0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τοιαῦτα [390]


000-00-00 Serial Number=0594556451
Adnotationes in Deuteronomium Ante [Go Back]  
 [00093]  Ἢ οὐκ ἀληθὲς τούτοις τὰ τοιαῦτα νομίζειν;
000-00-00 Serial Number=0464480698
Commentarii in Genesim Ante [Go Back]  
 [00032]  Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ Θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δημιουργῷ πάντων τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδὲ ὡς βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος·
 [00168]  Ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων [12.72] πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται τὰ περὶ τοὺς ἀνθρώπους.
000-00-00 Serial Number=0429598093
Commentarii in Romanos Ante [Go Back]  
 [00394]  οἵτινες [1.32] τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδο κοῦσιν τοῖς πράσσουσιν.
 [00398]  οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστι κατὰ ἀλήθειαν [2.3] ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
 [00399]  λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ [2.4] ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ;
000-00-00 Serial Number=0497075498
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00004]  ὡς ἔστι γυμνότερον ἀπὸ Ἰωάννου ἐκ τῆς Ἀποκαλύψεως μαθεῖν, οὐδὲ τῶν λοιπῶν προφητῶν τοῖς ἀκούειν ἐπισταμένοις τὰ τοιαῦτα ἀποσιωπησάντων.
 [01071]  [2.16.114] Τούτων δὲ ἡμῖν μνήμη γεγένηται ζητοῦσι τὸ «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» διὰ τὸ οἱονεὶ τῷ χαρακτῆρι τῶν παραδόξων καί, εἰ δεῖ εἰπεῖν, παραδοξότερον παρὰ τὰ ὑπ' ἐκείνων λεγόμενα, δύνασθαι ἄν τινα ἑπόμενον τῇ γραφῇ δεῖξαι τοιαῦτα πλείονα.
 [01213]  Πρὸς οὓς τοιαῦτα ἀποκρινού μεθα, ὅτι ζωὴ ἐνταῦθα οὐχ ἡ κοινὴ λογικῶν καὶ ἀλόγων λέγεται, ἀλλ' ἡ ἐπιγινομένη τῷ ἐν ἡμῖν συμπληρουμένῳ λόγῳ, τῆς μετοχῆς ἀπὸ τοῦ πρώτου λαμβανομένης λόγου·
 [02434]  «Ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου», ὅσον πόνον ἐνεργάσονται τῷ τὰ τοιαῦτα φυτὰ εἰς τὸ ἑαυτοῦ σῶμα τῆς ψυχῆς παραδεξαμένῳ τί δεῖ καὶ λέγειν;
 [02488]  Ἐξεταστέον δέ, μήποτε μία τῶν βίβλων Μωσέως ἐπιγεγραμ μένη Ἀριθμοὶ ἐξαιρέτως τὸν περὶ ἀριθμῶν τοῖς τὰ τοιαῦτα ἐξιχνεύειν δυναμένοις διδάσκει λόγον.
 [02657]  [10.11.60] Καὶ ἡμεῖς δὲ θεοῦ διδόντος γενό μενοι κατὰ τὰ τοιαῦτα χωρία τῆς συναναγνώσεως ὅπου δόξαι ἂν μηδὲν ἠνυκέναι ἐπιδημήσας χωρίοις τισίν, πειρασόμεθα τὸ μὴ μάταιον τῆς ἐπιδημίας αὐτοῦ τρανῶσαι.
 [03095]  [10.33.213] Καὶ τὸ φραγέλλιον δὲ πεποιῆσθαι ἐκ σχοινίων ὑπὸ τοῦ Ἰησοῦ, οὐχὶ παρ' ἄλλου λαβόντος ἰδιοτρόπως ἀπαγγέλ λει, λέγων τὸ φραγέλλιον εἰκόνα τυγχάνειν τῆς δυνάμεως καὶ ἐνεργείας τοῦ ἁγίου πνεύματος ἐκφυσῶντος τοὺς χείρονας, καί φησι τὸ φραγέλλιον καὶ τὸ λίνον καὶ τὴν σινδόνα, καὶ ὅσα τοιαῦτα, εἰκόνα τῆς δυνάμεως καὶ τῆς ἐνεργείας εἶναι τοῦ ἁγίου πνεύματος.
 [03593]  καὶ γὰρ οἱ ἄγγε λοι τὰ τοιαῦτα δύνανται εἰδέναι, καὶ ὁ προφήτης οὐ πάντα οἶδεν·
 [03707]  καὶ πρέπον γε τῷ κυρίῳ ἐστὶν τὸ ἀναλίσκειν τὰ τοιαῦτα καὶ ἐξαφανίζειν τὰ χείρονα, οὗ γινο μένου ἀλγηδόνας οἶμαι καὶ πόνους γίνεσθαι, οὐκ ἀπό τινος σωματικῆς ἐπαφῆς, περὶ τὰ ἡγεμονικά, ἔνθα συνέστη ἡ τοῦ καταναλίσκεσθαι ἀξία οἰκοδομή.
 [04873]  ἀλλὰ καὶ ἐὰν λέγωσιν περὶ τοῦ Ἰησοῦ ὅτι αὐτὸς Ἰωάννης ἐστὶν ἀναστὰς ἀπὸ τῶν νεκρῶν, ἢ εἷς τις τῶν προφητῶν, πάντως δόγμα ἔχοντες περὶ ψυχῆς, ὡς ἐξητάσαμεν ἐν τοῖς περὶ Ἰωάννου, τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοοῦσιν.
 [05075]  καὶ ἐπεὶ ταράξαι ἄν τινα τὰ τοιαῦτα, συνέντα μὲν ταῦτα, μὴ ἀκριβοῦντα δέ, κινδύνῳ παραβα λοῦμεν ἑαυτοὺς τῷ περὶ τῶν τοιούτων, ἔνθα τὸ λέγειν καὶ ἀνα [20.2.7] πτύσσειν τὰ τοιαῦτά ἐστιν ἐπισφαλές, κἂν ἀληθεύηται.
 [05076]  καὶ ἐπι σφαλὲς <δὲ> διὰ τὸ δεῖν τὸν οἰκονόμον τῶν τοῦ θεοῦ μυστηρίων καὶ τὸν καιρὸν ζητεῖν τῆς προσαγωγῆς τῶν τοιούτων δογμάτων, <μὴ> βλάπτοντα τὸν ἀκούοντα, καὶ τὸ μέτρον περιαθρεῖν τοῦ ἐλλείποντος ἢ πλεονάζοντος, κἂν ὁ καιρὸς τηρῆται, παρὰ τὸν ὀρθὸν λόγον γινομένου, καὶ ἐπιμελέστερον ἐξετάζειν πότερον σύνδουλοί εἰσιν οἷς παραδίδοται τὰ τοιαῦτα, ἢ δοῦλοι ἄλλου τινὸς παρὰ τὸν κύριον [20.2.8] τῶν κυριευόντων.
 [05108]  ἐπιστήσεις δὲ εἰ δύναται ἐπὶ τὰ τοιαῦτα σπέρματα, ἤδη καὶ τῶν εἰς ἑαυτοὺς λαμβανόντων αὐτὰ ἴδια ὀνομαζόμενα, ἀναφέρεσθαι τὸ «Πορευόμενοι ἐπορεύοντο «καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν»·
 [05481]  ἐπεὶ δὲ κατὰ τὰς θείας γραφὰς ἡ ἐπιθυμία τῶν μέσων ἐστίν, οὐκ εἰδυίας τὴν ἑλληνικὴν τῶν σημαινομένων παρὰ τοῖς τὰ τοιαῦτα διαρθροῦσιν ἀκρίβειαν, ὥστ' ἂν τὸ μὲν ἀστεῖον βούλησιν ὀνομάσαι, ἣν ὁρίζονται εὔλογον ὄρεξιν, τὸ δὲ φαῦλον ἐπιθυμίαν, ἥν φασιν εἶναι ἄλογον ὄρεξιν ἢ σφοδρὰν ὄρεξιν, λεκτέον ὅτι πᾶσα γενητὴ φύσις τὰς ἐπιθυμίας τοῦ ἰδίου πατρὸς θέλει ποιεῖν, ὥσπερ καὶ πᾶσα ποιεῖ τὰ ἔργα τοῦ ἰδίου πατρός, τοῦ μὲν πρώτως ἁγίου πατρὸς ἀγενήτου τυγχάνοντος (οὗτος δέ ἐστιν ὁ θεός), τοῦ δὲ πρώτως πονηροῦ πατρὸς ἐξ οὐδενὸς ὄντος πατρός·
 [05802]  [20.36.322] Εἰ τὸ πεφυτευμένον ξύλον «παρὰ τὰς διεξόδους «τῶν ὑδάτων» τοιοῦτόν ἐστιν, ὡς τὸν καρπὸν αὐτοῦ διδόναι «ἐν «καιρῷ αὐτοῦ» καὶ μηδὲ φύλλον αὐτοῦ ἀπορρεῖν ἀλλὰ πάντα ὅσα ἂν ποιῇ κατευοδοῦσθαι, τί νομιστέον περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἢ ὅτι αὐτὸς ὢν τὸ ξύλον τῆς ζωῆς κατὰ τὸ εἶναι σοφία καὶ τὴν σοφίαν εἶναι «ξύλον ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς», καὶ καρποφορεῖ καὶ τὰ ἕτερα παρὰ τοὺς καρποὺς φύλλα τοιαῦτα ἔχει ὡς μηδὲ ἓν [20.36.323] αὐτῶν ἀπορρεῖν;
 [05871]  [20.38.358] Ὁ μέντοι γε Ἡρακλέων τὸ «Ἔστιν ὁ ζητῶν καὶ κρίνων» οὐκ ἀναφέρει ἐπὶ τὸν πατέρα, τοιαῦτα λέγων·
 [05944]  «<∆ός μοι> πιεῖν» μεθ' ἕτερα προσέθηκεν τοιαῦτα·
 [06480]  [28.19.162] Περὶ δὲ τοῦ πολλάκις ἐπικρατούντων τινῶν χαλεπῶν ἐν τῷ τῶν ἀνθρώπων γένει, οἷον λοιμῶν ἢ ἐπιβλαβῶν νηνεμιῶν ἢ λιμῶν, λύεσθαι τὰ τοιαῦτα, οἱονεὶ καταργουμένου τοῦ ἐνεργοῦντος αὐτὰ πονηροῦ πνεύματος, διὰ τὸ ἑαυτόν τινα ὑπὲρ τοῦ κοινοῦ δι δόναι, πολλαὶ φέρονται Ἑλλήνων καὶ βαρβάρων ἱστορίαι, τὴν περὶ τοῦ τοιούτου ἔννοιαν οὐκ ἀποπτυόντων οὐδὲ ἀποδοκιμαζόντων.
 [06481]  πότερον μὲν οὖν ἀληθῆ ἐστιν τὰ τοιαῦτα, ἢ μή, οὐ τοῦ παρόντος [28.19.163] ἐστὶν καιροῦ μετ' ἐξετάσεως διαλαβεῖν.
 [06537]  περὶ δὲ τοῦ νῦν προκειμένου τοιαῦτα ἂν λέ γοιτο, ὅτι ὥσπερ τὸν ἱερὸν νοῦν τῶν γραφῶν, ἐπὶ ὠφελείᾳ λεγό μενον τῶν ζητούντων ὑπ' αὐτοῦ ὠφεληθῆναι, οἱ ἐπὶ τὸ χεῖρον παρεκδεχόμενοι, ὥστε καὶ ἀφορμὰς ἔχειν δοκεῖν πρὸς κατασκευὴν ἀσεβοῦς διδασκαλίας τῶν ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, συκοφαν τοῦσιν, οὕτως τὴν περὶ τοῦ σωτῆρος ἡμῶν ὑπὸ τοῦ Καϊάφα γενο μένην προφητείαν ἀληθεύουσαν ἐν τῷ συμφέρειν ἡμῖν ἵνα εἷς ἄν θρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, οὐχ ὑγιῶς ἀκούσαντες οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἀλλὰ ἄλλον νοῦν νομίσαντες εἶναι καὶ βούλημα τῆς τοῦ Καϊάφα συμβουλῆς, ἀπ' ἐκείνης [28.22.191] συνεβουλεύσαντο τῆς ἡμέρας ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν.
 [06544]  ὅτι δὲ ἡμῶν ἕνεκεν τὰ τοιαῦτα γέγραπται, ἵν' ἡμεῖς, παράδειγμα ἔχοντες τὸν Ἰησοῦν, καὶ ἐν τοῖς τοιούτοις αὐτοῦ μιμηταὶ γινώμεθα, παραστήσει ἡ λέγουσα γραφή·
 [06576]  εἰς δὲ τὴν ἀνα γωγὴν λεχθείη ἂν τοιαῦτα, ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει ὅτε ὁ λόγος τοῦ θεοῦ διὰ προφητῶν αὐτοῖς ἐνεπολιτεύετο·
 [07085]  πάλιν τ' αὖ ἐπεὶ ἔλεγον ὡς ἐπὶ παραδείγματος, ἑκατὸν ὄντων τῶν σωζόντων ἐν τῷ πιστεύεσθαι, τὸν μὲν τοῖς ἑκατὸν βεβαίως πιστεύοντα πᾶσαν ἔχειν τὴν πίστιν, τὸν δὲ λείποντα τῇ πρός τινα τῶν ἑκατὸν πίστει ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι διαφόρως μὴ πᾶσαν ἔχειν τὴν πίστιν, ἐκθήσομεν [32.16.187] σαφηνείας ἕνεκεν τοιαῦτα.
 [07152]  καὶ ζητῶ τοιαῦτα εἰς τὸν τόπον·
 [07236]  τάχα δὲ καὶ τὸ «Ἔβλεπον εἰς ἀλλήλους οἱ μα «θηταὶ» πρὸς τῷ ἁπλούστερον νοουμένῳ καὶ τοιοῦτόν τι δηλοῖ, ὅτι ἕκαστος κατὰ τὸ δυνατὸν ἀνθρωπίνῃ φύσει ἐνεώρα εἰς τὴν προαίρε σιν τοῦ ἑτέρου, ἐπαπορῶν εἰ δύναται ἡ τοιαῦτα πράξασα ψυχὴ καὶ οὕτω πρὸς τὸν ἀψευδῆ διδάσκαλον διατεθεῖσα, ἀληθῶς μαρτυρήσαντα ἐν τῷ εἰρηκέναι·
 [07431]  [32.26.334] καὶ περὶ τῆς Μωϋσέως δὲ δόξης ἐν τῇ Ἐξόδῳ τοιαῦτα λέλεκται·
 [07469]  ζητῶ δὲ εἰ ἔνεστιν δοξασθῆναι τὸν θεὸν παρὰ τὸ δοξάζεσθαι ἐν υἱῷ, ὡς ἀποδεδώκαμεν, μειζόνως αὐτὸν ἐν ἑαυτῷ δοξαζόμενον, ὅτε ἐν τῇ ἑαυτοῦ γινόμενος περιωπῇ, ἐπὶ τῇ ἑαυτοῦ γνώσει καὶ τῇ ἑαυτοῦ θεωρίᾳ, οὔσῃ μείζονι <τῆς> ἐν υἱῷ θεωρίας, ὡς ἐπὶ θεοῦ χρὴ νοεῖν τὰ τοιαῦτα, δεῖν λέγειν ὅτι εὐφραί νεται ἄφατόν τινα εὐαρέστησιν καὶ εὐφροσύνην καὶ χαράν, ἐφ' ἑαυτῷ [32.28.351] εὐαρεστούμενος καὶ χαίρων.
000-00-00 Serial Number=0343654513
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00081]  [138] ὅρα δὲ εἰ μὴ καὶ τοὺς τὰ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεῖ ὁ λόγος.
000-00-00 Serial Number=0844383776
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00138]  ∆ιὸ καὶ ἐν τῷ Ἰεζεκιὴλ περὶ μὲν τοῦ ἀπὸ ἀνομίας ἐπι στρέφοντος ἐπὶ τὴν τήρησιν τῶν θείων ἐντολῶν τοιαῦτα γέγραπται·
 [00139]  «Καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε» καὶ τὰ ἑξῆς ἕως τοῦ «ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν», περὶ δὲ τοῦ ἀναλυομένου ἀπὸ τῆς ἐπ' ἀρετὴν προκοπῆς ἐπὶ τὴν τῆς κακίας χύσιν τοιαῦτα·
 [00251]  Τίνα δὲ διδάσκων ἔλεγεν ἐν τῇ συναγωγῇ αὐτῶν, οὐκ ἀναγεγράφασιν οἱ εὐαγγελισταί, ἀλλ' ὅτι τηλικαῦτα καὶ τοιαῦτα ἦν, ὥστε ἐκπλήττεσθαι πάντας·
 [00419]  Τίς δὲ ἔτι ἀμφιβάλοι ἂν περὶ τοῦ ἐκκλίνειν τὰ τοιαῦτα, τοῦ Ἰησοῦ οὐ μόνον ἐπὶ τοῖς κατὰ τὸν Ἰωάννην ἀναχωρήσαντος, ἀλλὰ καὶ διδάσκοντος καὶ λέγοντος·
 [00511]  Γέγραπται τοίνυν, ὡς κάτω τῶν ὄχλων τυγχανόντων, τῶν δὲ μαθητῶν ἀναβάντι εἰς τὸ ὄρος τῷ Ἰησοῦ δυναμένων προσελθεῖν ἔνθα οὐχ οἷοί τε ἦσαν οἱ ὄχλοι γενέσθαι, τοιαῦτα·
 [00642]  Καὶ ὡς φιλάργυροί γε οἱ Φαρισαῖοι, ἵνα τῇ προφάσει τῶν πενήτων λαμβάνωσι καὶ τὰ δοθησόμενα ἂν τοῖς γονεῦσί τινος, τὰ τοιαῦτα ἐδίδασκον.
 [00868]  ἐπὰν δέ, ὡς τοιαῦτα πεπονθότες, ῥιφῶσιν ὑπὸ τῶν ὄχλων παρὰ τοὺς πόδας αὐτοῦ καὶ τὰ τελευταῖα τοῦ σώματος τοῦ Χριστοῦ, οὐδὲ τούτων ἄξιοι τὸ ὅσον ἐφ' ἑαυτοῖς τυγχάνοντες, τότε ὑπ' αὐτοῦ θεραπεύονται.
 [00881]  Οἱ γὰρ μαθηταὶ οὐκ ἀναγε γραμμένοι εἰσὶ τὰ τοιαῦτα θαυμάζειν, καίτοιγε παρόντες τῷ Ἰησοῦ καὶ τότε, ὡς δῆλον ἐκ τοῦ «ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε·
 [01022]  ὡς οὖν ὁ μοιχεύσας «ἐν τῇ καρδίᾳ» ἀνάλογον τῇ τοιαύτῃ μοιχείᾳ κολασθήσεται, οὕτως καὶ ὁ τῶν ἀπηγορευμένων τι ποιήσας ἐν τῇ καρδίᾳ, φέρ' εἰπεῖν κλέψας ἐν μόνῃ καρ δίᾳ ἢ ψευδομαρτυρήσας ἐν μόνῃ καρδίᾳ, οὐχ ὡς ὁ καὶ ἔργῳ μὲν κλέψας ἢ καὶ τὴν πρᾶξιν τῆς ψευδομαρτυρίας ἐπιτελέσας, ὡς δὲ μόνον ἐν τῇ καρδίᾳ τὰ τοιαῦτα ποιήσας κολασθήσεται, καὶ τοῦτο, εἰ παρ' αὑτὸν μὴ ἦλθε καὶ ἐπὶ τὴν μοχθηρὰν πρᾶξιν·
 [01024]  ζητήσαι δ' ἄν τις πρὸς τὰ τοιαῦτα, εἰ μοιχεύει μέν τις «ἐν τῇ καρδίᾳ» μόνῃ κἂν μὴ τὸ ἔργον τῆς μοιχείας ποιήσῃ, οὐ σωφρονεῖ δὲ ἐν μόνῃ τῇ καρδίᾳ·
 [01049]  ἀλλὰ καὶ οἱ λέγοντες ὅτι εἷς τις ἦν τῶν προφητῶν, τοιαῦτα περὶ αὐτοῦ ὑπελάμβανον διὰ τὰ ἐν τοῖς προφήταις ὡς πρὸς αὐτοὺς μὲν ῥηθέντα οὐ πεπληρωμένα δὲ ἐπ' αὐτοῖς.
