0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σῶμα [487]


000-00-00 Serial Number=0265428543
Commentarii in Genesim Ante [Go Back]  
 [00170]  Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖ νος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένου, περὶ πατρὸς ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων·
000-00-00 Serial Number=0172933757
Commentarii in Romanos Ante [Go Back]  
 [00032]  διὰ τοῦτο [··]ν πῶς [130] ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἀνθρωπίνῳ ψεύσματι <ἐπερίσσευσεν> *** Τὸ δ' ὅμοιον καὶ νόει περὶ ἄλλων δογμάτων ἐν οἷς τρία γένη ἀγαθῶν εἶναι λέγεται, τὰ μὲν | περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ περὶ τὰ ἐκτός, καὶ τὴν εὐδαιμονίαν συμπληροῦσθαι οἱ τοιοῦτοι διδάσκουσιν ἐκ τῆς τριγενείας αὐτῶν.
 [00319]  Καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν, προκοπῆς δὲ τὴν ἐλπίδα, [214] τελειότητος δὲ τὴν ἀγάπην *** οὕτω δὲ καὶ | ἀσθενῶν ἄν τις εἴη καὶ τῷ ἐλεεῖν, ἐλεῶν μὲν οὐκ ἱλαρότητι δέ, ἀλλ' ὡς ἐκ λύπης ἢ ἐξ ἀνάγκης *** διὸ νομίζω λέγεσθαι περὶ τῆς ἀγάπης ὅτι καὶ «πάντα πιστεύει», ὅπερ ἴσον ἐστὶν τῷ «ποιεῖ πᾶσαν τὴν πίστιν πιστεύειν καὶ ἔχειν τινὰ πᾶσαν τὴν πίστιν», καὶ ὅπου ἡ τελεία ἀγάπη, ἐκεῖ πᾶσα ἡ πίστις *** καίτοι γε τῆς τοῦ σώματος νεκρό|τητος καὶ τῆς νεκρώσεως ἧς εἶχεν ἡ μήτρα Σάρρας ὅσον ἐφ' ἑαυτοῖς ἀσθενεῖν τῇ πίστει αὐτὸν προκαλουμένων *** τὸ νενεκρωμένον τοῦ Ἀβραὰμ σῶμα καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας·
 [00323]  ἄξιοι γὰρ γεγόνασιν τηλικούτου πατριάρχου ἐπιγραφῆναι γονεῖς πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώσαντες *** Ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προσθέμενος | Ἀβραὰμ ἔλαβεν γυ ναῖκα ᾗ ὄνομα Χεττούρα, καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβρὰν καὶ τὸν Ἰεκτὰν καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε, καὶ ἔλαβεν ταύτην μετὰ τὴν τελευτὴν Σάρρας ἥτις ἔζησεν ἔτη ˉρˉκˉζ, πρεσβύτερος δὲ τῆς Σάρρας δέκα ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ·
 [00329]  οὐκοῦν ὅτε προσθέμενος Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα, ἐτῶν ἐγεγό|νει ˉρˉμ *** καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε ἐν τῷ σώματι περιφέροντες, οὐδαμῶς μὲν ἔτι φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκοῦ, ἀεὶ δὲ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου *** ζητήσαι δ' ἄν τις εἰς ταῦτα ἐπιτηρῶν πότε εἴρηται τὸ «Οὕτως ἔσται τὸ σπέρμα σου» καὶ ὅτι οὐδέπω γεγεννημένου τοῦ Ἰσμαὴλ ὅτε Ἀβραὰμ περὶ τὰ ˉπˉζ ἔτη | γεγόνει, πῶς ὁ ἀπόστολός φησιν μετὰ τὸ «Οὕτως ἔσται τὸ σπέρμα σου» τὸ «Καὶ μὴ ἀσθενήσας τῇ ἑαυτοῦ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων», καὶ φήσει ὅτι οὐκ ἦν ἑκατονταέτης που Ἀβραὰμ τότε *** [Ρom.
 [00369]  οὐχ ὅτι καθ' ὑστέρησιν | λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι» *** εἰ μὴ δοκιμώτατός ἐστιν οὐκ ἔλαττον τοῦ πενίαν γενναίως ὑπομένοντος ὁ τὸν πλοῦτον οἰκονομῶν κατὰ τὸν λόγον καὶ οὐχ ἧττον τοῦ ἐγκαρτεροῦντος ἐν πόνοις τοῖς ἐν νόσοις ὁ διὰ τὴν ὑγίειαν τῆς ψυχῆς μηδὲν παραδεχόμενος πάθος κατὰ τὸν | καιρὸν τοῦ ὑγιαίνειν τὸ σῶμα, ὅτε φιλεῖ ἐπιτίθεσθαι ἐκ τούτου ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος *** ἥτις θλῖψις καύχημά ἐστιν τῶν ἁγίων, καὶ τοιαύτη γε ὥστ' ἂν μὴ ἔλαττον εἰπεῖν ἐπὶ τῇ διὰ τὰς θλίψεις καυχήσει τὸ «Νὴ τὴν ἡμετέραν καύχησιν, ἀδελφοί» *** καὶ εἴπερ ἡ μὲν τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὁ | δὲ φόβος κόλασιν ἔχει καὶ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ ***
 [00492]  καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν [4.20] τῆς μήτρας Σάρρας·
 [00525]  τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συν εσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι [6.7] δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
 [00595]  εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα [8.11] ζωὴ διὰ δικαιοσύνην.
000-00-00 Serial Number=0516030908
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00066]  σαφῶς γὰρ ἐκ τούτων παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ τὸ σῶμα καὶ ἐδουλαγώγει οἷόν τε ἦν αὐτὸν ἄλλοις κηρύξαντα ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν ἦν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο.
 [00067]  μήποτε οὖν σὺν τούτοις ἀφώρισεν αὐτὸν ὁ θεὸς ἐκ κοιλίας μητρός, καὶ ἀφώρισεν αὐτὸν εἰς εὐαγγέλιον θεοῦ, σὺν τῷ ἑωρακέναι τὴν αἰτίαν τοῦ δικαίου ἀφορισμοῦ, ὅτι ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδὼς οὐαὶ αὐτῷ ἔσεσθαι ἐὰν μὴ εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ' εὐηγγελίζετο.
 [00414]  καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας·
 [00422]  ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προθέμενο Ἀβραὰμ ἔλαβεν γυναῖκα τοὔνομα Χεττούραν·
 [00497]  ἀνωτέρω μὲν εἶπεν ἵνα ὥπερ ἐβαίλευεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, νυνὶ δὲ οὐκ εἶπεν τοῦτο ἀλλὰ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, διδάσκων ὅτι ὥσπερ θρόνος καὶ βασίλειόν ἐστι τῆς ἁμαρτίας τὸ θνητὸν ἡμῶν σῶμα·
 [00502]  τάχα δὲ καὶ ὅτε ἁμαρτάνομεν βασιλευούσης τῆς ἁμαρτίας ἐν τῷ θνητῷ ἡμῶν σώματι οὐδὲν ἄλλο ἐσμὲν ἤπερ τὸ θνητὸν σῶμα καὶ άρκε·
000-00-00 Serial Number=0477401078
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00044]  [1.2.12] Πάσης τοίνυν ἡμῖν πράξεως καὶ παντὸς τοῦ βίου, ἐπεὶ σπεύδομεν ἐπὶ τὰ κρείττονα, ἀνακειμένης θεῷ καὶ βουλομένων ἡμῶν ἔχειν πᾶσαν αὐτὴν ἀπαρχὴν τῶν πολλῶν ἀπαρχῶν εἴ γε μὴ σφαλλόμεθα τοῦτο νομίζοντες , ποίαν ἐχρῆν εἶναι μετὰ τὸ κατὰ τὸ σῶμα κεχωρίσθαι ἡμᾶς ἀλλήλων διαφέρουσαν ἢ τὴν περὶ εὐαγγελίου ἐξέτασιν;
 [00126]  [1.7.37] Πλὴν οὐκ ἀγνοητέον Χριστοῦ ἐπιδημίαν καὶ πρὸ τῆς κατὰ σῶμα ἐπιδημίας τὴν νοητὴν γεγονέναι τοῖς τελειοτέροις καὶ οὐ νηπίοις οὐδὲ ὑπὸ παιδαγωγοὺς καὶ ἐπιτρόπους ἔτι τυγχάνουσιν, οἷς τὸ νοητὸν τοῦ χρόνου πλήρωμα ἐνέστη, ὥσπερ τοῖς πατριάρχαις καὶ Μωσεῖ τῷ θεράποντι καὶ τοῖς τεθεαμένοις Χριστοῦ τὴν δόξαν προφή ταις.
 [00127]  [1.7.38] Ὥσπερ δὲ πρὸ τῆς ἐμφανοῦς καὶ κατὰ σῶμα ἐπιδημίας ἐπεδήμησε τοῖς τελείοις, οὕτω καὶ μετὰ τὴν κεκηρυγμένην παρουσίαν τοῖς ἔτι νηπίοις, ἅτε «ὑπὸ ἐπι τρόπους» τυγχάνουσι «καὶ οἰκονόμους» καὶ μηδέπω ἐπὶ τὸ πλήρωμα τοῦ χρόνου ἐφθακόσιν·
 [00625]  εἰ δὲ καὶ οὐκ ᾔδει μὲν αὐτὸν πρὸ τοῦ ἥκειν εἰς σῶμα, ἔγνω δὲ ἔτι ὄντα ἐν τῇ κοιλίᾳ τῆς μητρός, τάχα μανθάνει τι περὶ αὐτοῦ ἕτερον παρ' ὃ ἐγίνωσκεν, ὅτι ἐφ' ὃν ἂν τὸ πνεῦμα καταβὰν μείνῃ ἐπ' αὐτόν, «οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί».
 [01425]  Πῶς γὰρ μετέχομεν ζωῆς οἱ ἔτι τὸ σῶμα τοῦ θανάτου περικείμενοι, ὧν ἡ ζωὴ «κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ»;
 [01546]  [6.2.11] Γένοιτο δ' ὁ θεὸς ἐπήκοος ἡμῶν τῇ εὐχῇ, εἰς τὸ συνάψαι δυνηθῆναι τὸ σῶμα τοῦ ὅλου λόγου, μηκέτι μεσολαβούσης περιστάσεως διακοπὴν τοῦ εἱρμοῦ τῆς γραφῆς ὁποίαν δήποτε ἐνεργάσασθαι δυναμένης.
 [01739]  οὐ γὰρ Ἠλίας ὁ ἀναληφθεὶς ἀμείψας σῶμα ἐληλύθει ὁ Ἰωάννης ὀνομαζόμενος.
 [01763]  [6.14.85] Προηγουμένως δὲ ἐν ἄλλοις ἐπιμελέστερον ἐξεταστέον καὶ ἐπὶ πλεῖον τὸν λόγον ἐρευνητέον τὸν περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῆς ἀρχῆς τῆς συστάσεως αὐτῆς καὶ τῆς εἰς τὸ γήϊνον σῶμα εἰσκρίσεως αὐτῆς, τῶν τε ἐπιμερισμῶν τοῦ ἑκάστης βίου καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς, καὶ εἰ ἐνδέχεται αὐτὴν εἰσκριθῆναι δεύτερον ἐν σώματι ἢ μή, καὶ τῇ αὐτῇ περιόδῳ καὶ τῇ αὐτῇ διακοσμήσει ἢ οὔ, καὶ τῷ αὐτῷ σώματι ἢ ἑτέρῳ, καὶ εἰ τῷ αὐτῷ, πότερον καθ' ὑποκείμενον μένοντι τῷ αὐτῷ κατὰ δὲ ποιότητα μεταβαλομένῳ, ἢ καὶ καθ' ὑποκεί μενον καὶ ποιότητα ἐσομένῳ τῷ αὐτῷ, καὶ εἰ ἀεὶ τῷ αὐτῷ σώματι χρήσεται ἢ ἀμείψει αὐτό.
 [02434]  «Ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου», ὅσον πόνον ἐνεργάσονται τῷ τὰ τοιαῦτα φυτὰ εἰς τὸ ἑαυτοῦ σῶμα τῆς ψυχῆς παραδεξαμένῳ τί δεῖ καὶ λέγειν;
 [02468]  Καὶ οἴεται τὸ μὲν πρότερον περὶ τοῦ σώματος αὐτοῦ λέγεσθαι, τὸ δὲ δεύτερον περὶ τοῦ ἐν τῷ σώματι, τῷ τὸν ἀμνὸν ἀτελῆ εἶναι ἐν τῷ τῶν προβάτων γένει, οὕτω δὲ καὶ τὸ σῶμα παραθέσει τοῦ ἐνοικοῦντος αὐτῷ.
 [03122]  [10.35.228] Ἀμφότερα μέντοι γε, τό τε ἱερὸν καὶ τὸ σῶμα τοῦ Ἰησοῦ, κατὰ μίαν τῶν ἐκδοχῶν τύπος μοι εἶναι φαίνεται τῆς ἐκκλησίας, τῷ ἐκ λίθων ζώντων οἰκοδομεῖσθαι αὐτήν, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον γινομένην, ἐποικοδομου μένην «ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ», χρηματίζουσαν «ναόν».
 [03123]  [10.35.229] ∆ιὰ δὲ τοῦ «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους», κἂν λύεσθαι δὲ ἡ τῶν λίθων τοῦ ναοῦ ἁρμονία δοκῇ <ἢ> διασκορπίζεσθαι, ὡς ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ γέγραπ ται, πάντα τὰ ὀστᾶ τοῦ Χριστοῦ ὑπὸ τῶν ἐν διωγμοῖς καὶ θλί ψεσιν ἐπιβουλῶν ἀπὸ τῶν προσπολεμούντων τῇ ἑνότητι τοῦ ναοῦ ἐν διωγμοῖς, ἐγερθήσεται ὁ ναὸς καὶ ἀναστήσεται τὸ σῶμα τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὴν ἐνεστηκυῖαν ἐν αὐτῷ κακίας ἡμέραν καὶ τὴν μετὰ ταύτην τῆς συντελείας·
 [03126]  [10.35.230] Ὥσπερ δὲ ἐκεῖνο τὸ αἰσθητὸν τοῦ Ἰησοῦ σῶμα ἐσταύρωται καὶ τέθαπται καὶ μετὰ τοῦτο ἐγήγερται, οὕτως τὸ ὅλον τῶν ἁγίων Χριστοῦ σῶμα Χριστῷ συνεσταύρωται καὶ νῦν οὐκέτι ζῇ·
 [03152]  [10.36.237] Καὶ τότε τὰ πολλὰ μέλη τὸ ἓν ἔσται σῶμα, πάντων τῶν τοῦ σώματος μελῶν πολλῶν ὄντων γινομένων ἑνὸς σώματος·
 [03153]  τὴν δὲ κρίσιν ποδὸς καὶ χειρὸς καὶ ὀφθαλμοῦ καὶ ἀκοῆς καὶ ὀσφρήσεως τῶν συμπληρούντων ἰδίᾳ μὲν τὴν κεφαλήν, ἰδίᾳ δὲ τοὺς πόδας, καὶ τὰ λοιπὰ τῶν μελῶν τά τε ἀσθενέστερα καὶ ταπεινότερα καὶ ἀσχήμονα καὶ εὐσχή μονα μόνου θεοῦ ἔστιν ποιήσασθαι, ὃς συγκεράσει τὸ σῶμα.
 [03173]  [10.37.247] Μετὰ δὲ τοῦτο οὐκ ἄτοπόν ἐστιν τὸν ὁμολογοῦντα μηδὲν δύνασθαι ποιεῖν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, καὶ λέγοντα ὅτι ὅσ' ἂν ὁ πατὴρ ποιῇ, ταῦτα ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ, τὸν νεκρόν ὅπερ τὸ σῶμα ἦν ἐγηγερκέναι τοῦ πατρὸς αὐτῷ τοῦτο χαριζομένου, ὃν προηγου μένως λεκτέον ἐγηγερκέναι τὸν Χριστὸν ἐκ νεκρῶν.
 [03218]  [10.39.263] Εἰ τὸ σῶμα τοῦ Ἰησοῦ ναὸς αὐτοῦ εἴρηται, ζητῆσαι ἄξιον πότερον ἁπλούστερον τοῦτο ἐκδεκτέον, ἢ ἕκαστον τῶν ἀναγεγραμμένων περὶ τοῦ ναοῦ φιλοτιμητέον
 [03220]  [10.39.264] Ὁ μὲν οὖν τις πραγμάτων αὑτὸν ἀπαλλάττων τῷ ἀπογινώσκειν ἕκαστον δύνασθαι τῶν κατὰ τὸν ναὸν ἀναφέρειν ἐπὶ τὸ σῶμα, ὁποτέρως ἂν ἔχῃ, ἐπὶ τὸ ἁπλούστερον καταφεύ ξεται, λέγων διὰ τοῦτο σῶμα ἑκατέρως νοούμενον τὸν ναὸν ὠνομάσθαι, ἐπεὶ ὥσπερ ὁ ναὸς δόξαν εἶχεν θεοῦ κατασκηνοῦ σαν ἐν αὐτῷ, οὕτως εἰκόνα καὶ δόξαν θεοῦ ὑπάρχοντα τὸν πρωτότοκον πάσης κτίσεως, τὸ σῶμα ἢ τὴν ἐκκλησίαν ἀγαλ ματοφοροῦντα ναὸν εὐλόγως εἰρῆσθαι θεοῦ.
 [03222]  [10.39.266] Πλὴν ἐν τοῖς τοιούτοις μάλιστα διὰ τὸ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναι φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ σοφίαν τὸ ἴδιον τῆς θεοπνεύστου γραφῆς ἐμφαίνεσθαι πειθόμενοι, σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, παριστά σης, καὶ καταλαμβάνοντες ἐξαιρέτου πνεύματος σοφίας ἑαυ τοὺς δεομένους πρὸς τὸ τὰ τηλικαῦτα ἱεροπρεπῶς νοῆσαι, ὡς ἔνι μάλιστα δι' ὀλίγων τὴν περίνοιαν τῶν κατὰ τὸν τόπον διαγράψαι πειρασόμεθα, σῶμα τὴν ἐκκλησίαν καὶ οἶκον θεοῦ ἐκ λίθων ζώντων οἰκοδομούμενον, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον μανθάνοντες ἀπὸ τοῦ Πέτρου τυγχάνειν, ὡς τὸν οἰκοδομοῦντα τὸν ναὸν υἱὸν ∆αβὶδ κατὰ τοῦτο Χριστοῦ εἶναι τύπον μετὰ τοὺς πολέμους εἰρήνης βαθυτάτης γεγενη μένης οἰκοδομοῦντα εἰς δόξαν τοῦ θεοῦ τὸν ναὸν ἐν τῇ ἐπιγείῳ Ἱερουσαλήμ, ἵνα μηκέτι παρὰ μετακινητῷ πράγματι τῇ σκηνῇ <ἡ> λατρεία ἐπιτελῆται.
 [03259]  ἵνα εὑρεθῇ τὸ σῶμα Χριστοῦ ἡ ἐκκλησία τὸν λόγον ἔχουσα τοῦ πνευματικοῦ οἴκου καὶ ναοῦ τοῦ θεοῦ.
 [03672]  [13.21.125] Ἐὰν μὲν οὖν ἁπλούστερον τούτων ἀκούσωμεν, μηδὲν πέρα τῆς λέξεως περιεργαζόμενοι, ὥρα ἡμῖν λέγειν σῶμα εἶναι τὸν θεόν·
 [03676]  Παρεδέξαντο δὲ τὰ ἀπαν τῶντα τῷ λόγῳ αὐτῶν ἄτοπα οἱ θέλοντες εἶναι σῶμα τὸν θεόν, ἅτε μὴ δυνάμενοι ἀντιβλέπειν τοῖς ἐκ λόγου ἐναργῶς παρισταμένου.
 [03678]  [13.21.127] Εἰ δὲ πᾶν σῶμα ὑλικὸν ἔχει φύσιν τῷ ἰδίῳ λόγῳ ἄποιον τυγχάνου σαν, τρεπτὴν δὲ καὶ ἀλλοιωτὴν καὶ δι' ὅλων μεταβλητὴν καὶ ποιότητας χωροῦσαν, ἃς ἐὰν βούληται αὐτῇ περιτιθέναι ὁ δημιουργός, ἀνάγκη καὶ τὸν θεὸν ὑλικὸν ὄντα τρεπτὸν εἶναι καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν.
 [03679]  [13.21.128] Καὶ ἐκεῖνοι μὲν οὐκ αἰδοῦνται λέγειν ὅτι καὶ φθαρτός ἐστιν σῶμα ὤν, σῶμα δὲ πνευματικὸν καὶ αἰθερῶδες, μάλιστα κατὰ τὸ ἡγεμονικὸν αὐτοῦ·
 [03681]  [13.21.129] Ἡμεῖς δὲ διὰ τὸ μὴ ὁρᾶν τὰς ἀκολουθίας, ἐὰν σῶμα αὐτὸν λέγωμεν καὶ διὰ τὴν γραφὴν τοιοῦτόν τι σῶμα, πνεῦμα καὶ πῦρ καταναλίσκον καὶ φῶς, τὸ ἀναγκαίως ἑπόμενον τούτοις μὴ παραδεχόμενοι ἀσχημονήσομεν ὡς ἠλίθιοι καὶ παρὰ τὰ ἐναργῆ λέγοντες·
 [03682]  πᾶν γὰρ πῦρ τροφῆς δεόμενον φθαρτόν ἐστιν, καὶ πᾶν πνεῦμα, εἰ ἁπλούστερον ἐκλαμβάνο μεν τὸ πνεῦμα, σῶμα τυγχάνον ἐπιδέχεται ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει τὴν εἰς τὸ παχύτερον μεταβολήν.
