἴσχυσε λόγος καὶ τούτους ἐπιστρέψας ποιῆσαι ἐπὶ τοσοῦτον διαβε βηκέναι ἐν φιλοσοφίᾳ, ὥστε τὸν μὲν ὑπὸ Πλάτωνος κριθῆναι ἄξιον τοῦ τὸν περὶ τῆς ἀθανασίας διεξοδεῦσαι Σωκράτους λόγον καὶ τὴν ἐν τῷ δεσμωτηρίῳ εὐτονίαν αὐτοῦ παραστῆσαι, οὐ φροντίσαντος τοῦ κωνείου ἀλλ' ἀδεῶς καὶ μετὰ πάσης γαλήνης τῆς ἐν τῇ ψυχῇ διεξοδεύσαντος τοσαῦτα καὶ τηλι καῦτα, οἷς μόγις παρακολουθεῖν καὶ οἱ πάνυ καθεστηκότες καὶ ὑπὸ μηδεμιᾶς ἐνοχλούμενοι περιστάσεως δύνανται·
 [02555]  Εἰ δὲ καὶ μὴ ἀρετὴ ἀξιόλογος δὲ προκοπὴ ἐγγένοιτο τῇ ψυχῇ, ἱκανὴ καὶ αὕτη κατὰ τὴν ἀναλογίαν τοῦ πῶς εἶναι προκοπῆς ἐκβαλεῖν καὶ ἐξαφανίσαι τὴν τῆς κακίας χύσιν, ὥστ' αὐτὴν ἐγγύς που μηκέτι τυγχάνειν ἐν τῇ ψυχῇ.
 [02817]  Εἰ δὲ ἦν ἐννοήσας, τί ἀκολουθεῖ ψυχῇ ἐν αἰωνίῳ ἐσομένῃ ζωῇ καὶ τί χρὴ φρονεῖν περὶ τῆς οὐσίας αὐτῆς καὶ περὶ τῶν ἀρχῶν αὐτῆς, οὐκ ἂν οὕτως διέσυρε τὸν ἀθάνατον εἰς θνητὸν ἐρχόμενον σῶμα, οὐ κατὰ τὴν Πλάτωνος μετενσωμάτωσιν ἀλλὰ κατ' ἄλλην τινὰ ὑψηλοτέραν θεωρίαν.
 [03302]  Εἰ δὲ μὴ παντὸς σώματος ἄλλη φύσις, ἀλλ' ἑκάστου ἐστὶ τὸ σῶμα ζῴου ἀνάλογον τῇ ψυχῇ, δῆλον ὅτι οὗ ψυχὴ θεοῦ ἔργον ἐστί, διαφέροι ἂν τὸ ταύτης σῶμα σώματος, ἐν ᾧ οἰκεῖ ψυχὴ οὐκ οὖσα ἔργον θεοῦ.
 [04206]  ὅντινα τῇ Ἰησοῦ μάλιστα παρὰ πᾶσαν ψυχὴν ψυχῇ ᾠκειῶσθαι καὶ ἡνῶσθαί φαμεν, μόνου τελείως χωρῆσαι δεδυνημένου τὴν ἄκραν μετοχὴν τοῦ αὐτολόγου καὶ τῆς αὐτοσοφίας καὶ τῆς αὐτοδικαιοσύνης.
 [04491]  [6.3] Παλαιοὶ τοίνυν ἄνδρες καὶ σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις, καὶ δὴ καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν καὶ φασκέτω μηδαμῶς εἶναι ῥητὸν τὸ πρῶτον ἀγαθόν, ἀλλ' ἐκ πολλῆς συνουσίας ἐγγινόμενον καὶ ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ·
 [04498]  Καὶ ἀλήθειαν γοῦν κατέχουσιν, ὡς καὶ ὁ ἡμέτερος μαρτυρεῖ λόγος, οἱ φρονοῦντες ὅτι ῥητὸν οὐδαμῶς ἐστι τὸ πρῶτον ἀγαθὸν καὶ λέγοντες ὡς ἐκ πολλῆς συνουσίας γινομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.
 [04510]  [6.5] Τὸ δ' ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξάπ τεσθαι φῶς ἐν τῇ ψυχῇ πρότερος οἶδεν ὁ λόγος, εἰπὼν ἐν τῷ προφήτῃ·
 [04571]  Ἡμεῖς δὲ τὸ ὄνομα τοῦ εἰδώλου ἐπ' ἄλλου τάττοντες τρανότερον φήσομεν ἐν τῇ ψυχῇ γινόμενον μετὰ τὸν λόγον τῶν τραυμάτων τύπον, τοῦτον εἶναι τὸν ἐν ἑκάστῳ Χριστὸν ἀπὸ Χριστοῦ λόγου.
 [04775]  Εἶτα καὶ ἀριθμὸν ὁρίζει λεγόμενον ὑπὸ τῶν παραδιδόντων τὴν σφραγῖδα ἀγγέλων ἑπτά, ἑκατέρωθεν τῇ ψυχῇ τοῦ ἀπαλλαττομένου σώματος ἐφισταμένων, τῶν μὲν τοῦ φωτὸς ἑτέρων δὲ τῶν ὀνομαζομένων ἀρχοντικῶν, καὶ λέγει τὸν ἄρχοντα τῶν ὀνομαζομένων ἀρχοντικῶν λέγεσθαι θεὸν κατηραμένον.
 [05214]  ἀλλ' οὐδ' ἐπιστήσας, ἐν τίνι τῶν τοῦ ἀνθρώπου τὸ κατ' εἰκόνα τοῦ θεοῦ χαρακτηρίζεται, καὶ ὅτι ἐν τῇ ἢ μὴ ἐσχηκυίᾳ ἢ μηκέτι ἐχούσῃ ψυχῇ τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐκ τοῦ μὴ ἔχειν ταῦτα χρηματιζούσῃ κατ' εἰκόνα τοῦ κτίσαντος, φησὶ τό·
 [05219]  Εἰ δ' ἐστὶν ἐν τῷ συναμφοτέρῳ τὸ κατ' εἰκόνα τοῦ θεοῦ, ἀνάγκη σύνθετον εἶναι τὸν θεὸν καὶ οἱονεὶ συνεστῶτα καὶ αὐτὸν ἐκ ψυχῆς καὶ σώματος, ἵνα τὸ μὲν κατ' εἰκόνα τὸ κρεῖττον ᾖ ἐν τῇ ψυχῇ, τὸ δ' ἔλαττον καὶ κατὰ τὸ σῶμα ἐν τῷ σώματι, ὅπερ οὐδεὶς ἡμῶν φησι.
 [05221]  ὅτε καὶ ναός ἐστι τοῦ ἐν τῷ κατ' εἰκόνα ἀνειληφότος τοῦ θεοῦ τὰ τοῦ θεοῦ τὸ σῶμα, τοῦ τοιαύτην ἔχοντος ψυχὴν καὶ ἐν τῇ ψυχῇ διὰ τὸ κατ' εἰκόνα τὸν θεόν.
 [05480]  Ὅρα δὴ διὰ τούτων εἰ μὴ τὸ τοῦ πνεύματος ἐκείνου ἀκάθαρτον καὶ βέβηλον ἐμφαίνεται, μὴ διὰ μανῶν καὶ ἀφανῶν πόρων καὶ πολλῷ γυναικείων κόλπων καθαρωτέρων ἐπεισιὸν τῇ ψυχῇ τῆς θεσπιζούσης ἀλλὰ διὰ τούτων, ἃ οὐδὲ θέμις ἦν τῷ σώφρονι καὶ ἀνθρώπῳ βλέπειν, οὔπω λέγω ὅτι καὶ ἅπτεσθαι·
 [05647]  Ἄξιον δὲ θεοῦ τὸ προφητευθέν ἐστιν ὑπὸ τῶν προφητῶν, ὅτι τῆς θείας φύσεως ἀπαύγασμα καὶ χαρακτήρ τις ἐνανθρωπούσῃ ψυχῇ ἱερᾷ τῇ τοῦ Ἰησοῦ συνεπιδημήσει τῷ βίῳ, ἵνα σπείρῃ λόγον, οἰκειοῦντα τῷ τῶν ὅλων θεῷ τὸν παραδεξάμενον αὐτὸν εἰς τὴν ἑαυτοῦ ψυχὴν καὶ γεωργήσαντα καὶ ἐπὶ τέλος ἀγαγόντα πάντα, ὃς τὴν δύναμιν ἐν ἑαυτῷ ἔχει τοῦ ἐν ἀνθρώπου σώματι καὶ ψυχῇ ἐσομένου θεοῦ λόγου.