 [01249]  λεκτέον δὲ ὅτι ἀνεπίδεκτος μέν ἐστι τοῦ σκαν δαλίζεσθαι οὐ μόνον ὁ σωτὴρ ἀλλὰ καὶ <πᾶς> ὁ ἐν ἀγάπῃ τετελειωμένος, τὸ ὅσον δὲ ἐφ' ἑαυτῷ ὁ τὰ τοιαῦτα λέγων ἢ πράττων, σκάνδαλόν ἐστι καὶ τοῦ μὴ σκανδαλισθησομένου·
 [01436]  εὖ οἶδα δ' ὅτι τὰ τοιαῦτα πολλοῖς προσκόψει τῶν ἐντυγχανόντων, οἰο μένοις οὐ κατὰ τὸ εὔλογον δυσφη μεῖσθαι τὸν πρὸ μικροῦ μακα ρισθέντα ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τῷ <οὐ σάρκα καὶ αἷμα, ἀλλὰ> τὸν «ἐν τοῖς οὐρανοῖς» πατέρα ἀποκεκαλυ φέναι αὐτῷ τὰ περὶ τοῦ σωτῆρος, ὡς ἄρα ὁ Ἰησοῦς εἴη καὶ «ὁ Χριστὸς» καὶ «ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος».
 [01439]  Ἵνα δὲ προλαβών τι καὶ τῶν ἑξῆς εἰς τὸ προκείμενον παραλάβω, ἐπα πορήσαιμ' ἂν τοιαῦτα·
 [01583]  τοιαῦτα δέ τινα εὕροις ἂν περί τινας ψυχὰς συμπτώματα, πολλάκις νομιζομένας ὑγιαίνειν ἐν σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς, εἶτ' ἔσθ' ὅτε ὡσπερεὶ ἐπιληψίᾳ τινὶ τῇ ἀπὸ τῶν παθῶν λαμβανο μένας καὶ καταπιπτούσας ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν καὶ σπωμένας περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ τὰς λοιπὰς ἐπιθυμίας.
 [01749]  ἐὰν οὖν ὅπερ παρὰ τὴν ἡλικίαν πά σχει τὰ παιδία πρὸς τὰ τοὺς ἀνοή τους ἐπαίροντα τοιαῦτα πάθη, ἀπὸ λόγου ὁ τοῦ Ἰησοῦ μαθητὴς <ἀνα λάβῃ>, ἐταπείνωσεν ἑαυτὸν ὡς ὃ ἔδειξεν ὁ Ἰησοῦς παιδίον, οὐκ ἐπαιρόμενος ἐπὶ δοξαρίῳ οὐδὲ φυσιού μενος ἐπὶ πλούτῳ οὐδ' ἐπὶ περιβολῇ οὐδὲ ὀγκούμενος ἐπὶ εὐγενείᾳ.
 [01936]  ὥσπερ οὖν φαντασίᾳ τῆς εἰς ὑπερβολὴν <χρηστό τητος> Χριστοῦ ἐπιτριβῆς ἀφορμὰς παρεῖχεν ὁ ἐπὶ παντὸς ἁμαρτήματος λέγων τὰ τοιαῦτα εἰρῆσθαι, κἂν φόνος ᾖ τὸ ἁμάρτημα ἢ φαρμα κία ἢ παιδοφθορία ἤ τι τῶν τηλι κούτων, οὕτως ἐκ τοῦ ἐναντίου ὁ τὸν ἀδελφὸν διαστειλάμενος ἀπὸ τοῦ ὀνομαζο μένου ἀδελφοῦ διδάξαι ἂν τὸν ἐπ' ἐλάττοσι τῶν ἀνθρωπίνων ἁμαρτημάτων μὴ ἐπι στρέφοντα μετὰ τὸν ἔλεγχον ὡς ἐθνικὸν καὶ τελώνην λογισθῆναι ἐπὶ ἁμαρτήμασι τοῖς «μὴ πρὸς θάνα τον» ἢ (ὡς ὠνόμασεν ἐν Ἀριθμοῖς ὁ νόμος) τοῖς μὴ θανατηφόροις·
 [02052]  πότερον δὲ ὥστε καὶ ὑπαγορευθῆναι τὰ τοιαῦτα τῇδε τῇ γραφῇ ἢ μή, θεὸς ἂν ὑποβάλοι ἐν Χριστῷ ποιῆσαι τὸ ἀρεστὸν αὐτῷ, μόνον ἵνα δοθῇ καὶ περὶ τούτων ὁ «διὰ τοῦ πνεύματος» διδό μενος «λόγος σοφίας» ἀπὸ τοῦ θεοῦ καὶ ὁ «κατὰ τὸ πνεῦμα» ἐπιχορη γούμενος «λόγος γνώσεως».
 [02081]  καὶ ὥσπερ ἐστί τι κέρδος πλειόνων ἀργυρίων καὶ ἄλλο ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων, οὕτως κατὰ τὰς καλὰς πράξεις οἱονεὶ συντί μησίς ἐστι κερδῶν πλειόνων ἢ ἐλαττόνων [ὃ] *** τοῦ μόνου ἐπισταμένου τὰ τοιαῦτα ἐξετάζειν (ὁρῶντος ἀπὸ τῆς διαθέσεως καὶ τοῦ λόγου καὶ τῆς πράξεως καὶ τῶν συνεργούντων τοῖς ἐφ' ἡμῖν ἐκ τῶν οὐκ ἐφ' ἡμῖν) <καὶ> λογίσασθαι ποῖον μὲν ἔργον μέγα κέρδος ἐστί, ποῖον δὲ ἔλαττον, ποῖον δὲ ἐλάχιστον, οὕτω δὲ καὶ ἐπὶ τῶν ἐναντίων ποῖον μὲν ἁμάρ τημα ἐν τῷ συναίρεσθαι λόγον τοῖς δούλοις εὑρίσκεται μεγάλη ζημία, ποῖον δὲ ἐλάττων καὶ ποῖον (εἰ δεῖ οὕτως ὀνομάσαι) ζημία τοῦ ἐσχάτου λεπτοῦ ἢ τοῦ ἐσχάτου κοδράντου.
 [02101]  νόει δὲ κατὰ τὸν τόπον ἕκαστον μέγιστον ἁμάρτημα ταλάν των εἶναι ζημίαν οἰκοδεσποτικῶν, καὶ τοιαῦτα ἁμαρτάνουσι πόρνοι, μοιχοί, ἀρσενοκοῖται, μαλακοί, εἰδω λολάτραι, φονεῖς.
 [02158]  πλὴν τοιαῦτα κατὰ τὸν τόπον ὑπολαμ βάνομεν ὅτι, ὥσπερ Ἰερουσαλὴμ μήτηρ ἐστὶ Παύ λου καὶ τῶν παραπλησίων αὐτῷ ἡ ἄνω, οὕτως εἴη ἂν ἑτέρων μήτηρ, ἀνάλογον Ἱερουσαλὴμ μητρί, φέρ' εἰπεῖν Σοήνη τῆς Αἰγύπτου ἢ <Μέμ φις, ἑτέρων δὲ Τύρος> καὶ Σιδὼν ἢ ὅσαι ὠνομάσθησαν ἐν ταῖς γραφαῖς πόλεις.
 [02374]  πολλάκις γὰρ ἐξ ἁπλό τητος τῶν ἀνδρῶν τοιαῦτα πταίσ ματα συμβαίνει <ἐ>ν γυναιξίν.
 [02440]  πρὶν δὲ ἔλθω ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν τόπον, λεκτέον ὅτι, εἴπερ τι ἀκόλουθον ἑαυτῷ ὁ Μαρκίων πε ποίηκε φάσκων μὴ δεῖν ἀλληγο ρεῖν τὴν γραφήν, καὶ τοὺς τόπους τούτους ἠθέτησεν ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος εἰρημένους, νομίσας δεῖν ἤτοι παραδέξασθαι (μετὰ τοῦ φά σκειν τὸν σωτῆρα ταῦτα εἰρηκέναι) τὸ καὶ ἐπὶ τὰ τοιαῦτα τολμᾶν ἑαυτὸν παραδιδόναι πεισόμενον τὸν πεπιστευκότα, ἢ μὴ ἂν εὐλόγως τολμήσαντα τὰ τηλικαῦτα, ἐσόμενα εἰς δυσφημίαν τὴν κατὰ τοῦ λόγου, μηδὲ πιστεύειν εἶναι τοῦ σωτῆρος τοὺς λόγους, εἴ γε μὴ ἀλληγο ροῦνται.
 [02441]  [15.4] Ἡμεῖς δὲ οἱ βουλόμενοι τὴν ἀκολουθίαν σῴζειν τῶν τριῶν εὐνουχισμῶν καὶ εὐ δοκοῦντες τῇ τροπολογίᾳ τοῦ τρίτου, τοιαῦτα φήσομεν καὶ περὶ τῶν προτέρων δύο.
 [02471]  τὰ τοιαῦτα δὴ παιδία προσηνέ χθη <καὶ> τότε καὶ ἀεὶ προσάγεται τῷ Ἰησοῦ.
 [02478]  οὐ γὰρ ἄτερ ἡγοῦμαι ἀγγελικῆς οἰκονομίας τὰ τοιαῦτα παιδία προσέρχεσθαι τῷ Ἰησοῦ.
 [02490]  τούτων δὴ προσφερόντων τῷ Ἰησοῦ βρέφη καὶ παιδία <τοιαῦτα, τουτέστι νηπίους πίστεως καὶ ἧττον ἔτι μεμαθητευ μένους, οἱ> λογικώτεροι νομιζόμενοι εἶναι τῶν διδασκόντων <ἐκείνων τῶν ἁπλουστέρων> καὶ διὰ τοῦτο μαθηταὶ χρημα τίζοντες Ἰησοῦ, πρὶν μάθωσι τὰ περὶ τῶν βρεφῶν καὶ τῶν παιδίων <τοιούτων>, ἐπιτιμῶσι τοῖς ἁπλού στερον διδάσκουσι καὶ παιδία <καὶ βρέφη τῷ Ἰησοῦ> προσφέρουσι.
 [02494]  καὶ πρόσχες εἰ μὴ ἁρμόζει ἀναφέρειν τὰ νῦν ἐξεταζόμενα ἐπὶ τὰ τοιαῦτα, τῶν μὲν προσφερόντων παιδία, ἵνα τὰς χεῖρας αὐτοῖς ἐπιθῇ Ἰησοῦς καὶ προσεύξηται, τῶν δὲ μαθητῶν ἐπιτιμώντων αὐτοῖς.
 [02680]  φήσει δὲ ὁ οὕτως ἀπολογούμενος ὅτι οὐκ ἀνάγκη τοῦτο νοηθῆναι αὐτῆς ἡμέ ρας ἀπαντῆσαι τῷ ἀποδομένῳ τὰ ὑπάρχοντα καὶ διαδόντι πτωχοῖς, ἀλλ' ἴσως ἀπ' ἐκείνης μὲν τῆς ἡμέρας ἄρξεται ἡ θεία ἐπισκοπὴ ἐπὶ τὰ τοιαῦτα αὐτὸν ἄγειν, λέγω δὲ τὴν ἐπαινετὴν ἀπάθειαν καὶ πᾶσαν τὴν ἀρετήν.
 [02730]  τὰς δὲ ἐφόδους τοῦ πῶς ἂν τὰ τοιαῦτα ποιήσαι ὁ θεὸς δυνατά, αὐτὸς ἂν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ καὶ ᾧ ἂν ἀποκα λύψῃ ὁ υἱὸς αὐτοῦ.
 [02744]  ὁ μὲν οὖν τῇ λέξει παριστάμενος τοιαῦτα ἐρεῖ·
 [02758]  [15.22] Ὁ δὲ τῆς λέξεως <ὡς> οὐχ ἱκανῆς πεῖσαι μεγαλοφυῆ ἀκροα τὴν καταφρονήσας, ὡς καὶ ἄλλων λέξεων τῆς γραφῆς τὸ σεμνὸν ἐν τῇ ἀναγωγῇ ἐχουσῶν, τοιαῦτα φήσει ὅτι αὐτὸ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, δικτυδίου καταλειφθέντος καὶ πε νιχρᾶς οἰκίας καὶ ἐπιπόνου ἐν πενίᾳ βίου, οὐ πάνυ τι <μέγα ἐστὶν οὐδὲ> ἀξίως λέλεκται τοῦ τηλικούτου μα θητοῦ, ᾧ «σὰρξ καὶ αἷμα οὐκ ἀπε κάλυψεν» ὅτι Ἰησοῦς εἴη «ὁ Χρι στὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος», «ἀλλ' ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ» αὐτοῦ, καὶ ᾧ λέλεκται τὸ «σὺ εἶ ὁ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς».
 [02771]  ὁ μὲν οὖν κατὰ τὴν λέξιν ἑρμη νεύων τὸν τόπον τοῦ εὐαγγελίου τοιαῦτα ἐρεῖ·
 [02876]  χρὴ δὲ εἰδέναι ὅτι, ὡς Ἰησοῦ παρα βολὴ («ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεώς εἰσιν ἀπόκρυφοι») ἐξε ταζομένη, τοσαῦτα δόγματα τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας εὑρεθήσεται τοῖς τὰ τοιαῦτα εὑρί σκειν δυναμένοις αἰνισσομένη, ὥστε εὐλόγως ἂν ἐπὶ ταύτῃ μάλιστα εἰ πεῖν τῇ παραβολῇ τὸν σωτῆρα τὸ «ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς» καὶ «ἐρεύξομαι κεκρυμμένα ἀπὸ κα ταβολῆς».
 [03097]  καὶ οὐδὲν μὲν ἦν παράδοξον, γυ ναῖκα <γυναικείας> ἀπὸ ἁπλότητος καὶ ἰδιωτείας τοιαῦτα νομίζειν <δεῖν> ἀξιοῦν.
 [03098]  δεδόσθω δὲ ὅτι καὶ οἱ δύο ἀπόστολοι, ὡς ἄνθρωποι ἔτι ἀτελεῖς καὶ μηδὲν νοοῦντες βαθύτερον περὶ τῆς βασι λείας Χριστοῦ, τοιαῦτα ὑπελάμ βανον περὶ τῶν συγκαθεζομένων τῷ Ἰησοῦ·
 [03109]  ἔτι δὲ καὶ ἐν τῷ ∆ανιὴλ τοιαῦτα γέ γραπται·
 [03125]  Καὶ τί με δεῖ ἐπὶ πλεῖον τὰ τοιαῦτα συνάγειν, βουλόμενον <μετὰ> τὴν εὐτελῆ καὶ ἁπλουστέραν καὶ ταπεινοτέραν ἐκδοχὴν περὶ τῆς ἐν τῇ βασιλείᾳ καθίσεως τοῦ Χριστοῦ καὶ τῶν ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ καθεδουμένων παραστῆσαι <καὶ> μυστικωτέραν, ἵν' εὐλόγως δυ νηθῇ ὑπὸ τῶν ἐπὶ τὰ θεῖα νοήματα ἀναβαίνειν οἵων τε ὄντων ἐξετασθῆ ναι καὶ εὑρεθῆναί τι ἄξιον τοῦ ἀνακρίνοντος «πάντα» πνευματικοῦ καὶ «ὑπ' οὐδενὸς» ἀνακρινομένου, ἀνάλογον ταῖς τοῦ Παύλου περὶ πνευματικῶν φωναῖς <καὶ περὶ> τῶν εὐαγγελικῶν ἐροῦντος.
 [03344]  καὶ ἀνάγων δὲ ἐπὶ τὴν εὐγενῆ ψυχὴν τὰ τοιαῦτα πτωχεύσασαν καὶ μέχρι ἐπαιτήσεως φθάσασαν, οὐ πάνυ τι διαμαρτήσῃ τοῦ λόγου.
 [03806]  καὶ ἐπὶ τῆς βίβλου δὲ τῶν Κριτῶν πολλὰ ἂν τοιαῦτα ζη τηθείη καὶ εὑρεθείη, οἷον περὶ τὸν Γεδεὼν καὶ τὸν Σαμψών, παράδοξα, ἀλλὰ καὶ ἐκ τῶν Βασιλειῶν τὰ περὶ τὸν Σαμουὴλ καὶ τὸν Ἠλίαν καὶ τὸν Ἐλισσαῖον καὶ τὸν Ἐζεκίαν.
 [03875]  καὶ ἡμεῖς δὲ κατὰ τὸ μέτριον ἡμῶν τοιαῦτα εἰς τὸν τόπον φανταζόμεθα ὅτι ὁ μὲν οἰκοδεσπότης ἄν θρωπος ὁ θεός ἐστι, περὶ οὗ γέ γραπται·
 [04148]  θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», ἢ τοῦ Χριστοῦ αὐτοῦ, μηκέτι πράττοντες τοιαῦτα ἐφ' οἷς λέγοιτ' ἂν <ἡμῖν>·
 [04182]  ἀλλ' οὐ τοιαῦτα τὰ ἑτοιμασθέντα ἐν τῷ τοῦ βα σιλέως ἀρίστῳ, ἐν ᾧ φησιν·
 [04229]  καὶ ἡ προκειμένη δὲ τοῦ εὐαγγελίου λέξις οὐ σαφῶς μὲν <ἀλλὰ> ἐμφαίνει τὰ τοιαῦτα, τῷ δὲ δυναμένῳ βεβασανισμένως ὁρᾶν τὸ ἐκκείμενον ῥητὸν παρίστησι ταῦτα οὕτως ἔχειν.
 [04316]  ἐγὼ δ' οἶμαι διὰ τούτων δηλοῦσθαι ὅτι οὐ μόνον κατὰ τὸ μὴ γαμεῖν καὶ τὸ μὴ γαμεῖσθαι ὡς οἱ ἐν τῷ οὐρα νῷ ἄγγελοι γίνονται οἱ καταξιού μενοι τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἀλλὰ καὶ κατὰ τὸ μετασχηματιζόμενα αὐτῶν τὰ σώματα «τῆς ταπεινώσεως» γίνεσθαι τοιαῦτα, ὁποῖά ἐστι τὰ τῶν ἀγγέλων σώματα, αἰθέρια καὶ αὐ γοειδὲς φῶς.
 [04318]  ὁ δὲ τὸ ξενίζον τοῦτο δόγμα ζητῶν ἐκ τῆς προκειμένης λέ ξεως, τάχα δὲ καὶ ἀλλαχόθεν, ὁράτω περιαθρήσας ὅλην τήν τε γραφὴν καὶ τὴν ἀκολουθίαν τῶν πραγμάτων, καὶ τί ἕπεται τῷ ταῦτα τιθέντι, <καὶ> σκοπείτω εἰ χρὴ παραδέξασθαι τοιοῦ τον λόγον ᾧ ἕπεται τοιαῦτα ἅτινα δηλοῦται ἐκ τοῦ «ἀγγέλους κρινοῦ μεν» καὶ τοῦ «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι».
 [04320]  ὁράτω δὲ ὁ τὰ τοιαῦτα τολμῶν ζητεῖν, πῶς αὐτῶν δεῖ ἀκούειν τῶν ἐν Γενέσει γεγραμ μένων ὅτι «ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώ πων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς εἰς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξε λέξαντο».
 [04436]  πρὸς τοῦτο δὲ ζητήσει τις τοιαῦτα·
 [04441]  σαφῶς γὰρ τοιαῦτα ἐν τῇ παλαιᾷ γραφῇ οὐχ εὑρίσκομεν.
