0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινας [186]


000-00-00 Serial Number=0828963816
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00035]  καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν τούσδε μέν τινας προέγνω καὶ προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους.
 [00260]  εἴπερ δὲ ὁ αὐτὸς νόμος παρείληπται κατά τινας, εἰ μὲν χωρὶς νόμου πεφανέρωται οὐχ ὑπὸ νόμου μαρτυρεῖται, εἰ δὲ ὑπὸ νόμου μαρτυρεῖται οὐ χωρὶς τοῦ νόμου πεφανέρωται.
000-00-00 Serial Number=0961392879
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00771]  [2.1.2] Χρήσιμον τοίνυν συναγαγεῖν εἰς τοῦτο λόγον ἀναγεγραμ μένον γεγονέναι πρός τινας, οἷον «λόγος κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηέ, τὸν τοῦ Βεηρεί» καὶ «ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, περὶ τῆς Ἰουδαίας καὶ περὶἹερουσαλήμ» καὶ «ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας».
 [01312]  [2.31.187] Καὶ οὐδὲν θαυμαστὸν τοῦ πρωτοτόκου πάσης κτίσεως ἐνσωμα τουμένου κατὰ φιλανθρωπίαν ζηλωτάς τινας καὶ μιμητὰς γεγονέναι Χριστοῦ, ἀγαπήσαντας τὸ διὰ τοῦ ὁμοίου <αὐ>τοῦ σώματος ὑπηρετῆσαι τῇ εἰς ἀνθρώπους αὐτοῦ χρηστότητι.
 [01359]  [2.34.203] Ἐναργῶς γοῦν ἔστιν ἰδεῖν τινας ἐκ τῶν προφητικῶν προρρήσεων εἰς θαυμασμὸν τοῦ Χριστοῦ ἐρχο μένους, καταπληττομένους τὴν τῶν τοσούτων πρὸ αὐτοῦ προφητῶν φωνὴν συνιστᾶσαν τόπον γενέσεως αὐτοῦ καὶ χώραν ἀνατροφῆς καὶ ἰσχὺν διδασκαλίας, δυνάμεών τε θαυ μασίων ποίησιν καὶ πάθος ἀνθρώπινον ὑπὸ ἀναστάσεως καταλυόμενον.
 [01723]  Οἱ δ' αὐτοὶ οὗτοι ἐροῦσι καί τινας τῶν Ἰουδαίων τῷ δόγματι συγκατατιθεμένους περὶ τοῦ σωτῆρος εἰρηκέναι ὡς ἄρα εἷς τις εἴη τῶν ἀρχαίων προφητῶν ἀναστὰς οὐκ ἀπὸ τῶν μνημείων ἀλλ' ἀπὸ τῆς γενέσεως.
 [01884]  [6.21.116] Ἔτι δὲ οὐ μόνος Ἡρακλέων, ἀλλὰ ὅσον ἐπ' ἐμῇ ἱστορίᾳ καὶ πάντες οἱ ἑτερόδοξοι, εὐτελῆ ἀμφιβολίαν διαστεί λασθαι μὴ δεδυνημένοι, μείζονα Ἠλίου καὶ πάντων τῶν προφητῶν τὸν Ἰωάννην ὑπειλήφασιν διὰ τὸ «Μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν», οὐχ ὁρῶντες ὅτι ἀληθὲς τὸ «Οὐδεὶς μείζων Ἰωάννου ἐν γεννητοῖς γυναι κῶν» διχῶς γίνεται, οὐ μόνον τῷ αὐτὸν εἶναι πάντων μείζονα, ἀλλὰ καὶ τῷ ἴσους αὐτῷ εἶναί τινας·
 [02376]  Οὗτος δὴ ὁ ἀμνὸς σφαγεὶς καθάρσιον γεγένηται κατά τινας ἀπορρήτους λόγους τοῦ ὅλου κόσμου, ὑπὲρ οὗ κατὰ τὴν τοῦ πατρὸς φιλανθρωπίαν καὶ τὴν σφαγὴν ἀνεδέξατο, ὠνούμενος τῷ ἑαυτοῦ αἵματι ἀπὸ τοῦ ταῖς ἁμαρτίαις ἡμᾶς πιπρασκο μένους ἀγοράσαντος.
 [02536]  [10.4.17] Συμφερέσθωσαν δέ, ὡς προειρήκαμεν, οὗτοι τὰ ἀληθῆ ἀπαγγέλλοντες περὶ τοῦ θεοῦ καὶ τῶν πρός τινας εὐεργεσιῶν αὐτοῦ ἀλλήλοις ἐπί τινων ἀπαγγελλομένων ὑπ' αὐτῶν διηγή σεων.
 [02940]  [10.23.134] Καὶ ἀεί τινας εὑρίσκει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ.
 [03037]  [10.29.180] Οἶδα δέ τινας τὴν μὲν δεδεμένην ὄνον ἐξειληφότας τοὺς ἐκ περιτομῆς πιστεύοντας, πολλῶν δεσμῶν ὑπὸ τῶν γνησίως τῷ λόγῳ πνευματικῶς μεμαθητευμένων ἀπολυο μένους, τὸν δὲ πῶλον τοὺς ἀπὸ τῶν ἐθνῶν, ἀνέτους πρὶν παρα δέξωνται τὸν Ἰησοῦ λόγον καὶ ἔξω παντὸς ἐπικειμένου ζυγοῦ κατὰ τὸ ἀφηνιαστικὸν καὶ φιλήδονον γεγενημένους.
 [03171]  [10.37.246] Ἐπεὶ δὲ οἱ συγχεόμενοι ἐν τῷ περὶ πατρὸς καὶ υἱοῦ τόπῳ συνάγοντες τὸ «Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν» καὶ τὰ τούτοις ὅμοια, δηλοῦντα ἕτερον εἶναι τὸν ἐγείραντα παρὰ τὸν ἐγηγερμένον, καὶ τὸ «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν», ᾤοντο ἐκ τούτων παρίστασθαι μὴ διαφέρειν τῷ ἀριθμῷ τὸν υἱὸν τοῦ πατρός, ἀλλ' ἓν οὐ μόνον οὐσίᾳ ἀλλὰ καὶ ὑποκειμένῳ τυγχάνοντας ἀμφοτέρους, κατά τινας ἐπινοίας διαφόρους, οὐ κατὰ ὑπόστασιν λέγεσθαι πατέρα καὶ υἱόν·
 [04553]  νυνὶ δὲ τὸ μὲν «Κἀμὲ οἴδατε» πρός τινας τῶν Ἱεροσολυμιτῶν ἀπαγγέλλεται εἰρηκό τας·
 [04852]  οἶδα δέ τινας οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι κρατουμένους ὑπὸ τῆς ἰδίας ἁμαρτίας, ὡς τούτους περὶ ὧν φησιν ὁ λόγος·
 [04866]  λεκτέον οὖν πρὸς τὰ ζητούμενα ταῦτα τοῖς ἐπιμελέστερον καὶ βαθύτερον ἀκούουσιν τῶν λεγομένων ὑπὸ Ἰουδαίων ἐν τοῖς εὐαγγελίοις σαφές ἐστιν ὅτι πολλὰ κατά τινας παραδόσεις ἀπορρήτους καὶ ἀνακεχωρηκυίας ἔλεγον, ὡς [19.15.93] ἐγνωκότες ἕτερα παρὰ <τὰ> κοινὰ καὶ κατημαξευμένα.
 [04961]  [19.19.122] Εἰκὸς δέ τινας προσκόπτοντας ὡς βεβιασμένῃ τῇ ἑρμηνείᾳ οἴεσθαι ἁπλούστερον αὐτοὺς εἰρηκέναι τὸ «Μήτι ἀποκτενεῖ ἑαυτόν;» ὡς τοῦ μὲν Ἰησοῦ ἀποκτενοῦντος ἑαυτὸν καὶ ἐσομένου ἐν χώρᾳ τῶν ἑαυτοὺς διαχειρισαμένων καὶ κολασθησομένων ἐπὶ τούτῳ, τῶν δὲ Ἰουδαίων παρὰ τοῦτο οὐ δυναμένων ἐκεῖ γενέσθαι, παρὰ τὸ μὴ τῷ [19.19.123] αὐτῷ ἐνόχους αὐτοὺς γίνεσθαι περὶ ἑαυτῶν ἁμαρτήματι.
 [05163]  [20.7.46] Ὥσπερ ἀνθρώπους ἄν τινας εἴποιμεν ἀπ' ἀρχῆς αὐτόπτας γεγονέναι τοῦ λόγου, περὶ ὧν ὁ Λουκᾶς φησι·
 [05552]  πάλιν φησὶν ὅτι [20τέκνα] τοῦ διαβόλου νῦν λέγει τούτους, οὐχ ὅτι γεννᾷ τινας ὁ διάβολος, ἀλλ' ὅτι τὰ ἔργα τοῦ διαβόλου ποιοῦντες [20.24.219] ὡμοιώθησαν αὐτῷ20.
 [06083]  [28.4.23] Περὶ τῶν ὀφθαλμῶν Ἰησοῦ καὶ τῆς σχέσεως αὐτῶν πρός [28.4.23] τινας ἐπιμελῶς τηρητέον καὶ ἐξεταστέον·
 [06520]  καὶ ὅρα εἰ τέκνα θεοῦ διεσκορπισμένα ἕτερα παρὰ τὸ ἔθνος δύνασαι νοεῖν τοὺς ἤδη, ὅτε ταῦτα ἐλέγετο, δικαίους ἐν θεῷ, εἴτε προκεκοιμημένους πατριάρ χας ἢ προφήτας ἤ τινας ἄλλους ἐκλεκτοὺς τοῦ θεοῦ, εἴτε καὶ τοὺς ἤδη τότε ἰσχύοντας·
 [06672]  βούλονται γάρ τινας μηνῦσαι αὐτοῖς τὸν Ἰησοῦν, ἵνα αὐτὸν ὑποχείριον λαβόντες [28.26.248] προδῶσιν.
 [07492]  ὡς διά τινας τὸ ὄνομα τοῦ θεοῦ βλασ φημεῖται ἐν τοῖς ἔθνεσιν, οὕτω διὰ τοὺς ἁγίους, ὧν βλέπεται τὰ καλὰ ἔργα λαμπρότατα ἔμπροσθεν τῶν ἀνθρώπων, δοξάζεται τὸ [32.29.361] ὄνομα τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς.
 [07582]  οὕτω δὲ ἐτάραξέν τινας ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε τολμῆσαι αὐτοὺς ὑπονοῆσαι προστεθῆσθαι τῷ εὐαγγελίῳ ἀπό τινων ῥαδιουργῶν αὐτὸ τὸ «Σήμερον μετ' [32.32.396] «ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ».
000-00-00 Serial Number=0275958717
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00351]  Τάχα δὲ καὶ εἴς τινας ἔφθασεν αὐτῶν τὰ τῆς ἑωραμένης ὀπτασίας ἐν τῷ ναῷ, φανέντος τῷ Ζαχαρίᾳ τοῦ Γαβριήλ.