 [05709]  Ἅμα οὖν ταῖς τοῦ ἡλίου τῆς δικαιοσύνης αὐγαῖς ἐπιλαμπούσαις αὐτοῦ τῇ ψυχῇ ὡσπερεὶ δυναμούμενος ὑπ' αὐτῶν καὶ κραταιούμενος ἀνῄρει πᾶν τὸ φρόνημα τῆς σαρκός, λεγόμενον ἁμαρ τωλοὺς γῆς, καὶ ἐξωλόθρευεν ἀπὸ τῆς ἐν τῇ ψυχῇ ἑαυτοῦ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν λογισμοὺς καὶ τὰ ἐχθρὰ τῇ ἀληθείᾳ ἐνθυμήματα.
 [05714]  Νήπια γὰρ Βαβυλῶνος, ἑρμηνευομένης συγχύσεως, οἱ ἄρτι ὑποφυό μενοι καὶ ἀνατέλλοντες ἐν τῇ ψυχῇ εἰσιν συγχυτικοὶ λογισμοὶ οἱ ἀπὸ κακίας·
 [05956]  Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ θείᾳ τινὶ χάριτι, οὐκ ἀθεεὶ ἐγγινομένῃ τῇ ψυχῇ ἀλλὰ μετά τινος ἐνθουσιασμοῦ, ἀποφαίνεται γινώσκεσθαι τὸν θεόν.
 [06175]  οὐδὲν γὰρ νόθον χρὴ ἐνυπάρχειν ἐν τῇ ψυχῇ τοῦ ἀληθῶς εἰς τὸ θεῖον εὐσεβοῦς.
 [06178]  ᾗ καὶ ἀκολουθοῦντες οἱ πολλοὶ οὐ μόνον κατὰ συμπεριφορὰν σέβειν αὐτὰ νομίζοντες ἁμαρτάνουσιν ἀλλὰ γὰρ καὶ καταπίπτοντες τῇ ψυχῇ ἐπὶ τὸ νομίζειν ταῦτα εἶναι θεοὺς καὶ μηδ' ἀνεχόμενοι ἀκούειν ὅτι οὐκ εἰσὶ ταῦτα θεοὶ τὰ ὑπ' αὐτῶν προσκυνούμενα.
 [06183]  λεκτέον, ὡς καὶ ἐν τοῖς ἀνωτέρω εἴρηται, ὅτι τὸ κατ' εἰκόνα θεοῦ ἐν ψυχῇ λογικῇ, τῇ ποιᾷ κατ' ἀρετήν, σῴζεσθαί φαμεν.
 [06405]  Συνεξεταζέτω οὖν ὁ βουλόμενος βωμούς, οὓς διηγησάμην, βωμοῖς οἷς Κέλσος λέγει, καὶ ἀγάλματα ἐν τῇ τῶν εὐσε βούντων εἰς τὸν τῶν ὅλων θεὸν ψυχῇ ἀγάλμασι Φειδίου καὶ Πολυκλείτου καὶ τῶν παραπλησίων·
 [06406]  καὶ σαφῶς εἴσεται ἐκεῖνα μὲν καὶ ἄψυχα εἶναι καὶ χρόνῳ φθειρόμενα, ταῦτα δὲ ἐν τῇ ἀθανάτῳ μένειν ψυχῇ ἐς ὅσον μένειν ἐν αὑτῇ ἡ λογικὴ ψυχὴ βούλεται.
 [06949]  Πάντων γὰρ τῶν ἐν ψυχῇ κακῶν δυνατώτερος ὢν ὁ λόγος καὶ ἡ ἐν αὐτῷ θεραπεία προσάγει κατὰ βούλησιν θεοῦ ἑκάστῳ αὐτήν, καὶ τὸ τέλος τῶν πραγμάτων ἀναιρεθῆναί ἐστι τὴν κακίαν·
000-00-00 Serial Number=0023626387
De oratione Ante [Go Back]  
 [00129]  καὶ αὐτὴ ψυχῇ πικρᾷ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαυθμῷ ἔκλαυσε.
 [00235]  ἀλλὰ πρὸς τούτοις τὴν γυναῖκα χρὴ ἔχειν μάλιστα εὐχομένην τὸ κατεσταλμένον καὶ τὸ κόσμιον ψυχῇ καὶ σώματι, πάντων μᾶλλον ἐξαιρέτως καὶ ὅτε εὔχεται αἰδου μένην τὸν θεὸν καὶ πᾶσαν ἀκόλαστον καὶ γυναικείαν ὑπόμνησιν ἐξορίσασαν ἀπὸ τοῦ ἡγεμονικοῦ καὶ κεκοσμημένην οὐκ «ἐν πλέγμασι καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ» ἀλλ' οἷς πρέπον ἐστὶ κεκοσμῆσθαι γυναῖκα θεοσέβειαν ἐπαγγελλομένην (θαυμάζω δὲ εἰ διστάξαι τις ἂν μακαρίαν ἐκ μόνης τῆς τοιαύτης καταστάσεως ἀποφήνασθαι τὴν εἰς τὸ εὔχεσθαι τοιαύτην ἑαυτὴν παραστήσασαν), ὡς ἐδίδαξεν ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος λέγων·
 [00253]  ὅντινα γογγυσμὸν δίκην πονηρῶν οἰκετῶν, οὐκ ἐν φανερω τέρῳ αἰτιωμένων τὰς προστάξεις τῶν δεσποτῶν, γογγύζουσιν οἱ μὴ τολμῶντες μὲν φωνῇ καὶ ὅλῃ ψυχῇ κακολογεῖν ἐπὶ τοῖς συμβαί νουσι τὴν πρόνοιαν οἱονεὶ δὲ βουλόμενοι καὶ τὸν τῶν ὅλων κύριον ἐφ' οἷς δυσαρεστοῦνται λαθεῖν.
 [00471]  εἰσὶ γὰρ καὶ ἐν τῇ ψυχῇ μόνῳ τῷ καρδίας βλέποντι χαρακτῆρες φανεροὶ δούλων θεοῦ καὶ υἱῶν αὐτοῦ.
 [00625]  οὕτως ἐν παντὶ τῷ ποιοῦντι «τὴν ἁμαρτίαν» «σπέρμα» τοῦ διαβόλου ἔνεστιν, ὅσον ἐνυπάρχει τῇ ψυχῇ, μὴ ἐῶν δύνασθαι κατορθοῦν τὸν ἔχοντα αὐτό.
 [00714]  παρόντος αὐτῷ τοῦ πατρὸς καὶ συμβασιλεύοντος τῷ πατρὶ τοῦ Χριστοῦ ἐν τῇ τετελειω μένῃ ψυχῇ κατὰ τὸ εἰρημένον, οὗ πρὸ βραχέος ἐμνημόνευον·
 [00805]  τί δὲ λόγου τῇ ψυχῇ τροφιμώτερον, ἢ τί τῆς σοφίας τοῦ θεοῦ τῷ νῷ τοῦ χωροῦντος αὐτὴν τιμιώτερον;
 [00872]  ἐπιούσιος τοίνυν ἄρτος ὁ τῇ φύσει τῇ λογικῇ καταλληλότατος καὶ τῇ οὐσίᾳ αὐτῇ συγγενὴς, ὑγείαν ἅμα καὶ εὐεξίαν καὶ ἰσχὺν περιποιῶν τῇ ψυχῇ καὶ τῆς ἰδίας ἀθανασίας (ἀθάνατος γὰρ ὁ λόγος τοῦ θεοῦ) μεταδιδοὺς τῷ ἐσθίοντι αὐτοῦ.