 [04449]  ἡμεῖς δὲ τοιαῦτα φήσομεν ὅτι πε ριέχουσι ταῦτα αἱ γραφαὶ οὐκ αὐτο λεξεὶ οὐδ' ὥστε τοῖς τυχοῦσι νοη θῆναι, ἀλλ' ἐν τροπολογίᾳ.
 [04474]  καὶ ὥσπερ πλα νῶνται οἱ διὰ τὸ μὴ τροπολογεῖν τὰ προφητικὰ οἰόμενοι μέλλειν ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἐσθίειν καὶ πί νειν σωματικὰ βρώματα <καὶ πό ματα>, ἐπεὶ <καὶ> αἱ λέξεις τῶν <προφητικῶν> γραφῶν τοιαῦτα πε ριέχουσιν, οὕτως καὶ τὰ περὶ γάμων γεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν τηροῦντες ἐπὶ τοῦ ῥητοῦ καὶ οἰόμενοι συνουσίαις ἡμᾶς καὶ τότε χρήσεσθαι, δι' ἃς οὐδὲ σχολάζειν ἐστὶ «τῇ προσ ευχῇ» δυνατὸν ἐν μολυσμῷ πως ὄντων καὶ ἀκαθαρσίᾳ τινὶ τῶν χρω μένων ἀφροδισίοις.
000-00-00 Serial Number=0658297062
Contra Celsum Ante [Go Back]  
 [00016]  Ἀλλὰ καὶ ὅτι οὐκἀπεκρίνετο κατηγορούμενος, τοιαῦτα γέγραπται·
 [00221]  ὅταν δὲ Μωϋσῆς μὴ περὶ θεοῦ τοιαῦτα λέγῃ ἀλλὰ μηδ' ἀγγέλων ἁγίων περὶ δὲ ἀνθρώπων πολλῷ ἐλάττονα οὐδεὶς γὰρ παρ' αὐτῷ ἐτόλμησεν ὅσα Κρόνος κατὰ τοῦ Οὐρανοῦ οὐδ' ὅσα Ζεὺς κατὰ τοῦ πατρός, οὐδ' ὅτι τῇ ἑαυτοῦ θυγατρὶ ὁ πατὴρ ἀνδρῶν τε θεῶν τε συνελήλυθεν , πλανᾶν νομίζεται ἠπατημένους τοὺς νενομοθετημένους ὑπ' αὐτοῦ;
 [00304]  Καὶ περὶ αὐτοῦ δὲ τοῦ πρὸ ὀλίγων ἐτῶν αὐτὸν γεγονέναι τοιαῦτα φήσομεν·
 [00326]  Πῶς δ' ἂν ὁ τοιοῦτος καὶ οὕτως ἀνατε θραμμένος καὶ μηδέν ὡς καὶ οἱ κακολογοῦντες αὐτὸν ὁμολογοῦσι σεμνὸν παρὰ ἀνθρώπων μαθὼν τοιαῦτα περὶ κρίσεως θεοῦ καὶ κολάσεων μὲν τῶν κατὰ τῆς κακίας τιμῶν δὲ τῶν ὑπὲρ τοῦ καλοῦ λέγειν ἐδύνατο οὐκ εὐκαταφρονήτως, ὥστ' οὐ μόνον ἀγροίκους καὶ ἰδιώτας ἄγεσθαι ὑπὸ τῶν λεγομένων ἀλλὰ καὶ οὐκ ὀλίγους τῶν συνετωτέρων καὶ δυναμένων ἐνορᾶν ἀποκρύψει τῶν εὐτελεστέρων νομιζομένων ἀπαγγέλλεσθαι, περιεχούσῃ τι, ὡς ἔστιν εἰπεῖν, ἔνδον ἀπορρητότερον;
 [00355]  Ἐὰν δὲ καὶ τὰ τῶν φυσιογνωμονούντων κρατῇ, εἴτε Ζωπύρου εἴτε Λόξου εἴτε Πολέμωνος εἴτε οὕτινός ποτ' οὖν τοιαῦτα γράψαντος καὶ ἐπαγγειλαμένου εἰδέναι τι θαυμαστόν, οἰκεῖα τοῖς ἤθεσι τῶν ψυχῶν πάντ' εἶναι τὰ σώματα, τῇ οὖν μελλούσῃ παραδόξως ἐπιδημεῖν τῷ βίῳ καὶ μεγαλοποιεῖν ἔδει γενέσθαι σῶμα οὐχ, ὡς οἴεται Κέλσος, ἀπὸ Πανθήρα μοιχεύσαντος καὶ παρθένου μοιχευθείσης ἐκ γὰρ τοιούτων ἀνάγνων μίξεων ἔδει μᾶλλον ἀνόητόν τινα καὶ ἐπιβλαβῆ τοῖς ἀνθρώποις διδάσκαλον ἀκολασίας καὶ ἀδικίας καὶ τῶν λοιπῶν κακῶν γενέσθαι οὐχὶ δὲ σωφροσύνης καὶ δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν , ἀλλ' ὡς καὶ προφῆται προεῖπον, ἀπὸ παρθένου, κατ' ἐπαγγελίαν σημείου γεννώσης τὸν ἐπώνυμον πράγματος, δηλοῦντος ὅτι ἐπὶ τῇ γενέσει αὐτοῦ μετ' ἀνθρώπων ἔσται θεός.
 [00397]  Ὥστ' οὐδὲν ἄτοπόν ἐστι καὶ περὶ τῶν τυχόντων τοὺς παρ' αὐτοῖς προ φήτας εἰς παραμυθίαν τῶν τὰ τοιαῦτα ποθούντων προειρη κέναι, ὥστε καὶ περὶ ὄνων ἀπολωλυιῶν προφητεύειν τὸν Σαμουὴλ καὶ περὶ νόσου παιδὸς βασιλικοῦ τὸν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγεγραμμένον.
 [00470]  [1.44] Καὶ ταῦτα πρὸς τὸν Ἰουδαῖον λέγω, οὐκ ἀπιστῶν ὁ Χριστιανὸς τῷ Ἰεζεκιὴλ καὶ τῷ Ἡσαΐᾳ, ἀλλὰ δυσωπῶνἐκ τῶν κοινῇ ἡμῖν πεπιστευμένων ὅτι πολλῷ <μᾶλλον> οὗτος ἐκείνων ἄξιός ἐστι τοῦ πιστεύεσθαι τοιαῦτα λέγων ἑωρακέναι καὶ ὡς εἰκὸς παραδοὺς τοῖς μαθηταῖς ἣν εἶδεν ὄψιν καὶ τὴν φωνὴν ἧς ἤκουσεν.
 [00491]  Πολλὰ γὰρ καὶ τοιαῦτα ἱστορήσαμεν·
 [00508]  Καὶ ὥσπερ φαντασίαν λαμβάνομεν ὄναρ ἀκούειν καὶ πλήσσεσθαι τὴν αἰσθητὴν ἀκοὴν καὶ ὁρᾶν δι' ὀφθαλμῶν, οὔτε τῶν τοῦ σώματος ὀφθαλμῶν οὔτε τῆς ἀκοῆς πλησσομένης ἀλλὰ τοῦ ἡγεμονικοῦ ταῦτα πάσχοντος, οὕτως οὐδὲν ἄτοπον τοιαῦτα γεγονέναι ἐπὶ τῶν προφητῶν, ὅτε ἀναγέγραπται ἑωρακέναι τινὰ αὐτοὺς παραδοξότερα ἢ ἀκηκοέναι λόγους κυρίου ἢ τεθεωρηκέναι οὐρανοὺς ἀνοιγο μένους.
 [00683]  Εἰ δὲ δεήσει καὶ τὰ περὶ τῶν μάγων ἀναγραφέντα ἐπὶ τῇ γενέσει τοῦ Ἰησοῦ καὶ τοῦ ὦφθαι τὸν ἀστέρα ἐξετάσαι, τοιαῦτα ἂν εἴποιμεν, τινὰ μὲν πρὸς Ἕλληνας ἄλλα δὲ πρὸς Ἰουδαίους.
 [00689]  ∆οκεῖ μοι οὖν ὅτι ἔχοντες τοῦ Βαλαὰμ ἃς καὶ Μωϋσῆς ἀνέγραψε προφητείας, ὡς καὶ αὐτοῦ περὶ τὰ τοιαῦτα γενομένου δεινοῦ, καὶ εὑρόντες ἐκεῖ περὶ τοῦ ἄστρου καὶ τὸ ∆είξω αὐτῷ, καὶ οὐχὶ νῦν·
 [00802]  Καὶ εὐθέως κοινοποιεῖ αὐτὰ πρὸς τὰ ἔργα τῶν γοήτων, ὡς ὑπισχνουμένων θαυμα σιώτερα, καὶ πρὸς τὰ ὑπὸ τῶν μαθόντων ἀπὸ Αἰγυπτίων ἐπιτελούμενα, ἐν μέσαις ἀγοραῖς ὀλίγων ὀβολῶν ἀποδιδο μένων τὰ σεμνὰ μαθήματα καὶ δαίμονας ἀπὸ ἀνθρώπων ἐξελαυνόντων καὶ νόσους ἀποφυσώντων καὶ ψυχὰς ἡρώων ἀνακαλούντων δεῖπνά τε πολυτελῆ καὶ τραπέζας καὶ πέμματα καὶ ὄψα τὰ οὐκ ὄντα δεικνύντων καὶ ὡς ζῷα κινούντων οὐκ ἀληθῶς ὄντα ζῷα ἀλλὰ μέχρι φαντασίας φαινόμενα τοιαῦτα, καί φησιν·
 [00823]  [1.70] Λέγει δ' ὅτι οὐδὲ τοιαῦτα σιτεῖται σῶμα θεοῦ, ὡς ἔχων αὐτὸν παραστῆσαι ἀπὸ τῶν εὐαγγελικῶν γραμμάτων σιτούμενον, καὶ ποῖα σιτούμενον.
 [00913]  ἀλλ' ὡς ἐχθρὸς καὶ ὅλος τοῦ ἀνατρέπειν ἅμα τῷ ἀκοῦσαι γενόμενος τὰ τοιαῦτα ἀνέγραψεν.
 [01084]  [2.12] Παιδαριώδη δέ μοι δοκεῖ καὶ τὰ τοιαῦτα, ὅτι στρατη γὸς μὲν ἀγαθὸς καὶ πολλῶν μυριάδων ἡγησάμενος οὐδεπώποτε προὐδόθη, ἀλλ' οὐδὲ λῄσταρχος πονηρὸς καὶ παμπονήρων ἄρχων, ὠφέλιμος τοῖς συνοῦσιν εἶναι δοκῶν·
 [01090]  Ἔτι δὲ προσα ποροῦντες καὶ τοιαῦτα λέγοιμεν ἄν·
 [01096]  Ἀπὸ δὲ τῶν γεγραμμένων ἐν τοῖς βίοις τῶν φιλοσόφων πολλὰ ἄν τις εὕροι τοιαῦτα, ἐφ' οἷς ἐγκαλεῖ τῷ Ἰησοῦ διὰ τὸν Ἰούδαν ὁ Κέλσος.
 [01108]  Πρὸς ὃν τοιαῦτα ἐροῦμεν·
 [01136]  νυνὶ δ' ὁρῶντες ὅτι ὁ λόγος δυνάμει κρατήσει τῶν ἀνθρώπων ἔθηκαν καὶ τὰ τοιαῦτα, οὐκ οἶδ' ὅπως οὐ βλάψοντα τοὺς ἐντυγχάνοντας οὐδὲ πρόφασιν δώσοντα ἀρνήσεως.
 [01137]  [2.16] Πάνυ δ' εὐήθως φησὶ τοὺς μαθητὰς πρὸς παραίτησιν τῶν κατὰ τὸν Ἰησοῦν ἀναγεγραφέναι περὶ αὐτοῦ τοιαῦτα·
 [01167]  Τίς ἂν ἢ θεὸς ἢ δαίμων ἢ ἄνθρωπος φρόνιμος προειδὼς αὐτῷ τοιαῦτα συμβησόμενα οὐκ ἄν, εἴ γε ἐδύνατο, ἐξέκλινεν ἀλλὰ συνέπιπτεν οἷς προ ηπίστατο;
 [01203]  Καὶ πρὸς ταῦτα δέ, ἐπεὶ βούλει καὶ τοῖς ἐμοὶ φαινομένοις εὐτελέσι τοῦ Κέλσου ἐπιχειρήμασιν ἀπαντᾶν, τοιαῦτα φήσομεν.
 [01268]  [2.24] Ἑξῆς δὲ τούτοις θέλων παραστῆσαι ὅτι ἀλγεινὰ καὶ ἀνιαρὰ ἦν τὰ συμβάντα αὐτῷ καὶ ὅτι οὐχ οἷόν τε ἦν βουλη θέντα αὐτὸν ποιῆσαι εἶναι αὐτὰ μὴ τοιαῦτα λέγει·
 [01298]  Καὶ πρὸς τόδε λελέξεται ὅτι εὐχερὴς μὲν ἦν ὁδὸς πρὸς τὸ ἐπικα λύψαι τὰ τοιαῦτα τὸ μηδὲ τὴν ἀρχὴν αὐτὰ ἀναγράψαι.
 [01299]  Τίς γὰρ ἂν τῶν εὐαγγελίων ταῦτα μὴ περιεχόντων ὀνειδίσαι ἐδύνατο ἡμῖν ἐπὶ τῷ τὸν Ἰησοῦν τοιαῦτα παρὰ τῇ οἰκονομίᾳ λελαληκέναι;
 [01404]  [2.39] Πῶς δ' οὐκ ἄντικρυς ψεῦδος τὸ ὑπὸ τοῦ παρὰ τῷ Κέλσῳ Ἰουδαίου λεγόμενον, ὅτι μηδένα πείσας μέχρι ἔζη ὅ γε μηδὲ τοὺς ἑαυτοῦ μαθητὰς ἐκολάσθη καὶ τοιαῦτα ὑπέμεινε;
 [01431]  προεῖπε γὰρ τοῖς συλλῄσταις ὅτι πείσεται τοιαῦτα, οἷα δὴ πέπονθε·
 [01432]  λέγοιτ' ἂν πρῶτον μὲν ὅτι οὐ παρὰ τὸ προειρηκέναι αὐτὸν ταῦτα πείσεσθαι τοιαῦτα ὑπολαμβάνομεν περὶ τοῦ Ἰησοῦ, ὁποῖα καὶ φρονοῦν τες παρρησιαζόμεθα ἐν αὐτῷ ὡς ἀπὸ θεοῦ ἡμῖν κατεληλυ θότι·
 [01494]  Ὦ φῶς καὶ ἀλήθεια, τῇ αὐτοῦ φωνῇ διαρρήδην ἐξαγορεύει, καθὰ καὶ ὑμεῖς συγγεγράφατε, διότι παρέσονται ὑμῖν καὶ ἕτεροι δυνάμεσιν ὁμοίαις χρώμενοι, κακοὶ καὶ γόητες, καὶ Σατανᾶν τινα τοιαῦτα παραμηχανώμενον ὀνο μάζει·
 [01519]  [2.51] Ὑπείδετο δὲ ὁ Κέλσος τὸ ἀπὸ τῆς γραφῆς ποιήσας τὸν Ἰησοῦν εἰρηκέναι ὅτι Σατανᾶς τις τοιαῦτα παραμηχα νήσεται.
 [01530]  διὰ τί οὐχὶ καὶ βεβασανισμένως τοὺς ἐπαγγελλομένους τὰς δυνάμεις ἐξετάσομεν ἀπὸ τοῦ βίου καὶ τοῦ ἤθους καὶ τῶν ἐπακολουθούντων ταῖς δυνάμεσιν ἤτοι εἰς βλάβην τῶν ἀνθρώπων ἢ εἰς ἠθῶν ἐπανόρθωσιν, τίς μὲν δαίμοσι διακονούμενος διά τινων ἐπῳδῶν καὶ μαγγανειῶν τὰ τοιαῦτα ποιεῖ, τίς δ' ἐν χώρᾳ καθαρᾷ καὶ ἁγίᾳ γενόμενος κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸ πνεῦμα, οἶμαι δὲ καὶ τὸ σῶμα, τῷ θεῷ, παραδεξάμενος θεῖόν τι πνεῦμα τὰ τοιαῦτα εἰς ὠφέλειαν ἀνθρώπων καὶ προτροπὴν τὴν ἐπὶ τὸ πιστεύειν θεῷ ἀληθινῷ πράττει;
 [01531]  Εἰ δ' ἅπαξ ζητεῖν δεῖ μὴ συναρπαζόμενον ὑπὸ τῶν δυνάμεων, τίς μὲν ἀπὸ κρείττονος τίς δὲ ἀπὸ χείρονος τὰ τοιαῦτα ἐπιτελεῖ, ἵνα ἢ μὴ πάντα κακολογῶμεν ἢ μὴ πάντα ὡς θεῖα θαυμά ζωμεν καὶ ἀποδεχώμεθα·
 [01550]  Καὶ ὁ μὲν τοὺς λόγους τοῦ Ἰησοῦ διαβάλλων φησὶ καὶ Σατανᾶν τινα τοιαῦτα παραμηχανώμενον ὀνομάζειν, ὁ δὲ κοινοποιῶν τοῦτο πρὸς Μωϋσέα ἐρεῖ καὶ προφήτην ἐνυπνιαζόμενον τοιαῦτα παρα μηχανώμενον ὀνομάζειν.
 [01561]  προσθήσομεν τοῖς λεγομένοις καὶ ἡμεῖς τοιαῦτα·
 [01571]  τίνι οὖν προσήχθητε ἢ διότι ἀνέγραψε περὶ τῆς ἑαυτοῦ τελευτῆς τοιαῦτα·
 [01578]  Πόσοι δ' ἄλλοι τοιαῦτα τερατεύονται, πειθοῦς ἕνεκα τῶν εὐήθως ἀκουόντων ἐνεργολαβοῦντες τῇ πλάνῃ;
 [01587]  Πόσοι δ' ἄλλοι τοιαῦτα τερατεύονται, ὁποῖα Μωϋσῆς, πειθοῦς ἕνεκα τῶν εὐήθως ἀκουόντων ἐνεργολαβοῦντες τῇ πλάνῃ;
 [01595]  [2.56] Ἐπεὶ δὲ τὰς ἡρωϊκὰς ἱστορίας περὶ τῶν εἰς ᾅδου καταβεβηκέναι λεγομένων κἀκεῖθεν ἀνεληλυθέναι τερατείας εἶναί φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, ὡς τῶν ἡρώων ἀφανῶν ἐπί τινα γενομένων χρόνον καὶ ὑπεκκλεψάντων ἑαυ τοὺς τῆς ὄψεως πάντων ἀνθρώπων καὶ μετὰ ταῦτα ἑαυτοὺς ἐπιδειξάντων, ὡς ἀπὸ ᾅδου ἀνεληλυθότων τοιαῦτα γὰρ ἔοικε περὶ τοῦ ἐν Ὀδρύσαις Ὀρφέως καὶ τοῦ ἐν Θεσσαλίᾳ Πρωτεσιλάου καὶ τοῦ ἐπὶ Ταινάρῳ Ἡρακλέος ἔτι δὲ καὶ περὶ Θησέως ἐμφαίνειν αὐτοῦ ἡ λέξις , φέρε παραστήσωμεν ὅτι οὐ δύναται τὸ κατὰ τὸν Ἰησοῦν ἱστορούμενον ἐκ νεκρῶν ἐγηγέρθαι τούτοις παραβάλλεσθαι.
 [01613]  περὶ ὧν κατὰ τὸ δυνατὸν ἐν τοῖς ἀνωτέρω ἀπελογη σάμεθα, παραθέμενοι τὸν Φλέγοντα ἱστορήσαντα κατὰ τὸν χρόνον τοῦ πάθους τοῦ σωτῆρος τοιαῦτα ἀπηντηκέναι, καὶ ὅτι ζῶν μὲν οὐκ ἐπήρκεσεν ἑαυτῷ, νεκρὸς δ' ἀνέστη καὶ τὰ σημεῖα τῆς κολάσεως ἔδειξεν ὁ Ἰησοῦς καὶ τὰς χεῖρας ὡς ἦσαν πεπερονημέναι.