 [04154]  Τὰ γὰρ εὑρεθέντα ὑπὸ τῶν προτέρων ἐπεξεργασάμενοι οἱ μετ' αὐτοὺς παραδε δώκασιν τοῖς ἑξῆς ἐξεταστικῶς προσιοῦσιν τοῖς εὑρεθεῖσιν ἀφορμὰς τοῦ τὸ ἓν σῶμα τῆς ἀληθείας μετὰ σοφίας συναχθῆ ναι.
 [04434]  Οὐκ οἶδα δὲ ὅπως εἰς τὸ «Ἤμελλεν ἀποθνῄσκειν» κινηθεὶς οἴεται ἀνατρέπεσθαι τὰ δόγματα τῶν ὑποτιθεμένων ἀθάνατον εἶναι τὴν ψυχὴν εἰς τὸ αὐτὸ συμβάλλεσθαι ὑπο λαμβάνων καὶ τὸ ψυχὴν καὶ σῶμα ἀπόλλυσθαι ἐν γεέννῃ.
 [04883]  νοήσωμεν γάρ τινα ὅτε βούλεται καταλιπόντα τὸ σῶμα καὶ ἐξιόντα χωρὶς ὁδοῦ τῆς φερούσης ἐπὶ τὸν θάνατον, ἤτοι διὰ βιαίων ὁδῶν ἢ διὰ νόσων, καὶ πάλιν ἐπὰν θέλῃ ἐπανιόντα, καὶ χρώμενον ὀργάνῳ τῷ σώματι, ὃ καταλέλοιπεν·
 [04891]  νυνὶ δὲ «ὁ Ἰησοῦς κράξας «φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα», καὶ ὡς βασιλέως καταλιπόντος τὸ σῶμα καὶ ἐνεργήσαντος μετὰ δυνάμεως καὶ ἐξουσίας ἅπερ ἔκρινεν εὔλογον εἶναι ποιεῖν, εὐθέως «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη «ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ «τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων «ἠγέρθησαν, καὶ ἐξελθόντες ἀπὸ τῶν μνημείων μετὰ τὴν ἔγερσιν «αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς»·
 [04933]  Ὅπου ἐγὼ ὑπάγω «ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;» πάνυ δὲ καὶ ἐμφαίνεται ἡ ἐξουσία τοῦ αὐτεξουσίως αὐτὸν ἀποθνήσκειν καταλιπόντα τὸ σῶμα καὶ ἐν τῷ·
 [05253]  ἵνα δὲ καὶ ἀποκτείνωσιν τὸ σῶμα τοῦ λόγου, [20.11.82] σαφὲς ὅτι μετὰ ταῦτα οὐδὲν δύνανται ποιῆσαι περισσότερον.
 [05254]  διόπερ οὐ φοβητέον ἡμῖν ἀπὸ τῶν ἀποκτιννύντων τὸ σῶμα, μετὰ δὲ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι, οὐδὲ φοβητέον ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν τοῦ λόγου ἀποκτεῖναι μὴ [20.11.83] δυναμένων.
 [05255]  ἀλλ' εἰ τοιοῦτός τίς ἐστιν <ὁ> λόγος ὥστε καὶ τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, τῷ ἄξια εἶναι ἀπωλείας, ἀπόλλυσθαι δύνασθαι, φοβητέον τὸν δυνάμενον θεὸν λόγον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι καὶ ἐξαφανίσαι, εἴτε ἐν γεέννῃ εἴτε ὅπως βούλεται·
 [05368]  οὐ γὰρ ἐκ νύμφης, ἀλλ' ἐκ πόρνης, τῆς ὕλης, οὓς γεννᾷ ὁ διάβολος ἢ ποιεῖ τοὺς ἐξ αὐτοῦ, οἵτινες καὶ τοῖς σωματικοῖς προσ πεπονθότες καὶ προσηλωμένοι κολλῶνται τῇ πόρνῃ ὕλῃ, γινόμενοι πρὸς αὐτὴν ἓν σῶμα, τῶν ἐκ τοῦ θεοῦ γεγεννημένων ἀφισταμένων τῆς πόρνης ὕλης, καὶ κολλωμένων τῷ κυρίῳ καὶ ἑνουμένων τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγῳ, καὶ τῇ σοφίᾳ αὐτοῦ, ἣν «ἔκτισεν ἀρχὴν «ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ἵνα γένωνται πρὸς αὐτὴν ἓν πνεῦμα·
 [05401]  ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ «βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ «καρδίᾳ αὐτοῦ», καὶ τοῖς περὶ τῆς ἀπωλείας ἑνὸς τῶν μελῶν ὑπὲρ [20.17.150] τοῦ μὴ ὅλον εἰς γέενναν ἀπελθεῖν τὸ σῶμα;
 [05418]  ἀκολουθεῖ δὲ αὐτοῖς καὶ σῶμα λέγειν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ διῃρῆσθαι τὸν πατέρα, ἅπερ ἐστὶν δόγματα ἀνθρώπων μηδ' ὄναρ φύσιν ἀόρατον καὶ ἀσώ [20.18.159] ματον πεφαντασμένων, οὖσαν κυρίως οὐσίαν.
 [05426]  τάχα γὰρ ἡ μὲν τοῦ Ἰησοῦ ψυχὴ ἐν τῇ ἑαυτῆς τυγχάνουσα τελειότητι ἐν θεῷ καὶ τῷ πληρώματι ἦν, καὶ ἐκεῖθεν ἐξεληλυθυῖα, τῷ ἀπεστάλθαι ἀπὸ τοῦ πατρός, ἀνέ λαβεν τὸ ἐκ τῆς Μαρίας σῶμα.
 [05571]  ταύτην δὲ τὴν ἀνθρωποκτονίαν εἰρ γάσατο ἀρξάμενος ἀπ' ἀρχῆς, δι' ἣν ἀνθρωποκτονίαν αὐτοῦ ἕκαστος τῶν νοούντων αὐτὸ καὶ τὸ ἑαυτοῦ σῶμα, καὶ τίνι οἰκεῖόν ἐστιν, τοῦτο ἐρεῖ, ταλανίζων ἑαυτὸν ἐπὶ τῷ ἐν τῷ Ἀδὰμ ἀποτεθνηκέναι, τὸ «Ταλαίπωρος ἐγὼ ἄνθρωπος·
 [05633]  πάντως γοῦν κἂν τοῦτο ἔχῃ ὁ διάβολος δόγμα ἀληθὲς περὶ αὑτοῦ ἐννοῶν ὅτι λογικός ἐστιν, καὶ ὅτι τὸ τοιόνδε μὲν ἄνθρωπός ἐστιν, τὸ τοιόνδε δὲ ἄγγελος, καὶ τὸ [20.28.251] τοιὸν μὲν σῶμα, καὶ ποιὸν σῶμα, ἄλλο δέ τι ἕτερον σώματος.
 [06144]  ἔγνω δὲ ἐπακουσθείς, ἐπείπερ πνεύματι εἶδεν ὅτι ἀπεκατέστη ἡ τοῦ Λαζάρου ψυχὴ ἐπὶ τὸ σῶμα [28.6.44] αὐτοῦ, ἀναπεμφθεῖσα ἀπὸ τοῦ χωρίου τῶν ψυχῶν.
 [06170]  [28.7.51] Ὁ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ ἔτι μέλλων εὔχεσθαι ἐπηκούσθη, καὶ ἀντὶ εὐχῆς εὐχαρίστησεν, κατανοήσας τὴν Λαζάρου ψυχὴν εἰσελθοῦσαν εἰς τὸ σῶμα καὶ δεομένην τῆς ἀπὸ προστάξεως Ἰησοῦ γενησομένης αὐτῷ εὐτονίας πρὸς τὸ ἐξελθεῖν ἀπὸ [28.7.52] τοῦ μνημείου.
 [06202]  «Λάζαρε, δεῦρο ἔξω» (ἡ γὰρ μεγάλη φωνὴ καὶ ἡ κραυγὴ οὐκ ἂν ἀτόπως λέγοιτο ἐξυπνικέναι αὐτόν) καὶ ἤδη δύνασθαι ἀποφήνασθαι ἐν τούτῳ μᾶλλον πεπληρῶσθαι τὸ «Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν», ἤπερ ἐν τῷ τῆς εὐχῆς τοῦ υἱοῦ ἀκούσαντος τὸν πατέρα πεποιηκέναι τὴν Λαζάρου ψυχὴν ἐπανελθεῖν [28.9.69] ἐπὶ τὸ ἐν τῷ μνημείῳ ἀποκείμενον αὐτοῦ σῶμα·
 [06849]  οἱ δὲ μαθηταὶ τοῦ Ἰησοῦ, ἵνα ὁδεύσωσιν τὴν ζῶσαν καὶ ἔμψυχον ὁδόν, οὐ μόνον ἀρκοῦνται τῷ μὴ ἔχειν ὑποδήματα κατὰ τὴν ὁδόν, τοῦτο τοῖς ἀποστόλοις αὐτοῦ ἐντειλαμένου τοῦ Ἰησοῦ, ἀλλὰ γὰρ ἔδει πρὸς τὸ ὁδεῦσαι τὴν ὁδὸν ταύτην αὐτοῖς καὶ τὸ νίψασθαι ὑπὸ τοῦ Ἰησοῦ ἀποθεμένου τὰ ἱμάτια, τάχα μὲν ἵνα καθαροὺς αὐτῶν τοὺς πόδας ποιήσῃ καθαρω τέρους, τάχα δὲ ἵνα τὸν ἐν τοῖς ποσὶ τῶν μαθητῶν ῥύπον ἀναλάβῃ εἰς τὸ ἑαυτοῦ σῶμα διὰ τοῦ λεντίου, ᾧ μόνῳ περιεζωσμένος ἦν.
000-00-00 Serial Number=0058805704
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00065]  ἂν ὑποτάκ του̣ Δiehl) ποτὲ ὄντος, ἀλλ' ὡς μηδέπω τῶν μελῶν αὐτοῦ πάντων τελειωθέν των, οὕτως ἐπεὶ τὸ σῶμα τοῦ Χριστοῦ οὐκ οἶδε τὴν ἡμέραν ἐκείνην ἢ τὴν ὥραν, οὐδὲ αὐτὸς λέγει εἰδέναι ...
 [00074]  καὶ τὸ μὲν σῶμα ὡς ἀσθενὲς ἐπὶ κλίνης ἐστὶν κἂν παρα λαμβάνηται, ἡ δὲ ψυχὴ διὰ πολλῶν, <ὧν κλ> ἀνέχεται ἐν τῷ βίῳ, ἀλήθει ἐν τῷ μυλῶνι τοῦ κόσμου.
 [00218]  [265] περὶ τοῦ κρανίου τόπου ἦλθεν εἰς ἐμέ, ὅτι Ἑβραῖοι παραδιδόασι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖ τετάφθαι, ἵν' ἐπεὶ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν, ἀναστῇ μὲν ὁ Ἀδάμ, ἐν Χριστῷ δὲ πάντες ζῳοποιηθῶμεν.
000-00-00 Serial Number=0605546415
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00263]  Οἱ δὲ ταῦτα λέγοντες τὸ ἀξίωμα τῆς Μαρίας ἐν παρθενίᾳ τηρεῖν μέχρι τέλους βούλονται, ἵνα μὴ τὸ κριθὲν ἐκεῖνο σῶμα διακονήσασθαι τῷ εἰπόντι λόγῳ·
 [00288]  Χρὴ γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τάχα τὸ σῶμα·
 [01214]  τῇ τρίτῃ δὲ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέ στη, ἵνα ῥυσάμενος «ἀπὸ τοῦ πονη ροῦ» καὶ τοῦ υἱοῦ αὐτοῦ, ἐν ᾧ τὸ ψεῦδος ἦν καὶ ἡ ἀδικία καὶ ὁ πόλε μος καὶ πάντα τὰ ἐναντία οἷς ἐστιν ὁ Χριστός, ἔτι δὲ τοῦ μετασχηματι ζομένου εἰς ἅγιον πνεῦμα βεβήλου πνεύματος, περιποιήσῃ τοῖς ῥυσθεῖσι βαπτίσασθαι τὸ πνεῦμα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα «εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», ἅπερ τρεῖς ἡμέραι εἰσὶν ἅμα ἐνεστηκυῖαι αἰωνίως τοῖς δι' αὐτὰς <γενομένοις> υἱοῖς τοῦ φω τός.
 [01509]  ἵνα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην διδῶται τὴν πάντη ἀναμάρτητον μη κέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, διὰ πόσων χρόνων οἴει μίαν εὑρή σεσθαι πάντη καθαρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως;
 [01510]  ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ μεθισταμένης καὶ μηκέτι εἰς σῶμα ἐρχομένης, ἐπιλείψει ποτὲ ὡς διά τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταντήσαντος τοῦ κόσμου ἐπί τινα ἕνα ἢ δεύτερον ἢ ὀλίγῳ πλείους, μεθ' οὓς καὶ αὐτοὺς τελειω θέντας ὁ κόσμος φθαρήσεται, ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρχομένων.
 [01536]  σαφῶς δὲ οἶδεν ἡ γραφὴ διαφορὰν πνεύματος πρὸς ψυχήν, ὡς τὸ «ὁ δὲ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη ἀμέμ πτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» καὶ τὸ «εὐλο γεῖτε, πνεύματα καὶ δικαίων ψυχαί», ἐν τῷ κατὰ τοὺς Ἑβδομήκοντα ∆ανιὴλ φερόμενον, παρίστησι τὴν διαφορὰν πνεύματος καὶ ψυχῆς.
 [01560]  ἦν γὰρ ἐπερηρεισμένα τῷ «πνεύματι καὶ» τῇ «δυνάμει Ἠλίου» τὰ πεπονθότα, ἡ ψυχὴ Ἰωάννου (οὐδαμῶς οὖσα Ἠλίας) τάχα δὲ καὶ τὸ σῶμα.
 [01561]  κατ' ἄλλον γὰρ τρό πον ἐν σώματι ψυχὴ καὶ πνεῦμα καὶ δύναμις, κατ' ἄλλον δὲ τὸ σῶμα τοῦ δικαίου ἐν τοῖς κρείττοσιν, ὥσπερ ἐρηρεισμένον αὐτοῖς καὶ αὐ τῶν ἠρτημένον.
 [01767]  εἴποι δ' ἄν τις, οὐκ οἶδα πότερον ὑγιῶς ἢ ἐσφαλμένως λέγων, ὀνικὸν εἶναι τὸ βαρὺ τοῦ φαύλου σῶμα καὶ κατωφερές, ὅπερ ἀναλήψεται ἐν τῇ ἀναστάσει <πᾶς ἁμαρτωλός>, ἵνα καταποντισθῇ ἐν τῇ ἀβύσσῳ λεγο μένῃ πελάγει θαλασσίῳ, ὅπου ὁ «δράκων» ὃν «ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ».
 [01770]  ἐπὰν δὲ σκανδαλίσωσιν τῶν δεικνυμένων ὑπὸ τοῦ Ἰησοῦ μικρῶν ἕνα πι στευόντεν εἰς αὐτόν, ὀνικὸν μύλον τὸ φθαρτὸν σῶμα τὸ βαρῦνον ψυχὴν ἀναλήψεται, κρεμάμενον ἐκ τοῦ καθ ελκομένου αὐτὸν ἐπὶ τὰ τῇδε πρά γματα τραχήλου, ἵνα διὰ τούτων καθαιρεθῇ αὐτῶν τὸ οἴημα καὶ τί σαντες δίκην ἐν τῷ συμφέροντι αὐ τοῖς διὰ τοῦ ὀνικοῦ μύλου γένωνται.
 [01841]  οἱ γὰρ «ὄντες ἐν τῷ σκήνει» ἅγιοι στενάζουσι «βαρούμενοι» ἀπὸ τοῦ τῆς ταπεινώσεως σώματος καὶ πάντα πράττουσιν, ἵνα ἄξιοι γένωνται εὑ ρεθῆναι ἐν τῷ τῆς ἀναστάσεως μυ στηρίῳ, ὅτε «μετασχηματίσει» ὁ θεὸς οὐ πάντων «τὸ σῶμα τῆς τα πεινώσεως», ἀλλὰ τῶν Χριστῷ γνη σίως μαθητευομένων, εἰς τὸ γενέ σθαι αὐτὸ «σύμμορφον <τῷ σώματι> τῆς δόξης» τοῦ Χριστοῦ.
 [01869]  καὶ γὰρ πολλῷ βέλτιον εἰσελθεῖν εἰς τὴν ζωὴν τὸ λοιπὸν σῶμα (λεῖπον τῷ σκανδαλίσαντι ποδὶ ἢ τῇ σκανδαλισάσῃ χειρί), ἤπερ διαδοθέν τος τοῦ σκανδάλου ἐπὶ <ὅλον τὸ σῶμα> ὅλον τὸ σῶμα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς μετὰ τῶν δύο ποδῶν ἢ τῶν δύο χειρῶν.
 [01871]  εἰ μέντοι μεταβάλοι ποτὲ ὁ τοιοῦτος ὀφθαλ μὸς εἰς τὸ γενέσθαι αὐτὸν σκάνδαλον τοῦ ὅλου σώματος, καλὸν αὐτὸν ἐξε λόντα ἔξω βαλεῖν τοῦ σώματος ὅλου καὶ χωρὶς ἐκείνου τοῦ ὀφθαλμοῦ σω θῆναι τὸ λοιπὸν σῶμα, ἢ (μετ' αὐτοῦ ὅλου βεβλαμμένου τοῦ σώματος) βληθῆναι ὅλον βεβλαμμένον τὸ σῶμα εἰς τὴν γέενναν τοῦ πυρός.
 [02018]  ἔτι δὲ μακαριώτερον εἰ οἱ τρεῖς συν αχθεῖεν ἐπὶ τὸ αὐτὸ εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ, ἵνα πληρωθῇ τὸ «ὁ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκλη ρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη».
 [02061]  αὕτη τοίνυν ἡ βασιλεία τῶν οὐρανῶν, ἡνίκα «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» ἐγένετο, ἵνα «περὶ ἁμαρτίας» κατακρίνῃ «τὴν ἁμαρτίαν», ἡνίκα «μὴ γνόντα» αὐτὸν «ἁμαρ τίαν ἐποίησεν ὑπὲρ ἡμῶν ἁμαρτίαν» τῶν «τῆς ἁμαρτίας» ἡμῶν φορούντων σῶμα, ὡμοιώθη ἀνθρώπῳ βασιλεῖ τῷ κατὰ τὸν Ἰησοῦν νοουμένῳ, ἑνωθεῖσα αὐτῷ, πλεῖον (εἰ δεῖ οὕτω τολμήσαντα εἰπεῖν) ἔχοντι πρὸς τὸ ἡνῶσθαι καὶ πάντη ἓν γενέσθαι τῷ πρωτοτόκῳ «πάσης κτίσεως», εἰ «ὁ κολλώμενος τῷ κυρίῳ» «ἓν πνεῦμα» πρὸς αὐτὸν γίνεται.
 [02263]  διὰ γὰρ αὐτὴν γέγονε καὶ αὐτὸς σάρξ, ὅτε «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ οὐκέτι γέ εἰσι δύο, ἀλλὰ νῦν μία γέ ἐστι σάρξ, ἐπεὶ τῇ γυναικὶ <ἐκκλησίᾳ> λέγεται τὸ «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους»·
 [02264]  οὐ γάρ ἐστί τι ἰδίᾳ σῶμα Χριστοῦ ἕτερον παρὰ τὴν ἐκκλησίαν οὖσαν «σῶμα» αὐτοῦ «καὶ μέλη ἐκ μέρους»·
 [02432]  εἰ γὰρ ἐν τοῖς καρποῖς «τοῦ πνεύ ματος» κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ τῶν λοιπῶν καὶ ἡ ἐγκράτεια, καρ ποφορητέον μᾶλλον τὴν ἐγκράτειαν καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμη τέον, ἵνα καὶ παραβαίνῃ τις τὸ καὶ ὡς πρὸς τὸ ῥητὸν χρησίμως λέγον·
 [02586]  «πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν», οὐ μὴν ἐν αὐτῇ τῇ ζωῇ, ἅτε σῶμα θανάτου περικείμενος καὶ λέγων·
 [03074]  ἐγὼ δ' οἶμαι ὅτι ὥσπερ <ἡ> «ὑποδείγματι καὶ σκιᾷ» λατρεία πάλαι ἐπιτελου μένη «τῶν ἐπουρανίων» κατελύθη διὰ τὰ ἐπουράνια καὶ ἐλθόντος <τοῦ> ἀληθινοῦ ἀρχιερέως ὁ συμ βολικὸς ἀρχιερεὺς ἐπαύσατο καὶ τῶν ἀληθινῶν ὑπὲρ ἁμαρτιῶν θυσιῶν ἐπιτελουμένων αἱ συμβολικαὶ <θυ σίαι> καθῃρέθησαν, οὕτως ὅτε ἡ ἀληθινὴ Ἱερουσαλὴμ τὸν Ἰησοῦν ἐδέξατο ἀναβάντα ἐπὶ τὸ ὑπο ζύγιον ἑαυτοῦ σῶμα (ἐφ' ᾧ καὶ ἔχαιρε σφόδρα θυγάτηρ Σιὼν καὶ ἐκήρυσσεν ἡ θυγάτηρ τῆς ἄνω Ἱερουσαλήμ), τότε καθῃρέθη Ἱερου-σαλὴμ ἡ σκιὰ καὶ καταπέπτωκεν ὁ ναὸς ὁ ἐκ νεκρῶν λίθων διὰ τὸν ἐκ ζώντων λίθων ναὸν <ἐγερθησόμε νον>, κατεσκάφη δὲ καὶ τὸ κάτω θυσιαστήριον, ἐπείπερ ἐχρημάτισε τὸ ἐπουράνιον, τὰ ἐγκαίνια αὐτοῦ Ἰησοῦ ἐν τῇ ἀληθινῇ λατρείᾳ ποιή σαντος.
