0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μαθητῶν [217]


000-00-00 Serial Number=0612713933
Commentarii in Genesim Ante [Go Back]  
 [00319]  Τῶν δὲ ἱερῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν ἐφ' ἅπασαν διασπαρέντων τὴν οἰκουμένην, Θωμᾶς μὲν, ὡς ἡ παράδοσις περιέχει, τὴν Παρθίαν εἴληχεν, Ἀνδρέας δὲ τὴν Σκυθίαν·
000-00-00 Serial Number=0589207470
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00355]  [1.21.127] Πρὸς τούτοις, ὅτε ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, κύριος καὶ διδάσκαλος αὐτῶν εἶναι διὰ τούτων ὁμολογεῖ·
 [00486]  [1.26.171] «Ἐπίστησον» δὲ προσεθήκαμεν διὰ τὸ παρακεῖσθαι τὸ δυνάμενον τῷ «Ἐγὼ φῶς εἰμι τοῦ κόσμου» συνεξετάζεσθαι ἐπὶ τῶν μαθητῶν ὑπὸ Ἰησοῦ λεγόμενον·
 [01364]  [2.34.207] Τί οὖν θαυμαστόν, εἰ ὥσπερ ἐκοσμήθησαν τῷ μάρτυρες εἶναι Χριστοῦ πολλοὶ τῶν γνησίων Χριστοῦ μαθητῶν, οὕτως οἱ προφῆται τὸ προκαταγγεῖλαι Χριστὸν νοήσαντες αὐτὸν δῶρον ἀπὸ θεοῦ εἰλήφασι, διδάσκοντες οὐ μόνον τοὺς μετὰ τὴν Χριστοῦ ἐπιδημίαν, ἃ δεῖ φρονεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἀλλὰ καὶ τοὺς ἐν προτέραις ἐκείνων γενεαῖς;
 [01400]  [2.35.218] Ἕκτον δὲ μαρτυρεῖ τῷ Χριστῷ ἐπὶ δύο μαθητῶν ὁ Ἰωάννης, ὅτε ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει·
 [01402]  Μεθ' ἣν μαρτυρίαν, ἀκουσάντων τῶν δύο μαθητῶν τοῦ Ἰωάννου καὶ ἀκολουθησάντων τῷ Ἰησοῦ, στραφεὶς ὁ Ἰησοῦς καὶ θεασάμενος τοὺς δύο ἀκολουθοῦντας ἀποκρίνεται λέγων «τί ζητεῖτε».
 [01408]  Ἐπεὶ δὲ ὁ δέκατος ἀριθμὸς τετήρηται ὡς ἅγιος, οὐκ ὀλίγων μυστηρίων ἐν τῇ δεκάδι ἀναγραφομένων γεγονέναι, νοητέον οὐ μάτην καὶ ἐν τῷ εὐαγγελίῳ τὴν δεκάτην ἀναγράφεσθαι ὥραν τῆς τῶν Ἰωάννου μαθητῶν παρὰ τῷ Ἰησοῦ καταγωγῆς, ὧν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου ἦν, ὅστις ὠφεληθεὶς ἐν τῷ παραμεμενηκέναι τῷ Ἰησοῦ, εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα τάχα γὰρ πρότερον οὐχ εὕρητο φησὶν εὑρηκέναι τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός.
 [01681]  ἀλλ' ὅπερ Ἰουδαῖοι πρὸς Ἰωάννηνποιοῦσι, τοῦτο Ἰωάννης πρὸς Χριστὸν διὰ τῶν ἰδίων μαθητῶν πυνθανόμενος·
 [02078]  [6.33.168] Καὶ τοῦτο δὲ παρασημειωτέον, ὅτι τὸ Ἰωάννου βάπτισμα ὑποδεέστερον ἐτύγχανεν τοῦ βαπτίσματος Ἰησοῦ, διδομένου διὰ τῶν μαθητῶν αὐτοῦ.
 [02080]  [6.33.169] Τὸ γὰρ τῆς ἀναγεννήσεως οὐ παρὰ τῷ Ἰωάννῃ ἀλλὰ παρὰ τῷ Ἰησοῦ διὰ τῶν μαθητῶν αὐτοῦ ἐγίνετο, καὶ παλιγγενεσίας ὀνομαζόμενον λουτρὸν μετὰ ἀνακαινώσεως γινόμενον πνεύματος, τοῦ καὶ νῦν ἐπιφερο μένου, ἐπειδὴ παρὰ θεοῦ ἐστιν, ἐπάνω τοῦ ὕδατος, ἀλλ' οὐ πᾶσιν μετὰ τὸ ὕδωρ ἐγγινομένου.
 [02173]  Ἐπείσθημεν δὲ μὴ δεῖν «Βηθανίᾳ» ἀναγινώσκειν, ἀλλὰ «Βηθαβαρᾷ», γενόμενοι ἐν τοῖς τόποις ἐπὶ ἱστορίαν τῶν ἰχνῶν Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ τῶν προφητῶν.
 [02259]  Ὁ δὲ ἐν τῇ ἁγίᾳ γῇ νέος ἀπὸ τοῦ σίτου τῆς γῆς Ἰησοῦ προξενοῦντος θεριζόμενος, ἄλλων μὲν κεκμηκότων, τῶν δὲ μαθητῶν αὐτοῦ θεριζόντων, ἄρτος ἦν ἐκείνου ζωτικώτερος, τοῖς τὴν πατρῴαν κληρονομίαν διὰ τὴν τελειότητα ἤδη ἀπολαβεῖν δυναμένοις ἀποδιδόμενος.
 [02323]  τρίτῃ δὲ ἑστὼς ὁ Ἰωάννηςμετὰ δύο μαθητῶν, ἐνιδὼν Ἰησοῦ περιπατοῦντι εἰπὼν τὸ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ» προτρέπει τοὺς παρόντας ἀκολου θῆσαι τῷ υἱῷ τοῦ θεοῦ.
 [02525]  ὅτε καὶ «ἐγένετο ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ, καὶ ἦλθον πρὸς τὸν Ἰωάννην», λέγοντες περὶ τοῦ σωτῆρος τὸ «Ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν»·
 [02581]  [10.8.31] Ταῦτα δὲ οὐ μόνον εἰς τὰ περὶ τοῦ σωτῆρος χρήσιμα ἡμῖν ἐστιν τὰ παραδείγματα, ἀλλὰ καὶ εἰς τὰ περὶ τῶν μαθητῶν, περὶ ὧν καὶ αὐτῶν ἐστίν τις κατὰ τὸ ῥητὸν διαφωνία.
 [02595]  [10.9.39] Ζητητέον μέντοι γε, διὰ τί εἰς μὲν τὸν γάμον οὐ καλοῦνται οἱ ἀδελφοὶ αὐτοῦ ἀλλ' οὐδὲ ἦσαν ἐκεῖ, οὐ γὰρ εἴρηται , εἰς δὲ τὴν Καφαρναοὺμ καταβαίνουσιν μετ' αὐτοῦ καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν μαθητῶν.