 [01664]  Καὶ ὁ Παῦλος δ' ἐν τοῖς τελευταίοις τῆς πρὸς Κορινθίους προτέρας, ὡς μὴ δημωδῶς αὐτοῦ ὀφθέντος ὁμοίως τῷ πρὸ τοῦ πάθους χρόνῳ, τοιαῦτα γράφει·
 [01743]  Τὰ μὲν οὖν τῆς διηγήσεως καὶ τῆς ἀπὸ τῶν γεγονέναι ἀναγεγραμμένων ἀναβάσεως ἐπὶ τὰ πράγματα, ὧν τὰ γενόμενα ἦν σημαντικά, καὶ μειζόνως ἄν τις καὶ θειοτέρως διηγήσαιτο, εὐκαιρότερον ἐκτιθέμενος τὰ τοιαῦτα ἐν προηγου μένῃ συντάξει·
 [01828]  [2.76] Οὐχ εὗρε δ' ὁ Κέλσος προσωποποιῶν τὸν Ἰουδαῖον τοιαῦτα αὐτῷ περιθεῖναι ἐν τῷ λόγῳ, ὁποῖα οὐκ ἂν αὐτῷ ἀπὸ τῶν νομίμων καὶ προφητικῶν προφέροιτο γραφῶν.
 [01829]  Μέμφεται γὰρ τὸν Ἰησοῦν τοιαῦτα λέγων περὶ αὐτοῦ·
 [01851]  Ἀλλὰ καὶ ὁ Ἰουδαῖοςἐὰν ἴδῃ τὸ βούλημα τῶν προφητικῶν λόγων, παραστῆσαι δυνήσεται τὸ μὴ κούφως ἀπειλεῖν καὶ λοιδορεῖν τὸν θεὸν λέγοντα τὸ Οὐαὶ καὶ Προλέγω ὑμῖν, καὶ πῶς θεὸς ὑπὲρ ἐπιστροφῆς ἀνθρώπων τὰ τοιαῦτα ἂν λέγοι, ἅπερ οἴεται οὐδὲ φρόνιμον ἄνθρωπον ποιῆσαι ὁ Κέλσος.
 [01856]  ἀνέχῃ ἀπολογίας, λεγούσης ὅτι ὑπὲρ ἐπιστροφῆς τῷ Ὀδυσσεῖ τοιαῦτα προσδιαλέγεται ὁ ὁμηρικὸς Ἑρμῆς ἐπεὶ τὸ κολακεύειν καὶ κεχαρισμένα λέγειν Σειρήνων ἐστίν, αἷς πάρεστιν ἀμφ' ὀστεόφιν θὶς λεγούσαις·
 [01860]  Πῶς δὲ καὶ οὐ γελοῖον τὸ πεῖσαι ἀδυνατεῖν λεγόμενον περὶ τοῦ Ἰησοῦ καὶ κοινοποιού μενον οὐ μόνον πρὸς τὸν Ἰουδαῖον, πολλὰ τοιαῦτα ἔχοντα ἐν ταῖς προφητείαις, ἀλλὰ καὶ πρὸς Ἕλληνας, ἐν οἷς ἕκαστος τῶν μεγάλην δόξαν ἐπὶ σοφίᾳ ἀπενεγκαμένων οὐ δεδύνηται πεῖσαι τοὺς ἐπιβουλεύοντας ἢ τοὺς δικαστὰς ἢ τοὺς κατηγο ροῦντας παύσασθαι μὲν τῆς κακίας ὁδεῦσαι δὲ διὰ φιλοσοφίας ἐπ' ἀρετήν;
 [01918]  Εἰ δὲ μὴ γέγονε τοῦτο ἀλλὰ καὶ μυρία ὅσα ὑπέμενον, ἵνα μὴ ἐξομόσωνται τὸν ἰουδαϊσμὸν καὶ τὸν κατ' αὐτὸν νόμον, καὶ ὁτὲ μὲν πεπόνθασιν ἐν τῇ Ἀσσυρίᾳ ὁτὲ δὲ ἐν τῇ Περσίδι ὁτὲ δὲ ὑπὸ Ἀντιόχου, πῶς οὐχὶ ἐξ εἰκότων κατασκευάζεται τοῖς ἀπιστοῦσι ταῖς παραδόξοις ἱστορίαις καὶ προφητείαις ὅτι οὐ πλάσματα ἦν τὰ τοιαῦτα, ἀλλά τι θεῖον πνεῦμα ὡς ἐν καθαραῖς ψυχαῖς τυγχάνον ταῖς τῶν προφητῶν, πάντα πόνον ὑπὲρ ἀρετῆς ἀνειληφότων, ἐκίνει αὐτοὺς πρὸς τὸ προφητεύειν τινὰ μὲν τοῖς καθ' ἑαυτοὺς ἄλλα δὲ τοῖς ὕστερον ἐξαιρέτως δὲ περί τινος ἐπιδημήσοντος σωτῆρος τῷ γένει τῶν ἀνθρώπων;
 [01939]  εἰ δ' ἐκ τῶν ὀνομάτων ἑβραϊκῶν ὄντων σαφὲς ὅτι οὐκ Αἰγύπτιοι ἦσαν πλήρης γὰρ ἡ γραφὴ τῶν ἑβραϊκῶν ὀνομάτων καὶ τῶν ἐν Αἰγύπτῳ τοιαῦτα θεμένων τοῖς υἱοῖς , δῆλον ὅτι ψεῦδος τὸ λεγόμενον ὑπὸ τῶν Αἰγυπτίων, ὅτι Αἰγύπτιοι ὄντες ἀπηλάθησαν μετὰ Μωϋσέως ἀπὸ τῆς Αἰγύπτου·
 [02017]  Εἴτε γὰρ τοῦ ἑλληνικοῦ, καὶ διδάξαντος περὶ τῶν ὑπὸ γῆν δικαστηρίων, εἴτε τοῦ ἰουδαϊ κοῦ, μετὰ τῶν ἄλλων καὶ περὶ τῆς ἑξῆς τῷ βίῳ τούτῳ ζωῆς προφητεύσαντος, οὐκ ἂν ἔχοι παραστῆσαι ὅτι ἡμεῖς ἐν παρακούσμασι γενόμενοι τῆς ἀληθείας, ὅσοι γε πειρώμεθα μετὰ λόγου πιστεύειν, πρὸς τὰ τοιαῦτα ζῶμεν δόγματα.
 [02025]  [3.19] Καί φησι γὲ ἡμᾶς τῶν μὲν Αἰγυπτίων καταγελᾶν, καίτοι πολλὰ καὶ οὐ φαῦλα παρεχόντων αἰνίγματα, ἐπὰν ἰδεῶν ἀϊδίων καὶ οὐχ, ὡς δοκοῦσιν οἱ πολλοί, ζῴων ἐφημε ρίων τιμὰς εἶναι τὰ τοιαῦτα διδάσκωσιν·
 [02076]  Οὐκ οἶδα δὲ εἰ καὶ ὁ τυχὼν τὸν εὐσεβῆ φήσει μὴ πάσῃ κεκοσμῆσθαι μετριότητι καὶ ἀρετῇ, καὶ κόσμιος τοιαῦτα λέγοι ἄν, ὁποῖα περιέχουσιν οἱ μὴ σεμνοὶ τοῦ Ἀρχιλόχου ἴαμβοι.
 [02109]  Ἢ Ἡρόδοτος μὲν καὶ Πίνδαρος ἀψευδεῖν παρὰ σοὶ νομίζονται, οἱ δ' ἀποθνῄσκειν μελετήσαντες ὑπὲρ τῶν Ἰησοῦ μαθημάτων καὶ τοιαῦτα περὶ ὧν ἐπείσθησαν τοῖς ἑξῆς καταλιπόντες γράμματα, περὶ πλασμάτων, ὡς οἴει, καὶ μύθων καὶ τερατειῶν τοσοῦτον ἀγωνίζονται, ὡς καὶ ζῆν περιστατικῶς δι' αὐτὰ καὶ ἀποθνῄσ κειν βιαίως;
 [02116]  Οὗ τὴν εἰς τὸν βίον ἐπιδημίαν πολλοῖς πρότερον ἔτεσιν οὕτω διὰ πλειόνων κεκηρύχθαι συμβέβηκεν, ὥστε τὸ Ἰουδαίων ὅλον ἔθνος ἠρτημένον τῆς περὶ τοῦ ἐλπιζομένου ἐπιδημήσειν προσδοκίας εἰς τὴν πρὸς ἀλλήλους ζήτησιν ἐληλυθέναι τοῦ Ἰησοῦ ἐπιδημήσαντος, καὶ πολὺ μὲν πλῆθος αὐτῶν ὡμολογηκέναι Χριστὸν καὶ πεπιστευκέναι αὐτὸν εἶναι τὸν προφητευόμενον τοὺς δὲ μὴ πιστεύοντας, καταφρο νήσαντας τῆς πρᾳότητος τῶν διὰ τὰ Ἰησοῦ μαθήματα οὐδὲ μέχρι τοῦ τυχόντος στασιάζειν βουληθέντων, τολμῆσαι κατὰ τοῦ Ἰησοῦ τοιαῦτα, ἅτινα φιλαλήθως καὶ εὐγνωμόνως ἀνέγραψαν οἱ μαθηταὶ αὐτοῦ, οὐχ ὑπεκκλέψαντες τῆς περὶ αὐτοῦ παραδόξου ἱστορίας τὸ δοκοῦν τοῖς πολλοῖς αἰσχύνην τῷ λόγῳ Χριστιανῶν φέρειν.
 [02124]  τοιαῦτα γὰρ τὰ πανταχοῦ πολι τευόμενα ἐν ταῖς ἐκκλησίαις τῶν πόλεων πλήθη.
 [02144]  Καὶ οὐδὲ τοῦτον ἐνόμισαν θεὸν οἱ ἄνθρωποι, καὶ πρὸς τοῦτο φήσομεν ὅτι τάχα πονηροί τινες δαίμονες τοιαῦτα ᾠκονόμησαν ἀναγραφῆναι οὐ γὰρ πιστεύω ὅτι καὶ γενέσθαι ᾠκονόμησαν , ἵνα τὰ προφητευ θέντα περὶ τοῦ Ἰησοῦ καὶ τὰ λεχθέντα ὑπ' αὐτοῦ ἤτοι ὡς πλάσματα ὅμοια ἐκείνοις διαβάλληται, ἢ ὡς οὐδὲν πλεῖον ἑτέρων ἔχοντα μὴ πάνυ θαυμάζηται.
 [02173]  [3.35] Ἐβουλόμην δὲ πρὸς τὸν οὐκ οἶδ' ὅπως τοιαῦτα λέγοντα τοιαῦτά τινα πρεπόντως αὐτῷ ἀδολεσχῆσαι·
 [02184]  ὅπερ καὶ ἐπ' ἄλλων νεὼν ἱστορεῖται ὑπὸ Αἰγυπτίων καὶ τῶν τὰ τοιαῦτα δεινῶν γεγονέναι, ἔν τισι τόποις ἱδρυόντων δαίμονας μαντικοὺς ἢ ἰατρικοὺς πολλάκις δὲ καὶ βασανίζοντας τοὺς δοκοῦντάς τι παραβεβηκέναι περὶ τῶν τυχόντων βρωμάτων ἢ περὶ τοῦ θιγεῖν νεκροῦ σώματος ἀνθρωπίνου, ἵνα δὴ ἔχοιεν δεδίττεσθαι τὸν πολὺν καὶ ἀπαίδευτον.
 [02212]  Καὶ γὰρ παρίσταται ἡμῖν ὅτι οὐκ ἂν ψυχαί, μὴ μαθοῦσαι τὰ τοιαῦτα, ὁποῖα διδάσκει ἡ παρ' Ἕλλησι πανοῦργος σοφιστεία, πολλὴν ἔχουσα τὴν πιθανότητα καὶ τὴν ὀξύτητα, καὶ ἡ ἐν τοῖς δικαστηρίοις καλινδουμένη ῥητορική, οὕτως πλάσαι οἷοί τ' ἦσαν πράγματα, δυνάμενα ἀφ' αὑτῶν ἔχειν τὸ πρὸς πίστιν καὶ τὸν ἀνάλογον τῇ πίστει βίον ἀγωγόν.
 [02223]  Εἰ γὰρ ὑγιῆ τὰ τοιαῦτα, τί θαυμαστὸν τὴν ποιότητα τοῦ θνητοῦ κατὰ τὸ τοῦ Ἰησοῦ σῶμα προνοίᾳ θεοῦ βουληθέντος μεταβαλεῖν εἰς αἰθέριον καὶ θείαν ποιότητα;
 [02259]  [3.44] Εἶθ' ἑξῆς τούτοις ὁ Κέλσος τὰ ὑπὸ ὀλίγων πάνυ παρὰ τὴν διδασκαλίαν Ἰησοῦ λεγόμενα νομιζομένων Χριστιανῶν, οὐ φρονιμωτέρων, ὡς οἴεται, ἀλλ' ἀμαθεστάτων, φέρων φησὶ τοιαῦτα ὑπ' αὐτῶν προστάσσεσθαι·
 [02315]  Ἀλλ' ἀκουέτω ὁ τὰ τοιαῦτα νομίζων ὅτι, ὥσπερ διαβάλλων ἀνθρώπους φαύλους ὁ λόγος φησὶν αὐτοὺς εἶναι οὐ περὶ τῶν νοητῶν καὶ ἀοράτων καὶ αἰωνίων σοφούς, ἀλλὰ περὶ μόνων τῶν αἰσθητῶν πραγματευσαμένους καὶ ἐν τούτοις τὰ πάντα τιθεμένους εἶναι σοφοὺς τοῦ κόσμου·
 [02380]  Ἀλλὰ σαφὲς τῷ ἐξετάζοντι ὅλον τὸ βούλημα τῶν ἡμετέρων γραμμάτων ὅτι ἀπεχθόμενος ὁμοίως τοῖς ἰδιωτικοῖς δήμοις ὁ Κέλσος πρὸς τὸ Χριστιανῶν γένος τὰ τοιαῦτα ἀνεξετάστως καὶ ψευδόμενος λέγει.
 [02399]  καὶ ἅμα λέγοντες ἐὰν ἴδωσί τινα παριόντα τῶν παιδείας διδασκάλων καὶ φρονιμωτέρων ἢ καὶ αὐτὸν τὸν πατέρα, οἱ μὲν εὐλαβέστεροι αὐτῶν διέτρεσαν, οἱ δ' ἰταμώ τεροι τοὺς παῖδας ἀφηνιάζειν ἐπαίρουσι, τοιαῦτα ψιθυρί ζοντες, ὡς παρόντος μὲν τοῦ πατρὸς καὶ τῶν διδασκάλων οὐδὲν αὐτοὶ ἐθελήσουσιν οὐδὲ δυνήσονται τοῖς παισὶν ἑρμηνεύειν ἀγαθόν, ἐκτρέπεσθαι γὰρ τὴν ἐκείνων ἀβελτηρίαν καὶ σκαιότητα, πάντῃ διεφθαρμένων καὶ πόρρω κακίας ἡκόντων καὶ σφᾶς κολαζόντων·
 [02405]  τοὐναντίον γὰρ τὰ μὲν γύναια ἀκολασίας καὶ διαστροφῆς τῆς ἀπὸ τῶν συνόντων ἀφίσταμεν καὶ πάσης θεατρομανίας καὶ ὀρχηστομανίας καὶ δεισιδαιμονίας, τοὺς δὲ παῖδας ἄρτι ἡβῶντας καὶ σφριγῶντας ταῖς περὶ τὰ ἀφροδίσια ὀρέξεσι σωφρονίζομεν, παρατιθέντες οὐ μόνον τὸ ἐν τοῖς ἁμαρτανομένοις αἰσχρὸν ἀλλὰ καὶ ἐν οἷς ἔσται διὰ τὰ τοιαῦτα ἡ τῶν φαύλων ψυχή, καὶ οἵας τίσει δίκας καὶ ὡς κολασθήσεται.
 [02497]  [3.65] Οἴεται δ' ὅτι τοιαῦτα εἰς προτροπὴν τῶν ἁμαρτα νόντων φαμὲν ὡς μηδένα ἄνδρα τῷ ὄντι χρηστὸν καὶ δίκαιον προσάγεσθαι δυνάμενοι, καὶ ὅτι διὰ τοῦτο τοῖς ἀνοσιωτάτοις καὶ ἐξωλεστάτοις τὰς πύλας ἀνοίγομεν.
 [02501]  Τοῦτο δὲ καὶ ὁ Κέλσος ἐννοήσας οὐκ οἶδ' ὅπως λέγει ἐν τοῖς ἑξῆς τοιαῦτα·
 [02523]  [3.68] Ἀλλὰ τὴν μὲν τάξιν καὶ σύνθεσιν καὶ φράσιν τῶν ἀπὸ φιλοσοφίας λόγων τοιαῦτα εἰς τοὺς προειρημένους πεποιηκέναι, καὶ ἄλλους κακῶς βεβιωκότας, οὐ πάνυ τι θαυμαστόν.
 [02538]  Ἀλλ' ὅρα μή ποτε ὁ τὰ τοιαῦτα λέγων τῇ δημιουργῷ τοῦ λογικοῦ ζῴου φύσει ἐγκαλεῖ μᾶλλον ἢ τῷ γεγενημένῳ, εἰ πρὸς μὲν τὰ οὕτω χαλεπὰ οὐδαμῶς ὄντα χρήσιμα πεποίηκε δυνατὴν τὴν τοῦ ἀνθρώπου φύσιν, ἀδύνατον δὲ πρὸς τὴν ἰδίαν μακαριότητα.
 [02621]  Ταῦτα μὲν αἰτιῶμαι καὶ τὰ τοιαῦτα, ἵνα μὴ πάντ' ἀπαριθμῶ, καί φημι πλημμελεῖν αὐτοὺς ἐπηρεά ζοντας εἰς τὸν θεόν, ἵνα πονηροὺς ἀνθρώπους ὑπάγωνται κούφαις ἐλπίσι καὶ παραπείσωσι καταφρονῆσαι τῶν κρειττό νων, ὡς, ἐὰν ἀπέχωνται αὐτῶν, ἄμεινον αὐτοῖς ἔσται.
 [02775]  εἰ δ' ἄντικρυς τροπολογεῖται τὰ τοῦ φαύλου ἔργα, λεγόμενα εἶναι ξύλα ἢ χόρτος ἢ καλάμη, πῶς οὐκ αὐτόθεν προσπίπτει, ποδαπὸν πῦρ παραλαμβάνεται, ἵνα τὰ τοιαῦτα ξύλα ἀναλωθῇ;
 [02814]  Ἢ Ἕλλησι μὲν ἔξεστι τὰ τοιαῦτα εἰς τὸν περὶ ψυχῆς ἀνάγειν λόγον καὶ τροπολογεῖν, ἡμῖν δ' ἀποκέκλεισται θύρα ἀκολούθου διηγήσεως, καὶ πανταχοῦ συνᾳδούσης καὶ συμφωνούσης ἐν ταῖς ἀπὸ τοῦ θείου πνεύματος γραφαῖς, γενομένου ἐν καθαραῖς ψυχαῖς;
 [02865]  Ἐπεὶ δ' οἴεται Μωϋσέα, τὸν ἀναγράψαντα τὰ περὶ τοῦ πύργου καὶ τῆς τῶν διαλέκτων συγχύσεως, παραφθείροντα τὰ περὶ τῶν Ἀλωέως υἱῶν ἱστορούμενα τοιαῦτα περὶ τοῦ πύργου ἀναγεγραφέναι, λεκτέον ὅτι τὰ μὲν περὶ τῶν Ἀλωέως υἱῶν οὐκ οἶμαι πρὸ Ὁμήρου τινὰ εἰρηκέναι, τὰ δὲ περὶ τοῦ πύργου, πολλῷ πρεσβύτερα Ὁμήρου ἀλλὰ καὶ τῆς τῶν ἑλληνικῶν γραμ μάτων εὑρέσεως ὄντα, τὸν Μωϋσέα ἀναγεγραφέναι πείθομαι.