 [03267]  «πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου») οὔτε τὸ σῶμα (οὐδὲν γὰρ εὕρομέν πω τοιοῦτον περὶ αὐτοῦ γεγραμμένον).
 [03273]  πλὴν σήμερον οὐ λύω τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, ἀλλὰ πολλῷ πλέον οἶδα ἓν εἶναι Ἰησοῦν τὸν Χριστὸν καὶ τὴν ψυχὴν αὐτοῦ πρὸς τὸν πρωτότοκον «πάσης κτίσεως» ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ, ὡς πλέον (εἰ δεῖ οὕτως ὀνομάσαι) εἶναι ἓν ὅλον τοῦτο, ἤπερ «ὁ κολλώ μενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν».
 [04252]  οἱ μὲν γὰρ τὸ ἀνά λογον ποιοῦσι τοῖς συμβουλεύουσι μὴ διδόναι κῆνσον Καίσαρι, ὅση δύναμις νηστείαις καὶ ἀγρυπνίαις κα κοῦντες τὸ σῶμα καὶ ἀποχῇ πάσῃ τῇ διὰ τὸ σῶμα καὶ τὰς ἀναγκαίας αὐτοῦ πράξεις.
 [04291]  ἵνα γὰρ καθ' ὑπόθεσιν μὴ ᾖ ἀληθὴς ἡ πεπιστευμένη παρὰ τοῖς πολλοῖς ἀνάστασις, οὐκ «ἐν ταύτῃ τῇ ζωῇ» ἤλπικε «μόνον» «ἐν Χριστῷ» ὁ ἐκείνην ἀθετῶν ζώσης τῆς ψυχῆς, οὐκ ἐκεῖνο μὲν ἀπολαμβανούσης τὸ σῶμα ἐν δυομένης δὲ αἰθέριόν τι καὶ κρεῖττον.
 [04292]  ἀλλ' οὐδὲ «ἐλεεινότεροι πάντων ἀν θρώπων ἐσμέν», εἰ τὴν μὲν ψυχὴν λέγοιμεν ζῆν καὶ ὑπάρχειν, τὸ δὲ σῶμα τοῦτο μὴ περιτιθεῖμεν αὐτῇ μηδὲ λέγοιμεν ἀπολαμβάνειν αὐτό.
 [04297]  πῶς δὲ οὐδὲν ὄφελος τῷ διὰ Χριστὸν θηριομαχήσαντι *** οἰκονομουμένῃ κατ' ἀξίαν, τὸ δὲ πρότερον σῶμα μὴ ἀπολαμβάνοι;
 [04311]  τούτου δὴ τοῦ ῥητοῦ οἱ Σαδδου καῖοι, ὡς τὴν ἐλπίδα τῆς ἀναστάσεως μὴ ἔχοντες, φαύλως ἀκούσαντες καὶ μηδὲν θεοῦ ἄξιον ἐνθυμηθέντες εἰς τὸν ἐκκείμενον νόμον, ᾠήθησαν ἀκολουθεῖν τῷ εἶναι ἀνάστασιν τὸ καὶ τὸν ἄνδρα ἄνδρα πάλιν ἔσεσθαι ἀναστάντα ἄρρενα μόρια ἔχοντα, καὶ τὴν γυναῖκα γυναῖκα ἀναστήσεσθαι σῶμα γυναικεῖον περικειμένην.
000-00-00 Serial Number=0029960513
Contra Celsum Ante [Go Back]  
 [00247]  Ὡς εἴθε καὶ Ἐπίκουρος καὶ ὁ ἔλαττον αὐτοῦ εἰς τὴν πρόνοιαν ἀσεβῶν Ἀριστοτέλης καὶ οἱ σῶμα εἰπόντες τὸν θεὸν Στωϊκοὶ τοῦ λόγου τούτου ἤκουσαν·
 [00248]  ἵνα μὴ πληρωθῇ ὁ κόσμος λόγου ἀθετοῦντος πρόνοιαν ἢ διακόπτοντος αὐτὴν ἢ ἀρχὴν φθαρτὴν εἰσάγοντος τὴν σωματικήν, καθ' ἣν καὶ ὁ θεὸς τοῖς Στωϊκοῖς ἐστι σῶμα, οὐκ αἰδουμένοις λέγειν αὐτὸν τρεπτὸν καὶ δι' ὅλων ἀλλοιωτὸν καὶ μεταβλητὸν καὶ ἁπαξαπλῶς δυνάμενον φθαρῆναι, εἰ ἔχει τὸν φθείροντα, εὐτυχοῦντα δὲ μὴ φθαρῆναι παρὰ τὸ μηδὲν εἶναι τὸ φθεῖρον αὐτόν.
 [00353]  [1.33] Εἰ γὰρ ἥδε μὲν ἡ ψυχή, κατά τινας ἀπορρήτους λόγους ἀξία γενομένη μὴ πάντῃ μὲν ἐν ἀλόγου γενέσθαι σώματι οὐ μὴν καὶ καθαρῶς ἐν λογικοῦ, ἐνδύεται σῶμα τερατῶδες, ὡς μηδὲ τὸν λόγον συμπληρωθῆναι δύνασθαι τῷ οὑτωσὶ γεγενημένῳ καὶ ἀσύμμετρον ἔχοντι τὴν κεφαλὴν τῷ λοιπῷ σώματι καὶ πάνυ βραχυτέραν, ἑτέρα δὲ τοιόνδε σῶμα ἀναλαμβάνει, ὡς ὀλίγῳ ἐκείνου γενέσθαι λογικωτέρα, καὶ ἄλλη ἔτι μᾶλλον, τῆς φύσεως τοῦ σώματος ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον ἀντιπραττούσης τῇ τοῦ λόγου ἀντιλήψει·
 [00354]  διὰ τί οὐχὶ καὶ ψυχή τις ἔσται πάντῃ παράδοξον ἀναλαμβάνουσα σῶμα, ἔχον μέν τι κοινὸν πρὸς τοὺς ἀνθρώπους, ἵνα καὶ συνδιατρῖψαι αὐτοῖς δυνηθῇ, ἔχον δέ τι καὶ ἐξαίρετον, ἵνα τῆς κακίας ἄγευστος ἡ ψυχὴ διαμεῖναι δυνηθῇ;
 [00355]  Ἐὰν δὲ καὶ τὰ τῶν φυσιογνωμονούντων κρατῇ, εἴτε Ζωπύρου εἴτε Λόξου εἴτε Πολέμωνος εἴτε οὕτινός ποτ' οὖν τοιαῦτα γράψαντος καὶ ἐπαγγειλαμένου εἰδέναι τι θαυμαστόν, οἰκεῖα τοῖς ἤθεσι τῶν ψυχῶν πάντ' εἶναι τὰ σώματα, τῇ οὖν μελλούσῃ παραδόξως ἐπιδημεῖν τῷ βίῳ καὶ μεγαλοποιεῖν ἔδει γενέσθαι σῶμα οὐχ, ὡς οἴεται Κέλσος, ἀπὸ Πανθήρα μοιχεύσαντος καὶ παρθένου μοιχευθείσης ἐκ γὰρ τοιούτων ἀνάγνων μίξεων ἔδει μᾶλλον ἀνόητόν τινα καὶ ἐπιβλαβῆ τοῖς ἀνθρώποις διδάσκαλον ἀκολασίας καὶ ἀδικίας καὶ τῶν λοιπῶν κακῶν γενέσθαι οὐχὶ δὲ σωφροσύνης καὶ δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν , ἀλλ' ὡς καὶ προφῆται προεῖπον, ἀπὸ παρθένου, κατ' ἐπαγγελίαν σημείου γεννώσης τὸν ἐπώνυμον πράγματος, δηλοῦντος ὅτι ἐπὶ τῇ γενέσει αὐτοῦ μετ' ἀνθρώπων ἔσται θεός.
 [00509]  Ἐγὼ γὰρ οὐχ ὑπολαμβάνω τὸν αἰσθητὸν οὐρανὸν ἀνεῷχθαι καὶ τὸ σῶμα αὐτοῦ ἀνοιγνύμενον διῃρῆσθαι, ἵνα ἀναγράψῃ τὸ τοιοῦτον Ἰεζεκιήλ.
 [00510]  Μή ποτ' οὖν καὶ ἐπὶ τοῦ σωτῆρος τὸν φρονίμως ἀκούοντα τῶν εὐαγγελίων τὸ ὅμοιον ἐκδεκτέον, κἂν προσκόπτῃ τὸ τοιοῦτον τοῖς ἁπλουσ τέροις, οἳ διὰ πολλὴν ἁπλότητα κινοῦσι τὸν κόσμον, σχίζοντες τὸ τηλικοῦτον σῶμα ἡνωμένον τοῦ παντὸς οὐρανοῦ.
 [00772]  Οἴεται δ' ἡμᾶς <νομίζειν> ἐν τούτοις ὁ Κέλσος μὴ θεῖόν τι εἶναι ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ κατὰ τὸν Ἰησοῦν, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ τοιοῦτον γεγονέναι, ὁποῖον Ὁμήρου μῦθοι εἰσάγουσι.
 [00813]  [1.69] Μετὰ ταῦτα φύρων τὸν λόγον καὶ τὰ ὑπὸ αἱρέσεώς τινος λεγόμενα ὡς κοινὰ Χριστιανῶν ἐγκλήματα πᾶσι τοῖς ἀπὸ τοῦ θείου προσάγων λόγου φησὶν ὅτι θεοῦ οὐκ ἂν εἴη τοιοῦτον σῶμα, οἷον τὸ σόν.
 [00814]  Ἀλλ' ἡμεῖς πρὸς ταῦτα σῶμα αὐτὸν λέγομεν ἀνειληφέναι ὡς ἀπὸ θηλείας τῷ βίῳ ἐπιδη μήσαντα ἀνθρώπινον καὶ θανάτου ἀνθρωπίνου δεκτικόν.
 [00815]  ∆ιὸ πρὸς τοῖς ἄλλοις αὐτόν φαμεν καὶ μέγαν ἀγωνιστὴν γεγο νέναι, διὰ τὸ ἀνθρώπινον σῶμα πεπειρασμένον μὲν ὁμοίως πᾶσιν ἀνθρώποις κατὰ πάντα οὐκέτι δ' ὡς ἄνθρωποι μεθ' ἁμαρτίας ἀλλὰ πάντῃ χωρὶς ἁμαρτίας.
 [00818]  Εἶτα ὁ Κέλσος φησὶν ὅτι οὐκ ἂν εἴη θεοῦ σῶμα τὸ οὕτω σπαρέν, ὡς σύ, ὦ Ἰησοῦ, ἐσπάρης.
 [00819]  Πλὴν ὑπείδετο ὅτι εἰ, ὡς γέγραπται, γεγέννητο, δύναταί πως εἶναι τὸ σῶμα αὐτοῦ καὶ θειότερον παρὰ τοὺς πολλοὺς καὶ κατά τι σημαινόμενον θεοῦ σῶμα.
 [00821]  διόπερ εἶπεν ὅτι οὐκ ἂν εἴη θεοῦ σῶμα οὕτω σπαρέν, ὡς σὺ ἐσπάρης.
 [00823]  [1.70] Λέγει δ' ὅτι οὐδὲ τοιαῦτα σιτεῖται σῶμα θεοῦ, ὡς ἔχων αὐτὸν παραστῆσαι ἀπὸ τῶν εὐαγγελικῶν γραμμάτων σιτούμενον, καὶ ποῖα σιτούμενον.
 [00828]  κατὰ γὰρ ἡμᾶς σῶμα ἀνείληφεν, ὡς γενόμενος ἐκ γυναικός.
 [00829]  Ἀλλ' οὐδὲ σῶμα, φησί, θεοῦ χρῆται τοιαύτῃ φωνῇ οὐδὲ τοιᾷδε πειθοῖ.
 [00983]  Πρὸς ταῦτα δὲ φήσομεν ὅτι οὐδ' ἡμεῖς ὑπολαμβάνομεν τὸ βλεπόμενον τότε καὶ αἰσθητὸν τοῦ Ἰησοῦ σῶμα εἶναι θεόν.
 [00984]  Καὶ τί λέγω τὸ σῶμα;
 [01008]  Εἴπερ οὖν ἐνόει ἐκεῖ μόνον εἶναι τὸν υἱὸν τοῦ θεοῦ, ὅπου τὸ βλεπόμενον ἦν σῶμα Ἰησοῦ, πῶς ἔφασκεν ἂν τό·
 [01015]  ἓν γὰρ μάλιστα μετὰ τὴν οἰκονομίαν γεγένηται πρὸς τὸν λόγον τοῦ θεοῦ ἡ ψυχὴ καὶ τὸ σῶμα Ἰησοῦ.
 [01150]  ἵνα ἑκοῦσα μὲν τὸ σῶμα καταλίπῃ ἡ ψυχὴ οἰκονομησαμένη δέ τινα ἔξω αὐτοῦ πάλιν ἐπανέλθῃ, ὅτε βούλεται;
 [01264]  Οὐχ ἑώρακε δὲ ὅτι ἅπαξ ἀναλαβὼν τὸ διὰ γενέσεως σῶμα ἀνείληφεν αὐτὸ καὶ πόνων δεκτικὸν τυγχάνον καὶ τῶν τοῖς σώμασι συμβαι νόντων ἀνιαρῶν, εἰ τοῦ ἀνιαροῦ μὴ ὡς προαιρετικοῦ ἀκούοιμεν.
 [01265]  Ὥσπερ οὖν βουληθεὶς ἀνείληφε σῶμα οὐ πάντῃ ἄλλης φύσεως παρὰ τὴν ἀνθρωπίνην σάρκα, οὕτως συνανεί ληφε τῷ σώματι καὶ τὰ ἀλγεινὰ αὐτοῦ καὶ τὰ ἀνιαρά, ὧν πρὸς τὸ μὴ παθεῖν κύριος οὐκ ἦν, ἐπὶ τοῖς διατιθεῖσιν ὄντος προσάγειν αὐτῷ τὰ ἀλγεινὰ καὶ τὰ ἀνιαρά.
 [01279]  ὅ τι ὅμοιόν ἐστι <τῷ> λεγομένῳ ὑπὸ ἰατροῦ, διελόντος σώματα καὶ τραύματα χαλεπὰ ποιήσαντος ἐπὶ τῷ ἐξελεῖν αὐτῶν τὰ βλάπτοντα καὶ ἐμποδίζοντα τῇ ὑγιείᾳ, καὶ οὐ καταλήξαντος εἰς τοὺς πόνους καὶ τὴν διαίρεσιν ἀλλ' ἀποκαθιστῶντος τῇ θεραπείᾳ τὸ σῶμα ἐπὶ τὴν προκειμένην αὐτῷ ὑγίειαν.
 [01331]  ἐν οἷς ἀπεδείκνυτο ὁ πάσης κτίσεως πρωτότοκος ἀνειληφὼς σῶμα καὶ ψυχὴν ἀνθρωπίνην, καὶ ὅτι ὁ θεὸς ἐνετείλατο περὶ τῶν τοσούτων ἐν κόσμῳ, καὶ ἐκτίσθη, καὶ ὅτι ὁ τὴν ἐντολὴν λαβὼν ὁ θεὸς λόγος ἦν.
 [01386]  Τῶν μὲν οὖν ἄλλων νεκρῶν σωμάτων τὸ αἷμα πήγνυται καὶ ὕδωρ καθαρὸν οὐκ ἀπορρεῖ, τοῦ δὲ κατὰ τὸν Ἰησοῦν νεκροῦ σώματος τὸ παράδοξον καὶ περὶ τὸ νεκρὸν σῶμα ἦν αἷμα καὶ ὕδωρ ἀπὸ τῶν πλευρῶν προχυθέν.
 [01530]  διὰ τί οὐχὶ καὶ βεβασανισμένως τοὺς ἐπαγγελλομένους τὰς δυνάμεις ἐξετάσομεν ἀπὸ τοῦ βίου καὶ τοῦ ἤθους καὶ τῶν ἐπακολουθούντων ταῖς δυνάμεσιν ἤτοι εἰς βλάβην τῶν ἀνθρώπων ἢ εἰς ἠθῶν ἐπανόρθωσιν, τίς μὲν δαίμοσι διακονούμενος διά τινων ἐπῳδῶν καὶ μαγγανειῶν τὰ τοιαῦτα ποιεῖ, τίς δ' ἐν χώρᾳ καθαρᾷ καὶ ἁγίᾳ γενόμενος κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸ πνεῦμα, οἶμαι δὲ καὶ τὸ σῶμα, τῷ θεῷ, παραδεξάμενος θεῖόν τι πνεῦμα τὰ τοιαῦτα εἰς ὠφέλειαν ἀνθρώπων καὶ προτροπὴν τὴν ἐπὶ τὸ πιστεύειν θεῷ ἀληθινῷ πράττει;
 [01640]  Ταῦτα δ' ἐλέγετο ὑπὸ τοῦ Θωμᾶ, κρίνοντος ὅτι δύναται ὀφθαλμοῖς αἰσθητοῖς φανῆναι ψυχῆς σῶμα, πάντα τῷ προτέρῳ εἴδει μέγεθός τε καὶ ὄμματα κάλ' ἐϊκυίης καὶ φωνὴν πολλάκις δὲ καὶ τοῖα περὶ χροῒ εἵματ' ἐχούσης.
 [01680]  Ὡς περὶ τηλικούτου οὖν φερόμενοι ἡμεῖς τοῦ Ἰησοῦ οὐ μόνον κατὰ τὴν ἔνδον καὶ ἀποκεκρυμμένην τοῖς πολλοῖς θειότητα ἀλλὰ καὶ κατὰ τὸ μεταμορφούμενον σῶμα, ὅτ' ἐβούλετο καὶ οἷς ἐβούλετο, φαμὲν ὅτι τὸν μὲν μὴ ἀπεκδυσάμενον τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας Ἰησοῦν καὶ μηδέπω ἀποθανόντα τῇ ἁμαρτίᾳ πάντες βλέπειν ἐχώρουν, τὸν δ' ἀπεκδυσάμενον τὰς ἀρχὰς καὶ τὰς ἐξου σίας καὶ μηκέτ' ἔχοντά τι χωρητὸν ὁραθῆναι τοῖς πολλοῖς οὐχ οἷοί τε ἦσαν αὐτὸν βλέπειν οἱ πρότερον αὐτὸν ἰδόντες πάντες·
 [01739]  Νυνὶ δ' αὐτάρκης ἡ καθαρὰ σινδών, ἐν ᾗ ἔδει τὸ καθαρὸν ἐντυλιχθῆναι σῶμα τοῦ Ἰησοῦ, καὶ τὸ καινὸν μνημεῖον, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ ὁ Ἰωσήφ, οὗ οὐκ ἦν οὔπω οὐδεὶς κείμενος, ἤ, ὡς ὁ Ἰωάννης φησίν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη.
 [01742]  ἵν' ὥσπερ ἡ γένεσις αὐτοῦ καθαρωτέρα πάσης γενέσεως ἦν τῷ μὴ ἀπὸ μίξεως ἀλλ' ἀπὸ παρθένου γεννη θῆναι, οὕτως καὶ ἡ ταφὴ ἔχοι τὴν καθαρότητα, διὰ τοῦ συμβολικοῦ δηλουμένην ἐν τῷ ἀποτεθεῖσθαι αὐτοῦ τὸ σῶμα ἐν μνημείῳ καινῷ ὑφεστῶτι, οὐκ ἐκ λογάδων λίθων οἰκοδομηθέντι καὶ τὴν ἕνωσιν οὐ φυσικὴν ἔχοντι ἀλλ' ἐν μιᾷ καὶ δι' ὅλων ἡνωμένῃ πέτρᾳ λατομητῷ ἢ λαξευτῷ.
 [02080]  Τὸ γὰρ γεγεννημένον ἀπὸ τῆς παρθένου σῶμα ἦν ἀπὸ τῆς ἀνθρωπίνης ὕλης συνεστηκός, δεκτικὸν τῶν ἀνθρωπίνων τραυμάτων καὶ θανάτου.
 [02118]  ἀλλὰ γὰρ καὶ τὴν καταβᾶσαν εἰς ἀνθρωπίνην φύσιν καὶ εἰς ἀνθρωπίνας περιστάσεις δύναμιν καὶ ἀναλαβοῦσαν ψυχὴν καὶ σῶμα ἀνθρώπινον ἑώρων ἐκ τοῦ πιστεύεσθαι μετὰ τῶν θειοτέρων συμβαλλομένην εἰς σωτηρίαν τοῖς πιστεύουσιν, ὁρῶσιν ὅτι ἀπ' ἐκείνου ἤρξατο θεία καὶ ἀνθρωπίνη συνυφαίνεσθαι φύσις, ἵν' ἡ ἀνθρωπίνη τῇ πρὸς τὸ θειότερον κοινωνίᾳ γένηται θεία οὐκ ἐν μόνῳ τῷ Ἰησοῦ ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ τοῦ πιστεύειν ἀναλαμβάνουσι βίον, ὃν Ἰησοῦς ἐδίδαξεν, ἀνάγοντα ἐπὶ τὴν πρὸς θεὸν φιλίαν καὶ τὴν πρὸς ἐκεῖνον κοινωνίαν πάντα τὸν κατὰ τὰς Ἰησοῦ ὑποθήκας ζῶντα.