 [02597]  [10.9.40] Ὅρα οὖν εἰ ἐνταῦθα τοὺς ἀδελφοὺς ἀντὶ τῶν συγκα ταβεβηκυιῶν αὐτῷ δυνάμεων ἐκληπτέον, οὐ καλουμένων εἰς τὸν γάμον καθ' ἃς εἴπαμεν διηγήσεις, κατωτέρω δὲ ἐν ὑποδεεστέροις τῶν χρηματιζόντων μαθητῶν τοῦ Χριστοῦ καὶ ἀλλοειδῶς ὠφελημένων·
 [02870]  «Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς·
 [02896]  «Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλού μενον ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν λέγων·
 [02910]  Ἐγγί ζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἀπαντᾶν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες καὶ αἰνοῦντες τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνά μεων, λέγοντες·
 [02970]  Καὶ τάχα ἐν ἑκάστῳ τῶν μαθητῶν ὁ Ἰησοῦς ἀναβαίνων εἰς Ἱεροσόλυμα ἦν, διόπερ οὐκ εἴρηται τὸ «Ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα καὶ οἱμαθηταὶ αὐτοῦ», ὥσπερ «Κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ.».
 [02973]  «Τίς ἐστιν οὗτος;» [10.26.154] Πρὸ δὲ τούτων διηγεῖται τὰ περὶ τὴν ὄνον καὶ τὸν πῶλον, ληφθέντα προστάξει τοῦ κυρίου, ὑπὸ δύο μαθητῶν ἀποσταλέντων ὑπ' αὐτοῦ ἀπὸ Βηθφαγὴ εἰς τὴν κατέναντι αὐτῆς κώμην εὑρημένα, ὅπου καὶ λύεται ὑπὸ τῶν δύο μαθητῶν ἡ πρότερον δεδεμένη ὄνος κελευσθέντων, ἐάν τις αὐτοῖς εἴπῃ τι, ἀποκρίνασθαι ὡς ἄρα «Ὁ κύριος αὐτῶν χρείαν ἔχει·
 [02986]  [10.26.159] Πευσόμεθα δὴ τῶν πέρα τῆς ἱστορίας μηδὲν οἰομένων προκεῖσθαι γράφοντι τῷ Ματθαίῳ τὸ εὐαγγέλιον, τί ἦν τὸ ἐπεῖγον πεμφθῆναι τῶν μαθητῶν δύο εἰς τὴν κατέναντι τῆς Βηθφαγῆς κώμην ὑπὲρ τοῦ εὑρόντας αὐτοὺς δεδεμένην ὄνον καὶ πῶλον μετ' αὐτῆς λῦσαι καὶ ἀγαγεῖν αὐτῷ;
 [03025]  [10.28.174] Ἰησοῦς τοίνυν ἐστὶν ὁ τοῦ θεοῦ λόγος, ὅστις εἰσ έρχεται εἰς τὴν Ἱεροσόλυμα καλουμένην ψυχήν, ὀχούμενος τῇ ὑπὸ τῶν μαθητῶν λελυμένῃ ἀπὸ τῶν δεσμῶν ὄνῳ, λέγω δὲ τοῖς ἀφελέσι τῆς παλαιᾶς διαθήκης γράμμασι, σαφηνιζομένοις ὑπὸ τῶν λυόντων αὐτὰ μαθητῶν δύο, τοῦ τ' ἐπὶ τὴν θεραπείαν τῆς ψυχῆς ἀνάγοντος τὰ γεγραμμένα καὶ ἐπ' αὐτὴν αὐτὰ ἀλληγοροῦντος, καὶ τοῦ τὰ μέλλοντα ἀγαθὰ καὶ ἀληθινὰ διὰ τῶν ἐν τῇ σκιᾷ κειμένων παριστάντος.
 [03051]  [10.30.192] Ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς πῶλον δεδεμένον, ἐφ' ὃν οὐδείς πω ἀνθρώπων ἐκάθισεν, εὑρῆσθαί φασι κατὰ τὴν πρόσ ταξιν τοῦ κυρίου ὑπὸ τῶν δύο μαθητῶν, ὅντινα λύσαντες ἤγαγον πρὸς τὸν κύριον.
 [03061]  «Ὁ κύριος αὐτοῦ χρείαν ἔχει» μηδὲν δυνηθέντων τῶν πονηρῶν κυρίων ἀποκρίνασθαι, ἄγουσι πρὸς τὸν Ἰησοῦν τὸν πῶλον γυμνόν, ἐπιρρίπτουσι τὸν ἴδιον κόσμον, ἵνα τοῖς ἐπιβληθεῖσι τῶν μαθητῶν ἱματίοις ἐπικαθεσθεὶς ὁ κύριος ἀναπαύσηται.
 [03891]  [13.32.201] Πῶς δὲ οἶμαι * * * τὰ αὐτὰ ἔχειν * * λέγονται * * * * ταῖς ἀπο κλεισθείσαις μωραῖς παρθένοις ἄξιον ἰδεῖν κατηγορίαν περιέ χοντα τῶν μαθητῶν τοῖς αὐτοῖς κοιμωμένων ταῖς μωραῖς παρθένοις.
 [03938]  [13.34.220] Λαμβάνει δὲ τὰ βρώματα ὁ μὲν πολὺς τῶν μαθητευομένων ἀπὸ τῶν μαθητῶν Ἰησοῦ, κελευομένων παρατιθέναι τοῖς ὄχλοις·
 [03959]  [13.35.226] Εἰ καὶ σαρκικῶς ὑπολαμβάνει ταῦτα λέγε σθαι ὁ Ἡρακλέων ὑπὸ τῶν μαθητῶν, ὡς ἔτι ταπεινότερον διανοουμένων καὶ τὴν Σαμαρεῖτιν μιμουμένων λέγουσαν·
 [04038]  [13.39.255] Καὶ φαίνεται διὰ τὸ ἐγνωκέναι τοὺς φαρισαίους «ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει <ἢ> Ἰωάννης» ἀφιεὶς «τὴν Ἰουδαίαν» καὶ ἀπερχόμενος «εἰς τὴν Γαλι λαίαν», ὅτε «ἔδει αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας», καὶ γενόμενος παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ φησι τὸ «Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχε ται;» [13.39.256] Ἐὰν δέ τις ὑπονοῇ μετὰ τὸ πάσχα πλειόνων μηνῶν <χρόνον> διατετριφέναι ἐν τῇ Ἰουδαίᾳ τὸν Ἰησοῦν βαπτίζοντα μετὰ τῶν μαθητῶν αὐτοῦ, ὥστε ἐνεστηκέναι ἤδη τὸν πρὸ τετραμήνου τοῦ θερισμοῦ καιρόν, παραθετέον αὐτῷ ὅτι δύο ἡμέρας μείνας ἐκεῖ παρὰ τοῖς Σαμαρεῦσιν μετὰ ταύτας ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ ἀναγέγραπται ὡς νεωστὶ τοῦ πάσχα προγεγενημένου καὶ τῶν ἐν Ἱερο σολύμοις πεπραγμένων αὐτῷ ὅτι·
 [04053]  οἱ πλεῖστοι τῶν τοῦ λόγου μαθητῶν ἐννοοῦντες δυσέφικτον εἶναι τῇ ἀνθρωπίνῃ φύσει τὴν ἀλήθειαν, ὅτε διειλήφασιν περὶ ἑτέρας παρὰ τὴν ἐνεστηκυῖαν ζωὴν ζωῆς, ἀπαυδήσαντες ἐπὶ τοῦ παρόντος πρὸς τὸ περὶ τῶν ζητουμένων τέλος ὑπολαμβά νουσιν μετὰ τὴν πρὸς τὰ τέσσαρα τῶν στοιχείων συγγένειαν ὑπερβάντες ταῦτα καταλήψεσθαι τὴν ἀλήθειαν.