 [02878]  Ἓν οὖν τῶν παριστάντων θεῖόν τι καὶ ἱερὸν χρῆμα γεγονέναι τὸν Ἰησοῦν ἐστι καὶ τὸ Ἰουδαίοις ἐπ' αὐτῷ τοσαῦτα καὶ τοιαῦτα πολλῷ ἤδη συμβεβηκέναι χρόνῳ.
 [02890]  Καὶ ὁπότερόν γε ἂν εἴπητε πρὸς τὴν πεῦσιν ἡμῶν, ἀποκρινούμεθα ἀποδεικνύναι πειρώμενοι οὐ δεόντως λελέχθαι περὶ τῶν πάντων ἀνθρώπων ἢ περὶ ἡμῶν τὰ τοιαῦτα.
 [02915]  [4.27] Καὶ οὔπω λέγω τὰ λοιπὰ ἐν ἀνθρώποις κακά, ὧν οὐ ταχέως οὐδ' οἱ φιλοσοφεῖν δοκοῦντες καθαρεύουσι πολλοὶ γὰρ καὶ οἱ ἐν φιλοσοφίᾳ νόθοι οὐδέ φημι πὼ ὅτι πολλὰ μέν ἐστι τὰ τοιαῦτα παρὰ τοῖς μήτε Ἰουδαίοις μήτε Χριστιανοῖς·
 [02957]  Φησὶ δ' ἡμᾶς λέγειν ὅτι πάντα ἡμῖν δουλεύειν τέτακται, τάχα μὲν οὐκ ἀκούσας τῶν ἐν ἡμῖν συνετῶν τοιαῦτα λεγόντων τάχα δὲ καὶ μὴ ἐπιστάμενος, πῶς λέλεκται πάντων εἶναι δοῦλον τὸν ἐν ἡμῖν μείζονα.
 [03030]  Εὐλόγως <οὖν> ἐκβάλλει τῆς ἑαυτοῦ πολιτείας Πλάτων ὡς ἐπιτρίβοντας τοὺς νέους τὸν Ὅμηρον καὶ τοὺς τοιαῦτα γράφοντας ποιήματα.
 [03031]  Ἀλλὰ Πλάτων μὲν δῆλός ἐστι μὴ φρονήσας ἐνθέους γεγονέναι ἄνδρας τοὺς τοιαῦτα ποιήματα καταλελοιπότας·
 [03046]  Καὶ οὐκ ἠθέλησέ γε προσποιήσασθαι ἀλληγορεῖσθαι τὰ τοιαῦτα, καίτοι γε ἐν τοῖς ἑξῆς λέγων ὅτι οἱ ἐπιεικέστεροι Ἰουδαίων τε καὶ Χριστιανῶν ἐπὶ τούτοις αἰσχυνόμενοι πειρῶνταί πως ἀλληγορεῖν αὐτά.
 [03051]  Εἰ γὰρ ψιλῆς ἕνεκεν λέξεως χρὴ κατηγορεῖν τῶν ἐν ὑπονοίαις λελεγμένων, ὅρα εἰ μὴ τὰ Ἡσιόδου μᾶλλον γέλωτα μέλλει ὀφλεῖν, ἀνδρός, ὡς φής, ἐνθέου τοιαῦτα γράψαντος·
 [03195]  ἐπεὶ δ' αὐτοὶ οἱ πατέρες τῶν δογμάτων καὶ συγγραφεῖς τὰ τοιαῦτα τροπολογοῦσι, τί ἐστιν ἄλλο ὑπονοῆσαι ἢ ὅτι οὕτως ἐγράφη, ὥστε τροπολογεῖσθαι αὐτὰ κατὰ τὸν προηγούμενον νοῦν;
 [03208]  Εἶθ' ἑρμηνεύων τὴν περὶ τοῦ μάννα ἱστορίαν καὶ τὴν περὶ τοῦ ὕδατος ἐκ πέτρας ἐξεληλυθέναι ἀναγεγραμμένου παραδόξως τοιαῦτα λέγει·
 [03392]  Εἰ δὲ μετὰ τὸν ἀφανισμὸν τῆς κακίας λόγον ἔχει τὸ πάλιν αὐτὴν ὑφίστασθαι ἢ μή, ἐν προηγουμένῳ λόγῳ τὰ τοιαῦτα ἐξετασθήσεται.
 [03411]  Οἱονεὶ ἀνθρώπου τρόπους πρὸς τὸ ἀνθρώποις λυσιτελὲς φορῶν ὁ λόγος τοιαῦτα λέγει·
 [03439]  Ἢ γὰρ οὐ καταγέλαστον, εἰ ἄνθρωπος μὲν ὀργισθεὶς Ἰουδαίοις πάντας αὐτοὺς ἡβηδὸν ἀπώλεσεν καὶ ἐπυρπόλησεν, οὕτως οὐδὲν ἦσαν, θεὸς δ' ὁ μέγιστος, ὥς φασιν, ὀργιζόμενος καὶ θυμούμενος καὶ ἀπειλῶν πέμπει τὸν υἱὸν αὐτοῦ, καὶ τοιαῦτα πάσχει;
 [03552]  Φησὶ γὰρ περὶ τῶν μυρμήκων ὡς διαλεγομένων ἀλλήλοις τοιαῦτα.
 [03632]  [4.91] Ἀλλὰ καὶ εἴπερ οἰωνοὶ οἰωνοῖς μάχονται <καί>, ὥς φησιν ὁ Κέλσος, θείαν φύσιν ἔχοντες οἱ μαντικοὶ ὄρνεις καὶ τὰ ἄλλα ἄλογα ζῷα καὶ ἐννοίας τοῦ θείου καὶ πρόγνωσιν περὶ μελλόντων τὰ τοιαῦτα ἑτέροις προεδήλουν·
 [03634]  Φησὶ γὰρ ὁ ἐν ποιήσει θαυμαστὸς Ὅμηρος περὶ μὲν τοῦ προτέρου τοιαῦτα·
 [03654]  Καὶ ἄλλα δ' ἂν μυρία τοιαῦτα εὕροι τις παραδείγματα, παριστάντα ὅτι οὐ τὰ ζῷα μέν ἐστιν ἐν ἑαυτοῖς ἔχοντα μαντικὴν ψυχήν·
 [03660]  [4.93] Ὅθεν εἴπερ ἄλλο τι Μωϋσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος ἀποφανοῦμαι ἄξιον εἶναι, ὅτι φύσεις κατανοήσας ζῴων διαφόρους καὶ εἴτ' ἀπὸ τοῦ θείου μαθὼν τὰ περὶ αὐτῶν καὶ τῶν ἑκάστῳ ζῴῳ συγγενῶν δαιμόνων εἴτε καὶ αὐτὸς ἀναβαίνων τῇ σοφίᾳ εὑρών, ἐν τῇ περὶ ζῴων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρ' Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικά, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα.
 [03681]  ∆ιόπερ εἴ τι ἄλλο θαυμασίως εἴρηται ἐν τῷ Μωϋσέως νόμῳ, καὶ τὰ τοιαῦτα ἐν τοῖς τοιούτοις κατατακτέον·
 [03718]  Κατὰ μὲν οὖν τὸ ἀληθὲς οὐδεὶς συνετὸς τοιαῦτα ἱστόρησε, καὶ οὐδεὶς σοφὸς ἱερωτέρας εἶπεν εἶναι τὰς τῶν ἀλόγων ζῴων ὁμιλίας τῆς τῶν ἀνθρώπων.
 [03767]  Εἰ γὰρ καθόλου λελεγμένον τὸ θεὸς καὶ θεοῦ παῖς οὐδεὶς κατῆλθεν οὐδὲ κατέλθοι <ἂν> ἀληθῶς τῷ Κέλσῳ εἴρηται, δηλονότι ἀνῄρηται τὸ εἶναι θεοὺς ἐπὶ γῆς, κατελθόντας ἐξ οὐρανοῦ, ἵνα ἤτοι μαντεύσωνται τοῖς ἀνθρώποις ἢ διὰ χρησμῶν θεραπεύσωσι, καὶ οὔτε ὁ Πύθιος οὔτ' Ἀσκληπιὸς οὔτ' ἄλλος τις τῶν νενομισμένων τὰ τοιαῦτα ποιεῖν θεὸς ἂν εἴη καταβὰς ἐξ οὐρανοῦ, ἢ θεὸς μὲν εἴη ἂν ἀεὶ δὲ λαχὼν οἰκεῖν τὴν γῆν καὶ ὡσπερεὶ φυγὰς τοῦ τόπου τῶν θεῶν, ἤ τις τῶν μὴ ἐξουσίαν ἐχόντων κοινωνεῖν τοῖς ἐκεῖ θείοις εἴη ἄν, ἢ οὐ θεοὶ εἶεν ὁ Ἀπόλλων καὶ ὁ Ἀσκληπιὸς καὶ ὅσοι ἐπὶ γῆς τι ποιεῖν πεπιστευμένοι εἰσὶν ἀλλά τινες δαίμονες, τῶν ἐν ἀνθρώποις σοφῶν καὶ ἐπὶ τὴν ἁψῖδα τοῦ οὐρανοῦ διὰ τὴν ἀρετὴν ἀναβαινόντων πολλῷ χείρους.
 [03819]  Εὑρήσεις γοῦν μάλιστα ἐν τῷ Ἱερεμίᾳ τὸν τοῦ θεοῦ λόγον, διὰ τοῦ προφήτου μεμφόμενον τῷ Ἰουδαίων λαῷ ὡς προσκυνοῦντι τὰ τοιαῦτα καὶ θύοντι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ.
 [03829]  Ἐχρῆν οὖν ἢ μηδ' ὅλως ταῦτ' εἰς Ἰουδαίους ἀναφέρειν τὸν τηροῦντα Ἰουδαίους ὡς φυλάσσοντας τὸν νόμον καὶ λέγοντα αὐτοὺς εἶναι τοὺς κατὰ τὸν νόμον βιοῦντας, ἢ ἀναφέροντα παραστῆσαι ὅτι τὰ τοιαῦτα οἱ παρανομοῦντες Ἰουδαῖοι ἐποίουν.
 [03843]  Καὶ ἐν τῷ ∆ανιὴλ δὲ προφητεύεται τοιαῦτα περὶ τῶν κατὰ τὴν ἀνάστασιν·
 [03885]  Προφητευέτωσαν οὖν καὶ ἀστραπὰς καὶ καρποὺς καὶ γονὰς ἁπάσας, καὶ πάντα ταμιευέσθωσαν τὰ τοιαῦτα·
 [03926]  Οὐ θαυμασ τὸν δ' εἰ τοιαῦτα νενόηκε τὰ ἐν ἡμῖν ὑπὸ τοῦ λόγου μωρὰ τοῦ κόσμου ὀνομαζόμενα καὶ ἀγενῆ καὶ ἐξουδενωμένα καὶ μὴ ὄντα, ἅτινα διὰ τῆς μωρίας τοῦ κηρύγματος εὐδόκησεν ὁ θεὸς σῶσαι τοὺς πιστεύοντας αὐτῷ, ἐπεὶ μὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, οὐ δυνάμενα διαρθρῶσαι τὰ κατὰ τοὺς τόπους οὐδὲ βουληθέντα σχολάσαι τῇ ἐρεύνῃ τῆς γραφῆς, καίτοι γε τοῦ Ἰησοῦ λέγοντος·
 [03927]  Ἐρευνᾶτε τὰς γραφάς, καὶ τοιαῦτα ὑπείληφε περὶ τοῦ ἐπαγομένου πυρὸς ὑπὸ τοῦ θεοῦ καὶ περὶ τῶν συμβησομένων τοῖς ἁμαρτήσασι.
 [03939]  Εἰς δὲ βεβαίωσιν τοῦ τοιαῦτά τινα νενοηκότα τὸν ἀπόστολον γεγραφέναι, ἃ παρεθέμην ἐκ τῆς πρὸς Κορινθίους προτέρας, παραθήσομαι καὶ τὰ ἐκ τῆς πρὸς Θεσσαλονικεῖς προτέρας, ἐν ᾗ φησιν ὁ Παῦλος ὡς ζῶν καὶ ἐγρηγορὼς καὶ ἕτερος ὢν τῶν κοιμη θέντων τοιαῦτα·
 [03988]  Καὶ Αἰγυπτίων δὲ οἱ λόγιοι τοιαῦτα παραδιδόντες σεμνοί εἰσι καὶ οὐ γελῶνται ὑπὸ Κέλσου καὶ τῶν παραπλησίων, ἡμεῖς δὲ κατὰ τὴν ἀναλογίαν τῆς σχέσεως τῶν ἐφ' ἡμῖν ἑκάστου οἰκονομεῖσθαι ὑπὸ τοῦ θεοῦ λέγοντες τὸ πᾶν καὶ ἀεὶ ἄγεσθαι κατὰ τὸ ἐνδεχόμενον ἐπὶ τὸ βέλτιον καὶ τὴν τοῦ ἐφ' ἡμῖν φύσιν γινώσκοντες ἐνδεχομένου ἃ ἐνδέχεται οὐ γὰρ δύναται χωρῆσαι τὸ πάντῃ ἄτρεπτον τοῦ θεοῦ οὐ δοκοῦμεν ἄξια λέγειν βασάνου καὶ ἐξετάσεως;
 [04012]  Κατὰ γὰρ τοὺς ἀστειοτέρους τῶν νόμων μετὰ τῆς ἐνδεχομένης ὡς πρὸς τὰ τοιαῦτα τιμῆς ταφῆς ἀξιοῦνται·
 [04059]  Αἰγυπτίων δὲ οἱ λόγιοι μυρία ὅσα τοιαῦτα φήσουσιν, οὐκ οἶδα δ' εἰ καὶ Ἰουδαίους συμπαρα λαμβάνοντες καὶ τὴν χώραν αὐτῶν τῇ πρός τινα διανεμήσει.
 [04061]  Φαμὲν δ' ὅτι ὁ καθ' ἡμᾶς προφήτης τοῦ θεοῦ καὶ γνήσιος θεράπων αὐτοῦ Μωϋσῆς ἐν τῇ τοῦ ∆ευτερονομίου ᾠδῇ ἐκτίθεται περὶ τοῦ μερισμοῦ τῶν ἐπὶ γῆς τοιαῦτα λέγων·
 [04074]  Καὶ ἐν τῇ ἐπιγεγραμμένῃ δὲ Σολομῶντος Σοφίᾳ περὶ τῆς σοφίας καὶ τῶν κατὰ τὴν σύγχυσιν τῶν διαλέκτων, ἐν ᾗ γεγένηται ὁ μερισμὸς τῶν ἐπὶ τῆς γῆς, τοιαῦτα περὶ τῆς σοφίας εἴρηται·
 [04143]  Οὔκων εἰκός ἐστιν ἄλλον γε ἢ μαινόμενον ἄνδρα <γέλωτα> τὰ τοιαῦτα τίθεσθαι.
 [04207]  [5.40] Ἐπεὶ δὲ τοιαῦτα εἰπὼν ὁ Κέλσος περὶ τῶν διαφόρων νόμων ἐπιφέρει ὅτι ὀρθῶς μοι δοκεῖ Πίνδαρος ποιῆσαι, νόμον πάντων βασιλέα φήσας εἶναι, φέρε καὶ περὶ τούτου διαλεχθῶμεν.
 [04254]  [5.45] Ἀλλ' ἐπεὶ Κέλσος οἴεται μηδὲν διαφέρειν ∆ία Ὕψιστον καλεῖν ἢ Ζῆνα ἢ Ἀδωναῖον ἢ Σαβαὼθ ἤ, ὡς Αἰγύπτιοι, Ἀμοῦν ἤ, ὡς Σκύθαι, Παπαῖον, φέρε καὶ περὶ τούτων ὀλίγα διαλεχθῶμεν, ὑπομιμνήσκοντες ἅμα τὸν ἐντυγχάνοντα καὶ τῶν ἀνωτέρω εἰς τὸ τοιοῦτον πρόβλημα εἰρημένων, ὅτ' ἐκάλεσεν ἡμᾶς ἡ Κέλσου λέξις ἐπὶ τὰ τοιαῦτα.
 [04273]  Καὶ διὰ τὰ τοιαῦτα πᾶσαν αἰκίαν ὑπομένειν μᾶλλον αἱρούμεθα ἢ τὸν ∆ία ὁμολογῆσαι θεόν.
 [04381]  Ἢ Ἕλληνες μὲν ἐὰν τοιαῦτα διηγῶνται καὶ μάλιστα οἱ ἐν αὐτοῖς φιλοσο φοῦντες, οὐ χλεύη οὐδὲ γέλως τὰ λεγόμενα οὐδὲ πλάσματα καὶ μῦθοί εἰσιν, ἐὰν δ' οἱ τῷ θεῷ τῶν ὅλων ἀνακείμενοι καὶ ὑπὲρ τοῦ μηδὲ μέχρι φωνῆς ψεῦδος εἰπεῖν περὶ τοῦ θεοῦ πᾶσαν αἰκίαν μέχρι θανάτου ἀναδεχόμενοι ὡς ἰδόντες ἀπαγγέλλωσιν ἀγγέλων ἐπιφανείας, οὐκ ἄξιοι τοῦ πιστεύεσθαι κρίνονται οὐδὲ οἱ λόγοι αὐτῶν ἐν ἀληθέσι κατατάττονται;
 [04444]  Εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον τοιαῦτα·
 [04499]  [6.4] Ἀλλ' οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράψαντες καταβαίνουσιν εἰς Πειραιέα, προσευξόμενοι ὡς θεῷ τῇ Ἀρτέμιδι καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην πανήγυριν·
 [04526]  καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὤνησε τοὺς ἐντυγχάνοντας ἀλλ' οὐδ' αὐτὸν τὸν τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ φιλοσοφήσαντα, ἡ δὲ τῶν θείων γραμμάτων εὐτελὴς λέξις ἐνθουσιᾶν πεποίηκε τοὺς γνησίως ἐντυγχάνοντας αὐτῇ·
 [04536]  Καί, εἰ μὴ φορτικὸν εἰπεῖν περὶ τῶν τηλικούτων ἀνδρῶν τὸ ἀληθές, φημὶ ὅτι μᾶλλον Πλάτωνος οὗτοι ἑώρων ἀφ' ὧν ἐλάμβανον χάριτι θεοῦ νοημάτων, τίνα μὲν τὰ γραπτέα καὶ πῶς γραπτέα τίνα δὲ οὐδαμῶς γραπτέα εἰς τοὺς πολλούς, καὶ τίνα μὲν ῥητὰ τίνα δὲ οὐ τοιαῦτα.
 [04541]  Ἵνα δὲ καὶ ἐπὶ τοὺς Ἰησοῦ ἀποστόλους τις, νεωτέρους γενομένους Πλάτωνος, ἀναγάγῃ τὸν Κέλσου λόγον, ὅρα εἰ μὴ αὐτόθεν ἀπίθανόν ἐστι τὸ λέγειν Παῦλον τὸν σκηνοποιὸν καὶ Πέτρον τὸν ἁλιέα καὶ Ἰωάννην τὸν καταλιπόντα τὰ δίκτυα τοῦ πατρός, παρακούσαντας τῶν Πλάτωνι ἐν ταῖς ἐπιστολαῖς εἰρημένων, τοιαῦτα περὶ τοῦ θεοῦ παραδεδωκέναι.
 [04635]  Ἡ θεία τοίνυν σοφία, ἑτέρα οὖσα τῆς πίστεως, πρῶτόν ἐστι τῶν καλουμένων χαρισμάτων τοῦ θεοῦ, καὶ μετ' ἐκείνην δεύτερον τοῖς ἀκριβοῦν τὰ τοιαῦτα ἐπισταμένοις ἡ καλουμένη γνῶσις, καὶ τρίτον, ἐπεὶ σῴζεσθαι χρὴ καὶ τοὺς ἁπλουστέρους προσιόντας κατὰ δύναμιν τῇ θεοσεβείᾳ, ἡ πίστις.