 [00938]  ὀφείλομεν δὲ καὶ τῇ ψυχῇ τήνδε τὴν ἐπιμέλειαν προσάγειν καὶ τοῦ νοῦ τῆς ὀξύτητος πρόνοιαν ποι εῖσθαι τοῦ τε λόγου, ἵν' ἄκεντρος καὶ ὠφέλιμος ᾖ καὶ μηδαμῶς ἀρ γός.
 [01102]  διόπερ φησὶ μὴ «μίαν ἡμέραν» φάγεσθαι αὐτοὺς τὰ «κρέα» (ἔμενε γὰρ ἂν τὸ πάθος αὐτῶν ἐν τῇ ψυχῇ πεπυρωμένῃ καὶ φλεγομένῃ ὑπ' αὐτοῦ, εἰ ἐπ' ὀλίγον τῶν κρεῶν μετειλήφεσαν), ἀλλ' οὐδὲ ἐπὶ «δύο» δίδωσιν αὐτοῖς τὸ ἐπιθυμούμενον «ἡμέρας»·
 [01163]  ἐπὰν ἔχωσιν ἐν ἑαυτοῖς ποταμοὺς «ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον,» τοὺς μὴ ἐῶντας ἰσχῦσαι τὸ «0τοῦ πονηροῦ» ἀλλὰ εὐχερῶς αὐτὸ λύοντας τῷ κατακλυσμῷ τῶν ἐνθέων καὶ σωτηρίων λογισμῶν, ἐντυπουμένων ἀπὸ τῶν τῆς ἀληθείας θεωρημάτων τῇ τοῦ ἀσκοῦντος εἶναι πνευματικοῦ ψυχῇ.
 [01175]  οὐδὲ διστάσαι γὰρ χρὴ ὅτι, μυρίων καταστάσεων οὐσῶν τοῦ σώματος, τὴν κατάστασιν τὴν μετ' ἐκτάσεως τῶν χειρῶν καὶ ἀνατάσεως τῶν ὀφθαλμῶν πάντων προκριτέον, οἱονεὶ τὴν εἰκόνα τῶν πρεπόντων ἰδιωμάτων τῇ ψυχῇ κατὰ τὴν εὐχὴν φέροντα καὶ ἐπὶ τοῦ σώματος.
000-00-00 Serial Number=0844690323
De principiis Ante [Go Back]  
 [00213]  ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων», οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν οὐδὲ διδά σκων μὴ ἀγρυπνεῖν εἰς τὸ φρουρεῖν ἡμῶν τὴν ἐν τῇ ψυχῇ πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς θεοῦ οἰκοδομούμενα καὶ τὰ μὴ τυγχά νοντα τῆς ἀπὸ τούτου φυλακῆς, μάτην οἰκοδομεῖται καὶ ἀνηνύτως τηρεῖται, εὐλόγως ἂν ἐπιγραφησομένου κυρίου τῆς οἰκοδομῆς τοῦ θεοῦ καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς πόλεως τοῦ τῶν ὅλων δεσπότου.
 [00341]  [4.1.7] Πολὺ δ' ἂν εἴη νῦν ἀναλέγεσθαι τὰς περὶ ἑκάστου τῶν μελ λόντων ἀρχαιοτάτας προφητείας, ἵνα δι' αὐτῶν ὁ ἀμφιβάλλων πληχθεὶς ὡς ἐνθέων, διψυχίαν πᾶσαν καὶ περισπασμὸν ἀποθέμενος, ὅλῃ ἑαυτὸν ἐπιδῷ τῇ ψυχῇ τοῖς λόγοις τοῦ θεοῦ.
000-00-00 Serial Number=0724210918
Dialogus cum Heraclide Ante [Go Back]  
 [00324]  Πρὸ τῆς ἀνα στάσεως σὺν Χριστῷ ἐστιν ὁ δίκαιος καὶ ἐν αὐτῇ τῇ ψυχῇ ζῇ μετὰ Χριστοῦ.
 [00389]  Ἐφ' ἡμῖν ἐστιν ἐκτεῖναι τὴν χεῖρ[α, πρᾶξαι πράξεσιν ἀγαθαῖς καὶ λαβεῖν τὴν ζωὴν καὶ ἐναποθέσθαι τῇ ψυχῇ.
000-00-00 Serial Number=0995011926
Enarrationes in Job Ante [Go Back]  
 [00197]  Ὡς ὑπὸ βάρους πιεζόμενος, τῆς δυνάμεως τῶν λόγων τῶν οὐ κακῶς, καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίας εἰρημέ νων ὑπὸ τῶν ἄλλων δύο μετὰ Βαλδὰδ ἐληλυθότων, οἱονεὶ φορτίου αἴσθησις βαρέος, ὁ Ἰώβ φησι καμὼν τῇ ψυχῇ ἐφ' οἷς εἰρήκασιν·
 [00454]  ∆ιδά σκει δὲ ὁ Θεὸς ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπ' αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ, τῷ ἀληθινῷ λόγῳ αὐτοῦ.
000-00-00 Serial Number=0642020524
Epistula ad Africanum Ante [Go Back]  
 [00291]  «Καθότι ἐμεμνήμην τοῦ Θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου, καὶ ἔδωκεν ὁ Ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Νεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής·
000-00-00 Serial Number=0760259867
Excerpta in Psalmos Ante [Go Back]  
 [00016]  ἐν πάσῃ ψυχῇ Σιὼν οὔσῃ καὶ σκο πευτηρίῳ Θεὸς κατοικεῖ.
 [00498]  Εἰ μὴ βέλος ἐστὶ πεπυρωμένον, πῦρ ἔχουσα ἐν στόματι, ἵνα λαλήσῃ καὶ καύσῃ σε, ἐν χει ρὶ, ἐν ὅλῳ τῷ σώματι, ἐν ὅλῃ τῇ ψυχῇ;
 [00777]  Ἐὰν οὖν τὸν ἐπιούσιον ἄρτον, τὸν μὴ ἐκχωροῦντα, τὸν μὴ ἀποκρινόμενον, τὸν ἀναδιδόμενον εἰς τὴν οὐσίαν τῆς ψυχῆς, ὅταν διαλαμβάνω περὶ Θεοῦ, περὶ Χριστοῦ, περὶ τῆς θεότητος αὐτοῦ, περὶ τῆς ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον ἀγγέλων ἐσθίω, τὸ μάννα·
000-00-00 Serial Number=0915246427
Exhortatio ad martyrium Ante [Go Back]  
 [00008]  καὶ μάλιστα ἐπεὶ «τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν» «ἐλαφρὸν» τοῖς μὴ βαρουμένοις ὑπὸ τῶν περιεστηκότων καὶ τυγχάνον καὶ λεγόμενον, ὅσῳ πλεῖον ὑπερ βάλλον γίνεται, τοσούτῳ μεῖζον καὶ πλεῖον «βάρος αἰωνίου δόξης κατεργάζεται ἡμῖν», εἰ παρὰ τὸν καιρὸν τῶν θλιβόντων καὶ ὡσπερεὶ πιέζειν τὰς ψυχὰς ἡμῶν ἐθελόντων ἀποστρέψαντες τὸ ἡγεμονικὸν ἡμῶν ἀπὸ τῶν ἐπιπόνων σκοποῖμεν οὐ τὰ ἐνεστηκότα ἐπίπονα ἀλλὰ τὰ διὰ τὴν ἐν τούτοις ὑπομονὴν τοῖς «νομίμως» ἐν Χριστῷ ἀθλή σασι χάριτι θεοῦ ἀποκείμενα, πολλαπλασιάζοντος τὰς εὐεργεσίας καὶ ὑπὲρ τὴν ἀξίαν τῶν τοῦ ἀγωνισαμένου καμάτων τοσαῦτα δωρουμέ νου, ὅσα ἂν πρέπῃ μὴ γλισχρολογουμένῳ διδόναι τῷ μεγαλοδώρῳ καὶ ἐπιστημόνως τὰς ἑαυτοῦ χάριτας μεγεθύνοντι θεῷ ἐπὶ τοὺς ὅση δύναμις διὰ τοῦ καταπεφρονηκέναι τοῦ ὀστρακίνου σκεύους ἐπιδειξα μένους τὴν ὅλῃ ψυχῇ πρὸς αὐτὸν ἀγάπην.