 [02143]  Μῶν οὐ τοῦτό φασιν, ὡς ἄρα ἡ ψυχὴ αὐτοῦ πολλάκις ἀπολιποῦσα τὸ σῶμα περιεπόλει ἀσώματος;
 [02221]  τὸ δὲ θνητὸν αὐτοῦ σῶμα καὶ τὴν ἀνθρωπίνην ἐν αὐτῷ ψυχὴν τῇ πρὸς ἐκεῖνον οὐ μόνον κοινωνίᾳ ἀλλὰ καὶ ἑνώσει καὶ ἀνακράσει τὰ μέγιστά φαμεν προσειληφέναι καὶ τῆς ἐκείνου θειότητος κεκοινωνηκότα εἰς θεὸν μεταβεβληκέναι.
 [02223]  Εἰ γὰρ ὑγιῆ τὰ τοιαῦτα, τί θαυμαστὸν τὴν ποιότητα τοῦ θνητοῦ κατὰ τὸ τοῦ Ἰησοῦ σῶμα προνοίᾳ θεοῦ βουληθέντος μεταβαλεῖν εἰς αἰθέριον καὶ θείαν ποιότητα;
 [02238]  εἰ δὲ δῆλόν ἐστι, κἄν τινα φέρηται περὶ αὐτῶν ὡς χρηστότερα, ὅτι μυρία ὅσα παρὰ τὸν ὀρθὸν λόγον πεποιηκέναι ἀναγεγραμμένοι εἰσί, πῶς ἔτι εὐλόγως μᾶλλον τοῦ Ἰησοῦ φήσεις αὐτοὺς ἀποθεμένους τὸ θνητὸν σῶμα γεγονέναι θεούς;
 [02452]  Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες, ἄλλα δὲ τὰ τοῖς καθαροῖς ψυχὴν καὶ σῶμα παραδεικνύντα ἀποκάλυψιν μυστηρίου, χρόνοις αἰωνίοις σεσιγημένου φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἑκάστῳ τῶν τελείων ἐπιφαινομένης καὶ φωτιζούσης εἰς ἀψευδῆ γνῶσιν τῶν πραγμάτων τὸ ἡγεμονικόν.
 [02593]  Ἀλλὰ καὶ ἄλλους δεδόσθω ἡμᾶς ἀποτρέ πειν ἀπὸ ἰατρῶν στωϊκῶν θεὸν φθαρτὸν εἰσαγόντων καὶ τὴν οὐσίαν αὐτοῦ λεγόντων σῶμα τρεπτὸν δι' ὅλων καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν, καί ποτε πάντα φθειρόντων καὶ μόνον τὸν θεὸν καταλειπόντων·
 [02796]  Ἀλλὰ καὶ ὁ τῶν Στωϊκῶν θεός, ἅτε σῶμα τυγχάνων, ὁτὲ μὲν ἡγεμονικὸν ἔχει τὴν ὅλην οὐσίαν, ὅταν ἡ ἐκπύρωσις ᾖ·
 [02806]  Εἰ δὲ καὶ σῶμα θνητὸν καὶ ψυχὴν ἀνθρωπίνην ἀναλαβὼν ὁ ἀθάνατος θεὸς λόγος δοκεῖ τῷ Κέλσῳ ἀλλάττεσθαι καὶ μεταπλάττεσθαι, μανθανέτω ὅτι ὁ λόγος τῇ οὐσίᾳ μένων λόγος οὐδὲν μὲν πάσχει ὧν πάσχει τὸ σῶμα ἢ ἡ ψυχή, συγκαταβαίνων δ' ἔσθ' ὅτε τῷ μὴ δυναμένῳ αὐτοῦ τὰς μαρμαρυγὰς καὶ τὴν λαμπρότητα τῆς θειότητος βλέπειν οἱονεὶ σὰρξ γίνεται, σωματικῶς λαλούμενος, ἕως ὁ τοιοῦτον αὐτὸν παραδεξάμενος κατὰ βραχὺ ὑπὸ τοῦ λόγου μετεωριζόμενος δυνηθῇ αὐτοῦ καὶ τήν, ἵν' οὕτως ὀνομάσω, προηγουμένην μορφὴν θεάσασθαι.
 [02817]  Εἰ δὲ ἦν ἐννοήσας, τί ἀκολουθεῖ ψυχῇ ἐν αἰωνίῳ ἐσομένῃ ζωῇ καὶ τί χρὴ φρονεῖν περὶ τῆς οὐσίας αὐτῆς καὶ περὶ τῶν ἀρχῶν αὐτῆς, οὐκ ἂν οὕτως διέσυρε τὸν ἀθάνατον εἰς θνητὸν ἐρχόμενον σῶμα, οὐ κατὰ τὴν Πλάτωνος μετενσωμάτωσιν ἀλλὰ κατ' ἄλλην τινὰ ὑψηλοτέραν θεωρίαν.
 [02820]  Φησὶν οὖν ἑξῆς ὅτι ἤτοι ὡς ἀληθῶς μεταβάλλει ὁ θεός, ὥσπερ οὗτοί φασιν, εἰς σῶμα θνητόν, καὶ προείρηται τὸ ἀδυνατεῖν·
 [02829]  Εἰ δ' ἐπὶ τῆς Ἰησοῦ ψυχῆς λαμβάνει τις τὴν μεταβολήν, αὐτῆς εἰς σῶμα ἐλθούσης, πευσόμεθα, πῶς λέγει μεταβολήν.
 [02898]  [4.25] Εἰ δὲ τὴν τοῦ ἀνθρώπου μικρότητα οὐ διὰ τὸ σῶμα ἐξευτελίζετε ἀλλὰ διὰ τὴν ψυχήν, ὡς οὖσαν ὑποδεεστέραν τῶν λοιπῶν λογικῶν καὶ μάλιστα σπουδαίων καὶ διὰ τοῦθ' ὑποδεεστέραν, ἐπείπερ ἡ κακία ἐστὶν ἐν αὐτῇ, τί μᾶλλον οἱ ἐν Χριστιανοῖς φαῦλοι καὶ οἱ ἐν Ἰουδαίοις κακῶς βιοῦντες ὁρμαθός εἰσι νυκτερίδων ἢ μύρμηκες ἢ σκώληκες ἢ βάτραχοι, ἢ οἱ ἐν τοῖς λοιποῖς ἔθνεσι μοχθηροί;
 [02913]  Καὶ μάλιστα συγκρινόμενοι τοῖς διδαχθεῖσι μὴ αἴρειν τὰ μέλη τοῦ Χριστοῦ καὶ τὸ ὑπὸ τοῦ λόγου οἰκούμενον σῶμα καὶ ποιεῖν αὐτὰ πόρνης μέλη, μαθοῦσι δὲ ἤδη καὶ ὅτι τὸ τοῦ λογικοῦ καὶ τῷ θεῷ τῶν ὅλων ἀνακειμένου σῶμα ναός ἐστι τοῦ προσκυνουμένου ὑπ' αὐτῶν θεοῦ, τοιοῦτον ἀπὸ τῆς καθαρᾶς περὶ τοῦ δημιουργοῦ ἐννοίας γινόμενον·
 [03244]  Καὶ ταύτῃ γε οὐδὲν διοίσει νυκτερίδος ἢ εὐλῆς ἢ βατράχου ἢ ἀνθρώπου σῶμα·
 [03258]  Καὶ οὐδὲν διοίσει σῶμα ἀνθρώπου σώματος νυκτερίδος ἢ εὐλῆς ἢ βατράχου·
 [03272]  Καὶ ταύτῃ γε οὐδὲν διοίσει νυκτερίδος ἢ εὐλῆς ἢ βατράχου ἢ ἀνθρώπου σῶμα·
 [03283]  οὗ τῷ λόγῳ ἠκολούθησε μηδὲν διαφέρειν νυκτερίδος ἢ εὐλῆς ἢ βατράχου σῶμα τοῦ αἰθερίου σώματος.
 [03302]  Εἰ δὲ μὴ παντὸς σώματος ἄλλη φύσις, ἀλλ' ἑκάστου ἐστὶ τὸ σῶμα ζῴου ἀνάλογον τῇ ψυχῇ, δῆλον ὅτι οὗ ψυχὴ θεοῦ ἔργον ἐστί, διαφέροι ἂν τὸ ταύτης σῶμα σώματος, ἐν ᾧ οἰκεῖ ψυχὴ οὐκ οὖσα ἔργον θεοῦ.
 [03303]  Καὶ οὕτω ψεῦδος ἔσται τὸ μηδὲν διοίσειν νυκτερίδος ἢ εὐλῆς ἢ βατράχου σῶμα παρὰ τὸ τοῦ ἀνθρώπου.
 [03308]  Καὶ ταῦτα δὲ διὰ τὸ ὧν οὐδὲν ἔργον θεοῦ, τοῦ ὧν ἀναφερομένου ἐπὶ τὸ τοῦ ἀνθρώπου σῶμα ἢ τῶν ἐκ τοῦ σώματος ὄφεων καὶ ἐπὶ τὸ βοὸς ἢ τῶν ἐκ τοῦ σώματος βοὸς μελισσῶν καὶ ἐπὶ τὸ ἵππου ἢ ὄνου καὶ τῶν ἐξ ἵππου μὲν σφηκῶν ἐξ ὄνου δὲ κανθάρων, δι' ἃ ἠναγκάσθημεν ἐπαναλαβεῖν καὶ τὸ ψυχὴ μὲν θεοῦ ἔργον, σώματος δὲ ἄλλη φύσις.
 [03313]  πειρά σονται δὲ δεικνύναι καὶ οἱ μὴ φθείροντες αὐτὸν μετὰ τοῦ μὴ προσίεσθαι πέμπτον σῶμα ὅτι καὶ κατ' αὐτοὺς μία ἐς ἀμοιβὴν παλίντροπον ἰοῦσα καὶ ἐπανιοῦσά ἐστιν ἡ πάντων σωμάτων φύσις.
 [03547]  ὅπερ κατάγοντός ἐστι τὴν ψυχὴν ἀπὸ τῶν ἁψίδων τοῦ οὐρανοῦ οὐκ ἐπὶ τὸ ἀνθρώπινον σῶμα μόνον ἀλλὰ καὶ ἐπὶ τὰ λοιπά.
 [03824]  Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
 [03898]  Ποία γὰρ ἀνθρώπου ψυχὴ ποθήσειεν <ἂν> ἔτι σῶμα σεσηπός;
 [03900]  ποῖον γὰρ σῶμα πάντῃ διαφθαρὲν οἷόν τε ἐπανελθεῖν εἰς τὴν ἐξ ἀρχῆς φύσιν καὶ αὐτὴν ἐκείνην, ἐξ ἧς ἐλύθη, τὴν πρώτην σύστασιν;
 [03952]  καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν·
 [03953]  ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.
 [03954]  Ὅρα γὰρ τίνα τρόπον ἐν τούτοις οὐ τὸ γενησόμενον σῶμά φησι σπείρεσθαι, ἀλλ' ἀπὸ τοῦ σπειρομένου καὶ γυμνοῦ βαλλομένου ἐπὶ τὴν γῆν λέγει διδόντος τοῦ θεοῦ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα οἱονεὶ ἀνάστασιν γίνεσθαι, ἀπὸ τοῦ καταβεβλημένου σπέρ ματος ἐγειρομένου στάχυος ἐν τοῖς τοιοῖσδε, <δένδρου δὲ ἐν τοῖς τοιοῖσδε> οἱονεὶ ἐν νάπυϊ, ἢ ἔτι μείζονος δένδρου ἐν ἐλαίας πυρῆνι ἤ τινι τῶν ἀκροδρύων.
 [03955]  [5.19] Ὁ θεὸς οὖν δίδωσιν ἑκάστῳ σῶμα, καθὼς ἐθέλησεν, ὥσπερ ἐπὶ τῶν σπειρομένων οὕτω καὶ ἐπὶ τῶν οἱονεὶ σπειρομένων ἐν τῷ ἀποθνῄσκειν καὶ καιρῷ ἐπιτηδείῳ ἀναλαμβανόντων ἐκ τῶν σπειρομένων τὸ περιτι θέμενον ἑκάστῳ κατὰ τὴν ἀξίαν σῶμα ὑπὸ τοῦ θεοῦ.
 [03960]  σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν.
 [03970]  Οὐ σκωλήκων οὖν ἡ ἐλπὶς ἡμῶν οὐδὲ ποθεῖ ἡμῶν ἡ ψυχὴ τὸ σεσηπὸς σῶμα, ἀλλά, κἂν δέηται σώματος διὰ τὰς τοπικὰς μεταβάσεις, νοεῖ ἡ μεμελετηκυῖα τὴν σοφίαν κατὰ τὸ στόμα δικαίου μελετήσει σοφίαν διαφορὰν ἐπιγείου οἰκίας, ἐν ᾗ ἐστι τὸ σκῆνος, καταλυομένης καὶ σκήνους, ἐν ᾧ οἱ ὄντες δίκαιοι στενάζουσι βαρούμενοι, μὴ θέλοντες τὸ σκῆνος ἀπεκδύσασθαι ἀλλὰ τῷ σκήνει ἐπενδύσασθαι, ἵν' ἐκ τοῦ ἐπενδύσασθαι καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
 [03991]  ἡμεῖς δὲ πειθόμενοι ὅτι τὸ σπειρό μενον οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ, καὶ ὅτι οὐ τὸ γενησόμενον σῶμα σπείρεται ὁ γὰρ θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε, μετὰ τὸ σπαρῆναι ἐν φθορᾷ ἐγείρων αὐτὸ ἐν ἀφθαρσίᾳ καὶ μετὰ τὸ σπαρῆναι ἐν ἀτιμίᾳ ἐγείρων αὐτὸ ἐν δόξῃ καὶ μετὰ τὸ σπαρῆναι ἐν ἀσθενείᾳ ἐγείρων αὐτὸ ἐν δυνάμει καὶ μετὰ τὸ σπαρῆναι σῶμα ψυχικὸν ἐγείρων αὐτὸ πνευματικόν , τηροῦμεν καὶ τὸ βούλημα τῆς ἐκκλησίας τοῦ Χριστοῦ καὶ τὸ μέγεθος τῆς ἐπαγγελίας τοῦ θεοῦ, παριστάντες αὐτοῦ καὶ τὸ δυνατὸν οὐκ ἀποφάσει ἀλλὰ καὶ λόγῳ·
 [03995]  [5.23] Ἡμεῖς μὲν οὖν οὔ φαμεν τὸ διαφθαρὲν σῶμα ἐπανέρ χεσθαι εἰς τὴν ἐξ ἀρχῆς φύσιν, ὡς οὐδὲ τὸν διαφθαρέντα κόκκον τοῦ σίτου ἐπανέρχεσθαι εἰς τὸν κόκκον τοῦ σίτου.
 [03996]  Λέγομεν γάρ, ὥσπερ ἐπὶ τοῦ κόκκου τοῦ σίτου ἐγείρεται στάχυς, οὕτως λόγος τις ἔγκειται τῷ σώματι, ἀφ' οὗ μὴ φθειρομένου ἐγείρεται τὸ σῶμα ἐν ἀφθαρσίᾳ.
 [04013]  ἵνα μὴ ὑβρίζωμεν τῇ δυνάμει τὴν ἐνοικήσασαν ψυχήν, ἀπορριπτοῦντες μετὰ τὸ ἐξελθεῖν ἐκείνην τὸ σῶμα ὡς καὶ τὰ τῶν κτηνῶν σώματα.
 [04078]  ἵνα μὴ εἰς τὰς τυχούσας ἀκοὰς ὁ περὶ ψυχῶν οὐκ ἐκ μετενσωματώσεως εἰς σῶμα ἐνδουμένων λόγος ῥιπτῆται, μηδὲ τὰ ἅγια διδῶται τοῖς κυσί, μηδ' οἱ μαργαρῖται παραβάλλωνται χοίροις.
 [04300]  Ἐδύνατο γὰρ οὗτος οἶμαι ὁ ἄγγελος κατὰ τῶν μὴ περιτεμνομένων ἀπὸ τοῦ λαοῦ καὶ ἁπαξαπλῶς πάντων τῶν σεβόντων μόνον τὸν δημιουργόν, καὶ ἐπὶ τοσοῦτόν γε ἐδύνατο, ὅσον οὐκ ἀνειλήφει σῶμα ὁ Ἰησοῦς.
 [04301]  Ὅτε δ' ἀνείληφε, καὶ περιετέμνετο τὸ ἐκείνου σῶμα, καθῃρέθη πᾶσα ἡ κατὰ τῶν ἐν τῇ θεοσεβείᾳ ταύτῃ <μὴ> περιτεμνομένων δύναμις αὐτοῦ·
 [04315]  Ἡμεῖς δὲ κἂν τὸ τοιοῦτο πράττωμεν, ποιοῦμεν αὐτό, ἐπεὶ ὑπωπιάζομεν τὸ σῶμα καὶ δουλαγωγοῦμεν καὶ βουλόμεθα νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, ἀσέλγειαν, πάθος, ἐπιθυμίαν κακήν·
 [04386]  [5.58] Κατηγορεῖ δ' ὁ Κέλσος καὶ τοῦ φάσκοντος λόγου ἄγγελον ἀποκεκυλικέναι τοῦ τάφου, ἔνθα ἦν τὸ Ἰησοῦ σῶμα, τὸν λίθον ὥσπερ μειράκιον, ἐν διατριβῇ λαβὸν τοπικῶς κατηγορῆσαί τινος, καί φησιν ὡς σοφόν τι κατὰ τοῦ λόγου εὑρὼν ὅτι ὁ τοῦ θεοῦ παῖς, ὡς ἔοικεν, οὐκ ἐδύνατο ἀνοῖξαι τὸν τάφον, ἀλλ' ἐδεήθη ἄλλου ἀποκινήσοντος τὴν πέτραν.
 [04799]  οὐ γὰρ τὸ σπειρόμενον ἐν φθορᾷ καὶ ἐν ἀτιμίᾳ καὶ ἐν ἀσθενείᾳ σῶμα ψυχικόν φαμεν ἀνίστασθαι, ὁποῖον ἐσπάρη.
 [04833]  Πέμπτης ἐξουσίας ἄρχων, δυνάστα Σαβαώθ, προήγορε νόμου τῆς σῆς κτίσεως χάριτι λυομένης, πεντάδι δυνατωτέρᾳ, πάρες με, σύμβολον ὁρῶν σῆς τέχνης ἀνεπίληπτον, εἰκόνι τύπου τετηρημένον, πεντάδι λυθὲν σῶμα·
 [04963]  Σαφῶς δὲ παρὰ ταῦτα πάντα ἐν τῷ ἀρχαιοτέρῳ καὶ Μωϋσέως αὐτοῦ Ἰὼβ ὁ διάβολος ἀναγέγραπται παρίστασθαι τῷ θεῷ καὶ αἰτεῖν τὴν κατὰ τοῦ Ἰὼβ ἐξουσίαν, ἵν' αὐτὸν περιβάλῃ περιστάσεσι βαρυτάταις, πρώτῃ μὲν τῇ κατὰ πάντων τῶν ὑπαρχόντων αὐτῷ καὶ τῶν τέκνων αὐτοῦ ἀπωλείᾳ, δευτέρᾳ δὲ κατὰ τὸ περιβαλεῖν αὐτὸν ἀγρίῳ ἐλέφαντι, τῷ οὕτω καλουμένῳ νοσήματι, πᾶν τὸ σῶμα τοῦ Ἰώβ.
 [05028]  Ἵνα δὲ προσαγάγωμεν τῇ παραδοχῇ τοῦ λεγομένου τὸν βουλόμενον ἀκολουθίαις δογμάτων ἕπεσθαι καὶ ὠφελεῖσθαι, λέγομεν ὅτι σῶμα Χριστοῦ φασιν εἶναι οἱ θεῖοι λόγοι ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ ψυχούμενον τὴν πᾶσαν τοῦ θεοῦ ἐκκλησίαν, μέλη δὲ τούτου τοῦ σώματος εἶναι ὡς ὅλου τούσδε τινὰς τοὺς πιστεύοντας·
 [05029]  ἐπείπερ ὥσπερ ψυχὴ ζῳοποιεῖ καὶ κινεῖ τὸ σῶμα οὐ πεφυκὸς ἀφ' ἑαυτοῦ κινεῖσθαι ζωτικῶς, οὕτως ὁ λόγος κινῶν ἐπὶ τὰ δέοντα καὶ ἐνεργῶν τὸ ὅλον σῶμα τὴν ἐκκλησίαν κινεῖ καὶ ἕκαστον μέλος τῶν ἀπὸ τῆς ἐκκλησίας, οὐδὲν χωρὶς λόγου πράττοντα.
 [05219]  Εἰ δ' ἐστὶν ἐν τῷ συναμφοτέρῳ τὸ κατ' εἰκόνα τοῦ θεοῦ, ἀνάγκη σύνθετον εἶναι τὸν θεὸν καὶ οἱονεὶ συνεστῶτα καὶ αὐτὸν ἐκ ψυχῆς καὶ σώματος, ἵνα τὸ μὲν κατ' εἰκόνα τὸ κρεῖττον ᾖ ἐν τῇ ψυχῇ, τὸ δ' ἔλαττον καὶ κατὰ τὸ σῶμα ἐν τῷ σώματι, ὅπερ οὐδεὶς ἡμῶν φησι.
 [05221]  ὅτε καὶ ναός ἐστι τοῦ ἐν τῷ κατ' εἰκόνα ἀνειληφότος τοῦ θεοῦ τὰ τοῦ θεοῦ τὸ σῶμα, τοῦ τοιαύτην ἔχοντος ψυχὴν καὶ ἐν τῇ ψυχῇ διὰ τὸ κατ' εἰκόνα τὸν θεόν.
 [05296]  Ἐπειδὴ μέγας ἐστὶ καὶ δυσθεώρητος ὁ θεός, πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέ πεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαι παρ' αὐτοῦ καὶ μαθεῖν.
 [05300]  Ἀλλὰ καὶ ὁ θεὸς καθ' ἡμᾶς τῷ μὲν μὴ εἶναι σῶμα ἀόρατός ἐστιν·
 [05309]  διὰ τὸ δυσθεώρητος εἶναι πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέπεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαί τε παρ' αὐτοῦ καὶ μαθεῖν.