 [04654]  Εἰ δέ τινες διὰ τὴν ἰδιωτείαν μὴ τρανώσαντες τὸ περὶ τῆς ταπεινοφροσύνης δόγμα τοιαῦτα ποιοῦσιν, οὐ τὸν λόγον αἰτιατέον, ἀλλὰ τῇ ἰδιωτείᾳ τῶν προθεμένων μὲν τὰ κρείττονα διὰ δὲ τὸν ἰδιωτισμὸν ἀποτυγχανόντων συγγνωστέον.
 [04781]  ἥτις δυσφημία παραλόγως πάλαι μὲν πλείστων ὅσων ἐκράτει πείθουσα τοὺς ἀλλοτρίους τοῦ λόγου ὅτι τοιοῦτοί εἰσι Χριστιανοί, καὶ νῦν δὲ ἔτι ἀπατᾷ τινας ἀποτρεπομένους διὰ τὰ τοιαῦτα κἂν εἰς κοινωνίαν ἁπλουστέραν λόγων ἥκειν πρὸς Χριστιανούς.
 [04817]  Ἔδοξε δὲ καὶ ἡμῖν ἀκριβῶς ἐκθέσθαι τὰ τοιαῦτα, ἵνα μὴ δοκῶμεν ἀγνοεῖν ἃ Κέλσος ἐπηγγέλλετο εἰδέναι·
 [04835]  Ἑξῆς δὲ αὐτῷ τὸν Ἀσταφαιόν, ᾧ πιστεύουσι τοιαῦτα ἐρεῖν·
 [04838]  Μετὰ δ' αὐτὸν τὸν Αἰλωαιόν, ᾧ τοιαῦτα λέγειν οἴονται·
 [04844]  [6.32] Ἐπὶ ταῦτα δὲ ἡμᾶς ἡ Κέλσου νομιζομένη μὲν πολυμά θεια, μᾶλλον δ' οὖσα περιεργία καὶ φλυαρία, προεκαλέσατο βουλομένους παραστῆσαι τῷ ἐντυχόντι τῇ ἐκείνου γραφῇ καὶ τοῖς ἡμῖν πρὸς αὐτὴν γεγραμμένοις ὅτι οὐκ ἔστιν ἀπορία ἡμῖν τῶν Κέλσου μαθημάτων, ἐφ' οἷς καταψεύδεται Χριστιανῶν, οὔτε φρονούντων οὔτ' εἰδότων τὰ τοιαῦτα, εἰ καὶ ἡμεῖς ἐβουλήθημεν καὶ ταῦτα γνῶναι καὶ ἐκθέσθαι·
 [04860]  Ἢ τίς γραῦς, ἐπὶ τῷ βαυκαλῆσαι παιδίον <μεθύουσα> μῦθον ἐπᾴδουσα, τοιαῦτα ψιθυρίζειν οὐκ ἂν ᾐσχύνθη;
 [04905]  [6.39] Εἶτα πρὸς τοὺς χρωμένους, ὥς φησι, μαγείᾳ τινὶ καὶ γοητείᾳ καὶ καλοῦντας ὀνόματα βαρβαρικὰ δαιμόνων τινῶν τοιαῦτα, ὅτι ὅμοιον οὗτοι πράττουσι τοῖς ἐπὶ τοῖς αὐτοῖς ὑποκειμένοις τερατευομένοις πρὸς τοὺς μὴ εἰδότας ἄλλα μὲν αὐτῶν εἶναι τὰ ὀνόματα παρ' Ἕλλησιν ἄλλα δὲ παρὰ Σκύθαις.
 [04918]  Ὡς γὰρ ταῦτα λεγόμενα ἤδη καὶ ὑπὸ τῶν πολλῶν καὶ πάντῃ ἀλλοτρίων τῆς καθ' ἡμᾶς θεοσεβείας καταγινώσκεται ὡς κατεψευσμένα Χριστιανῶν, οὕτως εὑρε θείη ἂν καὶ τὰ τοιαῦτα τῷ Κέλσῳ κατεψευσμένως εἰρημένα, ἐν οἷς ἔφησεν ἑωρακέναι παρά τισι πρεσβυτέροις τῆς ἡμετέρας δόξης τυγχάνουσι βιβλία, βάρβαρα δαιμόνων ὀνόματα ἔχοντα καὶ τερατείας·
 [04920]  Καὶ εἴθε πάντα τὰ ὑπὸ Κέλσου κατὰ Χριστιανῶν λεγόμενα τοιαῦτα ἦν, ἵν' ὑπὸ τῶν πλείστων ἐλέγχηται, πείρᾳ καταλα βόντων τὰ τοιαῦτα εἶναι ψευδῆ ἐκ τοῦ καὶ συμβεβιωκέναι Χριστιανῶν τοῖς πλείστοις καὶ μηδὲν τοιοῦτο περὶ αὐτῶν μηδ' ἀκηκοέναι.
 [04939]  Εἶτ' ἐκθέμενος τὰ τοιαῦτα καὶ μὴ παραμυθησάμενος, τίνα τρόπον ἐκεῖνα μὲν λόγου ἔχεται κρείττονος ταῦτα δέ ἐστιν ἐκείνων παρακούσματα, διαλοιδορεῖται ἡμῖν λέγων μὴ εἶναι ἐκεῖνα ὅμοια τοῖς περὶ διαβόλου δαίμονος ἤ ὅπερ φασὶν ἀληθέστερον ἀνθρώπου γόητος ἀντιδοξοῦντος.
 [04952]  Ἀποδεξάμενος δὲ τὰ Ἑλλήνων πλάσματα ἐπιλέγει κατηγορῶν τῶν ἡμετέρων τοιαῦτα, ὅτι <τὸ> θεοῦ υἱὸν ὑπὸ διαβόλου κολάζεσθαι καὶ ἡμᾶς διδάσκει, ὡς ἂν ὑπὸ τοῦ αὐτοῦ κολαζόμενοι καρτεροῖμεν.
 [05012]  [6.47] Ἔλεγε δὴ μετὰ τὰ ἐκκείμενα τοιαῦτα·
 [05044]  ἀλλ' ἐκεῖνοι μὲν γελωτοποιεῖν θέλοντες τοιαῦτα συνέταττον, οὐ πιθανὸν δὲ τὸν ὅλῳ ἔθνει γραφὰς καταλιπόντα περὶ ὧν ἐβούλετο πεῖσαι τοὺς νομοθετουμένους ὅτι εἶεν ἐκ θεοῦ, ἀπρόσλογα γεγραφέναι καὶ χωρίς τινος νοῦ εἰρηκέναι τό·
 [05250]  [6.66] Ἴδωμεν δὲ καὶ τὴν ἑξῆς αὐτοῦ λέξιν, δι' ἧς οἱονεὶ προσωποποιεῖταί τινα, μετὰ τὸ ἀκοῦσαι τούτων τοιαῦτα λέγοντα·
 [05369]  καὶ ὅτε βούλεται συναγορεύειν τῷ φάσκοντι λόγῳ πεπροφητεῦσθαι αὐτόν, ἵνα κατηγορήσῃ Μαρκίωνος καὶ τῶν ἀπ' αὐτοῦ, σαφῶς φησιν ὅτι πόθεν ἀποδειχθήσεται θεοῦ παῖς ὁ τοιαῦτα κολασθείς, εἰ μὴ περὶ τούτου προείρηται;
 [05373]  ποία γραῦς καταβαυκαλῶσα παιδίον οὐκ αἰδεσθήσεται τοιαῦτα λέγειν, ὁποῖα οὗτος ἐν τῷ ἐπιγρα φομένῳ ἀληθεῖ λόγῳ;
 [05491]  Ὁ λόγος δὴ αἱρεῖ φαῦλ' ἄττα νομίζειν εἶναι τὰ τοιαῦτα, τῇ προγνωστικῇ δυνάμει μέσῃ τυγχανούσῃ εἰς ἀπάτην ἀνθρώπων χρώμενα καὶ πρὸς τὸ περισπάσαι αὐτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῆς καθαρᾶς εἰς αὐτὸν εὐσεβείας.
 [05576]  Ἐχρῆν δ' αὐτὸν ἀπὸ τῶν προφητῶν τὸ φαινόμενον ἐν αὐτοῖς πονηρὸν ἢ τὸ δοκοῦν αὐτῷ αἰσχρὸν ἢ τὸ νομιζόμενον αὐτῷ ἀκάθαρτον ἢ ὃ ὑπελάμβανεν εἶναι μιαρὸν παραθέσθαι, εἴπερ τοιαῦτα ἔβλεπεν ἐν τοῖς προφήταις εἰρημένα·
 [05578]  νυνὶ δὲ οὐ παρέθετο, ἀλλ' ἐπανατεινάμενος ἀπειλεῖ τοιαῦτα φαίνεσθαι ἐν ταῖς γραφαῖς, καταψευδόμενος αὐτῶν.
 [05606]  Εἰ ταῦτα προφητεύοιτο περὶ τοῦ ἐπὶ πᾶσι θεοῦ, ἆρ' ἐπεὶ προλέγεται, πιστεύεσθαι δεῖ τὰ τοιαῦτα περὶ θεοῦ;
 [05607]  Καὶ νομίζει κατασκευάζεσθαι ὅτι, κἂν ἀληθῶς ὦσι προειρηκότες οἱ προφῆται περὶ υἱοῦ θεοῦ τοιαῦτα, ἀδύνατον ἦν αὐτὸν παθεῖν <οὕτως> ἢ δρᾶσαι χρῆναι πιστεύειν τοῖς προειρημένοις·
 [05680]  Πολλὰ δ' ἂν εὕροις καὶ ἐν τῷ νόμῳ τοιαῦτα ὡς τὸ οὐ κατελίπομεν αὐτῶν ζωγρίαν.
 [05744]  Ἀλλ' ἐπεὶ περιηχηθεὶς οἶμαι ὁ Κέλσος ἀπὸ τῶν διαιρούντων τὴν κατὰ τὸ εὐαγγέλιον θεότητα ἐκ τῆς νομικῆς θεότητος τὰ τοιαῦτα τίθησι, λεκτέον πρὸς τὸν λόγον αὐτοῦ ὅτι οἶδε καὶ τὰ παλαιὰ γράμματα <τὸ> Τῷ τύπτοντί σε εἰς τὴν δεξιὰν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην.
 [05855]  ἅτινα ἱερὰ θεῶν Ἕλληνες νενομίκασιν, ἀλλ' ἡμεῖς ἴσμεν ἀπατεώνων δαιμόνων εἶναι τὰ τοιαῦτα οἰκητήρια.
 [05861]  [7.36] Μετὰ ταῦτα, πρὸς ἃ κατὰ τὸ δυνατὸν εἰρήκαμεν, τοιαῦτα πάλιν ὁ Κέλσος φησίν·
 [06112]  [7.59] Πρὸς τοῦτο δὴ καὶ πρὸς πάντα, ὅσα ἐκοινοποίησεν ὁ Κέλσος, μὴ δυνηθεὶς αὐτῶν ἀντιβλέψαι τῇ ἀληθότητι, φάσκων αὐτὰ καὶ παρ' Ἕλλησιν εἰρῆσθαι, τοιαῦτα λεκτέον·
 [06272]  Οὐ στάσεως οὖν φωνὴ ἐπὶ τοῖς νοήσασι τὰ τοιαῦτα καὶ μὴ θέλουσι δουλεύειν πλείοσι κυρίοις, διὰ τοῦτο ἀρκουμένοις κυρίῳ Ἰησοῦ Χριστῷ, παιδεύοντι ὑφ' ἑαυτῷ τοὺς δουλεύοντας αὐτῷ, ἵν' αὐτοὺς πεπαιδευμένους παραδῷ γενομένους βασιλείαν ἀξίαν θεοῦ τῷ θεῷ καὶ πατρί.
 [06501]  Καὶ οὐ τοῦτό φαμεν, ὡς καὶ μὴ τοιαῦτα ὑποβάλλοντος τοῦ θείου λόγου, καὶ τοῦ ἀσφαλεστέρου βίου καὶ καθαρωτέρου ἕνεκεν εἰπόντος·
 [06556]  Καὶ διὰ τοιαῦτα δὲ Κέλσος μὲν ὡς ἀγνοῶν θεὸν τὰ χαριστήρια δαίμοσιν ἀποδιδότω, ἡμεῖς δὲ τῷ τοῦ παντὸς δημιουργῷ εὐχαριστοῦντες καὶ τοὺς μετ' εὐχαριστίας καὶ εὐχῆς τῆς ἐπὶ τοῖς δοθεῖσι προσαγομένους ἄρτους ἐσθίομεν, σῶμα γενο μένους διὰ τὴν εὐχὴν ἅγιόν τι καὶ ἁγιάζον τοὺς μετὰ ὑγιοῦς προθέσεως αὐτῷ χρωμένους.
 [06596]  [8.39] Περιθεὶς δ' ἡμῖν τοιούτους λόγους καὶ συκοφαντῶν Χριστιανούς, οὐ λέγοντας τὰ τοιαῦτα, ἑαυτῷ ἀπολογίαν πορίζειν νομίζει, παίγνιον μᾶλλον ἢ ἀπολογίαν τυγχάνουσαν, ἐν ᾗ φησιν ὡς πρὸς ἡμᾶς·
 [06815]  [8.58] Μετὰ ταῦτά φησιν ὁ Κέλσος τοιαῦτα·
 [06827]  [8.60] Ὑπιδόμενος γοῦν ὁ Κέλσος τὸν εἰς μαγείαν ὄλισθον τῶν τὰ τοιαῦτα μεμαθηκότων καὶ συναισθηθείς πως βλάβης περὶ τοὺς ἀκούοντας ἐσομένης φησίν·
 [06939]  φησὶ γὰρ τοιαῦτα·
 [06988]  Καὶ οὐ φεύγοντές γε τὰς κοινοτέρας τοῦ βίου λειτουργίας Χριστιανοὶ τὰ τοιαῦτα περιΐστανται ἀλλὰ τηροῦντες ἑαυτοὺς θειοτέρᾳ καὶ ἀναγκαιοτέρᾳ λειτουργίᾳ ἐκκλησίας θεοῦ ἐπὶ σωτηρίᾳ ἀνθρώπων καὶ ἀναγκαίως ἅμα καὶ δικαίως ἡγούμενοι καὶ πάντων πεφροντικότες, τῶν μὲν ἔνδον, ἵν' ὁσημέραι βέλτιον βιῶσι, τῶν δὲ δοκούντων ἔξω, ἵνα γένωνται ἐν τοῖς σεμνοῖς τῆς θεοσεβείας λόγοις καὶ ἔργοις καὶ οὕτω θεὸν ἀληθῶς σέβοντες καὶ πολλοὺς ὅση δύναμις παιδεύοντες ἀνακραθῶσι τῷ τοῦ θεοῦ λόγῳ καὶ τῷ θείῳ νόμῳ καὶ οὕτως ἑνωθῶσι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἑνοῦντος αὐτῷ υἱοῦ θεοῦ λόγου καὶ σοφίας καὶ ἀληθείας καὶ δικαιοσύνης πάντα τὸν προτετραμμένον ἐπὶ τὸ κατὰ θεὸν ἐν πᾶσι ζῆν.
000-00-00 Serial Number=0955753982
De engastrimytho Ante [Go Back]  
 [00041]  Σαμουὴλ ἐν ᾅδου ὁ τοιαῦτα παρρησιασάμενος, εἰ ἐπιθύμημά τινος ἔλαβεν;
000-00-00 Serial Number=0783292890
De oratione Ante [Go Back]  
 [00176]  [6.1] Τῶν κινουμένων τὰ μέν τινα τὸ κινοῦν ἔξωθεν ἔχει ὥσπερ τὰ ἄψυχα καὶ ὑπὸ ἕξεως μόνης συνεχόμενα καὶ τὰ ὑπὸ φύσεως καὶ ψυχῆς κινούμενα, οὐχ ᾗ τοιαῦτα ἔσθ' ὅτε κινούμενα ἀλλ' ὁμοίως τοῖς ὑπὸ ἕξεως μόνης συνεχομένοις·
 [01058]  [29.10] ὅσοι γοῦν παρεκδεξάμενοι ἐν τῷ ἀνατεθεικέναι αὑτοὺς τῇ ἐξετάσει τῶν θείων γραφῶν τὰ ἐν νόμῳ καὶ προφήταις ἀπηγγελμένα ἀθέοις καὶ ἀσεβέσι δόγμασιν ἑαυτοὺς ἀνατεθείκασιν <ἢ> ἠλιθίοις καὶ γελοίοις, τί δεῖ καὶ λέγειν, τῶν δοκούντων τῷ τῆς ἀμελείας τῶν ἀνα γνωσμάτων ἐγκλήματι μὴ εἶναι ἐνόχων μυρίων ὅσων τὰ τοιαῦτα πταιόντων;
 [01078]  [29.13] ἐκείνους μὲν οὖν εὖ οἶδα ὅτι σφόδρα ταράξει ταῦτα, διὰ τοῦτο ἄλλον ἀναπλάσαντας παρὰ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς θεὸν, ἐπεὶ πολλὰ τοιαῦτα εὑρίσκοντες ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις προσέκοψαν ὡς οὐκ ἀγαθῷ τῷ τοιαύτας προφερομένῳ φωνάς·
000-00-00 Serial Number=0328447163
De principiis Ante [Go Back]  
 [00113]  Οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθή σασθαι, πολλάκις τῶν χρηστῶν δεσποτῶν φασκόντων τοῖς διὰ τὴν χρηστότητα καὶ μακροθυμίαν ἐπιτριβομένοις οἰκέταις τό·
 [00177]  Πρῶτον τοίνυν σημειωτέον ἐστὶ τὸν τόπον πρὸς τοὺς ἑτεροδό ξους, λεξιθηροῦντας μὲν τὰ ἀπὸ τῆς παλαιᾶς διαθήκης τοιαῦτα, ἔνθα ἐμφαίνεται, ὡς αὐτοὶ τολμῶντες λέγουσιν, ὠμότης τοῦ δημιουργοῦ ἢ ἀμυντικὴ καὶ ἀνταποδοτικὴ τῶν χειρόνων προαίρεσις, ἢ ὅ τι ποτὲ θέλουσι τὸ τοιοῦτον ὀνομάζειν, μόνον ἵνα λέγωσιν οὐκ ἀγαθότητα εἶναι ἐν τῷ κτίσαντι·
 [00194]  εἰ γοῦν τις περὶ τῶν ὀνειδιζομένων ζητοίη ὅτι ὁρῶντες τεράστια καὶ ἀκούοντες θείων λόγων οὐκ ὠφελοῦνται, Τυρίων ἂν μετανοησάντων, εἰ τοιαῦτα παρ' αὐτοῖς ἐγεγόνει καὶ εἴρητο, ζητοίη δὲ φάσκων, τί δήποτε τοῖς τοιούτοις ἐκήρυξεν ὁ σωτὴρ ἐπὶ κακῷ αὐτῶν, ἵνα βαρύτερον αὐτοῖς τὸ ἁμάρτημα λογισθῇ·
 [00196]  ἵνα μετὰ τὸ λαβεῖν οὐδὲν ἧττον ἐλεγχθέντες ὡς ἀσεβέστατοι τῷ μηδ' οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύσωνται τοῦ τοιούτου θράσους, καὶ κατ' αὐτὸ τοῦτο ἐλευθερω θέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν τινας ὁ θεὸς μέλλει καὶ βρα δύνει, μὴ χαριζόμενος ὁρᾶν καὶ ἀκούειν τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων.
 [00361]  τοιαῦτα δὲ ὑπολαμβάνουσι περὶ αὐτοῦ, ὁποῖα οὐδὲ περὶ τοῦ ὠμοτάτου καὶ ἀδικωτάτου ἀνθρώπου.