 [04058]  [13.40.266] Ἢ τάχα τὸ τῶν μαθητῶν βούλημα λεγόντων·
 [04066]  [13.40.269] Καὶ γὰρ ἀδιανόητον ἡμῖν φαίνεται μὴ περὶ ἑνὸς αὐτὸν ἐν τούτοις πᾶσιν διαλαμβάνειν θερισμοῦ, ἐπείπερ κατὰ τοὺς ἁπλούστερον ἐκδεχομένους ἀληθὲς λέγουσιν ἐπιπλήσσει τοῖς μαθηταῖς νομίζουσιν, ὡς οἴονται, μετὰ τετράμηνον ἔρχεσθαι τὸν θερισμόν, ὅντινα ἐν τοῖς πρὸ τούτων παρεστήσαμεν μὴ πάνυ τι δύνασθαι μετὰ τετράμηνον ἐνστήσεσθαι, [13.40.270] ἄλλως τε καὶ οἱονεὶ τὴν ὑπόνοιαν τῶν μαθητῶν διορθούμενός φησι τὸ «Οὐχ ὑμεῖς μὲν τόδε λέγετε;
 [04201]  ὁ δὲ σωτήρ, ὢν καὶ αὐτὸς υἱὸς ἀνθρώπου, θερίζει καὶ θεριστὰς πέμπει τοὺς διὰ τῶν μαθητῶν νοουμένους ἀγγέλους, ἕκαστον ἐπὶ τὴν ἑαυτοῦ ψυχήν.
 [04238]  [13.51.338] Τῆς Σαμαρείτιδος καταλιπούσης τὴν ὑδρίαν καὶ ἀπεληλυθυίας εἰς τὴν πόλιν ὑπὲρ τοῦ εὐαγγελίσασθαι τὰ περὶ τοῦ σωτῆρος, καὶ τῶν πιστευόντων τῷ λόγῳ τῆς γυναικὸς ἐρχομένων πρὸς τὸν κύριον, ἐν τῷ μεταξὺ ὁ σωτὴρ τοῖς μαθηταῖς συντυγχάνων πεποίηται τοὺς προει ρημένους λόγους, ἐρωτώντων τῶν μαθητῶν, ὅπως φάγῃ.
 [04273]  ἀεὶ γὰρ μετὰ τῶν μαθητῶν ἐστιν μηδεπώποτε καταλείπων αὐτούς, ὥστε καὶ λέγειν αὐτούς·
 [05289]  κἂν γὰρ ἀπηνὲς εἶναι δοκῇ τὸ τοιοῦτο λεγόμενον περὶ πεπιστευκότων μὲν αὐτῷ καὶ μαθητευθέντων πως, οὐ μὴν ἤδη ἀληθῶς χρηματισάντων μαθητῶν τοῦ Ἰησοῦ, ὅμως κατα νοητέον καὶ τὸ ἐν τῇ καθολικῇ ἐπιστολῇ ὑπὸ Ἰωάννου εἰρημένον περὶ υἱῶν θεοῦ καὶ υἱῶν διαβόλου·
 [05803]  διὰ τοῦτο οὐδένα τοῦ Ἰησοῦ λόγον, καὶ ταῦτα ἀναγραφῆς ἀξιωθέντα ὑπὸ τῶν ἁγίων μαθητῶν αὐτοῦ, ὡς ἔτυχεν ἐκδεκτέον·
 [06539]  [28.23.n] Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν, καὶ ἐκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
 [06574]  ἀλλ' οὐ μετὰ τῶν μαθητῶν, ἀλλὰ μόνος, μὴ παρέχων μηδὲ τούτοις ἀφορμὴν φιλοῦσιν αὐτὸν καὶ βουληθεῖσιν ἂν μετὰ τῶν θελόντων ποιῆσαι αὐτὸν βασιλέα, ἵν' ἤδη γένηται καὶ κοσμικῶς αὐτῶν βασιλεύς.
 [06598]  οὐκοῦν Ἰησοῦς οὐκέτι «παρρησίᾳ περιπατεῖ ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς «τὴν χώραν» τοῦ ὅλου κόσμου, «ἐγγὺς τῆς ἐρήμου» ἐκκλησίας, εἰς Ἐφραῒμ τὴν [7καρποφοροῦσαν7] λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ [28.24.222] τῶν μαθητῶν.
 [06599]  καὶ ἔστιν μέχρι τοῦ δεῦρο μετὰ τῶν μαθητῶν αὐτοῦ Ἰησοῦς ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν·
 [06661]  ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν [28.25.240] «ἑορτήν;» ἀλλ' οὐχ ὅπου οὗτοι ἑστήκεισαν ἑόρταζεν Ἰησοῦς, ἀλλ' εἰς τὸ μέγα ἀνάγαιον, τὸ σεσαρωμένον καὶ κεκοσμημένον, ὅπου ἐπι θυμίᾳ ἐπεθύμησεν τὸ πάσχα μετὰ τῶν μαθητῶν φαγεῖν πρὸ τοῦ [28.25.241] παθεῖν.
 [06682]  εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
 [06687]  ταῦτα δὲ ἐν προοιμίῳ λέλεκται ἐξετάζοντι πῶς γινομένου δείπνου ἐγείρεται ὁ Ἰησοῦς ἐκ τοῦ δείπνου, καὶ βαλὼν ὕδωρ εἰς τὸν νιπτῆρα ἄρχεται [32.2.9] τοὺς τῶν μαθητῶν νίπτειν πόδας.
 [06689]  καὶ τοῦτο τὸ καθάρσιον πρῶτον μὲν ὑπ' οὐδενὸς ἢ τοῦ Ἰησοῦ μόνου γενέσθαι δύναται, δεύ τερον δὲ [καὶ τὸ] ὑπὸ τῶν μαθητῶν αὐτοῦ, πρὸς οὓς εἶπεν·
 [06693]  ὑπερβὰς δὲ τὸν καιρὸν ἐκεῖνον τῷ λόγῳ ἤδη ἀνακλιθέντα τὸν Ἰησοῦν ἐπὶ τὸ δειπνεῖν ἐγηγερκέναι ἐκ τοῦ δείπνου, ἵνα δειπνησάν των ἄρξηται νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ διδάσκαλος καὶ ὁ [32.2.12] κύριος.
 [06759]  καὶ ὅρα εἰ δύνασαι ἐν τούτοις λέγειν ὅτι ἀπεριστάτως μὲν αὐτὸν εὔφρανεν τὸ μετὰ τῶν μαθητῶν δειπνεῖν·
 [06760]  περιστατικῶς δὲ καὶ ἀναγκαίως διὰ τοὺς μαθητὰς ἀπὸ τοῦ δείπνου ἐγείρεται, καὶ ἐπὶ ποσὸν τοῦ δειπνεῖν παύεται, ἕως τοὺς τῶν μαθητῶν καθαρίσῃ πόδας, οὐ δυνα μένων ἔχειν μέρος μετ' αὐτοῦ, ἐὰν μὴ αὐτὸς αὐτοὺς νίψῃ.