 [00009]  [3] Ὅλῃ δὲ ψυχῇ νομίζω ἀγαπᾶσθαι τὸν θεὸν ὑπὸ τῶν ἀποσπών των καὶ διϊστάντων αὐτὴν διὰ πολλὴν τὴν πρὸς τὸ κοινωνῆσαι τῷ θεῷ προθυμίαν οὐ μόνον ἀπὸ τοῦ γηΐνου σώματος ἀλλὰ καὶ ἀπὸ παντὸς σώματος·
 [00097]  ποῖον ἂν οὖν μιασμὸν νοήσαις χείρονα γίνεσθαι ψυχῇ, ὅπως ποτὲ ἄλλον ἀγορευούσῃ θεὸν καὶ μὴ ὁμολογούσῃ τὸν ἀληθῶς ἕνα καὶ μόνον κύριον;
000-00-00 Serial Number=0858672976
Expositio in Proverbia Ante [Go Back]  
 [00259]  νυσταγμὸς δὲ, τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα·
 [00290]  Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ·
 [00328]  καὶ σὺν αὐτῷ ἀπώλειαν τῇ ψυχῇ αὑτοῦ περιποιεῖται.
 [00393]  ἀσεβεῖ δὲ καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ὁ σωρεύων κόλασιν τῇ ἑαυ τοῦ ψυχῇ, τὴν τοῖς ἀσεβέσιν ἡτοιμασμένην·
 [00498]  ὥσπερ γὰρ ὁ σῖτος τροφή ἐστι τῷ σώματι, οὕτως ἡ θεία γνῶσις τῇ ψυχῇ·
 [00784]  Ὁ μὴ ὀρθῶς βιοὺς, κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βου λόμενος, τουτέστι τὸ σῶμα·
 [01070]  πᾶς γὰρ ὁ ἐπιχαί ρων ἐπὶ ἀπολλυμένῃ ψυχῇ, ὅμοιός ἐστι τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν·
 [01118]  μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος, ὁ ἐν ψυχῇ καὶ σώματι εἰς κατοίκησιν Θεοῦ·
 [01188]  Ὥσπερ τῷ σώματι τὰ ὀστᾶ ἰσχὺς καὶ ἀσφάλεια ῥώμης, οὕτω τῇ ψυχῇ αἱ ἀρεταὶ πεφύκασι·
 [01207]  Τὸν διάβολον εἶπε πρόσωπον ἀναιδὲς, ἐρεθίζοντα τὴν ψυχὴν πρὸς κακίαν, καὶ ἐγείροντα, ὡς βοῤῥᾶς νέφη, λογισμοὺς τῇ ψυχῇ πονηρούς·
 [01317]  ὁ δὲ ἐποχὴν ποιῶν τοῦ νοῦ τοῦ μὴ παραρίπτεσθαι ἐν τῇ τοῦ πονηροῦ ἔθνους κακίᾳ, ὡς περιτραχήλιον κόσμον προξενεῖ λαβεῖν τῇ [17.245] ἰδίᾳ ψυχῇ ἄφθαρτον ἐκ χειρὸς Κυρίου.
 [01332]  ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ ἐν τῇ ὀρέξει τῶν παθῶν, ὁ ἐπὶ πάντας θάνατος, ἐπελθὼν ἐπὶ τοὺς κατ' αὐτῶν συμπράκτορας, οὐκ ἔστιν ἴασις τῇ ψυχῇ αὐτῶν·
 [01385]  ὥσπερ γὰρ ὁ ὅρκος τίθησι τὸν Θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει Θεὸν εἰς ψυχήν·
000-00-00 Serial Number=0990734637
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00130]  ὥσπερ δὲ ὁ ἀρραβὼν τῆς κληρονομίας οὐχὶ ἔξω τι ἡμῶν ἐστιν (ἐν γὰρ ἑκάστῳ τὸ πνεῦμα τῆς ἐπαγγελίας ἐστὶ τὸ ἅγιον, ὁ ἀρραβὼν τῆς ἐπαγγελίας), οὕτως ἡ κληρονομία οὐκ ἔξωθέν ἐστι τοῦ κληρονομοῦντος, ἀλλ' ἐν τῷ νῷ τοῦ κληρονομοῦντος καὶ τῇ ψυχῇ αὐτοῦ·
 [00464]  θυμὸν δὲ τὴν ἐναρχομένην ἐπί τινι γενέσθαι ὀργὴν ἐν τῇ ψυχῇ·
 [00721]  ἐρεῖ δὲ ὁ τὸν θυρεὸν τῆς πίστεως περικείμενος ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶ ἐρεῖτε τῇ ψυχῇ μου, μετανατεύου ἐπὶ τὰ ὄρη ὡ τρουθίον;
000-00-00 Serial Number=0145025730
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00144]  [21] Ὥσπερ ὁ πριάμενος ἱμάτιον, εἰ τύχοι, παρ' οὗ δεῖ, νομίμως ἔχει τοῦτο, ὁ δὲ κλέψας ἔχει μὲν ἀλλ' οὐ δικαίως, οὕτω τῶν διδα σκόντων ἀπὸ γραφῆς οἱ νόθῳ ψυχῇ καὶ κεκηλιδωμένῃ τὰ ῥήματα φέροντες κλέπτουσι·
 [00599]  [00599] [1.1] {Ὥσπερ δὲ πάντα τὰ τοῦ θεοῦ δωρήματα εἰς ὑπερβολὴν μείζονά ἐστι τῆς θνητῆς ὑποστάσεως, οὕτω καὶ ὁ ἀκριβὴς λόγος τῆς περὶ πάντων τούτων σοφίας, παρὰ τῷ θεῷ τῷ καὶ οἰκονομήσαντι ταῦτα γραφῆναι τυγχάνων, θέλοντος τοῦ πατρὸς τοῦ λόγου γένοιτο ἂν ἐν τῇ ἄκρως μετὰ πάσης φιλοτιμίας καὶ συναισθήσεως τῆς ἀνθρωπίνης ἀσθενείας τῆς περὶ τὴν κατάληψιν τῆς σοφίας κεκαθαρμένῃ ψυχῇ.
000-00-00 Serial Number=0718224227
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00020]  εἰς δὲ ἀναγωγὴν ἐπεὶ συγγενέστερά ἐστι τῇ ψυχῇ καὶ ἀπερίστατα τὰ θεωρητικὰ μᾶλλον ἢ τὰ πρακτικά, τὸ μὲν πλῆθος τοῦ λαοῦ σημαίνοι ἂν τῆς μακαριζομένης Ἱερουσαλὴμ τὸν πλοῦτον τῶν θεωρημάτων·
 [00098]  ὅρα δὲ εἰ μὴ τὰ ἐν τῇ ἐπιστημονικῇ ψυχῇ θεωρήματα ὁ λαός ἐστι τῆς Ἱερουσαλήμ, ὅστις παρὰ τὸ ἐν ἀπροσεξίᾳ καὶ ἀμελείᾳ γεγονέναι τὴν ψυχὴν πίπτει καταβαλλόμενος ὑπὸ παντὸς τοῦ θλίβοντος.
 [00139]  δύνα ται δὲ τροπικώτερον λέγεσθαι τὸ ἴδε, κύριε, τὴν ταπείνωσίν μου ὑπὸ τοῦ ἐνυπάρχοντος τῇ ψυχῇ λόγου, ἀτιμασθέντος καὶ τετα πεινωμένου καί, ἵν' οὕτως εἴπω, τὸ ἴδιον βασίλειον ἀπολωλεκότος.