 [00446]  καὶ ἄλλοτε καὶ ἀδύνατα νομοθετεῖται διὰ τοὺς ἐντρε χεστέρους καὶ ζητητικωτέρους, ἵνα τῇ βασάνῳ τῆς ἐξετάσεως τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς πεῖσμα ἀξιόλογον λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν.
 [00455]  καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμβλέων μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν, ἀναγεγραμμένα μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν λέξιν;
 [00457]  τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω καὶ ὑποκείμενα, ἑωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες;
000-00-00 Serial Number=0047171354
Enarrationes in Job Ante [Go Back]  
 [00183]  Μεστὰ γὰρ ἀεὶ ὠφε λείας τὰ τοιαῦτα ῥήματα τῶν ἁγίων·
 [00232]  Εἰ καὶ καθ' ὑπόθεσιν τοιαῦτα ἐπεποιήκειν, οἷα οὐκ ἔδει·
 [00390]  τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν.
 [00394]  Ἐὰν ἴδῃς ἄνθρωπον τοιαῦτα κατὰ Θεοῦ λαλοῦντα, ὑγιαίνοντα τῷ σώματι, βλέποντα, τὰ αἰσθητήρια σώζοντα, καὶ δοκοῦντα ἐνίοτε καὶ ἐν τοῖς κοσμικοῖς εὐτυχεῖν·
 [00469]  ἐπεὶ πάσχει τοιαῦτα, ὁποῖα οὐδεὶς αὐτῶν τηλικούτοις πέπτωκεν, οἵοις σύ.
 [00490]  Πολλὰ δὲ τοιαῦτα, ἐν ἡμῖν γίνεται, ὅτ' ἂν δανείζω μεν, ὅτ' ἂν πρὸς ὀφειλέτας ἐρχώμεθα.
000-00-00 Serial Number=0515937746
Epistula ad Africanum Ante [Go Back]  
 [00012]  Ἅπερ κατὰ μὲν τὴν Ἑλλήνων φωνὴν τοιαῦτα εἶναι δοκεῖ, κατὰ δὲ τὴν Ἑβραίων οὐδαμῶς.
 [00064]  Πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῷ Ἱερεμίᾳ κατενοήσαμεν, ἐν ᾧ καὶ πολλὴν μετάθεσιν καὶ ἐναλλαγὴν τῆς λέξεως τῶν προφητευομένων εὕρομεν.
 [00071]  Ὥρα τοίνυν, εἰ μὴ λανθάνει ἡμᾶς τὰ τοιαῦτα, ἀθετεῖν τὰ ἐν ταῖς Ἐκκλησίαις φερόμενα ἀντίγραφα, καὶ νομοθετῆσαι τῇ ἀδελφότητι, ἀποθέσθαι μὲν τὰς παρ' αὐτοῖς ἐπιφερομένας ἱερὰς βίβλους, κολακεύειν δὲ Ἰουδαίους, καὶ πείθειν, ἵνα μεταδῶσιν ἡμῖν τῶν καθαρῶν, καὶ μηδὲν πλάσμα ἐχόντων.
 [00083]  περὶ οὗ σὺ μὲν ἀπεφήνω, ὡς καταλαβὼν τίνα τρόπον ἐν μὲν ἑλ-ληνικαῖς φωναῖς τοιαῦτα ὁμοφωνεῖν συμβαίνει, ἐν δὲ τῇ Ἑβραΐδι τῷ παντὶ διέστηκεν·
 [00113]  Ἀλλ' εἰκὸς πρὸς ταῦτά σε ζητήσειν τί δήποτε οὐ φέρεται παρ' αὐτοῖς ἐν τῷ ∆ανιὴλ ἡ ἱστορία, εἰ, ὡς φῂς, τοιαῦτα περὶ αὐτῆς οἱ σοφοὶ αὐτῶν παραδιδόασι.
 [00144]  ἄρχοντας, καὶ πρεσβυτέρους τοῦ λαοῦ ὑπεξελεῖν τὰ τοιαῦτα, ὅσα περιεῖχεν αὐτῶν κατηγορίαν παρὰ τῷ λαῷ.
 [00159]  ὃς περὶ μὲν θείων ἐνυπνίων τοιαῦτα διηγεῖται·
000-00-00 Serial Number=0172321677
Excerpta in Psalmos Ante [Go Back]  
 [00297]  Ἤγουν, Μὴ ποιήσῃς τοιαῦτα, ὡς τὸν πονηρὸν ζῆλον λαβεῖν κατὰ σοῦ, ἐπεὶ ἐπιβου λεύει σοι.
000-00-00 Serial Number=0202620566
Exhortatio ad martyrium Ante [Go Back]  
 [00197]  λεχθήσεσθαι γὰρ οἶμαι πρὸς τὸν ἀρνησάμενον τοιαῦτα·
 [00251]  εὔχομαι δὲ ὑμᾶς παρὰ ταῖς θύραις τοῦ θανάτου μᾶλλον δὲ τῆς ἐλευθερίας γενομένους, μάλιστα εἰ πόνοι προσάγοιντο (οὐδὲν γάρ ἐστιν ἀπελπίσαι ἀπὸ τῆς βουλῆς τῶν ἀντικειμένων ἐνεργειῶν παθεῖν ὑμᾶς), τοιαῦτα εἰπεῖν·
 [00275]  διὰ τοὺς τοῦ θεοῦ νόμους ταῦτα καταλιπὼν ἐλπίζω αὐτὰ ἀπὸ θεοῦ κομίσασθαι τοιαῦτα, οἷα ἂν ἀποδῴη θεὸς τοῖς τῆς εἰς αὐτὸν εὐσεβείας ἀθληταῖς.
 [00368]  καὶ διὰ τοῦτο καθ' ὧν λαμβάνει ἐξουσίαν ἐνεργεῖ τοιαῦτα καὶ ἤτοι μάρτυρας ἢ εἰδωλολάτρας ποιήσει τοὺς πειραζομένους.
 [00395]  καὶ ὁ Λουκᾶς δὲ τοιαῦτα ἀναγράφει·
 [00404]  τοιαῦτα δὲ καὶ ὁ Μάρκος φησίν·
 [00456]  [35] Τίς δ' ἂν λογισάμενος τὰ τοιαῦτα οὐκ ἐπιφθέγξεται τὸ ἀποστολικὸν ἐκεῖνο·
 [00555]  ἃ καὶ μανθάνετε ἀπὸ τοῦ πεπιστευμένως τὰ τοιαῦτα λέγοντος·
000-00-00 Serial Number=0550871849
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00051]  Μὴ θαυμάσῃς δὲ, εἰ τὰ τοιαῦτα νοήματα ὡραιότερον ἐνήνεκται, ὡς ἂν τὸν ἔξω καὶ τὸν ὄχλον μὴ νομίσαι, μηδὲ νοῦν τινα εἶναι κεκρυμ μένον καὶ ἐχόμενον πυκνῆς γλαφυρότητος τὸν τῇ εὐαγγελικῇ διαθέσει ἀποκείμενον·
000-00-00 Serial Number=0876174152
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00434]  ἐντέλλεται οὖν ἡμῖν ὁ Παῦλος μὴ ποιῆσαι τοιαῦτα κατὰ τὴν ὀργὴν ὡς ἐπιδῦναι ἡμῖν τὸν ἥλιον καὶ γενέσθαι ἐν ταῖς ψυχαῖς ἡμῶν νύκτα.
000-00-00 Serial Number=0727598786
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00075]  οἱ δὲ τοιαῦτα οἰκοδο μήσαντες λιμῷ ἀπολοῦνται·
 [00430]  [50] Τοιαῦτα πείσεται πᾶς τοιαῦτα πράσσων πρεσβύτερος ὑπὸ βασιλέως Βαβυλῶνος.
000-00-00 Serial Number=0878830254
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00283]  παρώξυνε δὲ βασιλέα καὶ ἱερέα , ἀγανακτοῦντας εἰ μερὶς ὄντες θεοῦ τοιαῦτα παρ' ἀσε βούντων ὑφίστανται.
 [00293]  τὴν δὲ τοιαῦτα πενθοῦσαν εἴτε πόλιν εἴτε ψυχὴν ὡς εἶναι τοῖς ἐχθροῖς καταπάτημα , πενθεῖν εἰκὸς ἀγγέλους τοὺς πρότερον αὐτὴν ἄλλους ἐπ' ἄλλοις φυλάττοντας, μεί ζους τε καὶ ὑποβεβηκότας.
000-00-00 Serial Number=0746119738
Fragmenta in Psalmos Ante [Go Back]  
 [01791]  Εκεῖνοι μὲν ουν τοιαῦτα πείσονται, τοι αῦτα τολμήσαντες.
 [02017]  Ψάλλει δὲ τῷ ὀνόματι αὐτοῦ, ὁ διὰ τῶν τοῦ σώματος κι νήσεων, διὰ τῆς τῶν αἰσθητηρίων χρήσεως, τοιαῦτα πράττων ὡς δοξάζεσθαι παρὰ τοῖς ὁρῶσι τὸ ονομα αὐτοῦ τοῦ Θεοῦ.
 [04239]  καὶ γὰρ τοιαῦτα ην, ὡς τῶν εὐτελεστάτων ζώων ειναι τροφὴ, ἀχρί δων ὡς καὶ βρούχου, τῶν ουτ' ἐν λόγῳ, ουτ' ἐν ἀριθμῷ.
 [04328]  Σημειωτέον οτι τὸ πρῶτον περὶ ∆αθὰν γενόμενον, καὶ Αβειρὼν ἐν Χωρὴβ κατὰ τὴν μοσχοποΐαν υστερον ειπεν, ινα μὴ τα ράττῃ ἡμᾶς τοιαῦτα ὁρῶντας, καὶ τὸ ἐν τού τοις εθος τῆς γραφῆς.
 [04656]  ∆ιδάσκει τοὺς νέους τί δεῖ αἰνεῖν, ατε ἀ πάλους καὶ μήπω εχοντας γεγυμνασμένην τὴν πρὸς τὰ τοιαῦτα εξιν.
 [05151]  Εὰν ελθοι ἐπ' ἐμὲ τὸ ελεος καὶ τὸ σω τήριον, κατὰ τὸν σὸν λόγον σωθεὶς, εὐπορή σω λόγον, ωστε τοῖς ὀνειδίζουσί με εχειν ἀ ποκρίνεσθαι καὶ παραστῆσαι αὐτοῖς, οτι οὐκ αξιόν ἐστιν ὀνειδίζεσθαι τὸν τοιαῦτα εχοντα δόγματα, ατινα γελῶσι μὲν οἱ τῆς πίστεως ἀλλότριοι ὡς μῶρα, συνέσεως δὲ ἀποδείξω καὶ σοφίας πεπληρωμένα, ἐπεὶ καὶ εἰς τοὺς λόγους ἐπήλπισα·
 [06117]  Οταν δὲ ἐμφυὴς ψυχὴ καὶ δύναμις τελεία ματαία ῃ καὶ ψευδῆ μαθή ματα, τὰ τοιαῦτα χόρτος ἐστὶ δωμάτων.
 [06225]  Τὰ ανθη τῆς γῆς ωφθη ἐν τῇ γῇ ἡμῶν, τῷ ειναι ανθη τοιαῦτα εἰληφότα πρὸς τοῦ ἐξαν θουμένου ὑπὸ Κυρίου ἁγιάσματος.
 [06571]  Τοῦ προτέρου λαοῦ καὶ πάντως ἀσεβοῦς τοιαῦτα τέκνα.
 [06752]  Καὶ ἐν ψαλμοῖς μυρία ἐστὶ τοιαῦτα, ὁποῖον τὸ γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα.
 [06753]  Τοῦτο δέ φαμεν, εἰδότες καὶ ἀλλαχοῦ τηρεῖσθαι τὰ τοιαῦτα προστακτικῶς ἐν τῷ·
000-00-00 Serial Number=0868799627
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00142]  καὶ οὐ παράδοξόν γε περὶ τοῦ μονο γενοῦς τοιαῦτα λέγειν, ὁπότε καὶ περὶ τοῦ πατρὸς τοιαῦτα ἀναγέ γραπται.
 [00415]  «Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα «ποιεῖς;» ∆υνάμει, λέγοντες, πηλίκος εἶ καὶ ποίαν θεοσέβειαν τελεῖν δυνάμενος, ὅτι τοιαῦτα πράττεις, τολμῶν ὅλον πολυάνθρωπον ἔθνος ἀπελαύνειν μόνος;] [33] Ἐπίστευον δὲ οὐκ εἰς αὐτόν, ἀλλ' εἰς τὸ ὄνομα αὐτοῦ.
 [00451]  ἐκεῖνα μὲν γὰρ οὐ λόγῳ ἐστὶ τοιαῦτα, οἱ δὲ ὡς ταῦτα γινόμενοι κατὰ πρόσταξιν Ἰησοῦ λόγῳ καὶ ἕξει βελτίστῃ σπεύδουσιν εὑρεθῆναι οὕτως ἔχοντες.
 [00829]  ἐπειδὴ γὰρ σημείων διαφοραί εἰσιν, ὥστε ποιεῖν, καθ' ἅ φησιν ὁ ἀπόστολος, καὶ τὸν ἐν νόμῳ καὶ τὸν ἄνομον, ὃν ὁ κύριος ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, ἐν πάσῃ δυνάμει, σημείοις καὶ τέρασι ψεύδους, καὶ τὸν θεὸν διὰ τῶν προφητῶν, τῷ «Τὰ «τοιαῦτα» εἴρηται ὡς ὑπερβαίνει τὰ διὰ Χριστοῦ γενόμενα τῷ καὶ ἀληθῆ εἶναι καὶ μεγάλα ἐπὶ γῆς.
 [00830]  εἰ δέ τις ὡς οὐχ ὑγιῶς λεγομένῳ τῷ «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;» ** ἀναγινώσκων τὰς τοῦ Σαμψὼν πράξεις ἐρεῖ μηδὲ ἁμαρτήματα εἶναι τὰ ὑπὸ τοῦ Σαμψὼν γενόμενα, οἷον τὰ περὶ γυναῖκας, ἀλλ' οἰκο νομίας δηλουμένας·
 [00938]  εἴποι δ' ἄν τις καὶ περὶ τῆς προτέρας τοιαῦτα·
 [01108]  ἀλλὰ καὶ εἰς τὸ «∆ιὰ τοῦτο οὐκ ἠδύναντο «πιστεύειν» τοιαῦτα λεκτέον, ὅτι ὥσπερ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ, ὃν ὕστερον ὁ σωτὴρ ἡμῶν ἰάσατο, εἴ τις ἔλεγεν ὅτι Οὐδὲ δύναται 〚βλέπειν διὰ τὸ τυφλὸν εἶναι, οὐ τοῦτο ἔλεγεν, ὅτι οὐ δυνατὸν〛 αὐτόν ποτε ἰδεῖν·
 [01336]  ἢ ὅτι ὁ περὶ τοιούτων ἔργων εὐχόμενος ὁποῖα ἦν τὰ τοῦ Ἰησοῦ ἔργα ἵν' ἐκτελέσῃ τοιαῦτα ὁ θεός, αὐτοῦ οὐκ ἀκούει.
000-00-00 Serial Number=0264614940
Homiliae in Job Ante [Go Back]  
 [00096]  Εἰ καὶ τοιαῦτα ἐπεποιήκειν οἷα οὐκ ἔδει, [366] ἆρ' οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν;
 [00115]  Οὐ γὰρ ἀνεύθυνα, φησὶ, τὰ τοιαῦτα καταλιμπάνει Θεός.
 [00181]  Εἰκότως οὖν φημὶ οὐχ ἁπλῶς γεγονέναι σε ἄδικον, ἐπεὶ πάσχεις τοιαῦτα, οἷα οὐδεὶς τῶν κακῶν, ἀλλ' ἐν τούτοις γεγεννῆσθαι, δη λονότι πλείονα κακίαν [τῶν κακῶν] ὑπὲρ τοὺς ἄλλους ἐσχηκέναι.
 [00203]  Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα·
 [00471]  Εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ, φησὶ, τοιαῦτα θρασύνῃ κατὰ Θεόν;
 [00561]  Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα, οὐθὲν ὤν;
000-00-00 Serial Number=0973104060
Homiliae in Lucam Ante [Go Back]  
 [00083]  Οὐ τοιαῦτα δὲ τὰ θεῖα, οὐδ' ἐν τῷ παρόντι ὁρώμενα χωρὶς τῆς ἑαυ τῶν ἐνεργείας.
000-00-00 Serial Number=0597331524
In Jeremiam Ante [Go Back]  
 [00234]  Ἀνάγνωθι ἐπιμελῶς ἐπὶ μὲν τῶν ἀπολλυμένων καὶ ἐκριζου μένων, πῶς ἀπόλλυνται τὰ τοιαῦτα·
 [00399]  Ὅτι γὰρ τοιαῦτα καὶ τὰ καθ' ἡμᾶς «ἐπὶ συντελείᾳ τοῦ αἰῶνος» τούτου ἔσται, δῆλον ἀπὸ τῶν ἐν τῷ εὐαγγελίῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένων, ἐν οἷς φησιν·
 [00569]  βλέπεις γὰρ τοὺς ἀπὸ τῶν ἐθνῶν τίνα τρόπον ὡς ἀριστείας ἔσθ' ὅτε καταλέγουσιν τὰς πορνείας καὶ τὰς μοιχείας ἑαυτῶν, οὐδὲ αἰδούμενοι ὁμολογεῖν τὰ τοιαῦτα πεποιηκέ ναι, καὶ οὐ λέγουσιν αὐτὰ ἁμαρτήματα.
 [00834]  Γίνονταί τινες ἐν τοῖς σώμασιν μελῶν τινων νεκρότητες καὶ ξηρότητες, καὶ πολλάκις τοιαῦτα πάσχει τὰ νενεκρωμένα μέλη παρὰ τὰ ζῶντα, ὥστε προσαγομένων μὲν τῶν πόνον ποιῆσαι δυνα μένων τῷ ζῶντι μέλει ἀλγεῖν ἐκεῖνον ᾧ προσάγεται τὸ ποιοῦν πονεῖν, προσαγομένων δὲ τῶν ποιούντων πονεῖν τῷ μέλει τῷ ἀναισθήτῳ οὐκ αἰσθάνεται ἐκεῖνος, ὅταν ᾖ νεκρό της περὶ αὐτό.
 [01422]  Ὁ Χριστὸς ταῦτά φησιν, οὗ πρὸ τῆς ἐπιδημίας πολλὰ μὲν γεγένηται ἁμαρτήματα τῷ λαῷ, ἀλλ' οὐ τοιαῦτα ὥστε αὐτοὺς πάντῃ ἐγκαταλειφθῆναι καὶ εἰς αἰχμαλωσίαν πολυχρόνιον παραδοθῆναι·
 [01544]  περὶ μὲν τῶν χειρόνων τοιαῦτα γέγραπται·
 [01649]  τοιαῦτα καὶ ἐν ταῖς ἐκκλησίαις γινόμενα ἔστιν ἰδεῖν·
 [01841]  Ἡ Ἱερουσαλὴμ τοίνυν αὕτη (οὕτω γὰρ λελέξεται διὰ τὸ γράμμα) ἡμαρτηκέτω μου εἰς τὸν Ἰησοῦν, καὶ τοιαῦτα πεποιηκέτω, ἵνα εἴπῃ περὶ αὐτῆς ὁ Ἰησοῦς·
 [02092]  καὶ γὰρ ὁ προφήτης δύναται τὰ τοιαῦτα εἰρηκέναι καὶ ηὖχθαι περὶ τοῦ λαοῦ ἐν τῷ «καιρῷ τῶν κακῶν αὐτῶν».
 [02270]  πολλοὺς ἐλέγξας, ὑπὸ πολλῶν κριθεὶς φθέγγεταί τινα τοιαῦτα.