 [05311]  [6.70] Εἰ δὲ συνίει Κέλσος ἃ λέγομεν περὶ πνεύματος θεοῦ, καὶ ὅτι Ὅσοι πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν, οὐκ ἂν ἑαυτῷ ὡς ἀφ' ἡμῶν ἀπεφήνατο ὅτι πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ὁ θεὸς δεῦρο κατέπεμψεν.
 [05313]  Οὐδὲ γὰρ σῶμα τὸ καθ' ἡμᾶς πνεῦμα, ὡς οὐδὲ σῶμα τὸ πῦρ, ὅπερ εἶναι λέγεται θεὸς ἐν τῷ·
 [05317]  οὕτω κἂν λέγηται ὁ θεὸς εἶναι πῦρ κα ταναλίσκον τὰ ξύλα καὶ τὸν χόρτον καὶ τὴν καλά μην καὶ πᾶσαν οὐσίαν ἁμαρτίας, οὐ σῶμα αὐτὸν νοήσομεν.
 [05318]  Ὡς δ' ἐὰν λέγηται πῦρ, οὐ σῶμα νοοῦμεν αὐτόν, οὕτως ἐὰν λέγηται πνεῦμα ὁ θεός, οὐ σῶμα αὐτὸν λέγομεν εἶναι.
 [05334]  καὶ πάντα μὲν περιέχει τὰ προνοούμενα ἡ πρόνοια καὶ περιείληφεν αὐτά, οὐχ ὡς σῶμα δὲ περιέχον περιέχει, ὅτε καὶ σῶμά ἐστι τὸ περιεχόμενον, ἀλλ' ὡς δύναμις θεία καὶ περιειληφυῖα τὰ περιεχόμενα.
 [05336]  κατὰ δὲ ἡμᾶς καὶ τὴν λογικὴν ψυχὴν πειρωμένους ἀποδεικνύναι κρείττονα πάσης σωματικῆς φύσεως καὶ οὐσίαν ἀόρατον καὶ ἀσώματον οὐκ ἂν σῶμα εἴη ὁ θεὸς λόγος, δι' οὗ τὰ πάντ' ἐγένετο, ὁ φθάνων, ἵνα πάντα διὰ λόγου γίνηται, οὐχ ἕως ἀνθρώπων μόνων ἀλλὰ καὶ τῶν ἐλαχίστων εἶναι νομιζομένων καὶ ὑπὸ φύσεως διοικουμένων.
 [05349]  Ἐδύνατο γὰρ ἤδη πλάσσειν ἀνθρώπους εἰδὼς καὶ τούτῳ περιπλάσαι σῶμα καὶ μὴ τὸ ἴδιον πνεῦμα εἰς τοσοῦτον μίασμα ἐμβαλεῖν·
 [05352]  Οἴεται δὲ ὁ τὸν στωϊκὸν λόγον ἐκτιθέμενος καὶ μὴ προσποιούμενος τὰ περὶ ἀδιαφόρων μεμαθηκέναι εἰς μίασμα ἐμβεβλῆσθαι τὴν θείαν φύσιν καὶ μεμιάσθαι εἴτε γενομένην ἐν γυναικὸς σώματι, ἕως περιπλασθῇ αὐτῇ τὸ σῶμα, εἴτε σῶμα ἀνειληφυῖαν·
 [05354]  Καὶ εἰ κατὰ τὴν Κέλσου δὲ ὑπόθεσιν χωρὶς γεννήσεως περιεπλάσσετο τὸ σῶμα τῷ Ἰησοῦ, <οὐκ> εὐθὺς ἂν οἱ βλέποντες τὸ σῶμα ἐπίστευον ὅτι οὐκ ἀπὸ γεννήσεως ἦν·
 [05360]  Τὸν αὐτὸν τρόπον τοίνυν τὸ αἰσθητὸν σῶμα οὐκ ἀπαγγέλλει τὸν τρόπον τῆς ὑποστάσεως αὐτοῦ.
 [05382]  Ὁμολογουμένως τοίνυν γέγραπται τὰ περὶ τοῦ δυσειδὲς γεγονέναι τὸ τοῦ Ἰησοῦ σῶμα, οὐ μὴν ὡς ἐκτέθειται καὶ ἀγεννές, οὐδὲ σαφῶς δηλοῦται ὅτι μικρὸν ἦν.
 [05435]  ∆ιόπερ, ἐπεὶ Χριστὸς κεφαλή ἐστι τῆς ἐκκλησίας, ὡς εἶναι ἓν σῶμα Χριστὸν καὶ τὴν ἐκκλησίαν, τὸ μύρον ἐπὶ κεφαλῆς καταβέβηκεν ἐπὶ τὸν πώγωνα, τὰ σύμβολα τοῦ τελείου ἀνδρὸς Ἀαρών, καὶ ἔφθασε καταβαῖνον τοῦτο τὸ μύρον ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ.
 [05485]  καὶ διὰ τῆς πρὸς τὴν ψυχὴν αὐτῶν, ἵν' οὕτως ὀνομάσω, ἁφῆς τοῦ καλουμένου ἁγίου πνεύματος διορατικώτεροί τε τὸν νοῦν ἐγίνοντο καὶ τὴν ψυχὴν λαμπρό τεροι ἀλλὰ καὶ τὸ σῶμα, οὐδαμῶς ἔτι ἀντιπρᾶττον τῷ κατ' ἀρετὴν βίῳ, ἅτε κατὰ τὸ παρ' ἡμῖν καλούμενον φρό νημα τῆς σαρκὸς νεκρούμενον.
 [05589]  Ἵνα γὰρ καὶ δόξῃ ὅτι ἤσθιεν, ὡς σῶμα φορῶν ὁ Ἰησοῦς ἤσθιεν.
 [05899]  Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν καὶ οὕτω προχείρως ὑπὲρ εὐσεβείας τιθέντας τὸ σῶμα, ὡς οὐδὲ τὸ ἱμάτιον ἀποδύσαιτ' ἂν εὐχερῶς φιλόσοφος.
 [05945]  Ἐν τούτοις γὰρ οὐδεὶς ἂν νοῦν ἔχων φήσειεν ὅτι ἀναφέρων ταῦτα ὁ Ἰησοῦς ἐπὶ τὸ αἰσθητὸν αὐτοῦ καὶ βλεπόμενον τοῖς ἀνθρώποις σῶμα εἶπε τό·
 [06012]  λέλεκται καὶ τὸ Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν.
 [06409]  Πάντων δὲ τῶν οὕτως ὀνομαζομένων ναῶν κρείττων ἦν καὶ διαφέρων νεὼς τὸ ἱερὸν καὶ καθαρὸν σῶμα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ὅστις ἐπιστάμενος ἐπιβουλεύεσθαι μὲν δύνασθαι ὑπὸ τῶν ἀσεβῶν τὸν ναὸν τοῦ ἐν αὐτῷ θεοῦ, οὐ μὴν ὥστε ἰσχυροτέραν εἶναι τὴν τῶν ἐπιβουλευόντων προαίρεσιν τῆς τὸν νεὼν οἰκοδο μούσης θειότητος, φησὶ πρὸς ἐκείνους·
 [06442]  ἀλλὰ καὶ <ὁ> ἀεὶ παρασκευάζων ἑαυτὸν πρὸς τὸ ἀληθινῶς ζῆν καὶ ἀπεχόμενος τῶν τοῦ βίου ἡδέων καὶ τοὺς πολλοὺς ἀπατώντων καὶ μὴ τρέφων τὸ φρόνημα τῆς σαρκὸς ἀλλ' ὑπωπιάζων αὑτοῦ τὸ σῶμα καὶ δουλαγωγῶν ἀεὶ ἄγει τὰς παρασκευάς.
 [06453]  ἢ γὰρ ἑορτάζων τις τῷ πνεύματι κακοῖ τὸ σῶμα, μὴ πεφυκὸς διὰ τὸ φρόνημα τῆς σαρκὸς ἑορτάζειν μετὰ τοῦ πνεύματος, ἢ ἑορτάζων κατὰ σάρκα οὐ χωρεῖ καὶ τὴν κατὰ πνεῦμα ἑορτήν.
 [06556]  Καὶ διὰ τοιαῦτα δὲ Κέλσος μὲν ὡς ἀγνοῶν θεὸν τὰ χαριστήρια δαίμοσιν ἀποδιδότω, ἡμεῖς δὲ τῷ τοῦ παντὸς δημιουργῷ εὐχαριστοῦντες καὶ τοὺς μετ' εὐχαριστίας καὶ εὐχῆς τῆς ἐπὶ τοῖς δοθεῖσι προσαγομένους ἄρτους ἐσθίομεν, σῶμα γενο μένους διὰ τὴν εὐχὴν ἅγιόν τι καὶ ἁγιάζον τοὺς μετὰ ὑγιοῦς προθέσεως αὐτῷ χρωμένους.
 [06635]  Ἑξῆς δὲ τούτοις λέγει, οἰόμενος τὸ κατατεινόμενον καὶ κολαζόμενον σῶμα τοῦ Ἰησοῦ καὶ οὐ τὴν ἐν αὐτῷ θειότητα θεὸν ἡμᾶς λέγειν καί, ὅτε κατετείνετο καὶ ἐκολάζετο, θεὸν νενομίσθαι, ὅτι τὸν δὲ σὸν θεὸν παρόντα κατατείνοντες καὶ κολάζοντες οὐδὲν οἱ ταῦτα δράσαντες πεπόνθασι.
 [06711]  Ἔτι δὲ πῶς οὐκ ἄτοπα ὑμῶν ταῦτα, τὸ μὲν σῶμα ποθεῖν καὶ ἐλπίζειν ὅτι αὐτὸ τοῦτο ἀναστήσεται ὡς οὐδὲν ἡμῖν τούτου κρεῖττον οὐδὲ τιμιώτερον, πάλιν δ' αὐτὸ ῥίπτειν εἰς κολάσεις ὡς ἄτιμον;
 [06719]  ψυχὴν γὰρ παντὸς σώματος καὶ μάλιστα τὴν λογικήν φαμεν εἶναι πρᾶγμα τιμιώτερον, ἐπεὶ τὸ κατ' εἰκόνα τοῦ κτίσαντος ψυχὴ μὲν χωρεῖ οὐδαμῶς δὲ τὸ σῶμα.
 [06720]  Οὐδὲ γὰρ καθ' ἡμᾶς σῶμα ὁ θεός·
 [06722]  [8.50] Ἐπεὶ δ' ὀνειδίζει ἡμῖν καὶ ὡς ποθοῦσι τὸ σῶμα, ἴστω ὅτι, εἰ μὲν ὁ πόθος φαῦλόν ἐστιν, οὐδὲν ποθοῦμεν, εἰ δὲ μέσον, ποθοῦμεν πάντα ὅσα θεὸς τοῖς δικαίοις ἐπαγγέλλεται.
 [06770]  Οὐ λοιδορούμεθα οὖν τοῖς τῇδε δαίμοσιν ἀλλ' ἐλέγχομεν τὰς ἐπ' ὀλέθρῳ τοῦ γένους τῶν ἀνθρώπων ἐνεργείας αὐτῶν, προφάσει χρησμῶν καὶ θεραπείας σωμάτων καὶ ἄλλων τινῶν χωρίσαι τοῦ θεοῦ βουλομένων τὴν ἐμπεσοῦσαν ψυχὴν εἰς τὸ σῶμα τῆς ταπεινώσεως·
 [06773]  Ἀλλ' οὐδ' εἰκῇ παρέχομεν τὸ σῶμα στρεβλοῦν καὶ ἀποτυμ πανίζειν·
 [06774]  οὐ γὰρ εἰκῇ παρέχει τούτοις τὸ σῶμα <ὁ> ὑπὲρ τοῦ μὴ τοὺς περιγείους δαίμονας ἀναγορεύεσθαι θεοὺς ἐπιβουλευόμενος ὑπ' αὐτῶν καὶ τῶν σεβόντων αὐτούς.
 [06816]  Ὅτι μὴν ἐν τοῖσδε μέχρι τῶν ἐλαχίστων ἔστιν ὅτῳ δέδοται ἐξουσία, μάθοι τις ἂν ἐξ ὧν Αἰγύπτιοι λέγουσιν, ὅτι ἄρα τοῦ ἀνθρώπου τὸ σῶμα ἓξ καὶ τριάκοντα διειληφότες δαίμονες ἢ θεοί τινες αἰθέριοι εἰς τοσαῦτα μέρη νενεμημένον οἱ δὲ καὶ πολὺ πλείους λέγουσιν ἄλλος ἄλλο τι αὐτοῦ νέμειν ἐπιτέτακται.
 [06829]  Χρὴ γὰρ ἴσως οὐκ ἀπιστεῖν ἀνδράσι σοφοῖς, οἳ δή φασι διότι τῶν μὲν περιγείων δαιμόνων τὸ πλεῖστον γενέσει συντετηκὸς καὶ προσηλωμένον αἵματι καὶ κνίσσῃ καὶ μελῳδίαις καὶ ἄλλοις τισὶ τοιούτοις προσδε δεμένον κρεῖττον οὐδὲν δύναιτ' ἂν τοῦ θεραπεῦσαι σῶμα καὶ μέλλουσαν τύχην ἀνθρώπῳ καὶ πόλει προειπεῖν, καὶ ὅσα περὶ τὰς θνητὰς πράξεις ταῦτα ἴσασί τε καὶ δύνανται.
 [06830]  Τηλικούτου οὖν ὀλίσθου περὶ τὸν τόπον ὄντος, ὡς καὶ ὁ ἐχθρὸς τῇ τοῦ θεοῦ ἀληθείᾳ μαρτυρεῖ, πόσῳ βέλτιον χωρὶς πάσης ὑφοράσεως ὑπὲρ τοῦ συντακῆναι τοιούτοις δαίμοσιν ἢ φιλοσωματῆσαι καὶ τὰ κρείττονα ἀποστραφῆναι καὶ ὑπὸ λήθης τῆς τῶν κρειττόνων κατασχεθῆναι τὸ ἑαυτὸν ἐμπισ τεῦσαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ τὴν τοιαύτην ἡμῖν διδασ καλίαν ὑποθεμένου Ἰησοῦ Χριστοῦ καὶ ἀπ' ἐκείνου αἰτεῖν πᾶσαν βοήθειαν καὶ φρουρὰν τὴν ἀπὸ ἁγίων ἀγγέλων καὶ δικαίων, ἵν' ἡμᾶς ῥύσωνται ἀπὸ τῶν περιγείων δαιμόνων καὶ γενέσει συντετηκότων καὶ αἵματι καὶ κνίσσῃ προσηλω μένων καὶ ἀλλοκότοις μελῳδίαις ἀγομένων καὶ ἄλλοις τοιούτοις προσδεδεμένων, ὁμολογουμένως μὲν καὶ κατὰ τὸν Κέλσον κρεῖττον οὐδὲν δυναμένων τοῦ θεραπεῦσαι τὸ σῶμα.
 [06833]  [8.61] Καὶ σὺ γὰρ σκόπησον παρὰ σαυτῷ, ποῖον παραδέξεται μᾶλλον ἦθος ὁ ἐπὶ πᾶσι θεός, καὶ δυνάμενος ὅσα ἄλλος οὐδεὶς πρὸς πάντα καὶ πρὸς εὐεργεσίαν ἀνθρώπων εἴτε περὶ ψυχὴν εἴτε περὶ σῶμα εἴτε περὶ τὰ ἐκτός, πότερον τὸν αὐτῷ περὶ πάντων ἀνακείμενον ἢ τὸν περιεργαζόμενον δαιμόνων ὀνόματα καὶ δυνάμεις καὶ πράξεις καὶ ἐπῳδὰς καὶ βοτάνας οἰκείας δαίμοσι καὶ λίθους καὶ τὰς ἐν αὐτοῖς γλυφάς, καταλ λήλους ταῖς παραδιδομέναις εἴτε συμβολικῶς εἴτε ὅπως ποτὲ μορφαῖς δαιμόνων.
000-00-00 Serial Number=0750309527
De Resurrectione Ante [Go Back]  
 [00008]  Ἀλλὰ καὶ ὁ Σαμουὴλ φαινόμενος, ὡς δῆλόν ἐστιν, ὁρατὸς ὢν, παρίστησιν ὅτι σῶμα περιέκειτο·
000-00-00 Serial Number=0045988560
De oratione Ante [Go Back]  
 [00007]  φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφροντίδα.
 [00473]  ἐὰν δέ τις ἀνθυποφέρῃ τὰ κατὰ τὸ σωματικὸν ἐκ προσευχῆς τοῖς ἁγίοις δωρηθέντα ἀλλὰ καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν, διδάσκοντος «τὰ ἐπίγεια» ἡμῖν προστίθεσθαι καὶ «τὰ μικρὰ,» ἀπαντητέον πρὸς αὐτὸν ὅτι, ὥσπερ οὐ λεκτέον, δωρουμένου τινὸς ἡμῖν ὅ τι δή ποτε σῶμα, ὅτι ὁ δεῖνα τὴν σκιὰν ἡμῖν τοῦ σώματος ἐδωρήσατο (οὐ γὰρ προθέμενος δύο τινὰ χαρίσασθαι, σῶμα καὶ σκιὰν, δέδωκε τὸ σῶμα, ἀλλ' ἡ πρόθεσις τοῦ διδόντος ἐστὶ διδόναι σῶμα, ἐπακολουθεῖ δὲ τῇ δόσει τοῦ σώματος καὶ τὸ τὴν σκιὰν αὐτοῦ ἡμᾶς λαβεῖν), οὕτως, εἰ μεγαλοφυεστέρῳ γενομένῳ ἡμῶν τῷ νῷ κατανοήσαιμεν τὰς προ ηγουμένως ὑπὸ τοῦ θεοῦ ἡμῖν διδομένας δωρεὰς, οἰκειότατα ἐροῦ μεν παρακολουθήματα τῶν μεγάλων καὶ ἐπουρανίων πνευματικῶν χαρισμάτων εἶναι τὰ σωματικὰ, «ἑκάστῳ» διδόμενα τῶν ἁγίων «πρὸς τὸ συμφέρον» ἢ «κατ' ἀναλογίαν τῆς πίστεως» ἢ «καθὼς βούλεται» ὁ διδούς·
 [00475]  [16.3] μᾶλλον οὖν κεκαρποφορήκει ἀπό τινος στειρώσεως μετα βαλοῦσα ἡ τῆς Ἄννης ψυχὴ ἤπερ τὸ σῶμα, κυῆσαν τὸν Σαμουήλ·
 [00484]  τοῦτο γὰρ τοῖς θεωροῦσι τὰ γνωμονικὰ προβλήματα καὶ τὸν τῶν σκιῶν πρὸς τὸ φωτίζον σῶμα λόγον σαφῶς παρίσταται συμβαῖνον καὶ κατὰ τὰ σώματα·
 [00502]  εὐκτέον τοίνυν, εὐκτέον περὶ τῶν προηγου μένως καὶ ἀληθῶς μεγάλων καὶ ἐπουρανίων, καὶ τὰ περὶ τῶν ἐπακολουθουσῶν σκιῶν τοῖς προηγουμένοις θεῷ ἐπιτρεπτέον, τῷ ἐπισταμένῳ «ὧν χρείαν» διὰ τὸ ἐπίκηρον σῶμα ἔχομεν «πρὸ τοῦ» ἡμᾶς «αἰτῆσαι αὐτόν.».
 [00651]  [23.3] ταῦτα ἡγοῦμαι συνεξητακέναι τῷ «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς» ὑπὲρ τοῦ ταπεινὴν περὶ θεοῦ ὑπόληψιν τῶν νομιζόν των αὐτὸν εἶναι τοπικῶς «ἐν [20οὐρανοῖς»] περιελεῖν καὶ μὴ ἐᾶν τινα ἐν σωματικῷ τόπῳ εἶναι τὸν θεὸν (ἐπεὶ τούτῳ ἀκόλουθόν ἐστι καὶ σῶμα αὐτὸν εἶναι) λέγειν, ᾧ ἕπεται δόγματα ἀσεβέστατα, τὸ διαιρετὸν καὶ ὑλικὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ὑπολαμβάνειν·
 [00652]  πᾶν γὰρ σῶμα διαιρετόν ἐστι καὶ ὑλικὸν καὶ φθαρτόν·
 [00867]  ἵν' ὥσπερ ὁ σωματικὸς ἄρτος ἀναδιδόμενος εἰς τὸ τοῦ τρεφομένου σῶμα χωρεῖ αὐτοῦ εἰς τὴν οὐσίαν, οὕτως «ὁ ζῶν» καὶ «ἐξ οὐρανοῦ» καταβεβηκὼς «ἄρτος» ἀναδιδόμενος εἰς τὸν νοῦν καὶ τὴν ψυχὴν μεταδῷ τῆς ἰδίας δυνάμεως τῷ ἐμπαρεσχηκότι ἑαυτὸν τῇ ἀπ' αὐτοῦ τροφῇ·
 [01106]  [29.15] τὸ ὅμοιον οὖν τούτοις πείσονται οἱ ἀλλάξαντες «τὴν δόξαν τοῦ θεοῦ τοῦ ἀφθάρτου ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν,» διὰ τοῦ ἐγκαταλεί πεσθαι παραδιδόμενοι «ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα» τῶν εἰς ἄψυχον σῶμα καὶ ἀναίσθητον καταβιβασάντων τὸ ὄνομα τοῦ πᾶσι τοῖς αἰσθομένοις λογικοῖς οὐ μόνον τὸ αἰσθέσθαι ἀλλὰ καὶ τὸ λογικῶς αἰσθέσθαι τισὶ δὲ καὶ τελείως καὶ ἐναρέτως αἰσθέσθαι καὶ νοεῖν χαρισαμένου.