 [00169]  [30] Τὸν ἐπὶ τῇ ἁλώσει δεδήλωκεν ἐμπρησμὸν τῶν ἰσχυροτάτων οἰκο δομημάτων ἁψάμενον ἢ τὴν ἅλωσιν τῶν ὑπερεχόντων ἐν αὐτῇ πολι τῶν, ψυχῇ τε καὶ τοῖς ἐκτὸς οἱονεὶ πυρουμένων ταῖς συμφοραῖς.
 [00433]  τῇ γὰρ ψυχῇ, ἣ ζητήσει αὐτόν, ἀγαθὸν τὸ ζητεῖν, ἥτις ὑπο μένοι μὴ ταραττομένη, μέχρι τὸ ἔλεος ἀπαντήσειεν, μηδὲ μεθισταμένη, μέχρι τὸ σωτήριον ἐπιφανείη κυρίου , εἰς τὸ ἐλπίζειν εἰς ἕτερον.
000-00-00 Serial Number=0827913404
Fragmenta in Psalmos Ante [Go Back]  
 [00192]  πολλοὶ γὰρ οἱ ἐπιβουλεύοντες τῇ θεοφιλεῖ ψυχῇ, τῇ κατὰ Θεὸν αὐτῆς προ κοπῇ διαβασκαίνοντες.
 [00370]  τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα αν παράσχῃ τὸ ἐπιθυμητὸν τῇ ἐπιθυμη σάσῃ ψυχῇ.
 [00418]  [12.3] Εως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός;
 [00751]  Πλὴν ινα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ, καὶ δύναμις τῶν δεόντων ἐπιτελε στικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν.
 [01243]  Αναγκαῖα ταῦτα ἐν καιρῷ λύπης ἐπα γόμενα ψυχῇ.
 [01462]  Η καρδία τοίνυν αὐτῶν ἐμελέτα συνήσεις, ας ῃνοιγον τοῖς μὴ παρακολουθεῖν δυναμένοις διὰ τοῦ σωματικοῦ ὀργάνου, τῇ ἐνοικούσῃ πρὸς τοῦτο διακονοῦντος ψυχῇ.
 [02078]  Εχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαι μόνων συμβαίνοντα τὰ νοήματα τῇ ψυχῇ.
 [02663]  Εὰν νοῇς τὸν ἐπιού σιον αρτον, τὸν μὴ ἐκχωροῦντα, τὸν μὴ ὑπο κρινόμενον, τὸν ἀναδιδόμενον εἰς τὴν οὐσίαν τῆς ψυχῆς, οταν διαλαμβάνω περὶ Θεοῦ, περὶ τῆς θεότητος αὐτοῦ, περὶ τῆς ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, αρτον ἀγγέλων ἐσθίω, τὸ μάννα, οπερ εὑρὼν καὶ θαυμάσας θαυμαστικῶς ἐρεῖς·
 [02945]  ἀπαιτεῖ δέ με ἁγιασμὸν ὁλοτελῆ, ινα ἁγιάσ θω ὁλόκληρος τῷ πνεύματι καὶ τῇ ψυχῇ καὶ τῷ σώματι·
 [03212]  ὁ δὲ αν θρωπος ἐν τῇ Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκ τεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεννᾶσθαι ἐν τῷ νῷ.
 [03236]  ἐπλήσθη κακῶν ἡ ψυχή μου, ὁ Χριστὸς λέγει, τὰς ἁμαρτίας ἡμῶν φέρων ἐν τῇ ψυχῇ αὐτοῦ, καὶ πλήρης ων [κακῶν]·
 [03976]  συμφέρει γὰρ τῇ ψυχῇ τὴν τῶν βιωτικῶν πραγμάτων ἐρημίαν με τέρχεσθαι.
 [04659]  Η παισὶν ἀπεικάζει τοὺς διὰ τὸ νεαρὸν τῆς κα τὰ Θεὸν ἡλικίας ἐν ψυχῇ νεωμένους, ους ἐπὶ τὸν αινον καλεῖ τοῦ Θεοῦ.
 [05254]  Οἱ κακοὶ λογισμοὶ σχοινία τῶν δαιμόνων ἐσ τὶ, περιπλεκόμενα τῇ ψυχῇ, καὶ οὐκ ἐῶντα ἀπιέναι ἐλευθερίως πρὸς τὸν εἰπόντα·
 [05402]  ἐν ψυχῇ γὰρ πα ρανόμῳ ποῖος λόγος ευτονος η σωτήριος;
 [05786]  Οτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην, ἀλλὰ τοῦ νοήσαντος τὸν νόμον, καὶ ἀεὶ τηρήσαντος αὐτὸν, καὶ παρα καλοῦντος τὸν Θεὸν ἐπὶ τὴν θέαν τῆς ἐπαι νετῆς ἐν τῇ ψυχῇ ἑαυτοῦ ταπεινότητος.
 [06150]  καὶ αλλως τῇ τοῦ ἀπογεγαλακτισμένου ψυχῇ μισθὸν ἀνταπο δίδωσι Κύριος τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως·
 [06743]  Εστι δὲ καὶ ἑορτὴ, ψαλτήριον δὲ καὶ κιθάρα πνεῦμα καὶ ψυχὴ νεκρωθεῖσα μέλεσι τοῖς ἐπὶ γῆς, καὶ πολλοῖς καὶ πνεύματι ἑνὶ, καὶ ψυχῇ μιᾷ, καὶ αὐτῷ νοῒ, καὶ τῇ αὐτῇ γνώμῃ·
000-00-00 Serial Number=0198491871
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [01079]  ὅρα δὲ μήποτε καὶ αὐτὸς πρὸς τὰς στρατευομένας κατ' αὐτοῦ δυνάμεις πονηρὰς ἀγῶνα εὔχεται γενέσθαι οὐκ ἐν παρατάσει χρόνου ἀλλ' ἐν τῷ νῦν, ὃ τῇ Ἰησοῦ ψυχῇ ἤρκει πρὸς τὸ νικηθῆναι πᾶσαν τὴν δύναμιν τοῦ πονηροῦ.
000-00-00 Serial Number=0425318480
Homiliae in Exodum Ante [Go Back]  
 [00054]  Καὶ ἔστι «Θεὸς ζηλωτής», μὴ ἐπιτρέπων ἄλλῳ κοινωνεῖν τῇ ψυχῇ, ἅμα δὲ τῇ πορνείᾳ «βιβλίον ἀποστασίου» διδοὺς κατὰ τὴν ἐν νόμῳ προφασιστικοὺς ἔχουσαν λόγους·
000-00-00 Serial Number=0416652620
Homiliae in Ezechielem Ante [Go Back]  
 [00025]  Ὅταν ὠφεληθῇς ἐκ «τοῦ ἐξαίροντος πνεύματος», ὃ «ἐξῆρεν» ἀπὸ σοῦ πᾶν φαῦλον τὸ ἐνυπάρχον τῇ ψυχῇ σοῦ, τότε [337] ἀπολαύσεις τῆς «νεφέλης» τῆς ἐνυπαρχούσης ἐν «τῷ ἐξαίροντι πνεύματι».
 [00037]  Τοῦτο δέ ἐστιν, ὡς φαίνεται, τὸ πνεῦμα τοῦ «ἀνθρώπου» τὸ ἐν αὐτῷ, τὸ βοηθοῦν τῇ ψυχῇ ...
000-00-00 Serial Number=0364708304
Homiliae in Job Ante [Go Back]  
 [00182]  Κακία ἐστὶν ἐν τῇ ψυχῇ κακὴ ἕξις, οἷον λύπης, ὀργῆς, καὶ ἐπι θυμία ἀπρεπής·
000-00-00 Serial Number=0941866934
Homiliae in Leviticum Ante [Go Back]  
 [00034]  Οὗ μὴ παρόντος τῇ ψυχῇ, ὅτι ποτ' οὖν ἐὰν γένη ται, ἀνέγκλητος ὁ ἁμαρτών, ἀλόγου φέρων κατάστασιν·
 [00041]  ὡς γὰρ ἐν σώματι πολλὰ νοσημάτων αἴτια, οὕτω καὶ ἐν ψυχῇ·
 [00085]  «Τρίχες» δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ ψυχῇ, αἷς ἐναντίαι αἱ τοῦ [413] Σαμουὴλ καὶ τῶν Ναζιραίων καὶ αἱ τῶν μαθητῶν «ἠριθμημέναι».