 [00478]  ὅτε δὲ λαβὼν αὐτοὺς ὁ σωτὴρ πρῶτον ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ταῖς ἀκτῖσι τῶν ὀφθαλμῶν αὐτοῦ οἱονεὶ καταβιβάζων δύναμιν ἐκεῖθεν, τὴν ἀνακραθησομένην τοῖς ἄρτοις καὶ τοῖς ἰχθύσι, μέλλουσι τρέφειν τοὺς πεντακισχιλίους, καὶ μετὰ τοῦτο ηὐλόγησε τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, τῷ λόγῳ καὶ τῇ εὐλογίᾳ αὔξων καὶ πληθύνων αὐτούς, καὶ τρίτον μερίζων καὶ κλῶν ἔδωκε τοῖς μαθηταῖς, ἵν' ἐκεῖνοι τοῖς ὄχλοις παραθῶσι, τότε διήρκεσαν οἱ ἄρτοι καὶ οἱ ἰχθύες, ὡς φαγεῖν πάντας καὶ κορεσθῆναι καί τινας τῶν εὐλογηθέντων ἄρτων μὴ χωρῆσαι φαγεῖν.
 [01391]  ἐν τούτοις δὲ δοκεῖ μοι ἕτερον μὲν εἶναι τὸ γεύσασθαι θανάτου, ἕτερον δὲ τὸ ἰδεῖν αὐτὸν καὶ ἄλλο τὸ ἐλθεῖν αὐτὸν ἐπί τινας καὶ τέταρτον σημαίνεσθαι παρὰ τὰ προειρημένα ἐκ τοῦ «κατέπιεν ὁ θάνατος ἰσχύσας», καὶ πέμπτον τι παρὰ ταῦτα ἐκ τοῦ «ὁ θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ αὐτοῖς».
 [01583]  τοιαῦτα δέ τινα εὕροις ἂν περί τινας ψυχὰς συμπτώματα, πολλάκις νομιζομένας ὑγιαίνειν ἐν σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς, εἶτ' ἔσθ' ὅτε ὡσπερεὶ ἐπιληψίᾳ τινὶ τῇ ἀπὸ τῶν παθῶν λαμβανο μένας καὶ καταπιπτούσας ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν καὶ σπωμένας περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ τὰς λοιπὰς ἐπιθυμίας.
 [01603]  ἡμεῖς δὲ οἱ καὶ τῷ εὐαγγελίῳ πιστεύοντες ὅτι τὸ νόσημα τοῦτο ἀπὸ πνεύματος ἀκαθάρτου, ἀλάλου καὶ κωφοῦ ἐν τοῖς πάσχουσιν αὐτὸ θεωρεῖται ἐνεργούμενον, ὁρῶντες δὲ ὅτι καὶ οἱ εἰθισμένοι παραπλησίως τοῖς ἐπαοιδοῖς τῶν Αἰ γυπτίων ἐπαγγέλλεσθαι τὴν κατὰ τοὺς τοιούτους θεραπείαν δοκοῦσί ποτε ἐπιτυγχάνειν ἐν αὐτοῖς, φήσο μεν ὅτι μήποτε ὑπὲρ τοῦ διαβάλλειν τὰ κτίσματα τοῦ θεοῦ, ἵνα καὶ ἀδικία «εἰς τὸ ὕψος» λαληθῇ καὶ θῶνται «εἰς οὐρανὸν τὸ στόμα αὐτῶν», τὸ ἀκάθαρτον τοῦτο πνεῦμα ἐπι τηρεῖ τινας σχηματισμοὺς τῆς σελή νης καὶ οὕτως ἐνεργεῖ, ἵν' ἐκ τῆς τηρήσεως τοῦ κατὰ τὸν τοιόνδε τῆς σελήνης σχηματισμὸν πάσχειν τοὺς ἀνθρώπους τὴν αἰτίαν δόξῃ τοῦ τηλικούτου κακοῦ μὴ «τὸ ἄλαλον καὶ κωφὸν» λαμβάνειν δαι μόνιον, ἀλλὰ ὁ μέγας ἐν οὐρανῷ φωστήρ, ὁ τεταγμένος «εἰς ἀρχὰς τῆς νυκτὸς» καὶ μηδεμίαν ἔχων ἀρχὴν τῆς τοιαύτης ἐν ἀνθρώποις νόσου.
 [01605]  καὶ οἱ τοιοῦτοί γε ἀληθῶς «ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐ τῶν», κακοποιούς τινας λέγοντες εἶναι τῶν ἀστέρων καὶ ἄλλους ἀγαθοποι ούς, οὐδενὸς ἄστρου γενομένου ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ἵνα κακοποιῇ, κατά γε τὸν Ἱερεμίαν ὡς ἐν Θρήνοις γέγραπται·
 [01607]  Εἰκὸς δὲ ὅτι, ὥσπερ τοῦτο τὸ ἐνεργοῦν τὸν καλούμενον σεληνια σμὸν πνεῦμα ἀκάθαρτον ἐπιτηρεῖ τοὺς τῆς σελήνης σχηματισμούς, ἵνα ἐνερ γήσῃ εἰς τὸν διά τινας αἰτίας παρα διδόμενον αὐτῷ καὶ μὴ ποιήσαντα ἑαυτὸν ἄξιον φρουρᾶς ἀγγελικῆς, οὕ τως καὶ ἄλλα πνεύματα καὶ δαιμόνια πρός τινας σχηματισμοὺς τῶν ἄλ λων ἀστέρων, ἵνα μὴ μόνον σελήνη ἀλλὰ καὶ οἱ λοιποὶ λοιδορηθῶσιν ἀστέρες ὑπὸ τῶν «ἀδικίαν εἰς τὸ ὕψος» λαλούντων.
 [02421]  Ἄλλοι μὲν οὖν τῶν πρὸ ἡμῶν οὐκ ὤκνησαν ἰδίοις συγγράμμασιν ἀφορ μὰς παρασχεῖν τοῦ τὸν τρίτον εὐνου χισμὸν τολμῆσαί τινας παθεῖν προ φάσει βασιλείας οὐρανῶν, παρα πλήσιον ὄντα τοῖς προτέροις δυσίν.
 [02878]  ἐξετάσει δὲ ὁ δυνάμενος τὴν αἰτίαν τοῦ πρωῒ μι σθώσασθαί τινας ἐργάτας εἰς τὸν ἀμπελῶνα, καὶ μετὰ τοῦτο οὐ περὶ δευτέραν μὲν περὶ τρίτην δὲ ὥραν ἄλλους, καὶ ἑξῆς ταύτῃ οὐ περὶ τετάρτην ἢ πέμπτην ἀλλὰ περὶ ἕκτην, εἶτα μετὰ τοῦτο <οὐ περὶ ἑβδόμην ἢ ὀγδόην, ἀλλὰ περὶ ἐννά την, εἶτα ἐπὶ τέλει οὐ περὶ δε κάτην, ἀλλὰ> περὶ τὴν ἑνδεκάτην.
 [03223]  ἔστι δέ τινας ἰδεῖν <ἐπισκόπους> ὠμῶς ἀπειλοῦντας, ὁτὲ μὲν προ φάσει ἁμαρτίας, ὁτὲ δὲ τῷ κατα φρονεῖν τῶν πτωχῶν, παρὰ τὸν ἀποστολικὸν λόγον ἐν ᾧ λέλεκται·
 [03234]  παιδευώμεθα δὲ καὶ πρὸς τὸ μὴ ἀποδέχεσθαι κολακείας μηδὲ ἡδέως καλεῖσθαι ὑπὸ τῶν ἀνθρώ πων, ἐφ' οἷς ἂν δόξωμεν εὖ τινας πεποιηκέναι, «εὐεργέται».
 [03550]  ἀλλὰ κατὰ τὴν διήγησιν ταύτην περιγεγράφθω τὰ κατὰ τὸν τόπον καὶ ἀρχή τις ἔστω ἑτέρας περικοπῆς τὰ ἐπιφε ρόμενα, ἵνα μὴ ἀναγκάζηταί τις (συνάπτων καὶ τὴν περὶ ἐκείνων διήγησιν τοῖς προτέροις) ζητεῖν ἐκβαλλομένους ἀπὸ τοῦ ἱεροῦ τοῦ θεοῦ τινας τοὺς ἐπιπληττομένους ὡς πεποιηκότας τὸν «τῆς προσευχῆς» οἶκον «λῃστῶν σπήλαιον».
 [03585]  [16.21] Καὶ νῦν δὲ νομίζω ἱερὸν ἐκ λίθων ζώντων οἰκοδομηθὲν εἶναι τὴν ἐκκλησίαν, καὶ εἶναι ἐν αὐτῇ τινας οὐχ ὡς ἐν ἐκκλησίᾳ ζῶντας ἀλλ' ὡς «κατὰ σάρκα» στρατευομέ νους, οἵτινες καὶ ποιοῦσι τὸν τῆς προσευχῆς ἐκ ζώντων λίθων <οἰκο δομηθέντα> οἶκον λῃστῶν διὰ τὴν αὐτῶν κακίαν σπήλαιον.
 [04136]  [17.18] ἡμεῖς δὲ πολλὴν ἀφθονίαν ἔχομεν ἀπὸ τῶν εὐαγγελικῶν περὶ τοῦ θεοῦ παρα δειγμάτων, ἐν οἷς ὡμοιώθη κατά τινας παραβολὰς ἀνθρώπῳ.
000-00-00 Serial Number=0134202123
Contra Celsum Ante [Go Back]  
 [00136]  Φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι χρῆσθαι τῷ Μὴ ἐξέταζε ἀλλὰ πίστευσον καὶ Ἡ πίστις σου σώσει σε.
 [00308]  Εἰ δ' ὁ εὐγνωμόνως ταῦτα κατανοῶν συγκαταθήσεται τῷ μηδὲν κρεῖττον ἐν ἀνθρώποις γεγονέναι ἀθεεί, πόσῳ πλέον τὸ τοιοῦτον περὶ τοῦ Ἰησοῦ θαρρῶν ἀποφανεῖται, συνεξετάζων πολλῶν προσερχομένων αὐτοῦ τῷ λόγῳ ἀρχαιοτέρους βίους μεταγενεστέροις καὶ κατανοῶν, ἐν ὅσαις μὲν ἀκολασίαις ὅσαις δὲ ἀδικίαις καὶ πλεονεξίαις ἕκαστος τῶνδε ἦν, πρίν, ὥς φησι Κέλσος καὶ οἱ τὰ αὐτὰ αὐτῷ νομίζοντες, ἀπατηθῶσι καὶ παραδέξωνται λόγον λυμαινόμενον, ὡς ἐκεῖνοι λέγουσι, τὸν τῶν ἀνθρώπων βίον, ἐξ οὗ δὲ παρειλήφασι τὸν λόγον, τίνα τρόπον γεγόνασιν ἐπιεικέστεροι καὶ σεμνότεροι καὶ εὐσταθέστεροι, ὥς τινας αὐτῶν διὰ τὸν ἔρωτα τῆς ὑπερ βαλλούσης καθαρότητος καὶ διὰ τὸ καθαρώτερον θρησκεύειν τὸ θεῖον μηδὲ τῶν συγκεχωρημένων ὑπὸ τοῦ νόμου ἅπτεσθαι ἀφροδισίων;
 [00314]  ὁμολογεῖ γὰρ καὶ μετρίους καὶ ἐπιεικεῖς καὶ συνετούς τινας καὶ ἐπ' ἀλληγορίαν ἑτοίμους εἶναι ἐν αὐτοῖς.