 [01165]  καὶ τὸ μὲν τῆς καταστάσεως εἰς τὴν ψυχὴν ἐγκαταθετέον, τὸ δὲ τοῦ σχήματος εἰς τὸ σῶμα.
 [01202]  καὶ εἰ ὁ ἔτι τὸ σῶμα περικείμενος Παῦλος συνάρασθαι νενόμικε τῷ ἑαυτοῦ πνεύματι ἐν τῇ Κορίνθῳ, οὐκ ἀπογνωστέον οὕτω καὶ τοὺς ἐξεληλυθότας μακαρίους φθάνειν τῷ πνεύματι τάχα μᾶλλον τοῦ ὄντος ἐν τῷ σώματι ἐπὶ τὰς ἐκκλησίας·
000-00-00 Serial Number=0476273239
De principiis Ante [Go Back]  
 [00443]  ὅπου δὲ ἐν τῇ διηγήσει τῆς περὶ τῶν νοητῶν ἀκολουθίας οὐχ εἵπετο ἡ τῶνδέ τινων πρᾶξις ἡ προαναγεγραμμένη διὰ τὰ μυστικώτερα, συνύφηνεν ἡ γραφὴ τῇ ἱστορίᾳ τὸ μὴ γενόμενον, πῇ μὲν μηδὲ δυνατὸν γενέσθαι, πῇ δὲ δυνατὸν μὲν γενέσθαι, οὐ μὴν γεγενημένον, καὶ ἔσθ' ὅτε μὲν ὀλίγαι λέξεις παρεμβεβλημέναι εἰσὶ κατὰ τὸ σῶμα οὐκ ἀληθευόμεναι, ἔσθ' ὅτε δὲ πλείονες.
000-00-00 Serial Number=0170953870
Dialogus cum Heraclide Ante [Go Back]  
 [00018]  «Χριστὸς Ἰησοῦς «ἐν μορφῇ Θεοῦ ὑπάρχων», ἕτερος ὢν παρὰ τὸν Θεὸν οὗ «ἐν μορφῇ» ὑπῆρχεν, Θεὸς ἦν πρὸ τοῦ ἔλθῃ εἰς σῶμα ἢ οὔ;» Ἡρακλείδης εἶπεν·
 [00021]  «Θεὸς ἦν πρὶν ἔλθῃ εἰς σῶμα ἢ οὔ;» Ἡρακλείδης εἶπεν·
 [00084]  Ἐπεὶ δὲ ἀνέλαβεν σῶμα ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, τὸ σῶμα ἐξετάσωμεν τί ἦν.
 [00087]  διὰ τοῦτο νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα.
 [00088]  Εἰ γὰρ μὴ νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα, δυνάμενον ἑλιγῆναι σινδόνι, σμύρναν λαβεῖν καὶ ὅσα ἄλλα τοῖς νεκροῖς, καὶ ἀπο τεθῆναι ἐν μνήματι, ταῦτα δὲ σῶμα πνευματικὸν παθεῖν οὐ δύναται·
 [00090]  εἰ γὰρ δύναται πνευματικὸν νεκρωθῆναι, φόβος ἐστὶν μὴ μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅταν ἐγερθῇ ἡμῶν τὸ σῶμα κατὰ τὸν ἀπό στολον λέγοντα «Σπείρεται ψυχικόν, ἐγείρεται πνευμα [6] τικόν», ἀποθνῄσκωμεν πάντες.
 [00104]  «Ὁ δὲ Θεὸς ἁγιάσαι ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα·» τὸ δὲ «Ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη», τοῦτο τὸ πνεῦμα οὐκ ἔστιν τὸ ἅγιον πνεῦμα, ἀλλὰ μέρος τῆς τοῦ ἀνθρώπου συστάσεως, ὡς διδάσκων ὁ αὐτὸς ἀπόστολος λέγει·
 [00108]  Ὁ τοίνυν Σωτὴρ καὶ Κύριος ἡμῶν θέλων ἄνθρωπον σῶσαι ὥσπερ ἠθέ λησεν σῶσαι, διὰ τοῦτο οὕτως ἠθέλησεν σῶσαι σῶμα, ὡς ἠθέλησεν ὁμοίως σῶσαι καὶ ψυχήν, ἠθέλησεν καὶ τὸ λεῖπον τοῦ ἀνθρώπου σῶσαι, τὸ πνεῦμα.
 [00110]  Ἀθετοῦσι τὴν σωτηρίαν τοῦ σώματος τοῦ ἀνθρωπίνου πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Σωτῆ ρος·
 [00117]  Τὸ σῶμα ἐν τῷ μνημείῳ, ἡ ψυχὴ ἐν ᾅδου, τὸ πνεῦμα παρέθετο τῷ Πατρί.
 [00124]  Ὑπὲρ ἐμέ ἐστιν καὶ τὴν ἐμὴν ἕξιν καὶ τὸν ἐμὸν νοῦν, οὐ γάρ εἰμι τηλι κοῦτος εἰπεῖν ὅτι ὥσπερ τὸ σῶμα οὐχ οἷόν τε ἦν εἰς [8] ᾅδου καταβῆναι, κἂν τοῦτο λέγωσιν οἱ πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Ἰησοῦ, οὕτως οὐδὲ τὸ πνεῦμα οἷόν τε ἦν καταβῆναι εἰς ᾅδου, διὸ παρακαταθήκην ἔδωκεν ἕως ἀναστῇ ἐκ νεκρῶν τὸ πνεῦμα τῷ Πατρί.
 [00131]  «»Μή μου ἅπτου.»«Ἐβούλετο γὰρ τὸν ἁπτό μενον αὐτοῦ ὁλοτελοῦς ἅψασθαι, ἵνα ἁψάμενος ὁλοτε λοῦς ὠφεληθῇ ἀπὸ τοῦ σώματος τὸ σῶμα, ἀπὸ τῆς ψυχῆς τὴν ψυχήν, τὸ πνεῦμα ἀπὸ τοῦ πνεύματος·
 [00180]  Τούτοις ἀκολουθεῖ τὸ «κατ' εἰκόνα» τὸ σῶμα εἶναι καὶ τὸν Θεὸν ἀνθρωπόμορφον διδόναι, ἢ τὴν μορφὴν τοῦ Θεοῦ εἶναι κατὰ τοῦτο τὸ σχῆμα.
 [00235]  οὐχὶ ἐκ τοῦ τηρεῖν τὰς ἐντολὰς τοῦ Κυρίου ὀξυδερκέστεροι γινόμεθα κατὰ τὸ σῶμα, ἀλλ' ἐκ τοῦ τηρεῖν τὰς θείας ἐντολὰς κατὰ τὸν νοῦν γινόμεθα ὀξυδερκέστεροι.
 [00341]  ∆ιὰ τοῦτο ἀγωνισώμεθα, διὰ τοῦτο παλαίσωμεν, στενάζωμεν ὄντες ἐν τῷ σώματι, οὐχ ὡς πάλιν ἐσό μενοι ἄρτι ἐν τοῖς μνημείοις ἐν τῷ σώματι, ἀλλ' ἀπο λυθησόμενοι μέν, μεταβαλοῦντες δὲ τὸ σῶμα ἐπὶ τὸ πνευματικώτερον·
000-00-00 Serial Number=0317807972
Enarrationes in Job Ante [Go Back]  
 [00099]  Οὐ γὰρ ἦν ἀνθρωπίνη συμφορὰ, ἣ μὴ εἰς τὸ σῶμα ἐξεκενώθη ἐκείνου.
 [00522]  Ἐν φωτὶ ἦς, ὅτε τὰ ὑπάρχοντά σοι ἦν, ὅτε τὰ τέκνα σου περιῆν, ὅτε ὑγίαινέ σου τὸ σῶμα.
 [00879]  Ἀλλ' ὅτ' ἂν κρίνῃ ὁ Θεὸς παθεῖν τι ἡμᾶς, τέκνον ἀποβαλεῖν, ἄρ χοντα ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα, ὅ τι δήποτε τούτων ὑπομεῖναι·
000-00-00 Serial Number=0622057676
Exhortatio ad martyrium Ante [Go Back]  
 [00010]  οἷς οὐδὲ μετὰ περισπασμοῦ καὶ περιελκυσμοῦ τινος γίνεται τὸ ἀποθέσθαι «τὸ» «τῆς ταπεινώσεως» «σῶμα», ὅταν καιρὸς διδῷ διὰ τοῦ νομιζομένου θανάτου ἐκδύσασθαι τὸ σῶμα «τοῦ θανά του» καὶ ἐπακουσθῆναι ἀποστολικῶς εὐξάμενον καὶ εἰπόντα·
 [00252]  «τῷ κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθῆναι τοῦ θανάτου σκληρὰς ὑποφέρω κατὰ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω.».
 [00270]  οὗ τὸ «δέρμα σὺν ταῖς θριξὶ περισύραντες» οἱ διάκονοι τῆς τυραννικῆς ὠμότητος ἐπὶ μετάνοιαν ἐκάλουν τὸν πεπονθότα ἐπερω τῶντες, εἰ φάγεται τῶν εἰδωλοθύτων «πρὶν τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος» αὐτῷ.
 [00413]  «μὴ φο βηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμέ νων ἀποκτεῖναι·
 [00414]  φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον <καὶ> ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ».
 [00425]  «ταῦτα δὲ λέγω ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσό τερόν τι ποιῆσαι.
 [00443]  «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα», αὐταῖς λέξεσιν ὑπὸ Ματθαίου καὶ Λουκᾶ εἰρημένον.
 [00444]  καὶ μετὰ τὸ ἀπο κτεῖναί γε τὸ σῶμα, κἂν θέλωσιν, οὐ δύνανται τὴν ψυχὴν ἀποκτεῖ ναι·
 [00450]  «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.».
 [00451]  φοβητέον τοίνυν «τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.».
 [00453]  καὶ ἐμβαλεῖ γε τοὺς φοβηθέντας ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ τοὺς μὴ φοβηθέντας τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ» καὶ «τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξου σίαν ἐμβαλεῖν εἰς γέενναν».
 [00606]  τί τοίνυν ὀκνοῦμεν καὶ διστάζομεν ἀποθέμενοι τὸ ἐμποδίζον «φθαρτὸν σῶμα,» βαρῦνον ψυχὴν, βρῖθον «νοῦν πολυφρόντιδα» «γεῶδες σκῆνος», ἀπολυθῆναι τῶν δεσμῶν καὶ ἀναλῦσαι ἀπὸ τῶν μετὰ σαρκὸς καὶ αἵματος κυμάτων;
000-00-00 Serial Number=0162372530
Expositio in Proverbia Ante [Go Back]  
 [00205]  ὁ δὲ ἀναξίως ἐσθίων τὸ σῶμα καὶ πίνων τὸ αἷμα τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει.
 [00398]  λέγων, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι·
 [00480]  Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προεῖπεν σῶμα·
 [00481]  καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς Εὐαγγελίοις, σῶμα τὴν ψυχὴν ὀνομάζει·
 [00485]  σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπι [17.192] θυμητικὸν μέρος τῆς ψυχῆς·
 [00489]  ἐξολλύει δὲ οὐ μόνον τὸ ἑαυτοῦ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν, σὺν τοῖς πειθομένοις αὐτῷ, τῷ πυρὶ συναπόλ λυσιν.
 [00610]  Οἶκον ἐνταῦθά φησι τῆς μὲν ψυχῆς, τὸ σῶμα·
 [00615]  Τὸ ἐκ τῆς γῆς παρὰ Κυρίου πλασθὲν ἡμῖν σῶμα, οἶκον ἐνταῦθά φησι·
 [00688]  ἀνδρόγυνος δέ ἐστι ψυχὴν καὶ σῶμα, ὁ ἐκκεχυμένος, ὁ μαλακὸς, ὁ μήτε διδάσκειν δυνάμενος ἑαυτὸν, μήτε μανθάνειν παρ' ἑτέ ρων βουλόμενος·
 [00747]  Οὔτε ἡ κατὰ ψυχὴν τρυφὴ, οὔτε ἡ κατὰ σῶμα συμφέρει τῷ ἄφρονι·
 [00784]  Ὁ μὴ ὀρθῶς βιοὺς, κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βου λόμενος, τουτέστι τὸ σῶμα·
 [00826]  χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατη γοροῦντας, ἡμῶν τοῦτο τὸ σῶμα, καὶ τὸν Θεὸν ἐν υβρίζοντας.
000-00-00 Serial Number=0119736075
Fragmenta de principiis Ante [Go Back]  
 [00044]  (Ὅτι δὲ πρεσβυτέρα ἡ ψυχὴ τοῦ ἡλίου τῆς ἐνδέσεως αὐτοῦ τῆς εἰς τὸ σῶμα, μετὰ τὸ συλλογίσασθαι ἐκ συγκρίσεως ἀνθρώπου τῆς πρὸς αὐτὸν καὶ ἐντεῦθεν ἀπὸ τῶν γραφῶν οἶμαι ἀποδεῖξαι δύνασθαι.) [14] Just.
 [00056]  καὶ τάχα κατὰ ἀξίαν τῆς ἐπὶ πλεῖον πτώσεως τῆς κακίας ἐνδύεται σῶμα τοιοῦδε ἢ τοιοῦδε ζῴου ἀλόγου.) [18] Just.
 [00057]  [11,] [13] [16] Σchw.): Περὶ τῆς τῶν ἄνωθεν εἰς σῶμα καταγωγῆς.
 [00101]  εἰ γὰρ πρόβλημά ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ γέννημα ἐξ αὐτοῦ, ὁποῖα τὰ τῶν ζῴων γεννήματα, ἀνάγκη σῶμα εἶναι τὸν προβαλόντα καὶ τὸν προβεβλημένον.) [32] Just.
000-00-00 Serial Number=0700221121
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00113]  ἢ τοῦ ὅτε ἐπι πληχθεὶς καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα, ἔμελλε μετανοῶν ἄξιος γίνεσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν κατὰ ψυχὴν καὶ κατὰ σῶμα, ἵνα ἐξαγγέλληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῶν ὄψεων αὐτοῦ·
000-00-00 Serial Number=0038538933
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00077]  ἀλλ' εἰκός τινα ἀπογνόντα τὸ ἤδη δύνασθαι ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γενέσθαι τὸν ἔτι τὸ σῶμα τοῦτο περικείμενον, κατακούοντα δὲ καὶ τοῦ ἐκ μέρου γινώκομεν καὶ ἐκ μέρου προφητεύομεν, προσκόψειν τῷ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, ὡς κατακεχαρισμένως μᾶλλον ἢ ἀληθῶς εἰρημένῳ·
 [00156]  καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.
 [00180]  καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ, <τὸ πλήρωμα> τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.
 [00181]  σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλησίαν, ζητοῦμεν πότερόν ποτε, ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν νοεῖν, ἢ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλή, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ καὶ πληρούμενον ὑπὸ τοῦ πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἢ ἄλλως πως δεῖ ταῦτα ἐκλαμβάνειν.
 [00183]  πῶς δὲ ἡ ἐκκλησία οὖσα σῶμα Χριστοῦ πλήρωμά ἐστι τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου θέλομεν γνῶναι, καὶ διατί οὐ λέγεται τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος ἀλλὰ τοῦ πληρουμένου.
 [00188]  τούτου τοῦ βασιλέως οὐδὲν δὲ ὅλως ἁρμοδιώτερον τῇ Χριστοῦ φιλανθρώπῳ ἐστὶ βασιλείᾳ, ἑκάστου τῶν συμπληρούντων αὐτὴν εὐεργετουμένων ὑπ' αὐτοῦ λογικῶ<ς> καὶ τελειουμένων, οἵτινες προσφεύγοντες αὐτῷ συμπληροῦσιν αὐτοῦ τὸ σῶμα, κενόν πως ὂν ὅτε λείπει τῶν εὐεργετουμένων.
 [00329]  τηρεῖται δὲ ἡ ἑνότης τοῦ πνεύματος, τῆς ἀγάπης συνδεούσης τοὺς κατὰ τὸ πνεῦμα ἑνουμένους καὶ εἰς ἓν σῶμα αὐτοὺς συναγούσης τοῦ Χριστοῦ.
 [00353]  χρεία δὲ ἀποστόλων καὶ προφητῶν καὶ τῶν ἑξῆς εἰς τὸν καταρτισμὸν τῶν ἁγίων, ἵνα καταρτίζωνται κατὰ τὸ ἔργον τῆς Χριστοῦ διακονίας, ὅπως οἰκοδο μῆται <καὶ> ἐνεργῇται τὸ σῶμα τοῦ Χριστοῦ ἐκ τῶν ζώντων λίθων.
 [00362]  καὶ ὅταν γε καταντήσωσιν οἱ ἅγιοι εἰς τὸν προειρημένον τέλειον ἄνδρα, τότε τῷ νενοηκέναι τὴν ἀγάπην ἀληθεύοντες ἐν αὐτῇ αὐξήσ<ουσιν> εἰς τὸν Χρίστον πάντα τὰ δοθέντα αὐτοῖς τῆς ἀληθείας σπέρματα, χρώμενοι ὡς σῶμα κεφαλῇ τῷ Χριστῷ.
000-00-00 Serial Number=0471766651
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00049]  τοιοῦτοι δὲ καὶ ἐπιβεβήκασιν ἐφ' ἅρμασί τε καὶ ἵπποις, χαλιναγωγοῦντες τὸ σῶμα καὶ τὰς ἀλόγους κινήσεις ἀπείργοντες, ὡς ἂν καὶ ἡ πόλις εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ πανταχόθεν αὐτῇ διὰ τὴν τῶν καθηγουμένων ἀρετὴν καὶ τὴν τῶν οἰκητόρων ἀρίστην πολι τείαν ἥξουσιν οἱ δῶρα προσφέροντες, ἔκ τε τῶν πόλεων Ἰούδα, τῶν Ἐξομολογουμένων τῷ θεῷ, καὶ κυκλούντων τὴν Ἱερουσαλήμ, τῆς Ὁράσεως τὴν εἰρήνην, καὶ ἐκ γῆς Βενιαμίν, τοῦ Υἱοῦ τῆς δεξιᾶς (δεξιὰ δὲ πάντα τὰ κατ' ἀρετὴν ἐργαζόμενα), καὶ ἐκ τῆς πεδινῆς, τῆς μηδὲν ἐχούσης «ὕψωμα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον», καὶ ἐκ τοῦ ὄρους, τοῦ εὐαγγελικοῦ λόγου, καὶ ἐκ τῆς πρὸς νότον, τῆς ἀντικειμένης τῷ ἀπὸ βορρᾶ πνέοντι.
 [00123]  [18] Ὡς γὰρ τῆς ἡμετέρας ψυχῆς οὐδὲν τοῦ σώματος ἔρημον, ἀλλ' ὅπου αἴσθησις ἐκεῖ καὶ ψυχή, καὶ ἐπὶ πᾶν φθάνει τὸ σῶμα, οὕτως καὶ οὐδὲν κενὸν τοῦ θεοῦ.
 [00156]  γλυκάζει μὲν γὰρ αὐτὸν διὰ πεπάνσεως ἡ ἀρετή, ὡς εἶναι ψυχὴν ὅλην καὶ πνεῦμα καὶ σῶμα γλυκὺ τῆς ἐξ ἀρετῶν ποιότητος ἐντιθε μένης αὐτῷ, ἡ δὲ πονηρία κακὸν αὐτὸν καὶ ἄβρωτον ἀπεργάζεται.
000-00-00 Serial Number=0765040040
Fragmenta in Psalmos Ante [Go Back]  
 [00104]  Ωσπερ γὰρ ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεμεγεθυσμένου παρὰ τὰς τῶν ὑποδεεστέ ρων κεφαλὰς κάτω κειμένας, ουτως καὶ δια ναστάσης τῆς τοῦ μακαρίου ψυχῆς, ἡ κε φαλὴ ὑψοῦται, Θεοῦ συνεργοῦντος αὐτῇ.
 [00439]  Ο γε μὴν ὁμοῦ πάντα προκα τηριθμημένα κατορθώσας, ἀντιτελὴς γενό μενος, καὶ πᾶν τὸ σῶμα τῆς κατὰ Θεὸν πο λιτείας ὁλόκληρον, ωσπερ καὶ ὑγιὲς καὶ πᾶσιν ἀγαθοῖς λόγων τε καὶ εργων ἀπηρτισ μένον διατηρήσας, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.
 [00575]  Ψηλαφῶντες, κατὰ τὸ εἰκὸς, απαν αὐτοῦ τὸ σῶμα καὶ ἀναμετροῦντες εκαστον τῶν ὀστέων, ινα ιδοιεν ου τοὺς ηλους πῆξαι χρή.
 [00911]  ∆ιὰ τοῦτο μὴ αὐτῆς τῆς ὀργῆς σου ἐάσῃς με πεῖραν λαβεῖν, ἐπειδήπερ μόνον φανταζό μενος αὐτὴν, καὶ νυνὶ ὁρῶν τὸ πρόσωπον, ἐκ τῶν σῶν θείων λόγων καὶ γραφῶν, πάσχω τὸ σῶμα, καὶ ταράσσομαι τὴν σάρκα καὶ τὰ ὀστᾶ, καὶ παρακαλῶ μὴ ἀπ' αὐτῆς τῆς ὀργῆς παθεῖν.
 [01000]  Οθεν καὶ ὁ πορνεύων εἰς τὸ ιδιον σῶμα ἁμαρτάνει.