 [06764]  τί γὰρ ἐλύπει ἐνδεδυμένον αὐτὸν νίψαι τοὺς πόδας [32.4.44] τῶν μαθητῶν;
 [06766]  [32.4.45] τοῦτον δὲ ἔν τινι ὑφάσματι λέξεων πρὸς λέξεις καὶ φωνῶν πρὸς φωνὰς συνεστηκότα ἀποτίθεται, καὶ γυμνότερος μετὰ δουλικοῦ σχή ματος, ὅπερ δηλοῦται διὰ τοῦ «Λαβὼν λέντιον διεζώσατο», γίνεται, ἵνα καὶ μὴ πάντη γυμνὸς ᾖ καὶ μετὰ τὸ νίψαι οἰκειοτέρῳ ὑφάσματι [32.4.46] ἀπομάξῃ τοὺς τῶν μαθητῶν πόδας.
 [06767]  καὶ ὅρα ἐν τούτοις πῶς ἑαυ τὸν σμικρύνει ὁ μέγας καὶ δεδοξασμένος λόγος γενόμενος σάρξ, ἵνα νίψῃ τοὺς πόδας τῶν μαθητῶν·
 [06777]  ᾔδει γὰρ ὅτι οὐδεὶς οὕτω δύναται νίψαι τοὺς πόδας τῶν μαθητῶν, ὡς διὰ τὸ νίψασθαι ἔχειν αὐτοὺς τὴν μερίδα μετ' αὐτοῦ, ὡς αὐτός·
 [06778]  [32.4.50] τὸ δὲ ὕδωρ, κατ' ἐμέ, τοιόσδε λόγος ἦν, νίπτων τοὺς πόδας τῶν μαθητῶν, ἐλθόντας ἐπὶ τὸν ὑπὸ τοῦ Ἰησοῦ παρατιθέμενον αὐτοῖς [32.4.51] νιπτῆρα.
 [06779]  εἶτα ζητῶ τί δήποτε οὐ γέγραπται μὲν τὸ [7ἔνιψεν] τοὺς πόδας τῶν μαθητῶν7, λέλεκται δὲ τὸ «Καὶ ἤρξατο νίπτειν τοὺς [32.4.52] «πόδας τῶν μαθητῶν».
 [06781]  ἢ τότε μὲν «Ἤρξατο νίπτειν τοὺς «πόδας τῶν μαθητῶν» ὁ Ἰησοῦς, οὐ μὴν ἐπαύσατο τότε νίψας αὐ [32.4.53] τῶν τοὺς πόδας;
 [06784]  [32.4.55] οὕτω δὲ καὶ τό<τε> μὲν ἤρξατο ἐκμάσσειν τοὺς πόδας τῶν μαθητῶν, συνετέλεσεν δὲ ἐκμάσσων, ὅτε συνετέλεσεν καὶ νίπτων.
 [06808]  καθάπερ καὶ ἐν τῷ ἀνεξετάστως εἰρημένῳ καὶ ἀθε τητικῶς τῆς Ἰησοῦ περὶ τῶν μαθητῶν προφητείας εἰπόντος·
 [06820]  ἄλλως δὲ τῶν λοι πῶν μαθητῶν ἐμπιστευσάντων ἑαυτοὺς τῷ Ἰησοῦ καὶ περὶ μηδενὸς ἀντιλεγόντων αὐτῷ, οὗτος δι' ὧν λέγει, εἰ καὶ ὑγιῶς ἔδοξεν προτί θεσθαι, οὐ μόνον τοῦ Ἰησοῦ κατηγορεῖ, ὡς ἀλόγως ἀρξαμένου νίπτειν [32.6.67] τοὺς τῶν μαθητῶν πόδας, ἀλλὰ καὶ τῶν συμφοιτητῶν.
 [06822]  καὶ εἰ ἐφρό νει τε τῷ εὐλόγῳ μὴ δεῖν ἀντιλέγειν καὶ εὔλογον ἐνόμιζεν εἶναι τὸ γινόμενον ἐν τῷ νίπτεσθαι τοὺς πόδας τῶν μαθητῶν ὑπὸ τοῦ Ἰη [32.6.68] σοῦ, οὐκ ἂν ἀντέλεγεν τῷ γινομένῳ.
 [06823]  φαίνεται οὖν ἀκρίτως μὴ εὔ λογον νενομικέναι εἶναι τὸ περὶ τοῦ νίψαι τοὺς πόδας τῶν μαθητῶν τοῦ Ἰησοῦ βούλημα.
 [06824]  εἰ δὲ χρὴ μέχρι τῶν ἐλαχίστων εἶναι νομιζο μένων ἐρευνᾶν τὴν γραφήν, ζητήσαι τις ἂν τί δήποτε, πρώτου κατ ειλεγμένου τοῦ Πέτρου εἰς τὸν ἀριθμὸν τῶν δώδεκα, τάχα ὡς τῶν λοιπῶν τιμιωτέρου, ἐπεὶ καὶ ὁ ἀληθῶς πάντων ἔσχατος Ἰούδας ἦν, ὑπὸ τῆς μοχθηρᾶς διαθέσεως ἐπὶ τὰ τελευταῖα ἀνταπερριμμένος, ὁ Ἰησοῦς ἀρξάμενος νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν [32.6.69] τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, οὐκ ἀπὸ Πέτρου ἤρξατο.
 [06825]  καὶ λεκτέον πρὸς τοῦτο ὅτι ὥσπερ ἰατρὸς πλείοσιν ἀρρώστοις κατὰ τὴν ἰατρικὴν διακονούμενος, ἀπὸ τῶν κατεπειγόντων καὶ χείρονα πεπονθότων τὴν ἀρχὴν ποιεῖται τῆς θεραπείας, οὕτως ὁ ἐρρυπωμένους τοὺς πόδας νίπτων τῶν μαθητῶν ἄρχεται ἀπὸ τῶν μᾶλλον ἐρρυπωμένων, καὶ τάχα ἐπὶ τελευταῖον ἦλθεν τὸν Πέτρον, ὡς ἔλαττον πάντων δεό [32.6.70] μενον τῆς νίψεως τῶν ποδῶν.
 [06828]  καὶ «ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες» τάχα <ἂν> ὑποβάλλοι νοῦν τοιοῦ τον, ὡς ἤδη νιψαμένων τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ τῶν μαθητῶν, καὶ πρὸς τῷ λελοῦσθαι οὐκέτι ἐχόντων χρείαν νίψασθαι, ἔτι δὲ καὶ αὐτοῦ τοῦ Πέτρου ἤδη ὄντος καθαροῦ, καὶ πρὶν νίψῃ τοὺς [32.7.72] πόδας αὐτοῦ ὁ Ἰησοῦς.
 [06830]  «Ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, ἀλλ' ἔστι καθαρὸς «ὅλος», μὴ χρείαν ἐχόντων νίψασθαι τῶν μαθητῶν, νίπτει τοὺς πόδας αὐτῶν ὁ Ἰησοῦς, λεκτέον αὐτῷ τὸ «Παντὶ τῷ ἔχοντι δοθήσε [32.7.73] «ται καὶ προστεθήσεται».