 [00328]  ὁ δ' ἡμέτερος Ἰησοῦς καὶ ὀνειδιζόμενος ὡς ἐκ κώμης γεγονὼς καὶ ταύτης οὐχ ἑλλαδικῆς οὐδέ τινος ἔθνους ὄντος παρὰ τοῖς πολλοῖς ἐν προαγωγῇ, δυσφημούμενος δὲ καὶ ἐπὶ τῷ πενιχρᾶς καὶ χερνήτιδος υἱὸς εἶναι καὶ διὰ πενίαν καταλιπὼν τὴν πατρίδα ἐν Αἰγύπτῳ μισθαρνῆσαι, καὶ οἱονεὶ πρὸς τὸ ληφθὲν παράδειγμα οὐ μόνον Σερίφιος γεγονὼς καὶ ἀπὸ ἐλαχίστης καὶ ἀσημοτάτης νήσου ἀλλὰ καὶ Σεριφίων, ὡς ἔστιν εἰπεῖν, ὁ ἀγεννέστατος, δεδύνηται σεῖσαι τὴν πᾶσαν ἀνθρώπων οἰκουμένην οὐ μόνον ὑπὲρ Θεμιστοκλέα τὸν Ἀθηναῖον ἀλλὰ καὶ ὑπὲρ Πυθαγόραν καὶ Πλάτωνα καί τινας ἄλλους τῶν ὁποιποτοῦν τῆς οἰκουμένης σοφῶν ἢ βασιλέων ἢ στρατηγῶν.
 [00333]  Ἔπεισε γὰρ οὔθ' ὡς τύραννος συναποστῆναι αὐτῷ τινας τῶν νόμων οὔθ' ὡς λῃστὴς κατ' ἀνθρώπων ἀλείφων τοὺς ἑπομένους οὔθ' ὡς πλούσιος χορηγῶν τοῖς προσιοῦσιν οὔθ' ὥς τις τῶν ὁμολογουμένως ψεκτῶν, ἀλλ' ὡς διδάσκαλος τοῦ περὶ τοῦ θεοῦ τῶν ὅλων λόγου καὶ τῆς εἰς αὐτὸν θρησκείας καὶ παντὸς ἠθικοῦ τόπου, δυναμένου οἰκειῶσαι τῷ ἐπὶ πᾶσι θεῷ τὸν κατ' αὐτὸν βιώσαντα.
 [00339]  Εἰκὸς γὰρ εἶναι ἐν τῇ φύσει τῶν πραγμάτων κατά τινας ἀπορρήτους καὶ δυσλήπτους τοῖς πολλοῖς λόγους φύσιν τοιαύτην, ὡς ἕνα δίκαιον ὑπὲρ τοῦ κοινοῦ ἀποθανόντα ἑκουσίως ἀποτρο πιασμοὺς ἐμποιεῖν φαύλων δαιμονίων, ἐνεργούντων λοιμοὺς ἢ ἀφορίας ἢ δυσπλοΐας ἤ τι τῶν παραπλησίων.
 [00340]  Λεγέτωσαν οὖν οἱ βουλόμενοι ἀπιστεῖν τῷ Ἰησοῦν ὑπὲρ ἀνθρώπων ἀποτεθνηκέναι τρόπῳ σταυροῦ, πότερον οὐδὲ τὰς ἑλληνικὰς παραδέξονται καὶ βαρβαρικὰς πολλὰς ἱστορίας περὶ τοῦ τινας ὑπὲρ τοῦ κοινοῦ τεθνηκέναι καθαιρετικῶς τῶν προκαταλαβόντων τὰς πόλεις καὶ τὰ ἔθνη κακῶν·
 [00351]  Ἣ εὐλογώτερον ἑκάστην ψυχὴν κατά τινας ἀπορρήτους λόγους λέγω δὲ ταῦτα νῦν κατὰ Πυθαγόραν καὶ Πλάτωνα καὶ Ἐμπεδοκλέα, οὓς πολλάκις ὠνόμασεν ὁ Κέλσος , εἰσκρι νομένην σώματι κατ' ἀξίαν εἰσκρίνεσθαι καὶ κατὰ τὰ πρότερα ἤθη;
 [00353]  [1.33] Εἰ γὰρ ἥδε μὲν ἡ ψυχή, κατά τινας ἀπορρήτους λόγους ἀξία γενομένη μὴ πάντῃ μὲν ἐν ἀλόγου γενέσθαι σώματι οὐ μὴν καὶ καθαρῶς ἐν λογικοῦ, ἐνδύεται σῶμα τερατῶδες, ὡς μηδὲ τὸν λόγον συμπληρωθῆναι δύνασθαι τῷ οὑτωσὶ γεγενημένῳ καὶ ἀσύμμετρον ἔχοντι τὴν κεφαλὴν τῷ λοιπῷ σώματι καὶ πάνυ βραχυτέραν, ἑτέρα δὲ τοιόνδε σῶμα ἀναλαμβάνει, ὡς ὀλίγῳ ἐκείνου γενέσθαι λογικωτέρα, καὶ ἄλλη ἔτι μᾶλλον, τῆς φύσεως τοῦ σώματος ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον ἀντιπραττούσης τῇ τοῦ λόγου ἀντιλήψει·
 [00449]  Ἀλλ' ὁ εὐγνωμόνως ἐντυγ χάνων ταῖς ἱστορίαις καὶ βουλόμενος ἑαυτὸν τηρεῖν καὶ ἐν ἐκείναις ἀνεξαπάτητον κρινεῖ, τίσι μὲν συγκαταθήσεται τίνα δὲ τροπολογήσει, τὸ βούλημα ἐρευνῶν τῶν ἀναπλασαμένων τὰ τοιαδί, καὶ τίσιν ἀπιστήσει ὡς διὰ τὴν πρός τινας χάριν ἀναγεγραμμένοις.
 [00653]  Οὐκ οἴδαμεν οὖν εἰ ὁ Κέλσος ἠπίστατό τινας ἐπιδημήσαντας τῷ βίῳ καὶ τὸ παραπλήσιον βουληθέντας ποιεῖν τῷ Ἰησοῦ καὶ θεοῦ υἱοὺς αὑτοὺς ἀναγορεύειν ἢ θεοῦ δύναμιν.
 [00710]  [1.62] Μετὰ ταῦτα δ' ἐπεὶ μηδὲ τὸν ἀριθμὸν τῶν ἀποστόλων ἐπιστάμενος δέκα εἶπεν ἢ ἕνδεκά τινας ἐξαρτησάμενον τὸν Ἰησοῦν ἑαυτῷ ἐπιρρήτους ἀνθρώπους, τελώνας καὶ ναύτας τοὺς πονηροτάτους, μετὰ τούτων τῇδε κἀκεῖσε αὐτὸν ἀποδεδρακέναι, αἰσχρῶς καὶ γλίσχρως τροφὰς συνάγοντα, φέρε καὶ περὶ τούτων κατὰ τὸ δυνατὸν διαλάβωμεν.
 [00718]  ∆οκεῖ δέ μοι ὅτι σοφοὺς μέν τινας ὡς πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν καὶ ἱκανοὺς πρὸς τὸ νοεῖν ἀρεσκόντως πλήθεσι καὶ λέγειν ἐπιλεξάμενος καὶ χρησάμενος αὐτοῖς διακόνοις τῆς διδασ καλίας ὁ Ἰησοῦς εὐλογώτατ' ἂν ὑπενοήθη ὁμοίᾳ φιλοσόφοις κεχρῆσθαι ἀγωγῇ, αἱρέσεώς τινος προϊσταμένοις·
 [00799]  Καὶ ἔτι γε τὸ ὄνομα τοῦ Ἰησοῦ ἐκστάσεις μὲν διανοίας ἀνθρώπων ἀφίστησι καὶ δαίμονας ἤδη δὲ καὶ νόσους, ἐμποιεῖ δὲ θαυμασίαν τινὰ πρᾳότητα καὶ καταστολὴν τοῦ ἤθους καὶ φιλανθρωπίαν καὶ χρηστότητα καὶ ἡμερότητα ἐν τοῖς μὴ διὰ τὰ βιωτικὰ ἤ τινας χρείας ἀνθρωπικὰς ὑποκριναμένοις ἀλλὰ παραδεξα μένοις γνησίως τὸν περὶ θεοῦ καὶ Χριστοῦ καὶ τῆς ἐσομένης κρίσεως λόγον.
 [01106]  Εἴπερ γὰρ ἐχρῆν διὰ δόγματα ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἄγεσθαί τινας, καὶ τίνας ἐχρῆν ἄλλους ἢ Ἐπικου ρείους, τοὺς πάντῃ πρόνοιαν ἀναιροῦντας, ἀλλὰ καὶ τοὺς ἀπὸ τοῦ Περιπάτου, μηδὲν φάσκοντας ἀνύειν εὐχὰς καὶ τὰς ὡς πρὸς τὸ θεῖον θυσίας;
 [01302]  [2.27] Μετὰ ταῦτά τινας τῶν πιστευόντων φησὶν ὡς ἐκ μέθης ἥκοντας εἰς τὸ ἐφεστάναι αὑτοῖς μεταχαράττειν ἐκ τῆς πρώτης γραφῆς τὸ εὐαγγέλιον τριχῇ καὶ τετραχῇ καὶ πολλαχῇ καὶ μεταπλάττειν, ἵν' ἔχοιεν πρὸς τοὺς ἐλέγχους ἀρνεῖσθαι.
 [01663]  ἐν δὲ τοῖς εὐαγγελίοις οὐχ ὅτι ἀεὶ συνῆν αὐτοῖς, ἀλλ' ὅπου μὲν δι' ἡμερῶν ὀκτὼ ἐφάνη τῶν θυρῶν κεκλεισμένων ἐν μέσῳ αὐτῶν ὅπου δὲ κατά τινας τοιούτους τρόπους.
 [01747]  Εἴπερ οὖν ἀπὸ τῶν εὐαγγελίων μεμαθηκότες ὅτι οὐ γέγονεν εὐθὺς ἀφανὴς ἀπὸ τοῦ σκόλοπος ἐγκαλεῖν οἴονται τῷ λόγῳ, μὴ πλασαμένῳ, ὡς ἐκεῖνοι ἠξίωσαν, τὸ εὐθὺς αὐτὸν ἀφανῆ γενέσθαι ἀπὸ τοῦ σκόλοπος ἀλλὰ τὸ ἀληθὲς ἱστορήσαντι, πῶς οὐκ εὔλογον πιστεῦσαι αὐτοὺς καὶ τῇ ἀναστάσει αὐτοῦ, καὶ ὡς βουληθεὶς ὁτὲ μὲν τῶν θυρῶν κεκλεισμένων ἔστη ἐν μέσῳ τῶν μαθητῶν, ὁτὲ δὲ δοὺς ἄρτον δυσὶ τῶν γνωρίμων εὐθὺς ἄφαντος ἐγένετο ἀπ' αὐτῶν μετά τινας, οὓς ἐλάλησεν αὐτοῖς, λόγους;
 [01955]  Νῦν μὲν οὖν τάχα, ὅτε διὰ τὸ πλῆθος τῶν προσερχομένων τῷ λόγῳ καὶ πλούσιοι καί τινες τῶν ἐν ἀξιώμασι καὶ γύναια τὰ ἁβρὰ καὶ εὐγενῆ ἀποδέχονται τοὺς ἀπὸ τοῦ λόγου, τολμήσει τις λέγειν διὰ τὸ δοξάριον προΐστασ θαί τινας τῆς κατὰ Χριστιανοὺς διδασκαλίας·
 [02077]  Εἰ δὲ μηδὲν θεῖον αὐτόθεν ἐμφαίνεται ἀπὸ τῆς Ἀσκληπιοῦ ἰατρικῆς καὶ Ἀπόλλωνος μαντικῆς, πῶς εὐλόγως ἄν τις, ἵνα καὶ δῶ ταῦθ' οὕτως ἔχειν, ὡς θεοὺς αὐτοὺς σέβοι ἂν καθαρούς τινας;
 [02846]  Οὐ φοβεῖται δέ τινας ὁ θεός, ἵνα πλανήσας τοὺς ἐπιβουλεύοντας κίνδυνον διαφύγῃ.