 [00097]  οἱ παραμείναντες τῇ ψυχῇ τοῦ καθαριζομένου καρποὶ ἐπ' αὐτὸν ἀναφερόμενοι τὸν καθαριζόμενον.
000-00-00 Serial Number=0383913994
Homiliae in Lucam Ante [Go Back]  
 [00119]  Οὐ γὰρ «ἐν ψυχῇ Ἡλίου» φησίν οὐ γὰρ ἦν μετεμψύχωσις ἀλλ' «ἐν πνεύματι καὶ δυνάμει Ἡλίου».
 [00534]  [21.128] Ἀλλ' ἦν πρόδρομος Χριστοῦ «ἡ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», ψυχῇ τῇ μὴ ἐχούσῃ πόλεμον·
 [00720]  ἡμεῖς δὲ οἱ ἀλλότριοι τῶν διαθη κῶν καὶ ξένοι τῶν ἐπαγγελιῶν ἐδεξά μεθα τοὺς προφήτας ὅλῃ ψυχῇ προ κηρύξαντας Χριστὸν ἤπερ ἐκεῖνοι·
000-00-00 Serial Number=0224703968
In Jeremiam Ante [Go Back]  
 [00288]  διὰ τοῦτο καὶ ἐνθάδε ἡ ἀρχὴ τοῦ ἀναγνώσματος ἡ ἐν τῷ προφήτῃ οἷον ἐπαπορητικῶς ἔλεγεν πρὸς τοὺς πικρότητα ἐσχηκότας ἐν τῇ ψυχῇ ἐναντίαν τῇ γλυκύτητι, ἣν ὁ θεὸς κατεσκεύασεν αὐτῇ·
 [00579]  «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός», οὐκ ἀκούω μόνον καθολικῶς, ὡς πάντες ἀκούουσιν, ὅτι ποιμήν ἐστιν τῶν πιστευόντων, καὶ τοῦτο μὲν γὰρ καὶ ὑγιὲς καὶ ἀληθές, ἀλλὰ καὶ ἐν τῇ ἐμῇ ψυχῇ ὀφείλω ἔχειν ἔνδον μου τὸν Χριστόν, ἔνδον μου τὸν καλὸν ποιμένα,
 [00631]  Οἷον ὀργὴ ἐπικειμένη τῇ ψυχῇ ἡμῶν κατά τινος ἐπίκειται κάλυμμα ἡμῶν ἐπὶ τὸ πρόσωπον·
 [00704]  καὶ κατα νοήσας τὰς ἀκάνθας τὰς ἐν τῇ ψυχῇ σου ζήτησον τὸ λογι κὸν ἄροτρον, περὶ οὗ ὁ Ἰησοῦς φησιν τὸ «οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ»·
 [00740]  [5.15] Ἵνα δὲ κατὰ τὸ ἁπλούστερον παράδειγμα λεχθῇ δυνά μενον προσαγαγεῖν ὑμᾶς τῷ ἰδεῖν «τὴν ἀκροβυστίαν τῆς καρδίας», παραθήσομαι ὅτι κατὰ τὴν πρώτην ἡλικίαν ψευδο δοξίαι πάντως γίνονται ἐν τῇ ψυχῇ·
 [00869]  ὅταν γάρ τις μεγάλοις ἐπιβάλλῃ πράγμασιν καὶ προθέσεις ἔχῃ ἀξιολόγους καὶ σκοπῇ ἀεὶ τὰ δέοντα, πῶς βιώσῃ κατὰ τὸν ὀρθὸν λόγον, μηδὲν ταπεινὸν καὶ μικρὸν θέλων μηδὲ ὁρᾶν, ὁ τοιοῦτος τὸ ἁδρὸν καὶ τὸ μεγαλεῖον ἔχει ἐν τῇ ψυχῇ.
 [00963]  Ταῦτα δὲ ποικίλως καὶ διαφόρως ἐν ταῖς γραφαῖς λέγεται, τὸ εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ.
 [02450]  «καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου·
 [02455]  «καὶ ἐρῶ τῇ ψυχῇ μου·
 [02582]  ποιήσας αὐτὴν ἔχω τύπον αὐτῆς, καὶ οἱονεὶ γέγραπται ὁ τύπος [αὐ]τῆς ἁμαρ τίας μου τῆς ἡμαρτημένης ἐν τῇ ψυχῇ μου.
000-00-00 Serial Number=0139040589
In Jesu Nave homiliae Ante [Go Back]  
 [00131]  Νόει [418] οὖν μοι, ὅτι ποτὲ «τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος» αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πᾶσιν ἡμῖν τρέφονται λογικῇ τῇ ἀπὸ τῶν ἱερῶν γραμμάτων καὶ τῶν ὀνομάτων τούτων τροφῇ καὶ τρεφόμεναι δυνατώτεραι γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν.
 [00215]  Ὅταν γὰρ τὰ σωματικὰ [434.20] ὑποτάσσηται τῇ ψυχῇ, οὐ μόνον ἐστὶ μεθ' ἡμῶν, ἀλλὰ καὶ «δοῦλος».
000-00-00 Serial Number=0273411095
Philocalia Ante [Go Back]  
 [00221]  [1.7] Πολὺ δ' ἂν εἴη νῦν ἀναλέγεσθαι τὰς περὶ ἑκάστου τῶν μελλόντων ἀρχαιοτάτας προφητείας, ἵνα δι' αὐτῶν ὁ ἀμφιβάλλων πληχθεὶς ὡς ἐνθέων, διψυχίαν πᾶσαν καὶ περισπασμὸν ἀποθέμενος, ὅλῃ ἑαυτὸν ἐπιδῷ τῇ ψυχῇ τοῖς λόγοις τοῦ θεοῦ.
 [00527]  παρὰ τῷ θεῷ τῷ καὶ οἰκονομήσαντι ταῦτα γραφῆναι τυγχάνων, θέλοντος τοῦ πατρὸς τοῦ λόγου, γένοιτο ἂν ἐν τῇ ἄκρως μετὰ πάσης φιλοτιμίας καὶ συναισθήσεως τῆς ἀνθρωπίνης ἀσθενείας τῆς περὶ τὴν κατάληψιν τῆς σοφίας κεκαθαρμένῃ ψυχῇ.
 [00851]  παρὰ δὲ πάντα ταῦτα λέγεται νόμος ὁ κατὰ τὰς κοινὰς ἐννοίας ἐνεσπαρμένος τῇ ψυχῇ καὶ, ὡς ὀνομάζει ἡ γραφὴ, ἐγγεγραμμένος τῇ καρδίᾳ λόγος, προσ τακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποι ητέον.
 [00946]  νόει οὖν μοι ὅτι ποτὲ τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πᾶσιν ἡμῖν τρέφονται λογικῇ τῇ ἀπὸ τῶν ἱερῶν γραμμάτων καὶ τῶν ὀνομάτων τούτων τροφῇ, καὶ τρεφόμεναι δυνατώτεραι γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν·
 [01081]  καὶ δὴ καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν, καὶ φασκέτω μηδαμῶς εἶναι ῥητὸν τὸ πρῶτον ἀγαθὸν, ἀλλ' ἐκ πολλῆς συνουσίας ἐγγιγνόμενον, καὶ ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ.
 [01088]  καὶ ἀλήθειαν γοῦν κατέχουσιν, ὡς καὶ ὁ ἡμέτερος μαρτυρεῖ λόγος, οἱ φρονοῦντες ὅτι Ῥητὸν οὐδαμῶς ἐστὶ τὸ πρῶτον ἀγαθὸν, καὶ λέγοντες ὡς Ἐκ πολλῆς συνουσίας γινομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῇν, ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.