 [06834]  καὶ ταῦτα δὲ ὕστερον ἐκτίθεμαι, ὑποπεσόντα μετὰ τὸ ὑπα γορευθῆναι τὰ πρότερα, σωζόντων ἡμῶν καὶ τὴν τάξιν τῶν ὑπεισελ θόντων νοῦν, ὡς πρότερον μὲν ἔβλεπεν ῥυπωθέντας τοὺς πόδας τῶν μαθητῶν δεδεῆσθαι τῆς ἀπὸ τοῦ Ἰησοῦ νίψεως, νῦν δ' ὅτι διὰ τοῦτ' αὐτῶν ἔνιψεν τοὺς πόδας, ἐπεὶ ἦσαν ὡς ἐν ἀνθρώποις καθα ροὶ ἀλλ' οὐχὶ καὶ παρὰ θεῷ·
 [06837]  ὁ μὲν οὖν Πέτρος μὴ θεωρῶν τὸν λόγον τοῦ βουλήματος Ἰησοῦ, ἀρξαμένου νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, λέγει αὐτῷ·
 [06840]  [32.7.77] Τί δὲ ἦν ὃ ἐποίει νίπτων τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς;
 [06842]  ὅτε γὰρ ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰη σοῦς, τότε, οἶμαι, πεπλήρωται τὸ περὶ τῶν ἀποστόλων αὐτοῦ προ φητικῶς εἰρημένον·
 [06844]  εἰ δὲ πόδας μαθητῶν νίπτων ὡραίους αὐτοὺς ποιεῖ, τί φήσομεν ἀπὸ τοῦ ἀληθινοῦ κάλλους ἐγγίνεσθαι τοῖς ὑπὸ Ἰησοῦ [32.7.80] βαπτισαμένοις ὅλοις ἐν πνεύματι ἁγίῳ καὶ πυρί;
 [06849]  οἱ δὲ μαθηταὶ τοῦ Ἰησοῦ, ἵνα ὁδεύσωσιν τὴν ζῶσαν καὶ ἔμψυχον ὁδόν, οὐ μόνον ἀρκοῦνται τῷ μὴ ἔχειν ὑποδήματα κατὰ τὴν ὁδόν, τοῦτο τοῖς ἀποστόλοις αὐτοῦ ἐντειλαμένου τοῦ Ἰησοῦ, ἀλλὰ γὰρ ἔδει πρὸς τὸ ὁδεῦσαι τὴν ὁδὸν ταύτην αὐτοῖς καὶ τὸ νίψασθαι ὑπὸ τοῦ Ἰησοῦ ἀποθεμένου τὰ ἱμάτια, τάχα μὲν ἵνα καθαροὺς αὐτῶν τοὺς πόδας ποιήσῃ καθαρω τέρους, τάχα δὲ ἵνα τὸν ἐν τοῖς ποσὶ τῶν μαθητῶν ῥύπον ἀναλάβῃ εἰς τὸ ἑαυτοῦ σῶμα διὰ τοῦ λεντίου, ᾧ μόνῳ περιεζωσμένος ἦν.
 [06851]  [32.8.84] Ὅρα γοῦν ὅτι μέλλων νίπτειν τοὺς πόδας τῶν μαθητῶν [32.8.84] οὐκ ἄλλον καιρὸν ἐπελέξατο ἢ ὅτε ὁ διάβολος ἤδη βεβλήκει εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, καὶ ἡ [32.8.85] ὑπὲρ ἀνθρώπων ἔμελλεν γίνεσθαι οἰκονομία.
 [06883]  [32.9.100] ∆ιὰ τοῦτο παρέχωμεν τῷ Ἰησοῦ τοὺς πόδας ἡμῶν καὶ νῦν ἐγειρομένῳ ἐκ τοῦ δείπνου, καὶ τιθέντι τὰ ἱμάτια καὶ λαμβάνοντι λέντιον καὶ διαζωννύντι ἑαυτόν, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρχομένῳ νίπτειν τοὺς πόδας ἡμῶν, ὡς μαθητῶν, καὶ ἐκμάσ σειν τῷ λεντίῳ, ᾧ δι' ἡμᾶς γενόμενος ἐν μέσῳ ἡμῶν ὡς ὁ δια [32.9.101] κονῶν διαζώννυται.
 [06889]  [32.9.104] Ζητήσαι δέ τις ἄν, εἰ ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι ἀλλ' ἔστιν καθαρός, καὶ ἦσαν οἱ τοῦ Ἰησοῦ μαθηταὶ καθαροί, ὡς λελουμένοι, πῶς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν [32.9.105] τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς;
 [06917]  [32.10.111] Εἰκὸς τοὺς νοήσαντας τὸ μέγεθος τῆς Ἰησοῦ δυνάμεως καὶ συνέντας τί πεποίηκεν νίψας τοὺς πόδας τῶν μαθητῶν, ἵνα καὶ τὰ τελευταῖα καὶ τὰ τυχόντα αὐτῶν καθάρῃ ἀποπλύνας καὶ τὰ τῇ γῇ ὁμιλοῦντα σώματα, ὧν ἦν τὰ σώματα ἐκεῖνα σύμβολον, θαυμά σαντας τὸ ἐν τῇ νίψει ἔργον οὐκ ἂν τολμῆσαι καὶ αὐτοὺς τὸ τηλι κοῦτο πρᾶξαι, μικροτέρους εἶναι νομίζοντας ἑαυτοὺς τοῦ νίπτειν τοὺς πόδας τοῦ ἔσω καὶ ἐν κρυπτῷ ἀνθρώπου, [ἢ] τῶν τὰ αὐτὰ ἀσπαζομένων τοῦ θεοῦ δόγματα, εἰ μὴ ὁ Ἰησοῦς διὰ τῶν ἐκκειμένων ἐπὶ τοῦτο αὐτοὺς προετρέψατο, τὸ σχῆμα τοῦ δειπνοῦντος, ὅτε διδάσκειν αὐτοὺς ἤμελλεν δειπνήσαντας τὰ λεγόμενα, ἀναλαβών.
 [06923]  ὁ μὲν οὖν Ἰησοῦς ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν, ᾗ διδάσκαλος αὐτῶν, καὶ τοὺς πόδας τῶν [32.10.116] δούλων, ᾗ κύριος ἦν.
 [06924]  διδασκαλίᾳ γὰρ ὁ ἀπὸ γῆς καὶ τῶν κοσμικῶν πραγμάτων κονιορτός, φθάνων οὐκ ἐπὶ ἄλλο τι ἢ ἐπὶ τὰ τελευταῖα καὶ τὰ κάτω τῶν μαθητῶν, ἀποκαθαίρεται·
 [06926]  καὶ οὐκ ἄν τις εὖ φρονῶν λέγοι ᾗ θύρα ἐστὶν τὸν Ἰησοῦν, ἢ ᾗ ποιμήν, ἢ ᾗ ἰατρός, νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ δούλων.
 [06927]  ἐγὼ δ' ἡγοῦμαι ὅτι ἐπιδέχονται τὸ δεῖσθαι τῆς ἀπὸ τοῦ διδασκάλου νίψεως οἱ πόδες τῶν μαθητῶν, ὅσον οὐ δέπω εἰλήφασιν τὸ ἀρκετόν, ἀλλ' ἔτι λείπουσιν εἰς τὸ «Ἀρκετὸν τῷ [32.10.118] «μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ».