 [02908]  [4.26] Εἰ δὲ διὰ τὰ μὴ ἀρέσκοντα Κέλσῳ Χριστιανῶν καὶ Ἰουδαίων δόγματα, <ἃ> μηδὲ τὴν ἀρχὴν ἐπίστασθαι φαίνεται, οὗτοι μὲν σκώληκες καὶ μύρμηκες οἱ δὲ λοιποὶ οὐ τοιοῦτοι, φέρε ἐξετάσωμεν καὶ τὰ αὐτόθεν πᾶσι προφαινόμενα δόγματα Χριστιανῶν καὶ Ἰουδαίων <σὺν> τοῖς τῶν λοιπῶν ἀνθρώπων, εἰ μὴ ἀναφανεῖται τοῖς ἅπαξ παραδεχομένοις εἶναί τινας ἀνθρώπους σκώληκας καὶ μύρμηκας ὅτι σκώληκες μὲν καὶ μύρμηκες καὶ βάτραχοι οἱ καταπεπτωκότες ἀπὸ τῆς περὶ θεοῦ ὑγιοῦς ὑπολήψεως φαντασίᾳ δ' εὐσεβείας ἤτοι ἄλογα ζῷα ἢ ἀγάλματα σέβοντες ἢ καὶ τὰ δημιουργήματα, δέον ἐκ τοῦ κάλλους αὐτῶν θαυμάζειν τὸν πεποιηκότα κἀκεῖνον σέβειν, ἄνθρωποι δὲ καὶ εἴ τι ἀνθρώπων τιμιώτερον οἱ δυνηθέντες ἀναβῆναι ἀκολουθοῦντες τῷ λόγῳ ἀπὸ λίθων καὶ ξύλων ἀλλὰ καὶ τῆς νομιζομένης ὕλης εἶναι τιμιωτάτης ἀργύρου καὶ χρυσοῦ, ἀναβάντες δὲ καὶ ἀπὸ τῶν ἐν κόσμῳ καλῶν ἐπὶ τὸν τὰ ὅλα ποιήσαντα καὶ ἐκείνῳ ἑαυτοὺς πιστεύ σαντες καὶ ὡς μόνῳ διαρκεῖν δυναμένῳ ἐπὶ πάντα τὰ ὄντα καὶ ἐφορᾶν τοὺς πάντων λογισμοὺς καὶ ἀκούειν τῆς πάντων εὐχῆς τὰς εὐχὰς ἐκείνῳ ἀναπέμποντες καὶ ὡς ἐπὶ θεατοῦ αὐτοῦ τῶν γινομένων πάντα πράττοντες καὶ ὡς ἐπὶ ἀκροατοῦ τῶν λεγομένων φυλαττόμενοι λέγειν τὸ μὴ ἀρεσκόντως ἀπαγγελλόμενον τῷ θεῷ.
 [02941]  οἴδαμεν δ' ἐν τῇ διατάξει τῶν ὅλων εἶναί τινας τοὺς καλου μένους θρόνους καὶ ἄλλους κυριότητας καὶ ἄλλους ἐξουσίας καὶ ἄλλους ἀρχάς·
 [03005]  Ταῦτ' οὖν δοκεῖ μοι, ὑπὸ Ἰουδαίων καὶ Χριστιανῶν προσαγόμενα εἰς ἀπόδειξιν τοῦ ἱερούς τινας ἄνδρας γεγονέναι τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, τοὺς πατέρας τοῦ Ἰουδαίωνἔθνους, μὴ πάντῃ μὲν ἠγνοηκέναι ὁ Κέλσος οὐ μὴν σαφῶς ἐκτεθεῖσθαι, ἐπεὶ μὴ ἐδύνατο ἀπαντῆσαι πρὸς τὸν λόγον.
 [03026]  [4.36] Μετὰ ταῦτα ὁ Κέλσος ἐκτιθέμενος τὰ ἀπὸ τῆς ἔξω τοῦ θείου λόγου ἱστορίας, τὰ περὶ τῶν ἐπιδικασαμένων ἀνθρώπων τῆς ἀρχαιότητος, οἷον Ἀθηναίων καὶ Αἰγυπτίων καὶ Ἀρκάδων καὶ Φρυγῶν, καὶ γηγενεῖς τινας παρὰ σφίσιν γεγονέναι λεγόντων καὶ τεκμήρια τούτων παρεχομένων ἑκάστων, φησὶν ὡς ἄρα Ἰουδαῖοι ἐν γωνίᾳ που τῆς Παλαισ τίνης συγκύψαντες, παντελῶς ἀπαίδευτοι καὶ οὐ προακη κοότες πάλαι ταῦτα Ἡσιόδῳ καὶ ἄλλοις μυρίοις ἀνδράσιν ἐνθέοις ὑμνημένα, συνέθεσαν ἀπιθανώτατα καὶ ἀμουσότατα, ἄνθρωπόν τινα ὑπὸ χειρῶν θεοῦ πλασσόμενόν τε καὶ ἐμφυ σώμενον καὶ γύναιον ἐκ τῆς πλευρᾶς καὶ παραγγέλματα τοῦ θεοῦ καὶ ὄφιν τούτοις ἀντιπράσσοντα καὶ περιγινόμενον τῶν θεοῦ προσταγμάτων τὸν ὄφιν, μῦθόν τινα ὡς γραυσὶ διηγούμενοι καὶ ποιοῦντες ἀνοσιώτατα τὸν θεόν, εὐθὺς ἀπ' ἀρχῆς ἀσθενοῦντα καὶ μηδ' ἕν' ἄνθρωπον, ὃν αὐτὸς ἔπλασε, πεῖσαι δυνάμενον.
 [03264]  Ἐχρῆν δ' αὐτόν, ὁρῶντα θεοὺς δρακόντων καὶ ἀσπίδων καὶ βασιλίσκων δημιουργοὺς καὶ κατὰ ἔντομον εἶδος αὐτῶν τινας εἶναι δημιουργοὺς καὶ ἄλλους κατ' εἶδος ἑκάστου φυτοῦ καὶ ἑκάστης βοτάνης, λέγειν τὰς αἰτίας τῶν μερισμῶν.
 [03305]  Τὸ τοιοῦτόν γε πεποίηκε τολμῆσαί τινας ἀποθεῶσαι μὲν τὰ τῶν διαφερόντων σώματα ὡς δεξάμενα ψυχὴν σπουδαίαν, ἀπορρίψαι δὲ ἢ ἀτιμάσαι τὰ τῶν φαυλοτάτων·
 [03396]  Καὶ ὥσπερ γεωργὸς κατὰ τὰς διαφόρους τῶν τοῦ ἐνιαυτοῦ ὡρῶν διάφορα ἔργα γεωργικὰ ποιεῖ ἐπὶ τὴν γῆν καὶ τὰ ἐπ' αὐτῆς φυόμενα, οὕτως ὁ θεὸς οἱονεὶ ἐνιαυτούς τινας, ἵν' οὕτως ὀνομάσω, οἰκονομεῖ ὅλους τοὺς αἰῶνας, καθ' ἕκαστον αὐτῶν ποιῶν ὅσα ἀπαιτεῖ αὐτὸ τὸ περὶ τὰ ὅλα εὔλογον, ὑπὸ μόνου θεοῦ ὡς ἀληθείας ἔχει τρανότατα καταλαμβανόμενον καὶ ἐπιτε λούμενον.
 [03492]  Σαφὲς δὴ ὅτι οὐ μόνον Ἰουδαίων καὶ Χριστιανῶν τινες εἰρήκασιν ἡμῖν δουλεύειν ἥλιον καὶ τὰ ἐν οὐρανῷ ἀλλὰ καὶ ὁ κατά τινας σκηνικὸς φιλόσοφος καὶ φυσιολογίας τῆς Ἀναξαγόρου γενόμενος ἀκροατής·
 [03612]  ἀνατρέποντες μὲν τὸ ὅτι σοφώτερα τὰ ἄλογα ζῷα τῶν ἀνθρώπων, ψευδοποιοῦντες δὲ καὶ ὅτι ἐννοίας ἔχει τοῦ θείου ἱερωτέρας ἡμῶν καὶ ὅτι ὁμιλίας ἔχει πρὸς ἄλληλα ἱεράς τινας.
 [03721]  Ἵνα δὲ καὶ πιστεύσωμέν τινας, ἐκ τῆς ἀσήμου φωνῆς τῶν ὀρνίθων μαθόντας ὅτι ἀπίασί ποι οἱ ὄρνιθες καὶ ποιήσουσι τόδε ἢ τόδε, προδηλοῦν, καὶ τοῦτ' ἐροῦμεν ἀπὸ τῶν δαιμόνων συμβολικῶς ἀνθρώποις δεδηλῶσθαι κατὰ σκοπὸν τὸν περὶ τοῦ ἀπατηθῆναι ὑπὸ τῶν δαιμόνων τὸν ἄνθρωπον καὶ κατασπασθῆναι αὐτοῦ τὸν νοῦν ἀπ' οὐρανοῦ καὶ θεοῦ ἐπὶ γῆν καὶ τὰ ἔτι κατωτέρω.
 [03761]  Εἰ δέ τινας ἀγγέλους φατέ, τίνας τούτους λέγετε, θεοὺς ἢ ἄλλο τι γένος;
 [03773]  Εἰ δέ τινας ἀγγέλους φατέ, καὶ προσε περωτᾷ λέγων·
 [03986]  Τῶν γὰρ ἀστέρων κατά τινας περιόδους τεταγμένας τοὺς αὐτοὺς σχηματισμοὺς καὶ σχέσεις πρὸς ἀλλήλους λαμβανόντων, πάντα τὰ ἐπὶ γῆς ὁμοίως ἔχειν φασὶ τοῖς ὅτε τὸ αὐτὸ σχῆμα τῆς σχέσεως τῶν ἀστέρων περιεῖχεν ὁ κόσμος.
 [04021]  ∆οκεῖ δ' οὕτως καὶ συμφέρειν, οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ δεῖ φυλάττειν τὰ ἐς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται.