 [01101]  [15.7] Τὸ δ' ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξάπτε σθαι φῶς ἐν τῇ ψυχῇ, πρότερος οἶδεν ὁ λόγος, εἰπὼν ἐν τῷ προφήτῃ·
 [01424]  ἀλλ' ἐὰν προβάλληται τοὺς Πλάτωνος περὶ τούτων διαλόγους, φή σομεν αὐτῷ καὶ ἡμῖν ἐξεῖναι πιστεύειν ἐν καθαρᾷ καὶ εὐσεβεῖ ψυχῇ Μωσέως, πᾶν γενητὸν ὑπεραναβάντος καὶ τοῦ δημιουργοῦ τῶν ὅλων ἑαυτὸν ἐξαρτήσαντος, ἐμπεπολι τεῦσθαι πνεῦμα θεῖον, πολλῷ ἐναργέστερον Πλάτωνος καὶ τῶν παρ' Ἕλλησι καὶ παρὰ βαρβάροις σοφῶν τὰ τοῦ θεοῦ παραστήσαντος.
 [01667]  παρ' οἷς εἰσί τινες τεταγμένοι πρὸς τὸ φιλοπευστεῖν τοὺς βίους καὶ τὰς ἀγωγὰς τῶν προσιόντων, ἵνα τοὺς μὲν τὰ ἐπίρρητα πράττοντας ἀποκωλύσωσιν ἥκειν ἐπὶ τὸν κοινὸν αὐτῶν σύλλογον, τοὺς δὲ μὴ τοιούτους ὅλῃ ψυχῇ ἀποδεχόμενοι βελτίους ὁσημέραι κατασκευάζωσιν.
 [02406]  οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν οὐδὲ διδάσκων μὴ ἀγρυπνεῖν εἰς τὸ φρουρεῖν ἡμῶν τὴν ἐν τῇ ψυχῇ πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς θεοῦ οἰκοδο μούμενα καὶ τὰ μὴ τυγχάνοντα τῆς ἀπὸ τούτου φυλακῆς μάτην οἰκοδομεῖται καὶ ἀνηνύτως τηρεῖται·
000-00-00 Serial Number=0675658464
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00459]  ἀλλ' ἐπεί ἐστιν ὁ λόγος οὗτος, οὐ μιᾷ ψυχῇ κοινωνῶν, ἀλλὰ πλείοσι καὶ δια φόροις, τιμῇ τινι βασιλικῇ καὶ διαφαινούσῃ, λεγέτω τελεία περιστερά·
 [00553]  ὡς γὰρ ἡ τῶν στοιχείων εὐκρασία σωμάτων ὑγείαν ἐμποιεῖ, οὕτως ἐκ τῶν ὁρμῶν καὶ ἐκκλίσεων, ὑγεία πως καὶ κάλλος ἐπιγίνεται τῇ ψυχῇ·
000-00-00 Serial Number=0740339696
Scholia in Lucam Ante [Go Back]  
 [00396]  Τρίχα δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ ψυχῇ, αἷς ἐναντίαι αἰτοῦσι Σαμουὴλ, καὶ τῶν Ναζιραίων καὶ αὐτῶν μαθητῶν ἠριθμημέ ναι.
 [00428]  Οὐ δεῖ τοίνυν τὸν ἅψαντα λύχνον ἐν ψυχῇ λογικῇ κρύπτειν αὐτὸν, ἀλλ' ἐπιτιθέναι λυχνίᾳ·
 [00434]  οἷς δεῖ τιθέναι τὸν λύχνον οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαμπρῷ, καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα καθ' ἣν κατεσκεύασεν αὐτὸν ὁ δημι ουργὸς, λύχνου δεομένου τῆς ἀπὸ τῶν προνοουμέ νων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον, καὶ μετέχοντα τοῦ εἰπόντος·
 [00515]  ἦσάν τινες ἑστῶτες ὅπου Ἰησοῦς, ἐρηρεισμένοι τῇ ψυχῇ παρ' αὐτῷ.
000-00-00 Serial Number=0669525981
Scholia in Matthaeum Ante [Go Back]  
 [00260]  ∆έκα παρθένοι εἶναί φασι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰ σθήσεις τοῦ ἔνδοθεν καὶ ἔξωθεν ἀνθρώπου, ἀποστά σας εἰδωλολατρείας καὶ τῶν κοσμικῶν ἐπιθυμιῶν, τῷ παραδέξασθαι, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τὸν τοῦ Θεοῦ καθαρὸν λόγον, καὶ παρθενοποιηθῆναι.
000-00-00 Serial Number=0699777186
Selecta in Ezechielem Ante [Go Back]  
 [00171]  Συγκλείσεις γὰρ αὐτὴν, ἐντυπῶν αὐτὴν καὶ ἐγκαθ ειργνύων τῇ ψυχῇ τοῦ ἀκροατοῦ σῶμα περικειμένου.
000-00-00 Serial Number=0593093395
Selecta in Genesim Ante [Go Back]  
 [00017]  Προδιαλη πτέον πρότερον, ποῦ συνίσταται τὸ κατ' εἰκόνα, ἐν σώματι ἢ ἐν ψυχῇ.
 [00040]  Ὁ δὲ φάσκων τὸ κατ' εἰκόνα μὴ ἐν σώματι εἶναι, ἐν δὲ τῇ λογικῇ ψυχῇ, παραστήσει οὐκ εὐκατα φρόνητον δόγμα, καταλαβὼν τίνες δυνάμεις εἰσὶν αὐτῆς.
000-00-00 Serial Number=0648435295
Selecta in Job Ante [Go Back]  
 [00021]  ὡς καὶ νῦν τῶν ὑπὸ Βαλδὰδ εἰρημένων, οἱονεὶ φορτίου αἰ σθανθεὶς βαρέος ὁ Ἰὼβ, καμὼν τῇ ψυχῇ φησιν·
 [00034]  Καὶ ἐπειδὴ ἡ τοῦ λόγου βαρύτης, ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ, κάμνειν αὐτὴν παρα σκευάζει, διὰ τοῦτό φησιν·
 [00102]  ∆ιδάσκει δὲ Θεὸς, ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπ' αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ τῷ ἀληθινῷ τῷ ἑαυτοῦ λόγῳ.
000-00-00 Serial Number=0214038014
Selecta in Leviticum Ante [Go Back]  
 [00106]  Σύμβολον δέ φησι ταῦτα προσφύντα καὶ ἐξανθήσαντα τῇ ψυχῇ, νεκρότητος τρίχες ὀνομαζόμενα.
000-00-00 Serial Number=0509844601
Selecta in Psalmos Ante [Go Back]  
 [00232]  «Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου,» καὶ τὰ ἑξῆς·
 [00528]  Καὶ ἐπὶ τούτοις εἴ τι ἐστὶν ὅμοιον τοῦτο τὸ εἶδος, καθ' ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικὸν, ὃ ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον, οὐ πάντως τόδε ἔτι ἐντεταγμένον τὸ κατὰ τὴν πρώτην ὑποκείμενον.
 [00742]  οὕτως συντριβήν τινα νοήσομεν ἣν ἐργάζεται ὁ Χριστὸς πειθόμενος τῷ δόντι αὐτῷ τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν τὰ πέρατα τῆς γῆς, τὸ γεῶδες καὶ ὑλικὸν ἀπὸ τῶν παθῶν καὶ τῶν τῆς κακίας ἰδιωμάτων προσγενόμενον τῇ ψυχῇ συνθραύων, καθ' ὃ εἰδωλο λάτραι ἦσαν καὶ πόρνοι.
 [00867]  Πολλοὶ ἐπανίστανται ἐπ' ἐμὲ, πολλοὶ λέγουσι τῇ ψυχῇ μου·
 [00880]  Οἱ δὲ λέγοντες τῇ ψυχῇ αὐτοῦ μὴ εἶναι σωτηρίαν, οἱ παραπορευόμενοι ἦσαν ἐν τῷ καιρῷ τοῦ πάθους, λέ γοντες τὸ, «Καταβάτω ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύ σωμεν αὐτῷ.».