 [06934]  [32.10.122] πρὶν οὖν γένωνται ὡς ὁ διδάσκαλος καὶ ὁ κύριος, δέονται τῆς νίψεως τῶν ποδῶν, ὡς ἐνδεεῖς τῶν μαθητῶν, καὶ ὡς ἔτι τὸ πνεῦμα τῆς δουλείας ἔχοντες εἰς φόβον·
 [06935]  ἐπὰν δέ τις αὐτῶν κατὰ τὸ «Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ «δοῦλος ὡς ὁ κύριος αὐτοῦ» γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ κύριος αὐτοῦ, τότε μιμήσασθαι δύναται τὸν νίψαντα τοὺς πόδας τῶν μαθητῶν, καὶ νίψαι τοὺς πόδας τῶν μαθητῶν ὡς ὁ διδάσκαλος, ὃν ὁ θεὸς ἔταξεν ἐν τῇ ἐκκλησίᾳ μετὰ τοὺς πρώτην χώραν ἐν αὐτῇ εἰληχότας ἀποστόλους καὶ δεύτερον προφήτας.
 [06987]  τὰ δὲ κατὰ τὸν τόπον μαθήματα, πῶς τε πόδες μαθητῶν μολύνονται ἤδη λουσαμένων, καὶ τίνα τρόπον πλύνονται, εἰδέναι ὡς ὁ λόγος βούλεται, καὶ ποιεῖν ὡς θέλει ὁ Ἰησοῦς, ἀληθῶς μακαρίων ἐστὶν [32.13.143] ἔργον.
 [06989]  ὃ γὰρ ἡμεῖς ἀποδίδομεν, νίπτειν τοὺς πόδας μαθητῶν Ἰησοῦ μεγάλου τινός ἐστιν καὶ Ἰησοῦν ἐν [32.13.144] ἑαυτῷ ἔχοντος καὶ ἁπαξαπλῶς μακαρίου.
 [07182]  ὁ παραδώσων με οὐκ ἀλλότριος τῶν ἐμῶν μαθητῶν ἐστιν, ἀλλ' οὐδὲ εἷς τῶν πολλῶν μαθητῶν, ἀλλὰ εἷς τῶν ἐν ἐκλογῇ μοι τετιμημένων ἀποστόλων.
 [07238]  ἐμφαντικὴ γὰρ ἡ περὶ τῶν μαθητῶν λέξις ἡ «Ἀπορούμενοι περὶ τίνος λέγει»·
 [07240]  [32.20.n] Ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς.
 [07254]  [32.20.260] Ὁ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ἀνακείμενος, εἷς τῶν μαθητῶν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἔοικεν ὁ γράψας τὸ εὐαγγέλιον εἶναι Ἰωάννης·
 [07268]  εἴπερ δὲ ἃ ἐλάλει ῥήματα ὁ Ἰησοῦς πνεῦμά ἐστιν καὶ οὐ γράμμα, δι' ὅλων ζωή ἐστιν καὶ οὐδαμῶς θάνατος, καὶ μιμούμενος αὐτὸν ὁ μαθητὴς ὃν ἠγάπα πνεῦμα καὶ ζωὴν ἀναγράφει, ἀκουστέον τοῦ «Ἦν ἀνακείμενος εἷς ἐκ «τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ» ἀξίως τιμῆς, ἧς πρέπει διδόναι τὸν υἱὸν τοῦ θεοῦ καὶ λαμβάνειν τὸν ἀγαπώμενον [32.20.264] ὑπ' αὐτοῦ.
 [07527]  τὸ δὲ «Ἔτι μικρὸν «μεθ' ὑμῶν εἰμι» κατὰ μὲν τὸ ἁπλούστερον ὡς πρὸς τὸ ῥητὸν σαφές ἐστιν, ἐπεὶ ὅσον οὐδέπω ἔμελλεν μηκέτι ἔσεσθαι μετὰ τῶν μαθητῶν·
 [07532]  οὐ τῷ μὴ παρεῖναι αὐτοῖς κατὰ σάρκα καὶ τῷ τὴν ψυχὴν αὐτοῦ εἰς ᾅδου καταβεβηκέναι (τούτου γὰρ ἕνεκεν <οὐκ> ἐκωλύετο εἶναι καὶ μετὰ τῶν μαθητῶν ὁ εἰπών·
000-00-00 Serial Number=0017820120
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00063]  [126] ἀπέκρυψεν ὁ υἱὸς εἰπὼν μὴ γινώσκειν εἰς τὸ συμφέρον τῶν μαθητῶν.
000-00-00 Serial Number=0345202386
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00011]  «Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.».
 [00042]  Μήποτε δὲ καὶ τὸ «λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων» ἀπογράψασθαι δυνατόν ἐστιν «ἐπὶ τὸ πλάτος τῆς καρδίας» κατὰ τὸ εἰρημένον τῷ Σολομῶντι τριχῶς, ὥστε καὶ νῦν λάμπειν τὸ φῶς τῶν Ἰησοῦ μαθητῶν ἔμπροσθεν τῶν λοιπῶν ἀνθρώπων καὶ μετὰ τὴν ἔξοδον πρὸ τῆς ἀναστάσεως καὶ μετὰ τὴν ἀνάστασιν, ἕως ἂν καταντήσωσιν οἱ πάντες «εἰς ἄνδρα τέλειον» καὶ γένωνται πάντες εἷς ἥλιος·
 [00363]  Ἐπεὶ δὲ πρῶτον μὲν ἐμάθομεν ὅτι μετὰ τὸν πειρασμὸν ὁ σωτὴρ «ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν», δεύτερον δὲ ὅτι <Ἰωάννης> ἐν τῷ δεσμωτηρίῳ τυγχάνων, ἀκούσας τὰ περὶ τοῦ Ἰησοῦ, «πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ·
 [00472]  ∆ιὸ καὶ αὐτὸς «ἔφαγεν ἰχθύος ὀπτοῦ» ἀναστὰς «μέρος λαβὼν» ἀπὸ τῶν μαθητῶν, καὶ ἀποδεξάμενος ἣν ἐδύναντο ἐκ μέρους ἀπαγγεῖλαι αὐτῷ περὶ τοῦ πατρὸς θεολογίαν.
 [00477]  Καὶ ὅσον μὲν οἱ πέντε ἄρτοι οὗτοι καὶ οἱ δύο ἰχθύες οὐκ ἐφέροντο ὑπὸ τῶν μαθητῶν τῷ Ἰησοῦ, οὐκ ηὔξανον οὐδὲ ἐπλήθυνον οὐδὲ ἐδύναντο τρέφειν πλείονας·
 [00481]  «Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν», περὶ δὲ τῶν Ἰησοῦ μαθητῶν ὅτι ἦραν τὸ περισσεῦον τῶν κλασμάτων οἱ δώδεκα, οἶμαι, δώδεκα κοφίνους οὐχ ἡμιτελεῖς, ἀλλὰ πλήρεις.
 [00511]  Γέγραπται τοίνυν, ὡς κάτω τῶν ὄχλων τυγχανόντων, τῶν δὲ μαθητῶν ἀναβάντι εἰς τὸ ὄρος τῷ Ἰησοῦ δυναμένων προσελθεῖν ἔνθα οὐχ οἷοί τε ἦσαν οἱ ὄχλοι γενέσθαι, τοιαῦτα·
 [00518]  Οὐχ εὕρομεν δὲ περὶ τῶν μαθητῶν ἀναγεγραμμένην θεραπείαν·
 [00528]  οἷς δὲ τὸ τοιοῦτον «οὐ δέδοται», ὄχλοι οἱ τῶν μαθητῶν ἥττους λέγοιντ' ἄν.