 [04028]  [5.26] Καὶ χρή, φησί, τοὺς νόμους τηρεῖν, οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ ὅτι δεῖ φυλάσσειν τὰ ἐς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται.
 [04057]  [5.29] ∆οκεῖ δή μοι παρακηκοέναι τινῶν ὁ Κέλσος περὶ τῆς διανεμήσεως τῶν ἐπὶ γῆς μυστικωτέρων λόγων, ὧν ἐφάπτεται μέν πως καὶ ἡ ἑλληνικὴ ἱστορία, εἰσαγαγοῦσά τινας τῶν νομιζομένων θεῶν περὶ τῆς Ἀττικῆς πρὸς ἀλλήλους ἡμιλλῆσ θαι, ποιοῦσα δὲ παρὰ τοῖς ποιηταῖς τινας τῶν λεγομένων θεῶν ὁμολογεῖν τινας τόπους οἰκειοτέρους αὐτοῖς.
 [04101]  Ἀλλ' ὡς προείπομεν, ταῦτα ἡμῖν ἐπικεκρυμμένως λελέχθω, παριστᾶσιν ὧν παρήκουσαν οἱ φήσαντες τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα, κατά τινας ἐπικρατείας διειλημμένα, ταύτῃ διοικεῖσθαι·
 [04194]  Περὶ δὲ Σαράπιδος πολλὴ καὶ διάφωνος ἱστορία, χθὲς καὶ πρώην εἰς μέσον ἐλθόντος κατά τινας μαγγανείας τοῦ βουληθέντος Πτολεμαίου οἱονεὶ ἐπιφανῆ δεῖξαι τοῖς ἐν Ἀλεξανδρείᾳ θεόν.
 [04321]  Καὶ ὡς εὐδοκιμοῦντές γε ὅσον οὐκ ἐγκατελεί ποντο, καίτοι γε ὀλίγοι τυγχάνοντες τὸν ἀριθμόν, διετέλουν φρουρούμενοι ὑπὸ θείας δυνάμεως, ὡς μηδ' ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος παθεῖν τι αὐτοὺς ὑπ' αὐτοῦ, καίτοι γε μὴ βουληθέντας διά τινας συνθήκας καὶ ὅρκους ἀναλαμβάνειν ὅπλα κατὰ τοῦ ∆αρείου.
 [04420]  Ἔστω δέ τι καὶ τρίτον γένος τῶν ὀνομαζόντων ψυχικούς τινας καὶ πνευματικοὺς ἑτέρους·
 [04428]  Εἶπε δέ τινας εἶναι καὶ Σιβυλλιστάς, τάχα παρακούσας τινῶν ἐγκαλούντων τοῖς οἰομένοις προφῆτιν γεγονέναι τὴν Σίβυλλαν καὶ Σιβυλλιστὰς τοὺς τοιούτους καλεσάντων.
 [04449]  διόπερ εἶπεν ὁ Κέλσος ἀκοῆς καυστήριά τινας ὀνομάζεσθαι παρὰ Χριστιανοῖς.
 [04452]  Σειρῆνας δέ τινας ἐξορχουμένας καὶ σοφιστρίας, κατασφραγιζομένας τὰ ὦτα καὶ ἀποσυοκε φαλούσας τοὺς πειθομένους, ἡμεῖς οὐκ ἴσμεν ὀνομαζομένους, οἶμαι δ' ὅτι οὐδ' ἄλλος τις τῶν ἐν τῷ λόγῳ οὐδ' ἐν ταῖς αἱρέσεσιν.
 [04691]  [6.19] Ἑξῆς δὲ τούτοις φησὶν ὁ Κέλσος παρακούσαντάς τινας Χριστιανοὺς πλατωνικῶν λέξεων αὐχεῖν τὸν ὑπερουράνιον θεόν, ὑπεραναβαίνοντας τὸν Ἰουδαίων οὐρανόν.
 [04781]  ἥτις δυσφημία παραλόγως πάλαι μὲν πλείστων ὅσων ἐκράτει πείθουσα τοὺς ἀλλοτρίους τοῦ λόγου ὅτι τοιοῦτοί εἰσι Χριστιανοί, καὶ νῦν δὲ ἔτι ἀπατᾷ τινας ἀποτρεπομένους διὰ τὰ τοιαῦτα κἂν εἰς κοινωνίαν ἁπλουστέραν λόγων ἥκειν πρὸς Χριστιανούς.
 [04924]  ἐν οἷς ὁ μὴ Χριστιανὸς ἀλλὰ φιλόσοφος ἔφησεν ἁλῶναι ὑπὸ τῆς ἐν Ἀπολλωνίῳ μαγείας οὐκ ἀγεννεῖς τινας φιλοσόφους ὡς πρὸς γόητα αὐτὸν εἰσελθόντας·
 [05034]  Εἰ μὲν οὖν τὸν φαινόμενον αὐτῷ τρόπον τοῦ εὐηθικὴν εἶναι αὐτὴν καί τινας πιθανότητας προηνέγκατο, κἂν ἠγωνισάμεθα πρὸς αὐτάς·
 [05447]  Καὶ Πέρσαι δὲ οἱ τὰς μητέρας γαμοῦντες καὶ θυγατράσι μιγνύμενοι ἔνθεον ἔθνος εἶναι τῷ Κέλσῳ δοκοῦσιν, ἀλλὰ καὶ Ἰνδοί, ὧν τινας ἐν τοῖς προειρημένοις ἔλεγε καὶ ἀνθρωπείων γεγεῦσθαι σαρκῶν.
 [05507]  Μέμνημαι δὲ παρά τινι τῶν Πυθαγορείων, ἀναγράψαντι περὶ τῶν ἐν ὑπονοίᾳ παρὰ τῷ ποιητῇ λελεγμέ νων, ἀναγνοὺς ὅτι τὰ τοῦ Χρύσου πρὸς τὸν Ἀπόλλωνα ἔπη καὶ ὁ ἐξ Ἀπόλλωνος ἐπιπεμφθεὶς τοῖς Ἕλλησι λοιμὸς διδάσκει ὅτι ἠπίστατο Ὅμηρος πονηρούς τινας δαίμονας, χαίροντας ταῖς κνίσσαις καὶ ταῖς θυσίαις, μισθοὺς ἀποδιδόναι τοῖς θύσασι τὴν ἑτέρων φθοράν, εἰ τοιοῦτο οἱ θύοντες εὔχοιντο.
 [05563]  πλὴν καὶ ἡμεῖς κατὰ τὸ δυνατὸν ἡμῖν πεποιήκαμεν, τά, ὥς φησι Κέλσος, πάροιστρα καὶ πάντῃ ἄδηλα πρὸς λέξιν διηγησάμενοι ἐν τοῖς πραγματευθεῖσιν ἡμῖν εἰς τὸν Ἡσαΐαν καὶ εἰς τὸν Ἰεζεκιὴλ καὶ εἴς τινας τῶν δώδεκα.
 [05673]  Παραφράζει δέ τινας λέξεις ὁ Κέλσος, ἐμφαινούσας πληρωθήσεσθαι πᾶσαν τὴν γῆν διὰ τοῦ ἑβραϊκοῦ σπέρματος·
 [05849]  Κἂν λέγηται λόγος κυρίου γεγονέναι ἐν χειρὶ Ἱερεμίου τοῦ προφήτου ἢ ἄλλου τινός, ἢ νόμος ἐν χειρὶ Μωϋσέως, ἢ ὅτι Ταῖς χερσί μου ἐζήτησα τὸν θεὸν καὶ οὐκ ἠπατήθην, οὐχ οὕτως ἐστί τις ἀνόητος, ὡς μὴ ἐκλαμβάνειν χεῖράς τινας εἶναι τροπικῶς καλουμένας, περὶ ὧν καὶ Ἰωάννης λέγει·
 [06058]  μονογενὲς δὲ τοῦτο περὶ Ἀναξάρχου ἴσασι θαυμαζόμενον Ἕλληνες, ἐφ' ᾧ εἰ καί, ὡς Κέλσος ἀξιοῖ, ἐχρῆν τινας σέβειν ἄνθρωπον δι' ἀρετήν, οὐκ ἦν εὔλογον ἀναγορεύεσθαι τὸν Ἀνάξαρχον θεόν.
 [06255]  Οἶδε δὲ ὁ λόγος θεοὺς τοὺς μέν τινας λεγομένους τοὺς δὲ καὶ ὄντας, εἴτε λεγομένους εἴτε μή·
 [06352]  Ἔστω δέ τινας ὡς ἐν πλήθει πιστευόντων καὶ δεχομένων διαφωνίαν διὰ τὴν προπέτειαν ὑποτίθεσθαι τὸν σωτῆρα εἶναι τὸν μέγιστον ἐπὶ πᾶσι θεόν, ἀλλ' οὔτι γε ἡμεῖς τοιοῦτον, οἱ πειθόμενοι αὐτῷ λέγοντι·
 [06435]  Εἰ μέντοι αἱ δημοτελεῖς μέχρι ὀνόματος ἑορταὶ μηδένα λόγον ἔχουσιν ἀποδεικτικόν, ὡς ἁρμόζουσαι τῇ εἰς τὸ θεῖον θεραπείᾳ, ἀλλ' ἐλέγχοιντο οὖσαι ἀναπλάσματα τῶν ὅπως ποτὲ ἔτυχε διά τινας ἱστορίας ἀνθρωπικὰς ταῦτα νομοθετη σάντων ἢ καὶ φυσιολογίας περὶ ὕδατος ἢ γῆς ἢ τῶν ἀπ' αὐτῆς καρπῶν δοκούντων περιέχειν, δῆλον ὅτι οἱ τὸ θεῖον ἐξητα σμένως σέβειν θέλοντες εὔλογόν τι πράττοιεν <ἄν>, μὴ μεταλαμβάνοντες τῶν δημοτελῶν ἑορτῶν.
 [06678]  Ἤδη δὲ καὶ ἐξ αὐτῶν ἀδύτων φωνὴ βαρεῖα καθεῖλέν τινας.
 [06757]  Ταῦτα δ' εἰρήκαμεν οὐκ ἐπὶ τὸ ἀμφιβάλλειν προτρεπόμενοί τινας περὶ τοῦ κατὰ χριστιανισμὸν λόγου ἀλλὰ παριστάντες ὅτι τοῖς πάντῃ διαλοιδορουμένοις τῷ Χριστιανῶν λόγῳ αἱρετώτερόν ἐστι κἂν ἀμφιβάλλειν περὶ αὐτῶν καὶ μὴ οὕτω θρασέως λέγειν περὶ τοῦ Ἰησοῦ ἢ τῶν μαθητῶν αὐτοῦ, ἃ μὴ ἐπίστανται καὶ ἀποφαίνονται οὐ μετὰ τῆς καλουμένης παρὰ τοῖς ἀπὸ τῆς Στοᾶς καταληπτικῆς φαντασίας οὐδ' ἀπ' ἄλλου τινὸς κριτηρίου, περὶ οὗ ἑκάστη τῶν φιλοσόφων αἵρεσις τὸ φαινόμενον, ὡς ἔδοξε, κατεσκεύασεν.