 [01238]  Τοῖς μὲν γὰρ ὑγιαίνουσι κατὰ διάνοιαν επε ται τὸ σῶμα·
 [01689]  Εαυτῷ λοιπὸν ἐγκελεύεται τὸν θεῖον ἐξυφαίνειν υμνον, δόξαν μὲν οἰκείαν τὴν προφητικὴν χάριν καλῶν, ἑαυτὸν δὲ ψαλτήριον καὶ κιθάραν, ὡς γεγεννημένος τοῦ Πνεύματος οργανον (τὴν μὲν γὰρ ψυ χὴν διὰ τοῦ ψαλτηρίου, τὸ δὲ σῶμα διὰ τῆς κιθάρας αἰνίττεται).
 [02015]  Νόησόν σου καὶ τὸ σῶμα, καὶ ορα τὸ ψάλλειν.
 [02828]  Η οὐκ οι δατε οτι σῶμα τοῦ Χριστοῦ ἐστὲ, καὶ ἀναγ καῖον τοῦτο συνάγεσθαι, ινα μὴ λέγῃ περὶ ἡμῶν Χριστός·
 [02948]  Ψαλτήριον πάλιν τὸ σῶμά φησι διὰ τὴν γενομένην ἁρμονίαν καὶ συμφωνίαν πρὸς αὐτῷ τῆς ψυχῆς, ινα αρτιοι γένωνται οἱ τοῦ Θεοῦ ανθρωποι, καὶ τὰς ψυχὰς ἀνατεθέντες τῷ Θεῷ καὶ τὸ σῶμα, οὐ τῷ κόσμῳ, ἀλλὰ τῷ Κυρίῳ.
 [03099]  Κοιλὴ δὲ κλουθμῶνός ἐστιν, η τοι τὸ ἀνθρώπινον σῶμα, η τὸ συγγενὲς τούτου κόσμος.
 [03114]  Η πρόσωπον χριστοῦ λέγει τὸν σεσωσμένον λαὸν, ον καὶ Παῦλος μέλη Χριστοῦ καὶ σῶμα ἐκάλει.
 [03662]  Πρότερον ἐν ὑψηλοῖς οντα τὸν λαὸν ἐτα πείνωσαν οἱ ἁμαρτωλοὶ, αιτιοι αὐτῷ γενό μενοι τοῦ κατελθεῖν εἰς τὸ σῶμα τῆς ταπει νώσεως καὶ τὴν κληρονομίαν τοῦ Θεοῦ, ινα τῇ ἐναντίᾳ καταστάσει τῆς κακώσεως τυγ χάνῃ κακῶσαι.
 [03842]  καὶ εἰ μὲν σῶμα, οὐ προσκυνητόν·
 [04021]  Πέδαι δὲ ειεν τὸ σῶμα τῆς ταπεινώσεως·
 [04623]  Φοβούμενος τὸν Κύριον, εως τοῦ σφόδρα, [ἰστέον] τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ ε πεσθαι τὸ προοίμιον καὶ ωσπερ εν σῶμα ειναι συνεχὲς καὶ συνημμένον·
 [05306]  Πεποίηται μὲν ἡ ψυχὴ, πέπλασται δὲ τὸ σῶμα·
 [05387]  Καὶ ἐν τῷ εὐαγγελίῳ ειρηται τὸ σῶμα ἀσ κός·
 [05388]  Οὐ γὰρ βάλλουσι νέους οινους εἰς ἀσ κοὺς παλαιοὺς, δηλονότι τὸν παλαιὸν αν θρωπον, ος ἐστι σῶμα.
 [06080]  Ωσπερ ὁ υπνος τρέφει τὸ σῶμα, πέπτων τὰς τροφὰς διὰ τοῦ χυμοῦ, ουτω καὶ ἡ γνῶ σις τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα.
 [06427]  Οὐκ ἐκρύβη δὲ ἀπὸ σοῦ, οὐδὲ ἡ ψυχή μου ἐν ᾳδου γεγενημένη, η τὸ σῶμα κατο ρυχθὲν καὶ εἰς γῆν διαλυθὲν, παρὰ σοῦ θεω ρεῖται.
 [06511]  οὐ γάρ ἐστι σῶμα.
000-00-00 Serial Number=0293850243
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00281]  〛 ἱμὰς τοίνυν ὑποδήματος αὐτοῦ, τουτέστι τοῦ γνόφους τοῦ περὶ τοὺς πόδας αὐτοῦ, ὁ τῆς δυσκαταληψίας ἐστὶ λό γος, συσφίγγων καὶ συγκρατῶν τὸ ὑπόδημα περὶ τοὺς πόδας αὐτοῦ, ὡς λύσιν τοῦ ἱμάντος εἶναι τὸ σαφηνίσαι καὶ παραστῆσαι λόγῳ τίνα τρόπον θεὸς ἀνέλαβε σῶμα, σκεπάζων καὶ κρύπτων αὐτοῦ τὴν ἐπὶ τὴν οἰκονομίαν πορευτικὴν δύναμιν.
 [00310]  κατάβασιν μὲν γάρ τινος καὶ αἰσθητικῶς ἔστιν ἰδεῖν, ὅτε σῶμα τυγχάνει.
 [00317]  διαιρέσεις γοῦν ὕδατος οὐκ ἔστιν ἰδεῖν ἄνευ τοῦ παρεμβεβλῆ σθαι στερεώτερον σῶμα.
 [00470]  〛 εἶτ' ἐπεὶ μὴ μόνη ἡ ψυχὴ ἐπὶ σωτηρίαν καλεῖται, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα, ᾧ ὀργάνῳ χρᾶται πρὸς τὰς ἑαυτῆς ἐνεργείας, εἰκότως καὶ τοῦτο ἁγιασθῆναι δεῖ διὰ τοῦ λεγομένου ἐν τῇ θείᾳ διδασκαλίᾳ «Λου «τροῦ παλιγγενεσίας», ὃ καὶ βάπτισμα θεῖον ὀνομάζεται, οὐκέτι μὲν ψιλὸν ὕδωρ·
 [00701]  [52] Ἐπεὶ σῶμα κατ' ἀλήθειαν ἔσχεν συμπληρούμενον ἐξ ὧν καὶ πάντα τὰ ἀνθρώπινα σώματα, ἀναγκαίως ὑπόκειται καὶ τὸ αὐτοῦ σῶμα τοῖς κοινοῖς πάθεσιν·
 [00988]  «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' «ἐμοῦ» καὶ τὰ ὅμοια, εἶτα ὡς γνήσιος αὐτοῦ μαθητής, κρίνας αὐτῷ ἀκολουθεῖν ὅποι ποτ' ἂν ἀπίῃ, ἐβούλετο αὐτῷ καὶ τοὺς λοιποὺς μαθητὰς χάριτι τοῦ Ἰησοῦ συναποθέσθαι τὸ σῶμα.
 [01071]  εἰ δὲ ὡς ἐν σωματικοῖς τόποις ἔστι τις τόπος τοῦ αἰθέρος ἐν τοῖς καθαρωτάτοις καὶ λεπτότητι φωτὸς διαυγεστέροις, οὐκ ἂν ἁμάρτοι τις τῶν ἐν σώματι τοὺς διαφέροντας ἀπολαμβάνοντας κατὰ τὴν ἀξίαν ἐν τῇ ἀναστάσει σῶμα δόξης ὑπερεχούσης καὶ διαφερούσης ἐν ἐκείνοις γίνεσθαι τοῖς χωρίοις ὡς ἐπιτηδειοτάτοις πρὸς τὴν σχο λὴν τῶν θεωρημάτων τοῦ θεοῦ λόγου.
 [01358]  «Καὶ γὰρ ἡμεῖς πάντες ἐν ἑνὶ πνεύματι εἰς ἓν «σῶμα ἐβαπτίσθημεν» καθ' ὁμοιότητα τῆς φύσεως·
 [01359]  καὶ ὡς τὸν Ἀδὰμ ἀρχὴν καὶ κεφαλὴν ἔχοντες κατὰ φύσιν ἡμῶν γεννήσεως ἓν σῶμα λεγόμεθα οἱ πάντες ἔχειν, οὕτως καὶ τὸν χριστὸν κεφαλὴν ἐπιγραφόμεθα διὰ τῆς θείας ἀναγεννήσεως ἥτις γέγονε τύπος ἡμῖν τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ, ὃς πρωτότοκος ἐκ νεκρῶν ἀναστάς.
 [01360]  ἐπιγραφόμεθα αὐτὸν κεφαλὴν κατὰ προτύπωσιν τῆς αὐτοῦ ἀναστάσεως «οὗτινος ἐσμὲν μέλη ἐκ μέρους καὶ σῶμα διὰ τοῦ πνεύματος «εἰς ἀφθαρσίαν ἀναγεννώμενοι».
000-00-00 Serial Number=0919028521
Fragmenta in evangelium Matthaei Ante [Go Back]  
 [00006]  Ἵνα δὲ (κατὰ τὴν ὑπόθεσιν ταύτην) δι δῶται τὸν πάντη ἀναμάρτητον μηκέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, διὰ πόσων χρόνων οἴει [6] μίαν εὑρήσεσθαι πάντη καθα ρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως;
 [00008]  καὶ μη κέτι εἰς σῶμα ἐρχομένης, ἐπι λείψει ποτὲ ὡς διά τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταν τήσαντος τοῦ κόσμου ἐπί τινα ἕνα ἢ δεύτερον ἢ ὀλίγῳ πλείους, μεθ' οὓς καὶ αὐτοὺς τηλειω θέντας ὁ κόσμος φθαρήσεται ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρ χομένων.
000-00-00 Serial Number=0096167028
Fragmenta in librum primum Regnorum Ante [Go Back]  
 [00023]  μὴ τοίνυν διὰ τὰ σωματικῶς περὶ θεοῦ λεγόμενα, ὡς ἐχώρουν οἱ παλαιοί, σῶμα τὸν θεὸν νομίζωμεν ἢ παθῶν αὐτὸν πεπληρῶσθαι.
 [00064]  ὁ δὲ κρατήσας τῆς Ἱερου σαλὴμ τοσοῦτον ἀπέσχε τοῦ διαθεῖναι κακῶς τοὺς λελωβημένους τὸ σῶμα, ὡς καὶ νόμον θέσθαι τοῖς αὐτοῦ στρατιώταις θανάτου, εἴ τις ἐπιχειρήσειεν ἀνελεῖν τυφλὸν ἢ χωλόν.
000-00-00 Serial Number=0344231486
Fragmentum ex commentariis in Osee Ante [Go Back]  
 [00033]  Ὅτι εἷς ἄρτος καὶ ἓν σῶμα οἱ πολλοί ἐσμεν·
000-00-00 Serial Number=0449098170
Homiliae in Job Ante [Go Back]  
 [00029]  Πέπλασται μὲν τὸ σῶμα ἐξ ὑποκειμένου τῆς γῆς, ἤτοι τῆς γυναικός·
 [00352]  Ὁ Κύριος ἐν εὐαγγελίοις φησὶν, περὶ τῶν τῷ κόσμῳ νεκρούντων ἑαυτοὺς, ἢ πρὸς τὸ τοῦ μαρτυρίου στάδιον τὸ σῶμα ἐκδιδόν των, ἢ πρὸς τοὺς τῆς ἀσκήσεως πόνους, καὶ ταύτῃ δοκούντων ἑαυτοὺς ἀπολλύναι καὶ ἀποκτεῖναι τῷ στερίσκεσθαι τῆς βιωτικῆς ἀπολαύσεως·
000-00-00 Serial Number=0024817944
Homiliae in Leviticum Ante [Go Back]  
 [00007]  φέρε, ἐπικαλεσάμενοι τὸν ποιήσαντα τῇ Γραφῇ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, σῶμα μὲν τοῖς πρὸ ἡμῶν, ψυχὴν δὲ ἡμῖν, πνεῦμα δὲ τοῖς «ἐν τῷ μέλλοντι αἰῶνι κληρονομήσουσι ζωὴν αἰώνιον» καὶ μέλλουσιν ἥκειν ἐπὶ τὰ ἐπουράνια καὶ ἀληθινὰ τοῦ νόμου, ἐρευνήσωμεν οὐ τὸ γράμμα, ἀλλὰ τὴν ψυχὴν ἐπὶ τοῦ παρόντος·
000-00-00 Serial Number=0314199150
Homiliae in Lucam Ante [Go Back]  
 [00026]  Οὐκοῦν οἱ ἀπόστο λοι «αὐτόπται τοῦ λόγου» ἦσαν οὐ μόνον ἑωρακότες τὸν Ἰησοῦν κατὰ σῶμα, ἀλλὰ καὶ τὸν θεοῦ λόγον.
 [00027]  Εἰ γὰρ τὸ ἑωρακέναι τὸν Ἰησοῦν κατὰ σῶμα «αὐτόπτην τοῦ λόγου» γίνε σθαι ἦν, καὶ Πιλᾶτος «αὐτόπτης» ἦν «τοῦ λόγου» καταδικάζων αὐτὸν καὶ Ἰούδας ὁ προδότης καὶ πάντες οἱ [1.8] λέγοντες·
 [00092]  Ἔβλεπον Χριστοῦ σῶμα, Χριστὸν δέ, καθ' ὃ Χριστός ἐστιν, οὐκ ἔβλεπον.
 [00218]  «Μεγα λύνει ἡ ψυχή μου τὸν κύριον», οὐ μό νον τὸ σῶμα, ἀλλὰ καὶ «ἡ ψυχή μου».
 [00406]  [14.86] ἐρρύπωται οὖν πᾶσα ψυχὴ ἐν δεδυμένη σῶμα ἀνθρώπινον.
 [00409]  Τὸ δὲ ῥητὸν χρήσιμον καὶ πρὸς τοὺς λέγοντας, ὅτι ὁ σωτὴρ οὐκ ἔλαβε σάρκα ἀν θρωπίνην, ἀλλ' ἤνεγκεν ἀπὸ τοῦ οὐρανοῦ πνευματικὸν σῶμα, τὸ πνευματικὸν σῶμα ἐρρυπωμένον <νομίζοντας.
 [00411]  «σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», ἐγειρόμεθα ἐρρυπωμένοι, ὅπερ μὴ δεῖ λέγειν.
 [00412]  Ἐδεήθη οὖν ὁ σωτήρ, ὡς «ἐνδε δυμένος ἱμάτια ῥυπαρὰ» τὸ σῶμα τὸ ἀνθρώπινον καὶ γήϊνον, τοῦ προσ ενεχθῆναι καὶ περὶ αὐτοῦ καθαρισμόν.
 [00745]  τὸ κτῆνος εἰς τὸ σῶμα Χρι στοῦ·
000-00-00 Serial Number=0333933949
In Jeremiam Ante [Go Back]  
 [00122]  καὶ ὥσπερ μανθάνω βια ζόμενος ἐμαυτὸν ψελλίζειν, ὅτε παιδίοις διαλέγομαι οὐ γὰρ ἐπιστάμενος παιδιστί, ἵν' οὕτως εἴπω, λαλεῖν, βιάζο μαι τέλειος ὢν διαλέγεσθαι παιδίοις , τὸν αὐτὸν τρόπον καὶ ὁ σωτήρ, ὢν μὲν «ἐν τῷ πατρὶ» καὶ ἐν τῇ μεγαλειό τητι τῆς δόξης τοῦ θεοῦ τυγχάνων, οὐ λαλεῖ ἀνθρώπινα, οὐκ οἶδε φθέγγεσθαι τοῖς κάτω, ὅτε δὲ ἔρχεται εἰς σῶμα ἀνθρώπινον, λέγει κατὰ τὰς ἀρχάς·
 [00178]  Τοιοῦτος ἦν ὁ Ἱερε μίας, ἤδη ἔχων τὴν χάριν ἀπὸ θεοῦ ἔτι ὢν ἐν τῇ τοῦ παι δίου ἡλικίᾳ κατὰ τὸ σῶμα·
 [00337]  πῶς ἔρημος ἕκαστον οἰκονομῶν κατὰ τὴν ψυχήν, ἵνα λογικὸς ᾖ, ἵνα ἐπιστήμην ἀνα λαμβάνῃ, ἵνα γυμνάζηται τὸ συνετὸν αὐτοῦ, κατὰ τὸ σῶμα, ἵνα ἔχῃ ἐρρωμένα «τὰ αἰσθητήρια»;
 [00738]  Ἐάν τις νοήσῃ τὸ «ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί», ἐάν τις νοήσῃ «τὸ σῶμα τῆς ταπεινώσεως» ἐν ᾧ γεγεννήμεθα, ἐάν τις νοήσῃ τὸ «οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδὲ εἰ μία ἡμέρα εἴη ἡ ζωὴ αὐτοῦ·
 [00944]  ἦλθεν ἐπὶ ταύτην φορέσας σῶμα τὸ σῶσαν, ἀναλαβὼν «τὸ σῶμα τὸ τῆς ἁμαρτίας» «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», ἵν' ἐν τούτῳ τῷ τόπῳ διὰ τὸν ἐπιδημήσαντα Χριστὸν Ἰησοῦν καὶ καταργήσαντα τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου καὶ καταργήσαντα τὴν ἁμαρτίαν, δυνηθῶ προσκυνῆσαι τὸν θεὸν ἐνθάδε καὶ μετὰ τοῦτο προσκυνήσω ἐν τῇ γῇ τῇ ἁγίᾳ.
 [01383]  οὐ γὰρ τοῦτο τὸ σῶμα, ἡ γῆ, «πενθεῖ ἀπὸ τῶν κατοικούντων ἐν αὐτῇ», ἀλλὰ νόει μοι πρὸς τῇ διατάξει τοῦ παντὸς τεταγμένον τινὰ ἄγγελον ἐπὶ τῆς γῆς καὶ ἄλλον τεταγμένον ἐπὶ τῶν ὑδάτων καὶ ἄλλον ἐπὶ τοῦ ἀέρος καὶ τέταρτον ἐπὶ τοῦ πυρός.
 [01490]  Ἐπεὶ οὖν παραδείγμασιν χρῆται ἡ γραφή, ἵνα διδάξῃ τοῦ θεοῦ τὸ σῶμα τὸ ἀνωτέρω εἶναι τιμιώτερον καὶ τὸ σῶμα τὸ κατωτέρω εἶναι ὑποδεέστερον, διὰ τοῦτο εἰσήγαγεν τὸν θεὸν ἐκ πυρὸς καὶ ἠλέκτρου συνεστηκότα.
 [01491]  Ἐν γενέσει πῦρ ἐστιν ἕκαστος ἡμῶν, καὶ ἔστιν σῶμα τοῦ θεοῦ καὶ αὐτός·
 [01492]  οὐκ ἐσμὲν τὸ ἤλεκτρον, ἐὰν δὲ ἀναβαίνωμεν καὶ προκόπτωμεν δυνατὸν γὰρ μεταβῆναι ἀπὸ τοῦ σήμερον εἶναι ἐν τοῖς κατωτέρω, ὥστε γενέσθαι τοῦ θεοῦ σῶμα τὸ ἀνωτέρω ἐσόμεθα διαβάντες τὸ πῦρ ἤλεκτρον τὸ περὶ τὸ σῶμα τοῦ θεοῦ τὸ ὑψηλότερον.
 [02012]  καταβέβηκα, ἦλθον ἐπὶ τὴν γῆν, ἐπέδωκα ἐμαυτὸν διαφθορᾷ, ἐφόρεσα σῶμα ἀνθρώπινον·
 [02319]  ἦλθεν ἐπὶ τὸν βίον τὸν ἀνθρώπινον ἡ ψυχὴ ἡ μακαρία, ἀνέλαβε σῶμα ὑπὲρ τῶν ἀνθρώπων.
 [03129]  ἐὰν δὲ ἀναβῇς μετ' αὐτοῦ, ἵνα ἑορτάσῃς τὸ πάσχα, δίδωσί σοι τὸ ποτήριον τῆς δια θήκης τῆς καινῆς, δίδωσί σοι καὶ τὸν ἄρτον τῆς εὐλογίας, τὸ σῶμα ἑαυτοῦ καὶ τὸ αἷμα ἑαυτοῦ χαρίζεται.
 [03507]  τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» ἀλλ' ὁ νοήσας τὸ σῶμα τοῦ θανάτου, ὁ ῥυσθῆναι βουλόμενος ἀπὸ τοῦ σώματος τοῦ θανάτου τούτου ἐρεῖ τὸ «ταλαίπωρος ἐγὼ ἄνθρωπος».
 [03537]  πολλάκις γὰρ παρακειμένου τοῦ γῆμαι καὶ μὴ ἔχειν πρᾶγμα ἐπανισταμένης τῆς σαρκὸς τῷ πνεύματι, αἱρεῖταί τις οὐ καταχρήσασθαι τῇ τοῦ γαμεῖν ἐξουσίᾳ, ἀλλὰ ταλαιπωρεῖν καὶ κάμνειν, «ὑπω-πιάζειν τὸ σῶμα νηστείαις καὶ δουλαγωγεῖν αὐτὸ» «ἀποχαῖς τοιῶνδε βρωμάτων», καὶ παντὶ τρόπῳ «τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦν».
000-00-00 Serial Number=0798594296
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00087]  Τάχα δὲ «κλίνην» κοινὴν ἑαυτῆς καὶ τοῦ νυμ φίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι οὖσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ λόγου κοινωνίας.
 [00090]  ∆ιὰ γὰρ τοῦ «ὑμῶν» τῆς νύμφης εἶναι λέγει τὸ σῶμα, διὰ δὲ τοῦ «μέλη Χριστοῦ» τοῦ νυμφίου.
 [00092]  (Ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλής, οὐδὲν θαυμαστὸν θείας δυνάμεως ἡγουμένης καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι.) [178] «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων».
 [00158]  φιλέρημον γὰρ τὸ ζῶον Ἧς «ἡ φωνὴ ἀκούεται» τοῖς ἔτι γήινον σῶμα περικειμένοις.