 [00533]  Ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ, ἡνίκα «ἀκούσας» τὰ περὶ Ἰωάννου «ὁ Ἰησοῦς ἀνεχώρησεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν», «οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ», ὅτε «ἐξελθὼν εἶδε πολὺν ὄχλον καὶ σπλαγχνισθεὶς ἐπ' αὐτοῖς ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν», τῶν ὄχλων οὐχὶ τῶν μαθητῶν·
 [00535]  Ἀλλὰ καὶ ἡνίκα «λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε καὶ κλάσας τοὺς ἄρτους» οὐ τοῖς ὄχλοις ἀλλὰ «τοῖς μαθηταῖς ἔδωκεν», ἵνα οἱ μαθηταὶ δῶσι «τοῖς ὄχλοις», μὴ χωροῦσιν ἀπ' αὐτοῦ λαβεῖν ἀλλὰ μόγις διὰ τῶν μαθητῶν δεχομένοις τοὺς τῆς εὐλογίας Ἰησοῦ ἄρτους·
 [00539]  ἀλλὰ τοῦτο ἔργον ἦν τῶν Ἰησοῦ μαθητῶν, λέγω δὲ <τὸ> εἰς τὸ πέραν ἀπελθεῖν καὶ ὑπερβῆναι «τὰ βλεπόμενα» καὶ σωματικὰ ὡς «πρόσ καιρα», φθάσαι δὲ ἐπὶ «τὰ μὴ βλεπόμενα καὶ αἰώνια».
 [00543]  Καὶ πρότερον μὲν ἀξιούμενος ὑπὸ τῶν μαθητῶν ἀπολῦσαι «τοὺς ὄχλους», οὐκ ἀπέλυσεν, ἕως ἔθρεψε τοῖς ἄρτοις τῆς εὐλογίας·
 [00544]  νῦν δὲ ἀπολύει, τῶν μαθητῶν πρότερον ἀναγκασθέντων ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ ἀπολύει αὐτοὺς κάτω που τυγχάνοντας, κάτω γὰρ ἡ ἔρημος·
 [00567]  Περὶ τίνος δὲ προσεύξασθαι, ἢ τάχα περὶ μὲν τῶν ὄχλων, ἵνα ἀπολυθέντες μετὰ τοὺς τῆς εὐλογίας ἄρτους μηδὲν ἐναντίον τῇ ἀπὸ τοῦ Ἰησοῦ ἀπολύσει πράξωσι, περὶ δὲ τῶν μαθητῶν, ἵνα ἀναγκασθέντες ὑπ' αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν μηδὲν πάθωσιν ἐν τῇ θαλάσσῃ, μήθ' ὑπὸ τῶν βασανιζόντων τὸ πλοῖον αὐτῶν κυμάτων μήθ' ὑπὸ τοῦ ἐναντίου ἀνέμου;
 [00568]  Καὶ θαρρήσας εἴποιμι ἂν ὅτι, διὰ τὴν τοῦ Ἰησοῦ πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν εὐχήν, οὐδὲν πεπόνθασιν οὗτοι, θαλάσσης καὶ κυμάτων καὶ ἐναντίου ἀνέμου αὐτοῖς ἀντιπρασσόντων.
 [00589]  ὅπερ λέγουσιν οἱ ἐν τῷ πλοίῳ μαθηταί, οὐ γὰρ ἄλλους τῶν μαθητῶν νομίζω τοῦτο εἰρηκέναι.
 [00608]  Καὶ εἰκὸς ὅτι αὐτὸ τὸ τῶν φιλαιτίων ἔγκλημα παρίστησι τὴν τῶν μαθητῶν Ἰησοῦ εὐλάβειαν, μηδεμίαν ἀφορμὴν διδόντων ἐπιλήψεως ὡς περὶ παραβάσεως ἐντολῶν θεοῦ τοῖς Φαρισαίοις καὶ γραμματεῦσιν, οἵτινες οὐκ ἂν προσή νεγκαν τὸ περὶ παραβάσεως τοῖς μαθηταῖς Ἰησοῦ ἔγκλημα ὡς παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων, εἴπερ εἶχον ἐπιλαμβάνεσθαι τῶν ἐγκαλουμένων καὶ ἀποδεικνύναι αὐτοὺς παραβαίνοντας ἐντολὴν θεοῦ.
 [00613]  Καὶ μάλιστα ἐμφαίνεται οὕτως τὸ φιλέγκλημον, ὅτι παρ' αὐτοῖς τοῖς ἰαθεῖσιν ἀπὸ τοῦ κακῶς ἔχειν προσάγουσι τὸ ἔγκλημα, τῷ μὲν δοκεῖν κατὰ τῶν μαθητῶν, τὸ δ' ἀληθὲς τὸν διδάσκαλον διαβάλλειν προαιρού μενοι·
 [00884]  Προσῆλθον δὲ αὐτῷ οἱ τῶν μαθητῶν ἐλάττους καὶ τότε πρῶτον αὐτῷ προσιόντες, <οἵτινες> οὐ τὰ ὅμοια τοῖς μετ' αὐτῶν ἀναβεβηκόσι πεπόνθασι.
 [00904]  Ἔτι δὲ εἰ μὴ ταὐτόν ἐστι τὸ ἀφ' ἑαυτοῦ ποιῆσαι τὸν Ἰησοῦν τῷ ἀπὸ τῶν μαθητῶν ἀκούσαντα πρᾶξαι, ὅρα εἰ μὴ διαφέρουσιν οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Ἰησοῦ αὐτόθεν ἐπὶ τῷ εὐεργετῆσαι θρέψαντος αὐτούς ***.
 [01010]  ἔτι δὲ καὶ τοῦτο τηρη τέον (διὰ τοὺς οἰομένους μὴ πάνυ τι τὴν θεότητα παρίστασθαι τοῦ σωτῆ ρος ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου), ὅτι [τὸ] διαλογιζομένων ἐν ἑαυτοῖς τῶν μαθητῶν καὶ λεγόντων ἄρτους μὴ ἔχειν <τὸ> γνῶναι τοὺς διαλογισμοὺς τὸν Ἰησοῦν καὶ εἰπεῖν·
 [01017]  ζητήσαι δ' ἄν τις διὰ τὰ ἀποδεδομένα περὶ τῶν μαθητῶν ἐλθόντων εἰς τὸ πέραν, εἰ δύναταί τις ἐλθὼν εἰς τὸ πέραν ὀνειδί ζεσθαι ὡς ὀλιγόπιστος καὶ ὡς οὐδέπω νοῶν οὐδὲ μνημονεύων τῶν ὑπὸ τοῦ Ἰησοῦ γεγενημένων.
 [01042]  Πυνθάνεται τῶν μαθητῶν ὁ Ἰησοῦς, τίνα λέγουσιν αὐτὸν οἱ ἄνθρωποι εἶναι, ἵν' ἡμεῖς μάθωμεν ἀπὸ τῆς ἀποκρίσεως τῶν ἀποστόλων τὰς διαφόρους περὶ τοῦ σωτῆρος ἡμῶν ἐν Ἰουδαίοις γενο μένας ὑπολήψεις τότε.
 [01135]  ὁ Χριστὸς γάρ, ἡ πᾶσα ἀρετή, ἐπιδεδήμηκε καὶ λαλεῖ, καὶ διὰ τοῦτο «ἐντός ἐστι» τῶν αὐτοῦ μαθητῶν «ἡ βασιλεία τοῦ θεοῦ», καὶ οὐχὶ «ὧδε καὶ ὧδε».