 [06811]  Κἂν ἴδωμεν δὲ μὴ δαίμονάς τινας ἀγγέλους δὲ τεταγμένους ἐπὶ τῶν τῆς γῆς καρπῶν καὶ ἐπὶ τῆς τῶν ζῴων γενέσεως, εὐφημοῦμεν αὐτοὺς καὶ μακαρίζομεν, ἐγχειρισθέντας ὑπὸ τοῦ θεοῦ τὰ χρήσιμα τῷ γένει ἡμῶν·
000-00-00 Serial Number=0341149151
De oratione Ante [Go Back]  
 [00139]  ἤδη μέν τοι γε ἡ ἀντικειμένη ἐνέργεια, τὰ ἀσεβέστατα τῶν δογμάτων περιτιθέναι θέλουσα τῷ ὀνόματι τοῦ Χριστοῦ καὶ τῇ διδασκαλίᾳ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ περὶ τοῦ μὴ δεῖν εὔχεσθαι δεδύνηται πεῖσαί τινας·
 [00295]  πόσους εἰκὸς ἀγγέλους διακονοῦντας τῷ Ἰησοῦ, βουλομένῳ συνάγειν «τοὺς υἱοὺς Ἰσραὴλ» «κατὰ ἕνα ἕνα» καὶ ἀθροίζειν τοὺς ἀπὸ τῆς διασπο ρᾶς τούς τε φοβουμένους καὶ ἐπικαλουμένους σῴζοντι, μᾶλλον τῶν ἀποστόλων συνεργεῖν τῇ αὐξήσει καὶ τῷ πληθυσμῷ τῆς ἐκκλησίας, ὡς καὶ προεστῶτάς τινας τῶν ἐκκλησιῶν ἀγγέλους λέγεσθαι παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει;
 [00486]  οὐ μέγα τοίνυν εἰ, τῆς προθέσεως τοῦ δωρουμένου τὰ προηγούμενα χαριζομένης κατά τινας ἀναλογίας ἀποῤῥήτους καὶ μυστικὰς ἁρμο ζόντως τοῖς λαμβάνουσι καὶ τοῖς χρόνοις, ὅτε δίδοται τὰ προηγού μενα, ὁτὲ μὲν οὐδ' ὅλως αἱ σκιαὶ τοῖς λαμβάνουσιν ἕπονται ὁτὲ δὲ οὐ πάντων ἀλλὰ ὀλίγων ὁτὲ δὲ ἐλάττους συγκρίσει ἑτέρων, μειζό νων ἄλλοις ἐπακολουθουσῶν.
 [00934]  ἔστι τις καὶ πρὸς πολίτας ὀφειλὴ καὶ ἄλλη κοινὴ πρὸς πάντας ἀν θρώπους, ἰδίᾳ μὲν ξένους ἰδίᾳ δὲ καὶ ἡλικίαν πατέρων ἔχοντας, καὶ ἄλλη πρός τινας, οὓς εὔλογον ὡς υἱοὺς ἢ ὡς ἀδελφοὺς τιμᾶν.
000-00-00 Serial Number=0812776327
De principiis Ante [Go Back]  
 [00013]  [3.1.3] Τὸ μέντοι λογικὸν ζῷον καὶ λόγον ἔχει πρὸς τῇ φαντα στικῇ φύσει, τὸν κρίνοντα τὰς φαντασίας καί τινας μὲν ἀποδοκιμά ζοντα, τινὰς δὲ παραδεχόμενον, ἵνα ἄγηται τὸ ζῷον κατ' αὐτάς.
 [00137]  [3.1.13] Οὐκοῦν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπόμενος καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων ὁ θεὸς οὐκ ἀλόγως, ἀλλ' ὡς αὐτοῖς συνοίσοντος ὡς πρὸς τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸν ἄπειρον αἰῶνα τοῦ μὴ ταχὺ συνεργηθῆναι εἰς σωτηρίαν, ἀλλὰ βράδιον ἐπὶ ταύτην ἀχθῆναι μετὰ τὸ πειραθῆναι πολλῶν κακῶν.
 [00196]  ἵνα μετὰ τὸ λαβεῖν οὐδὲν ἧττον ἐλεγχθέντες ὡς ἀσεβέστατοι τῷ μηδ' οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύσωνται τοῦ τοιούτου θράσους, καὶ κατ' αὐτὸ τοῦτο ἐλευθερω θέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν τινας ὁ θεὸς μέλλει καὶ βρα δύνει, μὴ χαριζόμενος ὁρᾶν καὶ ἀκούειν τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων.
 [00226]  εἰ γὰρ ὡς ἐκεῖνοι ὑπολαμβάνουσι δεῖ ἐκλαμβάνειν τὸ «οὐ τοῦ θέλον τος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ», περισσαὶ αἱ ἐν τολαί, καὶ μάτην αὐτὸς ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας καὶ ἀποδέχεταί τινας ὡς κατωρθωκότας καὶ νομοθετεῖ ταῖς ἐκκλη σίαις·
 [00264]  [3.1.22] Εἰ δ' ἅπαξ προσιέμεθα εἶναί τινας πρεσβυτέρας αἰτίας τοῦ «σκεύους τῆς τιμῆς» καὶ τοῦ «σκεύους τῆς ἀτιμίας», τί ἄτοπον ἀνελ θόντας εἰς τὸν περὶ ψυχῆς τόπον <νοεῖν> πρεσβύτερα αἴτια τοῦ τὸν Ἰακὼβ ἠγαπῆσθαι καὶ τὸν Ἠσαῦ μεμισῆσθαι γεγονέναι εἰς τὸν Ἰακὼβ πρὸ τῆς ἐνσωματώσεως καὶ εἰς τὸν Ἠσαῦ πρὸ τοῦ εἰς τὴν κοιλίαν τῆς Ῥεβέκκας γενέσθαι;
 [00431]  «κατέλιπον ἐμαυτῷ ἑπτα κισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ», κείμενον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅτι ὁ Παῦλος εἴληφεν ἀντὶ τῶν «κατ' ἐκ λογὴν» Ἰσραηλιτῶν, τῷ μὴ μόνον τὰ ἔθνη ὠφελῆσθαι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας ἀλλὰ καί τινας τῶν ἀπὸ τοῦ θείου γένους.
 [00514]  εἰ γὰρ ἡ κρίσις τοῦ Ἰουδαίου ἐκ τοῦ κρυπτοῦ λαμβάνεται, νοητέον ὅτι, ὥσπερ Ἰουδαίων σωματικῶν ἐστι γένος, οὕτω τῶν «ἐν κρυπτῷ Ἰουδαίων» ἐστί τι ἔθνος, τῆς ψυχῆς τὴν εὐγένειαν ταύτην κατά τινας λόγους ἀπορρήτους κεκτημένης.
000-00-00 Serial Number=0807990015
Dialogus cum Heraclide Ante [Go Back]  
 [00362]  Τριῶν τοίνυν ὄντων θανάτων, ἴδωμεν ἡ ψυχὴ ἀνθρωπίνη πότερόν ἐστιν κατὰ τοὺς τρεῖς θανάτους ἀθάνατος, ἢ οὐ κατὰ τοὺς τρεῖς θανάτους, ἀλλὰ κατά τινας τούτων ἀθάνατος.
000-00-00 Serial Number=0529563308
Enarrationes in Job Ante [Go Back]  
 [00162]  κατὰ δὲ τὸ νοούμενον, οἷα δί καιος καὶ φιλόθεος ἀνὴρ ὁρῶν τινας σκανδαλιζομέ νους ἐπὶ τοῖς αὐτῶν παθήμασιν, ὡς τῆς τοῦ Θεοῦ δόξης ἐπ' αὐτῷ διασυρομένης, εἰ ὁ δίκαιος ταῦτα ὑπομένει.
000-00-00 Serial Number=0430700362
Epistula ad Africanum Ante [Go Back]  
 [00276]  Οὐδὲν οὖν θαυμαστὸν ἑρμηνεύσαντάς τινας τὸ περὶ Σωσάννης Ἑβραϊκὸν, ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, πάλαι παρ' αὐτοῖς κείμενον, καὶ παρὰ τοῖς φιλομαθεστέροις καὶ φιλαληθεστέροις σωζόμενον, ἤτοι κυρίως ἐκδεδωκέναι τὰ τῆς λέξεως, ἢ εὑρηκέναι τὸ ἀνάλογον τοῖς κατὰ τὸ Ἑβραϊκὸν παρωνύμοις, ἵνα δυνηθῶμεν οἱ Ἕλληνες αὐτοῖς παρακολουθῆσαι.
000-00-00 Serial Number=0967218399
Excerpta in Psalmos Ante [Go Back]  
 [00814]  Πάντα δὲ τὰ τῆς σωτηρίας ἀλλότρια ῥεύματα, ἃ ὁ Θεὸς, ὅταν βούληταί τινας ἐπιστρέψαι, ἵνα ἐξελθόντες πίωσιν ἀπὸ τῆς πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, ποιεῖ στραφῆναι εἰς αἷμα.
000-00-00 Serial Number=0325376689
Exhortatio ad martyrium Ante [Go Back]  
 [00140]  [13] Καὶ κατά τινας δὲ βαθυτέρους λόγους φησὶν Ἡσαΐας·
000-00-00 Serial Number=0285264611
Fragmenta de principiis Ante [Go Back]  
 [00009]  Ο.: καὶ πάλιν ὅτι (ἐν τῷ κηρύγματι καὶ τὸ εἶναί τινας ἀγγέλους καὶ δυνάμεις κρείττονας, λειτουργικὰς τῆς σωτηρίας τῶν ἀνθρώπων, παραδέδοται·
 [00042]  (Οἶμαι δὲ δύνασθαι ἀπὸ τῶν ὑποτεταγμέ νων τοῖς χείροσιν ἀρχαῖς καὶ ἐξουσίαις καὶ κοσμοκράτορσι καθ' ἕκαστον κόσμον ἤ τινας κόσμους ἐνίους τάχιον, <ἐνίους δὲ βράδιον> εὐεργετου μένους καὶ βουλησομένους ἐξ αὑτῶν μεταβαλεῖν συμπληρώσειν ποτὲ ἀνθρωπότητα.) [13] Just.
000-00-00 Serial Number=0490012467
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00025]  Ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπ' ἀπωλείᾳ γεγονέναι, καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦσθαι ὃ διδά σκουσι διὰ τοῦ «ἐσκληρύνθαι ὑπὸ Κυρίου τὴν καρ δίαν Φαραὼ,» φέρε ταῦτα αὐτῶν πυνθανώμεθα·
000-00-00 Serial Number=0060034037
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00012]  κατὰ δέ τινας, ἀτμίς ἐστι τῆς τοῦ Θεοῦ δυ νάμεως, καὶ ἀπόῤῥοια τῆς τοῦ Παντοκράτορος δόξης εἰλικρινής·
000-00-00 Serial Number=0484673917
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00034]  i [4b] [εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.] [Ὠριγένης φησί] ζητήσαι δ' ἄν τις πρὸς τὸ εἶναί τινας ἁγίους καὶ ἀμώμους κατενώπιον τοῦ Θεοῦ εἰ μὴ τὸ προφητικὸν ἐναντιοῦται τούτῳ λέγον οὐ δικαιωθήεται ἐνώπιόν ου πᾶ ζῶν·
 [00037]  ἐπὶ τὴν ἀμφιβολίαν τις καταφυγὼν τοῦ προφητικοῦ ἐρεῖ, τὸ μὴ δικαιοῦσθαι κατενώπιον τοῦ Θεοῦ πάντα ζῶντα τοιοῦτό τι σημαίνειν οἱονεὶ ὅλος καὶ ἐξ ὅλου τοῦ ἑαυτοῦ χρόνου οὐ δικαιωθήεται κατενώπιον τοῦ Θεοῦ τῷ πάντως ἡμαρτηκέναι ποτέ, ὅπερ ἐὰν οὕτως ἔχῃ οὐ κωλύει τὸ εἶναί τινας ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐκ διορθώσεως τοιούτους γεγενημένους·
 [00038]  ἢ καὶ τό, <εἰ> μὴ πᾶ ζῶν, ἀλλ' οὖν γέ τινας δικ<αι>οῦσθαι.