 [00884]  Οἱ δὲ ἀπιστοῦντες, οὐχὶ μετὰ τοῦ διδάσκειν τὰ ἐναντία, οὐ δὲ μετὰ τοῦ τοῖς ψεύδεσιν μαθητεύεσθαι, περὶ τοῦ εἶναι τὴν θεότητα ἐν τῇ διδασκαλίᾳ τοῦ Χριστοῦ, λέ γοιντ' ἂν οὗτοι φάσκειν τῇ ψυχῇ αὐτοῦ μὴ εἶναι σω τηρίαν αὐτῷ ἐν τῷ Θεῷ, ἤτοι αὐτῷ κατὰ τὴν ἱστο ρίαν τὴν τὰ τεράστια ἀπαγγέλλουσαν περὶ τῆς ἐπι δημίας αὐτοῦ, ἢ ἐν τῷ λόγῳ τῆς διδασκαλίας αὐτοῦ μὴ εἶναι καθὸ ἐπαγγέλλεται σωτηρίαν.
 [01001]  Ἐὰν δέ τις κατανοήσῃ τὸ πλῆθος τῶν ὑπὸ τῶν ἐχθρῶν βαλλομένων, ἐπιτιθεμένων τῇ ψυχῇ καὶ ταρασσόντων καὶ κυμαινόντων αὐτὴν, ἐν καιρῷ ἂν φθέγγοιτο, ἐπὶ τὸν Θεὸν καταφεύγων, τὸ, «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι.».
 [01173]  τοῦ ζητεῖν τὴν δύναμιν ἐν τῇ ψυχῇ ἀποστήσαντες ὧν οὐ χρὴ, ἅτινα ψευδῆ πάντα ἐστὶν, ἐφ' ἃ δεῖ μεταγάγω σι, καὶ ζητήσωσι τὴν ἀλήθειαν.
 [01976]  Καὶ ἐν πάσῃ δὲ ψυχῇ οὔσῃ Σιὼν, ἥτις ἑρμηνεύεται σκοπευτήριον, τὰ θεῖα διηνεκῶς σκο ποῦσα καὶ φανταζομένη, οἰκεῖ ὁ Θεός.
 [02054]  Τῶν πειρασμῶν οἱ μὲν τῷ σώματι προάγονται, [12.1193] οἱ δὲ ψυχῇ, οἱ δὲ τοῖς ἐκτός·
 [02129]  Τηνικαῦτα εἰσακούει τῆς ἐπιθυμίας ὁ Κύ ριος, ὁπηνίκα ἂν τὸ ἐπιθυμητὸν παράσχῃ τῇ ἐπιθυ μούσῃ ψυχῇ.
 [02178]  ∆ιὸ πᾶς ὁ ἁμαρτάνων ὡς ἄν τις μισῶν ἐπιβουλεύει τῇ ἰδίᾳ ψυχῇ.
 [02273]  Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, κ.
 [02276]  Βουλὰς τίθεταί τις πρῶτον πλείονας ἐν τῇ ψυχῇ αὐτοῦ, εἶτα ἐπὶ τέλει τὴν ἐπὶ πᾶσι μεγάλην βουλὴν τὴν τοῦ Θεοῦ, ἧς τὸ πνεῦμα ἐπανεπαύσατο ἐπὶ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον.
 [02321]  Ἕξω καὶ εἰς τὸν ἑξῆς χρόνον ἀνεπίληστον ἐν τῇ ψυχῇ τῆς εὐερ γεσίας τὸ μέγεθος.
 [02496]  Κἀν τῇ ψυχῇ τοίνυν ἐστὶ νοήματά τινα τοῖς σπέρμα σιν ἀνάλογα, κατὰ τὰ ἔνδον γεννήματα ἐν ἀγαθαῖς [12.1216] πράξεσι καὶ θεωρίαις ἀληθιναῖς.
 [02942]  Νῶτον [12.1240] διδόασιν οἱ ἐχθροὶ, μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ.
 [03557]  «∆ι δάξει» γὰρ, φησὶ, «πραεῖς ὁδοὺς αὐτοῦ,» τοὺς κατα παύσαντας τὴν ἐν τῇ ψυχῇ ἄπαυστον μάχην θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων πα θῶν.
 [04113]  «Ὥσπερ δὲ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι·» ποτὲ δὲ τὸ συνεζευγμέ νον τῇ ψυχῇ συνειδὸς, ὡς ἐν τῷ, «Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐνοικοῦν ἐν αὐτῷ.».
 [04131]  Οἱ λό γοι τῶν πειρασμῶν θεωρούμενοι εὐρυχωρίαν παρ έχουσι τῇ ψυχῇ.
 [04372]  Εἶπον τῇ ψυχῇ μου·
 [04406]  Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου, κ.
 [05076]  δεικνύντος τοῦ λόγου, χειμῶνος λογισμῶν ἐν ψυχῇ γενομένου ὀργῆς ἢ ἀδικίας, ἢ γαστριμαργίας, ἢ ὑπερηφανίας, ἐξυπνίζειν ἀγάπην, δικαιοσύνην, σωφροσύνην, ἐγκράτειαν, ταπεινοφροσύνην, γνῶσιν, σοφίαν.
 [06014]  κατὰ δεύτερον δὲ τρόπον δικαιοσύνην τις λα λεῖ ὁ ἀπὸ δικαιοσύνης ἐνυπαρχούσης τῇ ψυχῇ πάντα λέγων.
 [06070]  Ὥσπερ τῷ μέλιτι ἐπισυμβαίνει κηρὸς, οὕτως κακία ψυχῇ λογικῇ.
 [06311]  Πλὴν ὁ λέ γων οὕτως, «ἐν τῷ ἁγίῳ ὤφθην σοι,» ὀρθρίζει πρὸς Θεὸν, καὶ διψᾷ ἑαυτῷ τῇ ψυχῇ ἑαυτοῦ πολλαπλῶς, καὶ ἡ σὰρξ αὐτοῦ ἐν γῇ ἐστιν ἐρήμῳ, ἀβάτῳ καὶ ἀνύδρῳ.
 [06801]  Ἢ ἐχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαιμόνων ἐπι συμβαίνοντα νοήματα τῇ ψυχῇ.
 [07766]  Τὸ μὲν παιδίον Ἰησοῦς γεννᾶται ἐν Βηθλεὲμ, ὁ δὲ ἄνθρωπος ἐν Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκτεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεν νᾶσθαι ἐν τῷ νῷ.
 [09023]  ἐν δὲ τῇ ἀναστάσει κολλήσεται ἡ σὰρξ τῇ ψυχῇ, καὶ ἔσται ψυχὴ ἥτις κολληθεῖσα τῷ Κυρίῳ ἐν τῇ καθολικῇ ἀναστάσει γίνεται ἓν πνεῦμα, καὶ γίνεται τὸ σῶμα πνευματικόν.
 [09257]  οὐ γὰρ δύναται λόγος εὔτονος καὶ ἐῤῥωμένος καὶ σωτήριος εἶναι ἐν τῇ ψυχῇ παρα νόμου.
 [09403]  Ἵστημι δὲ, φησὶν, αὐτὰ τῇ ἐμῇ ψυχῇ·
 [09999]  Ἐὰν οἱ πολλοὶ ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ ὁμοθυμαδὸν μιᾷ ψυχῇ καὶ μιᾷ καρδίᾳ αἰνῶσι τὸ ὄνομα καὶ τὴν ἰδιότητα τοῦ βασιλέως, αἰνοῦσι τὸ ὄνομα αὐτοῦ ἐν χορῷ μετὰ συμφωνίας.
 [09999]  ἅπερ τρο πικῶς ὠνόμασε θεμέλιον, ἀπ' ἀρχῆς καταβεβλημένον ἐν αὐτῇ τῇ ψυχῇ, δηλονότι ἵνα παντάπασιν ὁ νοῦς, ἐκπεσὼν ἀρετῆς, κατὰ τὴν παροιμίαν περιπατήσῃ γυμνώτερος ὑπέρου, μὴ ἐνδυσάμενος τὸν Χριστὸν μηδὲ ἔχων ἔνδυμα γάμου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»