000-00-00 Serial Number=0270519018
Philocalia Ante [Go Back]  
 [00098]  καὶ προσέτι δυσειδὲς τὸ τοῦ κυρίου σῶμα λέγοντας·
 [00372]  καὶ ἔσθ' ὅτε μὲν ὀλίγαι λέξεις παρεμβεβλημέναι εἰσὶ κατὰ τὸ σῶμα οὐκ ἀληθευόμεναι, ἔσθ' ὅτε δὲ πλείονες.
 [00563]  φέρε, ἐπικαλεσάμενοι τὸν ποιήσαντα τῇ γραφῇ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, σῶμα μὲν τοῖς πρὸ ἡμῶν, ψυχὴν δὲ ἡμῖν, πνεῦμα δὲ τοῖς ἐν τῷ μέλλοντι αἰῶνι κληρονομήσουσι ζωὴν αἰώνιον καὶ μέλλουσιν ἥκειν ἐπὶ τὰ ἐπουράνια καὶ ἀληθινὰ τοῦ νόμου, ἐρευνήσωμεν οὐ τὸ γράμμα ἀλλὰ τὴν ψυχὴν ἐπὶ τοῦ παρόντος·
 [00806]  Ὅτι εἷς ἄρτος καὶ ἓν σῶμα οἱ πολλοί ἐσμεν·
 [00908]  νόει μοι τοίνυν καὶ τὰς γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας, ἢ ἓν τέλειον λόγου σῶμα·
 [01170]  ὁμολογουμένως τοίνυν γέγραπται τὰ περὶ τοῦ δυσειδὲς γεγονέναι τὸ τοῦ Ἰησοῦ σῶμα·
 [01761]  τὸ δὲ θνητὸν αὐτοῦ σῶμα καὶ τὴν ἀνθρωπίνην ἐν αὐτῷ ψυχὴν τῇ πρὸς ἐκεῖνον οὐ μόνον κοινωνίᾳ ἀλλὰ καὶ ἑνώσει καὶ ἀνα κράσει τὰ μέγιστά φαμεν προσειληφέναι, καὶ τῆς ἐκείνου θειότητος κεκοινωνηκότα εἰς θεὸν μεταβεβληκέναι.
 [01764]  εἰ γὰρ ὑγιῆ τὰ τοιαῦτα, τί θαυμαστὸν τὴν ποιότητα τοῦ θνητοῦ κατὰ τὸ τοῦ Ἰησοῦ σῶμα προνοίᾳ θεοῦ βουληθέντος μεταβαλεῖν εἰς αἰθέριον καὶ θείαν ποιότητα;
 [01896]  ὅπερ κατάγοντός ἐστι τὴν ψυχὴν ἀπὸ τῶν ἁψίδων τοῦ οὐρανοῦ οὐκ ἐπὶ τὸ ἀνθρώπινον σῶμα μόνον ἀλλὰ καὶ ἐπὶ τὰ λοιπά.
 [02582]  ἵνα μὴ εἰς τὰς τυχούσας ἀκοὰς ὁ περὶ ψυχῶν οὐκ ἐκ μετενσω ματώσεως εἰς σῶμα ἐνδουμένων λόγος ῥιπτῆται, μηδὲ τὰ ἅγια διδῶται τοῖς κυσὶ, μηδ' οἱ μαργαρῖται παραβάλλωνται χοίροις.
 [02816]  περὶ πατρὸς, ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων, τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων·
 [03249]  Ὑπο πιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι·
 [03252]  σαφῶς γὰρ ἐκ τούτων παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ τὸ σῶμα καὶ ἐδουλαγώγει οἷόν τε ἦν αὐτὸν ἄλλοις κηρύξαντα ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν ἦν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο.
 [03253]  μήποτε οὖν σὺν τούτοις ἀφώρισεν αὐτὸν ὁ θεὸς ἐκ κοιλίας μητρὸς, καὶ ἀφώρισεν αὐτὸν εἰς εὐαγγέλιον θεοῦ, σὺν τῷ ἑωρακέναι τὴν αἰτίαν τοῦ δικαίου ἀφορισμοῦ, ὅτι ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδὼς οὐαὶ αὐτῷ ἔσεσθαι ἐὰν μὴ εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ' εὐηγγελίζετο.
 [03285]  ἐκεῖνοι γὰρ οἴονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός·
 [03288]  περὶ σῶμα δὲ, ὑγείαν καὶ εὐεξίαν καὶ κάλλος, ἢ νόσον καὶ καχεξίαν καὶ αἶσχος·
 [03565]  καὶ κατὰ σῶμα, ἵνα ἐξαγγέληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῆς ὄψεως αὐτοῦ·
000-00-00 Serial Number=0944527566
Philocalia sive Ecloga Ante [Go Back]  
 [00205]  περὶ πατρός, ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων, τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων·
 [00407]  «Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι»·
 [00409]  «Οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι;» Σαφῶς γὰρ ἐκ τούτων παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ τὸ σῶμα καὶ ἐδουλαγώγει οἷόν τε ἦν αὐτὸν ἄλλοις κηρύξαντα ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν ἦν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο.
 [00410]  Μήποτε οὖν σὺν τούτοις ἀφώρισεν αὐτὸν ὁ θεὸς ἐκ κοιλίας μητρός, καὶ ἀφώρισεν αὐτὸν εἰς εὐαγγέλιον θεοῦ, σὺν τῷ ἑωρακέναι τὴν αἰτίαν τοῦ δικαίου ἀφορισμοῦ, ὅτι ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδὼς οὐαὶ αὐτῷ ἔσεσθαι ἐὰν μὴ εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ' εὐηγγελίζετο.
 [00439]  ἐκεῖνοι γὰρ οἴονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός·
 [00442]  περὶ σῶμα δέ, ὑγείαν καὶ εὐεξίαν καὶ κάλλος, ἢ νόσον καὶ καχεξίαν καὶ αἶσχος·
 [00714]  καὶ κατὰ σῶμα, ἵνα ἐξαγγέληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκα ταστάσει τῆς ὄψεως αὐτοῦ·
000-00-00 Serial Number=0590653777
Scholia in Apocalypsem Ante [Go Back]  
 [00022]  [30] Ἐκ τῶν γραφῶν ἔστιν εὑρεῖν ὡς <ὥσ>περ σῶμα θεοῦ <ἐνερ>γίαι εἰσί τινες, οἷον αἱ ὑπηρετικαὶ χεῖρε, καὶ ἐποπτικαὶ ὀφθαλμοί, καὶ ἐπὶ τῶν εὐχῶν τεταγμέναι ὦτα, καὶ ἀπελαστικαὶ προνοίας θεοῦ πόδε, τοῖς κατὰ γῆν διαιτωμένοις.
000-00-00 Serial Number=0835319579
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00106]  τάχα δὲ καὶ κλίνην κοινὴν ἑαυ τῆς καὶ τοῦ νυμφίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι οὖσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ λόγου κοινωνίας·
 [00108]  διὰ γὰρ τοῦ ἡμῶν τῆς νύμφης εἶναι λέγει τὸ σῶμα·
 [00111]  ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλὴς, οὐδὲν θαυμαστὸν καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι.
 [00218]  Τὸ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι·
 [00219]  σῶμα γὰρ ἡ νύμφη Ἐκκλησία Χριστοῦ, τὸ μηδαμῶς τῇ πορνείᾳ, ἀεὶ δὲ τῷ Κυρίῳ·
000-00-00 Serial Number=0989688873
Scholia in Lucam Ante [Go Back]  
 [00036]  Εἰ γὰρ τὸ ἑωρακέναι τὸν Κύριον κατὰ σῶμα αὐτόπτην τούτου γενέσθαι ἦν·
 [00116]  Οὐδὲ γὰρ φθαρτοῦ σώματος ὀφθαλμοῖς δύναταί τις ἰδεῖν ἄφθαρτον σῶμα.
 [00772]  Εἴπερ διὰ τὸ σῶμά σου φωτεινὸν γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἔτι σκοτεινὸν, μηδαμῶς ἁμαρτά νοντι ἔτι, οὕτως ἔσται φωτεινὸν τὸ ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ κἀν φωτισμῷ τὸ σκότος λύοντι.
 [00808]  Σάτα δὲ τρία, σῶμα, πνεῦμα, ψυχήν.
000-00-00 Serial Number=0548980892
Scholia in Matthaeum Ante [Go Back]  
 [00189]  τρεῖς δέ τε ὁλόκληρον, πνεῦμα, ψυχὴ, σῶμα, τηρεῖ τῇ παρουσίᾳ Χριστοῦ·
 [00267]  Ἕτερον ἡ παρθενία παρὰ τὴνἐλεημοσύνην, καὶ ἕτερον ὁ νοῦς παρὰ τὸ σῶμα·
 [00291]  Αὕτη γὰρ τὸ ἐν ἡμῖν διαφυλάττει φῶς, [17.305] ἁπλοῦν τὸν ὀφθαλμὸν διατηροῦσα, ὥστε φωτίζεσθαι ὅλον ἡμῶν τὸ σῶμα, κατὰ τὸν τοῦ Κυρίου λόγον.
 [00386]  Οὐ σῶμα ὁ Θεός·
000-00-00 Serial Number=0741405129
Selecta in Exodum Ante [Go Back]  
 [00035]  λέγω δὲ τὸ σῶμα, εἴπερ χρίσις πί στις ἐστὶν ἡ εἰς αὐτὸν, δι' ἧς πιστεύω τὴν τοῦ ὀλο θρευτοῦ δύναμιν καταργουμένην.
000-00-00 Serial Number=0740731537
Selecta in Ezechielem Ante [Go Back]  
 [00144]  καλεῖ γὰρ ἡ σωματικὴ χρεία πρὸς τὸ καὶ μετὰ τὰς θείας θεωρίας πάλιν εἰσελθεῖν εἰς τὸ σῶμα καὶ οἱονεὶ τὰ τοῦ κεκλεισμένου πάσχειν·
 [00171]  Συγκλείσεις γὰρ αὐτὴν, ἐντυπῶν αὐτὴν καὶ ἐγκαθ ειργνύων τῇ ψυχῇ τοῦ ἀκροατοῦ σῶμα περικειμένου.
 [00199]  Εἰς ὀστράκι νον δὲ ἐμβάλλονται ἄγγος, εἰς τὸ ληφθὲν καὶ πλασθὲν ἀπὸ τῆς γῆς σῶμα.
 [00298]  Καὶ αὐτοὶ διὰ τὸ σῶμα λεχθη σόμενοι ἂν εἶέν πως ἐκ τῆς γῆς·
 [00861]  τὴν κακὴν πρᾶξιν καὶ δό γματα ἀθείας, καὶ τὴν πρὸς τὸ σῶμα συμπάθειαν.
000-00-00 Serial Number=0450454950
Selecta in Genesim Ante [Go Back]  
 [00034]  Ἆρα γὰρ τὸ ἀπὸ γονάτων μέχρι τῶν βάσεων σῶμα τοῦ μεταξὺ οὐρανοῦ καὶ γῆς περιέχοντος, ἐν μέσῳ δὲ οὔσης τῆς γῆς τοῦ παντὸς κόσμου, καὶ περιεχομέ νης ὑπ' αὐτοῦ, ὡς γραμμικαῖς ἀποδείξεσι παρίσταται, παρ' ἡμῖν εἰσιν αἱ βάσεις τοῦ Θεοῦ ἢ παρὰ τοῖς ἀντίχθοσι;
 [00709]  Τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν·
 [00838]  Καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ Κυρίου ἡμῶν ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν.
 [00840]  διὰ τοῦτο καὶ νῦν Αἰγύπτιοι, ὡς σάρκες, ὑπολελεῖφθαί φασιν αὑτοῖς οὐχὶ ψυχὴν, ἀλλὰ τὸ ἴδιον σῶμα καὶ τὴν γῆν αὑτῶν.
000-00-00 Serial Number=0885676801
Selecta in Job Ante [Go Back]  
 [00035]  Ἀνθ' ὅτου, ὦ φίλοι, ταῖς τοῦ σώματος ἀλγηδόσι προστίθετε τὸν τῆς ψυχῆς πό νον, μᾶλλον κεντοῦντες τοῖς ῥήμασιν ἢ τὰ πάθη τὸ σῶμα;
 [00259]  Τούτου τοῦ ῥητοῦ, ὡς χρησίμου μνημονεύωμεν, ὅταν ὁ Θεὸς παθεῖν τι ἡμᾶς κρίνῃ, τέκνον ἀποβαλεῖν, ἀρχὴν ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα.
000-00-00 Serial Number=0824334979
Selecta in Psalmos Ante [Go Back]  
 [00226]  Μήποτε οὖν αὐτοῦ γεύσασθαι τοῦ Χριστοῦ παρ [12.1069] αινῶν τὸ σῶμα αὐτοῦ διὰ τούτων ᾐνίττετο, ᾧ καὶ τοῦ νόμου ἦν σύμβολον·
 [00435]  Πῶς γὰρ κοιμώμενός τις εὔξεται, καὶ πράττων τι τῶν εἰς ἀν θρώπους καθηκόντων, ἢ τὸ ἑαυτοῦ σῶμα θεραπεύων;
 [00494]  Οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἵματα συναγαγεῖν τῷ λόγῳ ἃ πολλάκις ἀποκριθῆναι τῶν σωμάτων ἡμῶν συνέβη, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα.
 [00495]  Προσηπορήσαμεν δὲ διὰ τὸ τρεπτὴν εἶναι τὴν σω ματικὴν φύσιν, καὶ τοιαῦτα ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἱ τροφαὶ κατατάττονται, καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα με ταβάλλονται, καὶ ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις γίγνονται μέρη τῶν ἐκείνων σωμάτων.
 [00497]  καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γενέσθαι μέρος.
 [00498]  Τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀνα στάσει;
 [00519]  καὶ ἄλλα δὲ λέγουσιν εὐαγγελικὰ, οἷον, ὡς τὸ, «Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων·» καὶ τὸ, «Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ·» καὶ τὸ ἐν τῷ Παύλῳ·
 [00522]  Τοῦτο οὖν εἰς τὸν τόπον διαληπτέον, ὅτι πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς καταταττούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ, καὶ ἀποκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὥσπερ τὰ τῶν φυτῶν καὶ τῶν ζώων, τὸ ὑλικὸν ὑποκείμενον οὐδέποτε ἔχει ταυτόν.
 [00523]  ∆ιόπερ οὐ κακῶς ποταμὸς ὠνόμασται τὸ σῶμα·
 [00525]  καίτοιγε τοῦ οἷον ἢ Παύλου, ἢ Πέτρου, ἀεὶ τοῦ αὐτοῦ ὄντος, οὐ τοῦ κατὰ ψυχὴν μόνου, ἧς ἡ οὐσία οὔτε ῥεῖ καθ' ἡμᾶς, οὔτ' ἐπεισαγόμενόν τι ἔχει ποτὲ, κἂν ῥευστὴ ἦν ἡ φύσις τοῦ σώματος, τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταυτὸν εἶναι·
 [00537]  «Σπείρεται γὰρ σῶμα ψυχικὸν, ἐγεί ρεται σῶμα πνευματικόν.».
 [00564]  Τὸ δὲ, «Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ,» τάχα μὲν διδάσκει, ὅτι ἀσώματος ἡ ψυχὴ, τάχα δὲ δηλοῖ καὶ ὅτι χωρὶς σώματος οὐ κολασθή σεται·
 [00566]  Καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ δὲ, «Ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα,» θνητοῦ ὄντος τοῦ σώματος, καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστά νειν, ὅπου τὸ σωματικὸν εἶδος, περὶ οὗ εἰρήκαμεν τῇ φύσει θνητὸν ὂν, «ὅταν Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν,» καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι σῶμα θανάτου ζωοποιηθὲν, διὰ τὸ Πνεῦμα τὸ ζωο ποιοῦν ἐκ τοῦ πνεύματος γεγονέναι.
 [01220]  Καὶ ὑπὲρ τοῦ λόγου ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἐπορεύετο κλαίων, καὶ διέῤῥηξε τὸν χι τῶνα αὐτοῦ, καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ, καὶ ἐνήστευσε, καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ ᾗ ἐπάταξε Ναβουθαὶ τὸν Ἰεζραηλίτην, καὶ ἐπορεύθη.
 [01338]  ἐκεῖνοι γὰρ οἴονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός·
 [01341]  περὶ σῶμα δὲ ὑγείαν, καὶ εὐεξίαν, καὶ κάλλος·
 [02236]  ∆ιὸ εἶχε σῶμα θα νάτου, ὁ καὶ νῦν λέγων·
 [02520]  Ἔστι δὲ φθορὰ μὲν πληγαὶ καὶ τρώσεις, διαφθορὰ δὲ τὸ δῆσαι κατ' αὐτὸν τὸ σῶμα διαῤῥυῆ ναί τε καὶ εἰς ἕκαστον τῶν στοιχείων ἐξ ὧν ἐστιν, ἀποπεμφθῆναι·
 [02761]  Ἢ τάχα σκη νὴν τὸ σῶμα ὠνόμασε διὰ τὴν ἄμπελον ἣν ἐξ Αἰγύ πτου μετῇρεν, ἵνα φυλάξῃ αὐτὴν, ἄχρις οὗ πεπανθῇ ὁ βότρυς, καὶ μὴ λυμαίνηται αὐτὴν ὗς ἐκ δρυμοῦ.
 [03274]  ἔτι γὰρ μαστοὺς μη τρὸς διὰ τὸ σῶμα θηλάζων ἐλπίζειν ᾔδει ἐπὶ τὸν ἐκ σπάσαντα αὐτὸν ἐκ γαστρός·
 [03978]  Οἱ πιστεύοντές εἰσι σῶμα Χριστοῦ καὶ μέλη ἐκ [12.1293] μέλους·
 [03981]  Πάσχει δὲ τὸ οὕτως Χριστοῦ σῶμα καὶ δεῖται θεραπείας.
 [04046]  Τί με δεῖ, φησὶν, εὐεκτεῖν ἐν αἵματος πλήθει τὸ σῶμα, προσδοκωμένης μοι τῆς ἐκ τοῦ θανάτου φθορᾶς;
 [04047]  Ἀλλ' οὐ μᾶλλον ὑπωπιάζειν τὸ σῶμα, μήπως ὑπερζέσαν τὸ αἷμα πρὸς ἁμαρτίαν κινήσῃ;
 [04113]  «Ὥσπερ δὲ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι·» ποτὲ δὲ τὸ συνεζευγμέ νον τῇ ψυχῇ συνειδὸς, ὡς ἐν τῷ, «Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐνοικοῦν ἐν αὐτῷ.».
 [04210]  Ἁρμόζει δὲ καὶ ἡμῖν τὰ ἐν τῇ Παλαιᾷ μουσικὰ ὄργανα πνευματικῶς νοού μενα, κιθάρα μὲν τροπικῶς τὸ σῶμα λεγόμενον, ψαλ τήριον δὲ τὸ πνεῦμα·
 [04214]  ∆εκάχορ δον δὲ τὸ ψαλτήριον λέγεται οὖν καὶ τὸ σῶμα, ὡς πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς, δι' ἑκάστης αἰσθήσεως ἑκάστης ἐνεργείας γινομένης.
 [05053]  Τό πος κακώσεως τὸ ἀνθρώπινόν ἐστι σῶμα, καὶ ὁ τούτου συγγενὴς κόσμος.
 [05058]  Ἢ τὸ σῶμα τῆς ταπεινώσεως σκιά ἐστι θανάτου, οὗ τῇ σκιᾷ γεννᾶται.
 [05381]  Εἰσὶ δὲ στόμα Χριστοῦ οἱ τὸν λόγον αὐτοῦ διακονοῦντες, οἱ δὲ λοιποὶ τὸ λοιπὸν αὐτοῦ σῶμα.
 [05400]  σῶμα γὰρ Κυρίου οἱ ἀπόστολοι.
 [05461]  τά φος δὲ ψυχῆς σῶμα.
 [05832]  «Ἐκάλυψέ με δὲ σκότος,» εἶπε διὰ τὸ σῶμα σκοτοῦν τὴν ψυχὴν, ὅτε ἁμαρτωλὸς καὶ ἐχθρὸς ἐκ κλίνουσιν ἐπ' ἐμὲ ἀνόμιον ποίησιν.
 [06308]  «Καὶ ἐν ἀνύδρῳ·» ὑγρὸν μὲν γὰρ τὸ σῶμα τοῦ κατα φεροῦς, ξηρὸν δὲ τὸ τοῦ καθαρεύοντος.
 [06637]  ἱε ρουργοῦντος τάχα γοῦν τοῦ προσάγοντος θυσίαν ζῶ σαν τῷ Θεῷ τὸ ἴδιον σῶμα.
 [09023]  ἐν δὲ τῇ ἀναστάσει κολλήσεται ἡ σὰρξ τῇ ψυχῇ, καὶ ἔσται ψυχὴ ἥτις κολληθεῖσα τῷ Κυρίῳ ἐν τῇ καθολικῇ ἀναστάσει γίνεται ἓν πνεῦμα, καὶ γίνεται τὸ σῶμα πνευματικόν.
 [09026]  «Τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν·» καὶ τῷ, «Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Τὴν ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλω σεν.
 [09233]  Εὑ ρήσεις πολλαχοῦ τῆς Γραφῆς τροπολογούμενον τὸ σῶμα εἰς ἀσκόν.
 [09953]  ∆οῦλοι κυρίων Πατρὸς καὶ Υἱοῦ πνεῦμα καὶ σῶμα·
 [09999]  Ὥσπερ ὁ ὕπνος πέπτων τὰς τροφὰς διὰ τῶν χυμῶν τρέφει τὸ σῶμα, οὕτω καὶ ἡ γνῶσις τρέφει τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα.
 [09999]  Εἰ ὁ ὕπνος εἴωθε σῶμα θερ μαίνειν, καλῶς ἡ γνῶσις λέγεται ὕπνος·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»