 [00347]  εἰ γὰρ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσίν ἐστιν ὁ Χριστός, ἀλλ' ἑκάστῳ τῶν ἁγίων ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ, ὥστε τοὺς μέν τινας εἶναι ἀποστόλους τοὺς δὲ προφήτας καὶ ἄλλους εὐαγγελιστὰς καὶ μετὰ τούτους ποιμένας καὶ ἐπὶ πᾶσι διδασκάλους.
 [00695]  ἡ πάλη οὖν ἐστιν ἡμῖν πρὸς ἐξουσίας οὐχ ὁρατάς τινας καὶ σαρκίνας, καὶ κοσμοκράτορας τοῦ περιέχοντος τὸ τῶν ἀνθρώπων γένος σκότους, καὶ πρὸς τὰ τῆς πονηρίας πνεύματα οἰκοῦντα τὸν ἐπουράνιον τόπον, τουτέστιν τὸν ἀέρα·
000-00-00 Serial Number=0744140506
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00001]  [1] Ὁ Ἱερεμίας αἰχμαλωτισθέντος τοῦ λαοῦ καὶ ὄντος ἐν Βαβυλῶνι, θρηνεῖ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸν λαὸν ἐπὶ τοῖς συμβεβηκόσι, καὶ θρηνεῖ περικοπάς τινας καὶ διαστολὰς περιγράφων ἀρχομένας ἑξῆς ἀπὸ τῶν παρ' Ἑβραίοις στοιχείων.
000-00-00 Serial Number=0553082049
Fragmenta in Psalmos Ante [Go Back]  
 [00375]  Σὺ δὲ οταν ἀκούσῃς ἐν οὐρανοῖς ειναι, καὶ παροικεῖν τὸν Θεὸν, ἐκ τῆς ἱερᾶς γραφῆς, η ἐνδότερον ειναι τοῦ καταπετάσματος, μὴ περιορισμούς τινας καὶ τοπικὰς οἰκήσεις, καὶ μεταβάσεις, καὶ ἀναβάσεις, καὶ ἐξελεύ σεις νοήσῃς·
 [01412]  πλοῖς δὲ συντρίβει βιαίῳ πνεύματι δι' ου συνέτρι ψεν νοητάς τινας δυνάμεις, δι' ου τοὺς ἐχ θροὺς ἀποτρέπει.
 [02063]  τηνικαῦτα γὰρ ἐπεφοίτησεν ἡ τοῦ πνεύματος χάρις, οιόν τινας δρόσου ψεκάδας μιμούμενος, τοῖς ἀποστόλοις·
 [02397]  Κατὰ δέ τινας, εὐχα ριστήριός ἐστιν, ὡς ἀπὸ Εζεχίου ὑπὲρ τῆς τῶν Ασσυρίων ἀναιρέσεως.
 [02756]  πάντα τὰ τῆς σωτηρίας ἀλλό τρια ῥεύματα ὁ Θεὸς οταν βούληταί τινας ἐπιστρέψαι, ινα ἐξελθόντες πίωσιν ἀπὸ τῆς πέτρας (ἡ δὲ πέτρα ην ὁ Χριστὸς) ποιεῖ στραφῆναι εἰς αιμα.
 [02778]  Ερυσίβη δέ ἐστι κα τὰ μέν τινας, ἡ κονιορτώδης φθορὰ τοῦ σί του, η τὸ ἐπικάθιζον τοῖς καρποῖς παχνῶδες καὶ διαφθεῖρον αὐτούς.
 [02779]  Κατὰ δέ τινας, ἀκρί δος γένος μικρὸν καὶ εὐτελὲς, ἀνθ' ου βροῦ χον Ακύλας ἐκδέδωκε.
 [04131]  Λο γικάς τινας διὰ τῶν λογικῶν τούτων αἰνίτ τεται φύσεις.
 [04900]  Η αἰσχύνην τῷ δικαίῳ φέρει τὸ μὴ πάσας τὰς ἐντολὰς, ἀλλά τινας ἐργάζεσθαι, καὶ ὁ πταίων ἐν ἑνὶ, πάντων γίνεται ενοχος, κατὰ τὸν τοῦ Κυρίου λόγον.
 [04960]  ὡς γὰρ γινο μένου ἐπί τινας τοῦ τοιούτου, μὴ βουλόμε νος αὐτὸ παθεῖν, ὁ προφήτης λέγει·
 [06456]  Αἱ λογικαὶ ψυχαὶ πόλεις εἰσὶ τοῦ Θεοῦ, πεφυκυῖαι δέ χεσθαι λόγον Θεοῦ, καὶ αὐτὸν τὸν Θεὸν, ας τινας λαμβάνουσιν οἱ ἐχθροὶ πρὸς ματαιότη τα καὶ ἐργασίαν κακίας.
000-00-00 Serial Number=0801733494
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00418]  τὸ γὰρ ἐκ πράξεων καὶ λόγων ἐπίστασθαί τινας καὶ ἀνθρώπῳ ψιλῷ δυνατόν.
 [00787]  ταύτῃ δὲ αὐτῶν τῇ ὑπολήψει καὶ ὁ θεὸς συνεργῶν κατά τινας ἀδήλους καιροὺς κίνησιν τοῦ ὕδατος γίνεσθαι παρεσκεύαζεν, ἣν ὡς κατά τινα θείαν ἐνέργειαν ἀποτελεῖσθαι πιστεύ οντες, οὕτω κατιόντες τὴν θεραπείαν ἐκομίζοντο, πολλῶν μὲν κατὰ ταὐτὸν οὐ θεραπευομένων, τοῦ δὲ πρώτου καταβάντος τῆς χάριτος ἀπολαύοντος, ἵνα μὴ τὸ πρόχειρον τῆς θεραπείας ἐλαττώσῃ τὸ θαῦμα.
000-00-00 Serial Number=0716850936
Fragmentum ex commentariis in Osee Ante [Go Back]  
 [00003]  ὡς καὶ τολμᾷν τινας, προφάσει διορθώσεως, ἀλλοιοῦν, μετατιθέντας τὸν ἐγκείμενον περὶ τὰ δοκοῦντα ἀκολούθως γεγράφθαι ῥητὰ νοῦν·
000-00-00 Serial Number=0925783277
Homiliae in Exodum Ante [Go Back]  
 [00013]  ἀλλοκότους γάρ τινας δια γράφουσι δαίμονας, ἅπερ ἴσως «πνευματικὰ τῆς πονηρίας ἐν τοῖς [223] ἐπουρανίοις» ὠνόμασται κατὰ τὸν λόγον τοῦ λέγοντος Θεοῦ·
000-00-00 Serial Number=0623632252
In Jeremiam Ante [Go Back]  
 [00896]  Τὸ γὰρ «προσθήσω πληγὰς ἑπτὰ» ὁτίποτε μυστήριον δηλοῖ μιᾶς πληγῆς γινομένης καὶ δευτέρας καὶ τρίτης μέχρι τῶν εἰρημένων ἑπτὰ ἐπί τινας·
 [00897]  οὐ πάντες δὲ ἑπτὰ πληγὰς πλήσσονται, ἀλλ' οἶμαί τινας πληγήσεσθαι πληγὰς ἕξ, ἄλλους πέντε, ἄλλους τέσσαρας, ἄλλους τρεῖς <ἢ> δύο, τοὺς δὲ πάντων ὑποδεεστέρους ἐν κολάσεσιν πληγὴν νομίζω πληγήσεσθαι μίαν.
 [00925]  «Τὸ ἡμέτερον τίς δώσει ὑμῖν;» καὶ ὅτι γενομέ νης προσκυνήσεως ἐν τῇ γῇ τινος οὕτως ὁ θεὸς ᾠκονόμησεν ἐκβληθῆναί τινας ἀπὸ τῆς ἑαυτοῦ καὶ ἐλθεῖν ἐπὶ τὴν γῆν, περὶ ἧς γέγραπται·
 [01448]  «Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς δούλοις αὐ τοῦ;» εἶτα μέμφεταί τινας οἰκονόμους καὶ λέγει·
 [01619]  οἶδά τινας ἐν τῷ βίῳ τούτῳ ὑπὲρ κολάσεως βουλομένους νήσῳ τινὶ παραδοῦναι καὶ ὑπὲρ βα σάνου τοὺς οἰκείους τινὸς τῶν λυπησάντων τὴν βασιλείαν καὶ διασκορπίζοντας, ἐνταῦθα μὲν τὴν γυναῖκα, ἐνταῦθα δὲ τὸν ἕνα υἱόν, εἶτα ἀλλαχοῦ τὸν ἕτερον, ἵνα μηδὲ ἐν τῇ συμφορᾷ ἀπολαύσωσιν ἡ μήτηρ τοῦ υἱοῦ, ἢ ὁ ἀδελφὸς τοῦ ἀδελφοῦ.
 [01741]  εἰ γὰρ «ἕως ἂν παρέλθῃ ὁ θυμὸς τῆς ὀργῆς» τοῦ θεοῦ, δεῖ τινας εἰσελθεῖν εἰς τὰ ταμιεῖα ἑαυτῶν, εἰσὶ δὲ οἷς «οὐκ ἀφίεται τὰ ἁμαρτήματα οὐ μόνον παρ' ὅλον τὸν αἰῶνα τοῦτον ἀλλὰ καὶ παρ' ὅλον τὸν μέλλοντα», δῆλον ὅτι τὸ μικρὸν τοῖς εἰρημένοις παρεκτείνεται.
 [01752]  καὶ τὰ περὶ προνοίας ζητεῖται, ὥς τινας διστάζειν εἰ ἔστι πρόνοια [πρόνοια], δι' οὐδὲν ἄλλο ὡς διὰ τὴν κακίαν.
 [01954]  ὁ μὲν «πᾶσιν ἀποδιδοὺς τὰς ὀφειλάς, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὴν τιμὴν τὴν τιμήν» καὶ πᾶσι τὰ καθήκοντα ἀποδιδούς, ὡς μὴ ὀφείλειν τὰ καθήκοντα πρός τινας, τιμήσας <γονεῖς> ὡς γονεῖς, <ὡς> εἰπεῖν, ἀδελφοὺς ὡς ἀδελφούς, υἱοὺς ὡς υἱούς, ἐπι σκόπους ὡς ἐπισκόπους, πρεσβυτέρους ὡς πρεσβυτέρους, διακόνους ὡς διακόνους, πιστοὺς ὡς πιστούς, κατηχουμένους ὡς κατηχουμένους, εἰ πάντα ἀποδίδωσι τὰ καθήκοντα, οὐκ ὠφείλησεν.