 [02766]  δύναται τοιαῦτα εἶναι καὶ τὰ παρὰ τῷ ἀποστόλῳ περὶ τῆς σοφίας λεγόμενα, διαστελλόμενα τῷ γνῶναι «τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος».
 [02936]  Καὶ τοιαῦτα πολλὰ εὕροις <ἂν> ἀνθρωπικὰ ἐν τῇ γραφῇ, ὡς καὶ τὸ «λάλησον τοῖς υἱοῖς Ἰσραήλ·
 [02944]  τοιαῦτα γὰρ ἄλλα μυρία εὑρήσεις λεγόμενα περὶ τοῦ θεοῦ τροποφοροῦντος τὸν ἄνθρωπον.
 [02968]  ἀλλ' ἀπεκρίναντο οὗτοι πρὸς οὓς οἱ προτρεπτικοὶ περὶ μετανοίας εἴρην ται λόγοι, καὶ ἴδωμεν τί ἀπεκρίναντο, ἵνα μὴ καὶ ἡμεῖς τοιαῦτα ἀποκρινώμεθα.
 [02981]  τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ;» δόξει δὲ καὶ ταῦτα ἁπλῶς εἰρῆσθαι.
 [02987]  τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ»;
 [03301]  ἔλεγε δή τινα τοιαῦτα·
 [03438]  Καὶ ἡμεῖς ἔσθ' ὅτε τοιαῦτα, ὅταν λυσιτελὲς ἡμῖν φανῇ, ποιοῦμεν.
 [03473]  ὅτε δὲ οὐ τοῦτο ἀνύει, [οὐ] φοβοῦμαι μὴ τοιαῦτα λέγῃ·
000-00-00 Serial Number=0163064659
Philocalia Ante [Go Back]  
 [00006]  τὰ μὲν οὖν παρὰ τῆς σῆς εὐλαβείας τοιαῦτα·
 [00030]  οὔ τί φαμεν καὶ ὡς ὠφέλιμα τὰ τοιαῦτα δόγματα τοῖς φιλολόγοις ἀπεθησαύρισαν;
 [00258]  τοιαῦτα δὲ ὑπολαμβάνουσι περὶ αὐτοῦ, ὁποῖα οὐδὲ περὶ τοῦ ὠμοτάτου καὶ ἀδικωτάτου ἀνθρώπου.
 [00376]  ἵνα τῇ βασάνῳ τῆς ἐξετάσεως τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς, πεῖσμα ἀξιόλογον λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν.
 [00387]  καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμ βλέων μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν, ἀναγε γραμμένα μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν λέξιν;
 [00390]  τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατω τέρω καὶ ὑποκείμενα, ἑωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες;
 [01089]  [15.6] Ἀλλ' οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράψαν τες καταβαίνουσιν εἰς Πειραιέα, προσευξόμενοι ὡς θεῷ τῇ Ἀρτέμιδι, καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην πανήγυριν·
 [01121]  καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὤνησε τοὺς ἐντυγχάνοντας, ἀλλ' οὐδ' αὐτὸν τὸν τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ φιλοσοφήσαντα·
 [01135]  πρὸς τοῦτο δὴ, καὶ πρὸς πάντα ὅσα ἐκοινοποίησεν ὁ Κέλσος, μὴ δυνηθεὶς αὐτῶν ἀντιβλέψαι τῇ ἀληθότητι, φάσκων αὐτὰ καὶ παρ' Ἕλλησιν εἰρῆσθαι, τοιαῦτα λεκτέον·
 [01213]  τίς γὰρ, εἰ καὶ γέγονε τοιαῦτα, ἤλεγξε τὸν λόγον, ὅτι οὕτως ἀπήντησε;
 [01215]  νυνὶ δ' ὁρῶντες ὅτι ὁ λόγος δυνάμει κρατήσει τῶν ἀνθρώπων ἔθηκαν καὶ τὰ τοιαῦτα, οὐκ οἶδ' ὅπως οὐ βλάψοντα τοὺς ἐντυγχάνοντας οὐδὲ πρόφασιν δώσοντα ἀρνήσεως.
 [01301]  εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον τοιαῦτα·
 [01347]  φέρε καὶ περὶ τούτων ὀλίγα διαλεχθῶμεν, ὑπομιμνήσκοντες ἅμα τὸν ἐν τυγχάνοντα καὶ τῶν ἀνωτέρω εἰς τὸ τοιοῦτον πρόβλημα εἰρημένων, ὅτε ἐκάλεσεν ἡμᾶς ἡ Κέλσου λέξις ἐπὶ τὰ τοιαῦτα.
 [01549]  Εἶθ' ἑξῆς τούτοις ὁ Κέλσος τὰ ὑπὸ ὀλίγων πάνυ παρὰ τὴν διδασκαλίαν Ἰησοῦ λεγόμενα νομιζομένων χρι στιανῶν, οὐ φρονιμωτέρων (ὡς οἴεται) ἀλλ' ἀμαθεστάτων, φέρων, φησὶ «τοιαῦτα ὑπ' αὐτῶν προστάσσεσθαι·
 [01603]  τοιαῦτα γὰρ ὑπονοῶν περὶ αὐτοῦ ὁ βασιλεὺς ἐκάλεσε τοὺς ἐπαοιδοὺς τῶν Αἰγυπτίων καὶ τοὺς σοφιστὰς καὶ τοὺς φαρμακεῖς·
 [01606]  ἀλλ' ἀκουέτω ὁ τὰ τοιαῦτα νομίζων ὅτι, ὥσπερ διαβάλλων ἀνθρώπους φαύλους ὁ λόγος φησὶν αὐτοὺς εἶναι οὐ περὶ τῶν νοητῶν καὶ ἀοράτων καὶ αἰωνίων σοφοὺς, ἀλλὰ περὶ μόνων τῶν αἰσθητῶν πραγ ματευσαμένους καὶ ἐν τούτοις τὰ πάντα τιθεμένους εἶναι σοφοὺς τοῦ κόσμου·
 [01687]  ἀλλὰ σαφὲς τῷ ἐξετάζοντι ὅλον τὸ βούλημα τῶν ἡμετέρων γραμ μάτων, ὅτι ἀπεχθόμενος ὁμοίως τοῖς ἰδιωτικοῖς δήμοις ὁ Κέλσος πρὸς τὸ χριστιανῶν γένος τὰ τοιαῦτα ἀνεξετάστως καὶ ψευδόμενος λέγει.
 [01748]  καὶ γὰρ παρ ίσταται ἡμῖν ὅτι οὐκ ἂν ψυχαὶ, μὴ μαθοῦσαι τὰ τοιαῦτα ὁποῖα διδάσκει ἡ παρ' Ἕλλησι πανοῦργος σοφιστεία, πολ λὴν ἔχουσα τὴν πιθανότητα καὶ τὴν ὀξύτητα, καὶ ἡ ἐν τοῖς δικαστηρίοις καλινδουμένη ῥητορικὴ, οὕτω πλάσαι οἷοί τ' ἦσαν πράγματα δυνάμενα ἀφ' ἑαυτῶν ἔχειν τὸ πρὸς πίστιν καὶ τὸν ἀνάλογον τῇ πίστει βίον ἀγωγόν.
 [01764]  εἰ γὰρ ὑγιῆ τὰ τοιαῦτα, τί θαυμαστὸν τὴν ποιότητα τοῦ θνητοῦ κατὰ τὸ τοῦ Ἰησοῦ σῶμα προνοίᾳ θεοῦ βουληθέντος μεταβαλεῖν εἰς αἰθέριον καὶ θείαν ποιότητα;
 [01901]  φησὶ γὰρ περὶ τῶν μυρμήκων ὡς διαλεγομένων ἀλλήλοις τοιαῦτα·
 [01994]  [20.18] Ἀλλὰ καὶ, εἴπερ οἰωνοὶ οἰωνοῖς μάχονται, <εἰ> ὥς φησιν ὁ Κέλσος, θείαν φύσιν ἔχοντες οἱ μαντικοὶ ὄρνεις καὶ τὰ ἄλλα ἄλογα ζῶα καὶ ἐννοίας τοῦ θείου καὶ πρό γνωσιν περὶ μελλόντων, τὰ τοιαῦτα ἑτέροις προεδήλουν·
 [01997]  φησὶ γὰρ ὁ ἐν ποιήσει θαυμαστὸς Ὅμηρος περὶ μὲν τοῦ προτέρου τοιαῦτα·
 [02019]  καὶ ἄλλα δ' ἂν μυρία τοιαῦτα εὕροι τις παρα δείγματα, παριστάντα ὅτι οὐ τὰ ζῶα μέν ἐστιν ἐν ἑαυτοῖς ἔχοντα μαντικὴν ψυχήν·
 [02028]  [20.20] Ὅθεν εἴπερ ἄλλο τι Μωσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος εἶναι ἀποφανοῦμαι ἄξιον, ὅτι φύσεις κατανοήσας ζώων διαφόρους, καὶ εἴτ' ἀπὸ τοῦ θείου μαθὼν τὰ περὶ αὐτῶν καὶ τῶν ἑκάστῳ ζώῳ συγγενῶν δαιμόνων, εἴτε καὶ αὐτὸς ἀναβαίνων τῇ σοφίᾳ εὑρὼν, ἐν τῇ περὶ ζώων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρ' Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικὰ, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα.
 [02053]  διόπερ εἴ τι ἄλλο θαυμασίως εἴρηται ἐν τῷ Μωσέως νόμῳ, καὶ τὰ τοιαῦτα ἐν τούτοις κατατακτέον·
 [02089]  κατὰ μὲν οὖν τὸ ἀληθὲς οὐδεὶς συνετὸς τοιαῦτα ἱστόρησε, καὶ οὐδεὶς σοφὸς ἱερωτέρας εἶπεν εἶναι τὰς τῶν ἀλόγων ζώων ὁμιλίας τῆς τῶν ἀνθρώπων.
 [02287]  οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθήσασθαι·
 [02362]  πρῶτον τοίνυν σημειωτέον ἐστὶ τὸν τόπον πρὸς τοὺς ἑτεροδόξους, λεξιθηροῦντας μὲν τὰ ἀπὸ τῆς παλαιᾶς διαθήκης τοιαῦτα, ἔνθα ἐμφαίνεται, ὡς αὐτοὶ τολμῶντες λέγουσιν, ὠμότης τοῦ δημιουργοῦ, ἡ ἀμυντικὴ καὶ ἀνταποδοτικὴ τῶν χειρόνων προαίρεσις, ἢ ὅ τί ποτε θέλουσι τὸ τοιοῦτον ὀνομάζειν, μόνον ἵνα λέγωσιν οὐκ ἀγαθότητα εἶναι ἐν τῷ κτίσαντι·
 [02382]  εἰ γοῦν τις περὶ τῶν ὀνειδιζομένων ζητοίη, ὅτι ὁρῶντες τεράστια καὶ ἀκούοντες θείων λόγων οὐκ ὠφελοῦνται, Τυρίων ἂν μετανοησάντων εἰ τοιαῦτα παρ' αὐτοῖς ἐγεγόνει καὶ εἴρητο·
 [02385]  ἵνα μετὰ τὸ λαβεῖν, οὐδὲν ἧττον ἐλεγχθέντες ὡς ἀσεβέστατοι τῷ μηδ' οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύ σωνται τοῦ τοιούτου θράσους, καὶ κατ' αὐτὸ τοῦτο ἐλευ θερωθέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν τινὰς ὁ θεὸς μέλλει καὶ βραδύνει, μὴ χαριζόμενος ὁρᾷν καὶ ἀκούειν τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων.
 [02562]  Αἰγυπτίων δὲ οἱ λόγιοι μυρία ὅσα τοιαῦτα φήσουσιν·
 [02565]  [22.7] Φαμὲν δ' ὅτι ὁ καθ' ἡμᾶς προφήτης τοῦ θεοῦ καὶ γνήσιος θεράπων αὐτοῦ Μωσῆς ἐν τῇ τοῦ ∆ευτερονομίου ᾠδῇ ἐκτίθεται περὶ τοῦ μερισμοῦ τῶν ἐπὶ γῆς τοιαῦτα, λέγων·
 [02578]  καὶ ἐν τῇ ἐπιγεγραμμένῃ δὲ Σολομῶντος σοφίᾳ περὶ τῆς σοφίας καὶ τῶν κατὰ τὴν σύγχυσιν τῶν διαλέκτων, ἐν ᾗ γεγένηται ὁ μερισμὸς τῶν ἐπὶ γῆς, τοιαῦτα περὶ τῆς σοφίας εἴρηται·
 [02630]  [23.2] Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δημιουργῷ πάντα τὰ τοιαῦτα προσάπτωσι·
 [02813]  ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀν θρώπους.
 [03328]  διαβήσονται δὲ οἱ τὰ τοιαῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα αἰῶνα, φάσκοντες τῷ κακὸν εἶναι τὸν πόνον τοὺς ἁμαρτω λοὺς πυρὶ αἰωνίῳ παραδίδοσθαι·
 [03332]  πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται·
 [03576]  τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν ∆ευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον·
000-00-00 Serial Number=0088118672
Philocalia sive Ecloga Ante [Go Back]  
 [00019]  [23.2] Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθόν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχήν, τῷ δὲ δημιουργῷ πάντα τὰ τοιαῦτα προσάπτωσι·
 [00202]  Ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀνθρώ πους.
 [00482]  ∆ιαβήσονται δὲ οἱ τὰ τοιαῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα αἰῶνα, φάσκοντες τῷ κακὸν εἶναι τὸν πόνον τοὺς ἁμαρτωλοὺς πυρὶ αἰωνίῳ παραδίδοσθαι·
 [00486]  Πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται·
000-00-00 Serial Number=0633696377
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00280]  τὸ δὲ ἐν νυκτὶ, ἐν ἡσυχίας καιρῷ, καὶ πόῤῥω τῆς ὄψεως τῶν μὴ τὰ τοιαῦτα θεωρεῖν δυναμένων·
000-00-00 Serial Number=0472244024
Scholia in Matthaeum Ante [Go Back]  
 [00248]  Ὅρα δὲ εἰ μὴ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεῖ ὁ λόγος φρονίμως ἑκάστῳ τὰ κατ' ἀξίαν χρῆσθαι, καὶ ἐπιστημόνως τὰς πνευματικὰς διατάσσειν τροφὰς καιρῷ ποσότητος, ποιότητος.
 [00338]  Μακαρία δὲ ἡ τοιαῦτα ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ.
000-00-00 Serial Number=0218258798
Selecta in Ezechielem Ante [Go Back]  
 [00385]  Νομι στέον μιαίνεσθαι τὰ Ἅγια ὑπὸ τῶν μιαινόντων τὴν ἐπισκοπὴν καὶ εἰσερχομένων ἀφυλάκτως ἐπὶ τὰ τοιαῦτα.
 [00465]  Καὶ ὅτε ταῦτα ἐνεργεῖ, οὐ πεφεισμένως ἐνεργεῖ κατὰ τῶν χειρόνων, τῷ οὕτω μὴ φείδεσθαι τῶν οἷς συμ βέβηκε τοιαῦτα.
 [00577]  ∆ιὰ δὲ ταῦτα τοιαῦτα, ἅτινα παρέχει πρόφασιν τοῖς χαύνοις καὶ ἐκλελυμένοις τῇ καρδίᾳ πλαγιάζειν ἀπὸ Θεοῦ.
000-00-00 Serial Number=0132741332
Selecta in Genesim Ante [Go Back]  
 [00282]  Καὶ οὕτω τηρῶν τὴν Γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα, ὅπου διαίρεσις, καὶ διαφωνία, καὶ ὅσα τοιαῦτα, κακίας ἐστὶ γνω ρίσματα·
 [00319]  α καὶ τοιαῦτα γενέσθαι.
000-00-00 Serial Number=0119213164
Selecta in Job Ante [Go Back]  
 [00116]  Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν προσ οφειλέτας ἔχωμεν.
000-00-00 Serial Number=0407539368
Selecta in Leviticum Ante [Go Back]  
 [00003]  Λευϊτικὸν ὠνόμασται, ἐπειδὴ τὸ τῆς ἱερωσύνης καὶ τὰ τῶν θυσιῶν καὶ ὅσα τοιαῦτα προσέταξεν ὁ Θεὸς, ἐν τούτῳ Λευϊτικῷ φέ ρεται.
000-00-00 Serial Number=0486835659
Selecta in Numeros Ante [Go Back]  
 [00003]  Μᾶν ὠνομάσθη ἀπὸ τοῦ τοὺς Ἑβραίους πρώτους θέαμα ξένον ὁρῶντας εἰπεῖν πρὸς ἀλλήλους τῇ πα τρίῳ γλώσσῃ, «Μᾶν,» τουτέστι, «Τί τοῦτο;» ὅπερ οὐκ ἂν εἶπον, εἰ ἔθος ἦν, ὥς τινες τῶν ἐθνικῶν φασι, τὴν φύσιν τῶν τόπων ἀπ' αἰῶνος τὰ τοιαῦτα φέρειν.
000-00-00 Serial Number=0353622079
Selecta in Psalmos Ante [Go Back]  
 [00170]  Εἴτε γὰρ ὁ ∆αυῒδ βασιλεὺς ὢν καὶ ἄρχων παντὸς Ἰσραὴλ, μέτρια καὶ ταπεινὰ φρονῶν τοιαύτας προήκατο φωνὰς, εἴτε καὶ ὁ Χρι στὸς τοῦ Θεοῦ τοιαῦτα ἐθέσπιζε ταπεινοφρονῶν, ὡσπεροῦν διδάσκει διὰ τοῦ·
 [00495]  Προσηπορήσαμεν δὲ διὰ τὸ τρεπτὴν εἶναι τὴν σω ματικὴν φύσιν, καὶ τοιαῦτα ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἱ τροφαὶ κατατάττονται, καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα με ταβάλλονται, καὶ ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις γίγνονται μέρη τῶν ἐκείνων σωμάτων.
 [00933]  ∆ίδωσι τοίνυν ἡμῖν ὁ Ἀπόστολος ἀφορμὰς, εἰπὼν τὸ πνεῦμα καθολικῶς ἐν ταῖς καρ δίαις τῶν ἁγίων κράζειν, «Ἀββᾶ ὁ Πατὴρ,» ὡς ἔστι νοητὴ κραυγὴ ἐπιτεταμένη, ἥτις δή ἐστι φωνὴ ψυχῆς, ᾗ τάχα χρῆται ἀποθεμένη τὸ ὄργανον δι' οὗ τοιαῦτα φωνεῖ.
 [01386]  Πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν Γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται·
 [01561]  καὶ τοιαῦτα ῥήματα ἁρμόζοντα ὡς τῷ Κυρίῳ, καὶ φω νὴν δεήσεως θαῤῥοῦσαν καὶ ἐπὶ τῇ προσοχῇ τοῦ ∆ε σπότου.
 [02956]  Εὑρήσεις δὲ τοιαῦτα καὶ τὸν Θεὸν λέγοντα.
 [05080]  Λέγοιεν τοιαῦτα πρὸς τὸν Σωτῆρα ἐν τῇ καρδίᾳ τῆς γῆς διατρίβοντα κατὰ τὸν τοῦ πάθους καιρόν·
 [06506]  Τὸ δὲ, «Οὕτως ἡ ἑτοιμασία σου,» τουτέστιν, ἐπειδὴ ἔργον σοι τὰ τοιαῦτα εὐτρεπίζειν καὶ ἑτοιμάζειν τοῖς ἀνθρώποις, ἀφ' ὧν ἁπάντων αὐτοῖς χορηγεῖς τὴν ἀφθονίαν.
 [09081]  Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιον ὀνειδίζεσθαι τὸν τοιαῦτα δόγματα ἔχοντα.
 [09416]  Καὶ ἐπὶ ἄλ λων δὲ ὁμοίως τῶν κατὰ τὸν βίον ἡμῶν τοιαῦτα εὑ ρήσομεν, ὧν τινὰ μὲν ποιοῦμεν ὡς προστεταγμένοι δοῦλοι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»