 [01965]  οἱ μὲν γὰρ πολλοὶ τῶν προφητῶν μετά τινας χρόνους, μετὰ τὴν κακίαν, μετὰ τὰ ἁμαρτή ματα μεταβαλόντες προφητεύειν ἤρξαντο, Ἱερεμίας δὲ ἐκ παίδων προφητεύει.
000-00-00 Serial Number=0993647337
Philocalia Ante [Go Back]  
 [00347]  ὅτι ὁ Παῦλος εἴληφεν ἀντὶ τῶν κατ' ἐκλογὴν Ἰσραηλιτῶν, τῷ μὴ μόνον τὰ ἔθνη ὠφελῆσθαι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας, ἀλλὰ καί τινας τῶν ἀπὸ τοῦ θείου γένους.
 [00477]  εἰ γὰρ ἡ κρίσις τοῦ Ἰουδαίου ἐκ τοῦ κρυπτοῦ λαμβάνεται, νοητέον ὅτι, ὥσπερ Ἰουδαίων σωματικόν ἐστι γένος, οὕτω τῶν ἐν κρυπτῷ Ἰου-δαίων ἐστί τι ἔθνος, τῆς ψυχῆς τὴν εὐγένειαν ταύτην κατά τινας λόγους ἀπορρήτους κεκτημένης.
 [01207]  καὶ τίσιν ἀπιστήσει, ὡς διὰ τὴν πρός τινας χάριν ἀναγε γραμμένοις.
 [01290]  ἔστω δέ τι καὶ τρίτον γένος τῶν ὀνομαζόντων ψυχικούς τινας καὶ πνευματικοὺς ἑτέρους·
 [01388]  φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι, χρῆσθαι τῷ·
 [01476]  δοκεῖ δέ μοι, ὅτι σοφοὺς μέν τινας ὡς πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν καὶ ἱκανοὺς πρὸς τὸ νοεῖν ἀρεσκόντως πλήθεσι καὶ λέγειν ἐπιλεξάμενος, καὶ χρησάμενος αὐτοῖς διακόνοις τῆς διδασκαλίας, ὁ Ἰησοῦς εὐλογώτατ' ἂν ὑπενοήθη ὁμοίᾳ φιλοσόφοις κεκηρύχθαι ἀγωγῇ αἱρέσεώς τινος προϊσταμένοις·
 [01969]  ψευδοποιοῦντες δὲ καὶ ὅτι ἐννοίας ἔχει τοῦ θείου ἱερωτέρας ἡμῶν, καὶ ὅτι ὁμιλίας ἔχει πρὸς ἄλληλα ἱεράς τινας.
 [02092]  ἵνα δὲ καὶ πιστεύσωμέν τινας ἐκ τῆς ἀσήμου φωνῆς τῶν ὀρνίθων μαθόντας, ὅτι ἀπίασί ποι οἱ ὄρνιθες καὶ ποιήσουσι τόδε ἢ τόδε, προδηλοῦν·
 [02315]  [21.12] Οὐκοῦν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπό μενος, καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων ὁ θεὸς οὐκ ἀλόγως, ἀλλ' ὡς αὐτοῖς συνοίσοντος ὡς πρὸς τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸν ἄπειρον αἰῶνα τοῦ μὴ ταχὺ συνεργηθῆναι εἰς σωτηρίαν, ἀλλὰ βράδιον ἐπὶ ταύτην ἀχ θῆναι μετὰ τὸ πειραθῆναι πολλῶν κακῶν.
 [02427]  περισσαὶ αἱ ἐντολαὶ, καὶ μάτην αὐτὸς ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας καὶ ἀποδέχεταί τινας ὡς κατωρθωκότας καὶ νομοθετεῖ ταῖς ἐκκλησίαις·
 [02476]  [21.21] Εἰ δὲ ἅπαξ προσιέμεθα εἶναί τινας πρεσβυτέρας αἰτίας τοῦ σκεύους τῆς τιμῆς καὶ τοῦ σκεύους τῆς ἀτιμίας, τί ἄτοπον ἀνελθόντας εἰς τὸν περὶ ψυχῆς τόπον <νοεῖν> πρεσβύτερα αἴτια τοῦ τὸν Ἰακὼβ ἠγαπῆσθαι καὶ τὸν Ἠσαῦ μεμισῆσθαι γεγονέναι εἰς τὸν Ἰακὼβ πρὸ τῆς ἐνσωματώσεως καὶ εἰς τὸν Ἠσαῦ πρὸ τοῦ εἰς τὴν κοιλίαν τῆς Ῥεβέκκας γενέσθαι;
 [02512]  δοκεῖ δ' οὕτω καὶ συμφέρειν, οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ δεῖ φυλάττειν τὰ εἰς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται.
 [02519]  [22.2] «Καὶ χρὴ,» φησὶ, «τοὺς νόμους τηρεῖν, οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ ὅτι δεῖ φυλάσσειν τὰ εἰς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται.».
 [02560]  δοκεῖ δή μοι παρακηκοέναι τινῶν ὁ Κέλσος περὶ τῆς διανεμήσεως τῶν ἐπὶ γῆς μυστικωτέρων λόγων, ὧν ἐφάπ τεται μέν πως καὶ ἡ Ἑλληνικὴ ἱστορία, εἰσαγαγοῦσά τινας τῶν νομιζομένων θεῶν περὶ τῆς Ἀττικῆς πρὸς ἀλλή λους ἡμιλλῆσθαι, ποιοῦσα δὲ παρὰ τοῖς ποιηταῖς τινὰς τῶν λεγομένων θεῶν ὁμολογεῖν τινὰς τόπους οἰκειοτέρους αὐτοῖς.
 [02605]  ἀλλ', ὡς προείπομεν, ταῦτα ἡμῖν ἐπικεκρυμμένως λελέχθω, παριστᾶσιν ὧν παρήκουσαν οἱ φήσαντες «τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα, κατά τινας ἐπικρατείας διειλημμένα, ταύτῃ διοικεῖσθαι·» ἀφ' ὧν καὶ ὁ Κέλσος λαβὼν τὰς ἐκκειμένας εἶπε λέξεις.
 [03205]  καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν τούσδε μέν τινας προέγνω καὶ προώρισεν συμμόρ φους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους.
 [03463]  ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπ' ἀπωλείᾳ γεγονέναι καὶ ταῦτα φέρουσι, λέγοντες δη λοῦσθαι ὃ διδάσκουσι διὰ τοῦ ἐσκληρύνθαι ὑπὸ κυρίου τὴν καρδίαν Φαραὼ, φέρε ταῦτα αὐτῶν πυνθανώμεθα·
000-00-00 Serial Number=0180416048
Philocalia sive Ecloga Ante [Go Back]  
 [00365]  καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν τούσδε μέν τινας προέγνω καὶ προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους.
 [00614]  Ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεων τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπ' ἀπωλείᾳ γεγονέναι καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦ σθαι ὃ διδάσκουσι διὰ τοῦ ἐσκληρύνθαι ὑπὸ κυρίου τὴν καρδίαν Φαραώ, φέρε ταῦτα αὐτῶν πυνθανώμεθα·
000-00-00 Serial Number=0667168021
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00380]  Ἡνίκα ἔφθασεν ἡ νύμφη τὸ κλεῖθρον, ὥστε τὴν ψυχὴν ἀναπετάσαι τῷ λόγῳ, τότε μόνην τὴν χεῖρα καί τινας ἑαυτοῦ δείξας πράξεις παρελήλυθεν, ὡς μη δέπω τὸ πλέον εἰς θέαν χωρούσης τῆς νύμφης·
000-00-00 Serial Number=0253237784
Scholia in Lucam Ante [Go Back]  
 [00406]  Κατὰ δέ τινας πάλιν, τὸν ὁλὸ λεπρὸν ὀνομά σας, καθαρίζει·
000-00-00 Serial Number=0793551445
Selecta in Ezechielem Ante [Go Back]  
 [00454]  δοκοῦσι γὰρ κατ' ἐνιαυτὸν τελετάς τινας ποιεῖν, πρῶτον μὲν ὅτι θρηνοῦσιν αὐτὸν ὡς τεθνηκότα·
 [00656]  ὥς τινας μὲν εἶναι οἰκο νομίας θυμοειδεῖς, τὰς δὲ ζηλοτυποειδεῖς·
000-00-00 Serial Number=0964541614
Selecta in Jesum Nave Ante [Go Back]  
 [00048]  ∆ιόπερ ἐκ δευτέρου εἶπεν, ὅτι οὐκ ὀκταημέρους πε ριετέμνοντο, ἀλλ' ἀνδροθέντας ἤδη, καὶ πρὸς γῆράς τινας νενευκότας.
000-00-00 Serial Number=0013277650
Selecta in Leviticum Ante [Go Back]  
 [00079]  Ἀνάγεται ταῦτα ἐπί τινας μώμους τῆς ψυχῆς.
000-00-00 Serial Number=0369449914
Selecta in Psalmos Ante [Go Back]  
 [00303]  οἷον, ὡς ἐπὶ παραδείγματος, τετιμῆσθαι μὲν τὴν ἑβδομάδα ἐν τῇ θείᾳ Γραφῇ διά τινας λόγους·
 [00311]  Καὶ τὴν μονάδα δὲ πολὺ πρότερον τήν τε πρώτην αὐτὴν, καὶ τὴν ἐν δεκάσιν, καὶ τὴν ἐν ἑκα τοντάσιν κατά τινας οὐ τοὺς τυχόντας λόγους·
 [00475]  ∆υνατὸν δὲ καὶ τῆς Γραφῆς καρπούς τινας λέγειν, οὓς ἐκλαμβάνουσιν οἱ λογικώτεροι·
 [01616]  Οὐ γὰρ ἀφ' ἑαυτοῦ ἐξωθεῖ ὁ Θεός τινας·
 [01793]  Εἰ ἡ ὀργὴ τοῦ Θεοῦ παιδεύει τοὺς μὴ λόγῳ παιδευθῆναι θελήσαντας αὐτοῦ, ὁ ταῦτα λέγων παιδευθῆναί τινας εὔχεται.
 [03964]  ∆ιδάσκει δὲ καί τινας ἀοράτους ἐχθροὺς τῆς ἀνθρωπίνης ψυχῆς διαφθονεῖσθαι τῇ κα τὰ Θεὸν αὐτῆς σωτηρίᾳ, ἐφεδρεύειν τε καὶ ἐπιβου λεύειν αὐτῇ, εἶτ' ἐπιτηρεῖν εἴ που γένοιτό τι αὐτῇ σφάλμα ἢ ὄλισθος, ἢ πτῶσις·
 [07280]  καί τινας ἀπωθεῖται, ὡς γέγραπται, ἕως σφόδρα·
 [08250]  Λογικάς τινας διὰ τῶν λόγων τούτων αἰνίττεται φύσεις.
 [08944]  Οὐκ ἐπί τινας, ἀλλ' ἐπὶ πάσας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»