 [01411]  [12.38] Καὶ οὐ μόνον αὐτὸς μετα μορφοῦται ἔμπροσθεν τῶν τοιού των μαθητῶν οὐδὲ προστίθησι μόνον τῇ μετα μορφώσει τὸ λάμψαι τὸ πρόσω πον αὐτοῦ ὡς ὁ ἥλιος, ἀλλὰ γὰρ καὶ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπ' αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος κατ' ἰδίαν φαίνε ται λευκὰ ὡς τὸ φῶς.
 [01487]  Μετὰ δὲ τὴν ἐν τῷ ὄρει οἰκονο μίαν καταβαινόντων ἐκ τοῦ ὄρους τῶν μαθητῶν, ἵνα ἐλθόντες «πρὸς τὸν ὄχλον» ὑπηρε τήσωσι τῷ υἱῷ τοῦ θεοῦ περὶ τῆς ἐκείνων σωτηρίας, ἐνετείλατο ὁ Ἰησοῦς τοῖς μα θηταῖς λέγων·
 [01579]  [13.4] Ἐπεὶ δὲ νῦν οὐ περὶ πάν των, ἀλλὰ τοῦ ἐκκειμένου ῥητοῦ πρόκειται ἐξετάζειν, ἴδωμεν τρο πολογοῦντες τίνα δυνάμεθα εἰπεῖν τὸν σεληνιαζόμενον εἶναι καὶ τὸν ἀξιοῦντα περὶ αὐτοῦ πατέρα αὐτοῦ, καὶ τί τὸ πίπτειν τὸν πάσχοντα οὐκ ἀεὶ ἀλλὰ πολλάκις, ὁτὲ μὲν εἰς πῦρ ἐνίοτε δὲ εἰς ὕδωρ, καὶ τί τὸ μὴ δεδυνῆσθαι αὐτὸν ὑπὸ τῶν μαθητῶν θεραπευθῆναι ἀλλ' ὑπ' αὐτοῦ τοῦ Ἰησοῦ.
 [01708]  ἅμα δὲ ἤλπιζον καὶ τὴν αἰτίαν εἴ σεσθαι τοῦ προκεκρίσθαι τὸν Πέ τρον τῶν λοιπῶν μαθητῶν.
 [01772]  καὶ ζητήσωμεν ποῖον προσκαλεσάμενος παιδίον ὁ Ἰησοῦς ἔστησεν ἐν μέσῳ τῶν μαθητῶν.
 [01773]  ὅρα δὲ εἰ δύνασαι τὸ τα πεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον, ὑπὸ τοῦ σωτῆρος προσκληθὲν καὶ στα θὲν ἐν μέσῳ τῷ ἡγεμονικῷ τῶν μαθητῶν Ἰησοῦ, εἰπεῖν εἶναι ὃ προσ εκαλέσατο ὁ Ἰησοῦς παιδίον, εἴ τε βούλεται ἡμᾶς πάντα τὰ ἄλλα ἀποστραφέντας στραφῆναι πρὸς τὰ παραδείγματα ὑπὸ τοῦ ἁγίου ὑποβαλ λόμενα πνεύματος, ὥστε ἡμᾶς οὕτω γενέσθαι ὡς τὰ παιδία <τουτέστι τοὺς ἀποστόλους>, τὰ καὶ αὐτὰ στραφέντα καὶ ὁμοιωθέντα τῷ ἁγίῳ πνεύματι·
 [01777]  ὅπερ πνεῦμα ἅγιον προσκαλεσάμενος ὁ Ἰη σοῦς, ἀπὸ τῆς ἰδίας τελειότητος κα ταβεβηκὸς πρὸς ἀνθρώπους, ὡς παι δίον ἔστησεν αὐτὸ ἐν μέσῳ τῶν μαθητῶν.
 [01837]  [13.21] Εἰ δὲ οὐαὶ τοῖς πανταχοῦ τῆς γῆς ἀνθρώποις ἀπὸ τῶν σκαν δάλων, ὧν καὶ τὰ σκάνδαλα ἅπτεται, οὐκ εἰσὶ δὲ οἱ μαθηταὶ «ἐκ τοῦ κόσμου» μὴ σκοποῦντες «τὰ βλεπόμενα» καθὼς οὐδὲ ὁ διδάσκαλος «ἐκ τοῦ κόσμου» ἐστίν, οὐδενὶ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἐστιν ἀπὸ τῶν σκαν δάλων οὐαί, ἐπείπερ «ἐστὶν εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδα λον».
 [01919]  μὴ κατα φρονήσητε ἑνὸς τούτων, δεικνυ μένων πάντων τῶν μαθητῶν, ἀλλ' ἑνὸς τούτων τῶν μικρῶν, <μι κρῶν> δεικνυμένων ὑπὸ τοῦ βλέπον τος μικρότητα καὶ μεγαλότητα ψυχῆς.
 [02212]  πειραζομένου δὲ τοῦ τηλικούτου σωτῆρος ἡμῶν, τίς ἂν τῶν μαθητῶν αὐτοῦ ἀγανακτοίη, τεταγμένος εἰς διδασκαλίαν, ἐπὶ τῷ πειράζεσθαι ὑπό τινων καὶ πυνθανομένων οὐκ ἐκ φιλομα θείας, ἀλλ' ἀπὸ τοῦ πειράζειν ἐθέ λειν;
 [02486]  φθάνειν γὰρ καὶ ἐπὶ τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἵνα μὴ μόνον οἱ ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἷς ὤφθη, καὶ εἴ τις αὐτῷ πιστεύειν βούλεται ἀπὸ «παντὸς ὀνόματος ὀνο μαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι».
 [02494]  καὶ πρόσχες εἰ μὴ ἁρμόζει ἀναφέρειν τὰ νῦν ἐξεταζόμενα ἐπὶ τὰ τοιαῦτα, τῶν μὲν προσφερόντων παιδία, ἵνα τὰς χεῖρας αὐτοῖς ἐπιθῇ Ἰησοῦς καὶ προσεύξηται, τῶν δὲ μαθητῶν ἐπιτιμώντων αὐτοῖς.
 [03244]  εἰ καὶ μείζονα δὲ ἔχει λόγον τὸ Ἰη σοῦν βεβληκέναι «ὕδωρ εἰς νιπτῆρα» καὶ «τοὺς πόδας τῶν μαθητῶν» κεκα θαρκέναι, οὐδὲν ἧττον καὶ κατὰ τὴν λέξιν ἀκουστέον αὐτοῦ περὶ τούτων λέγον τος·
 [03276]  Ἔστω μὲν καὶ τὰ τῆς ἱστορίας τῶν κατὰ τὸν τόπον ἀληθῆ, καὶ ἐκπορευομένῳ ἀπὸ τῆς Ἱερι χὼ τῷ Ἰησοῦ μετὰ τῶν μαθητῶν ἠκολουθηκέναι αὐτῷ ὄχλον πολύν.
 [03287]  καὶ πρῶτόν γε κατανοήσωμεν τί τὸ ἐκ πορευομένων ἀπὸ Ἱεριχὼ τῶν μαθητῶν τοῦ Ἰησοῦ μετὰ τοῦ σωτῆ ρος ἠκολουθηκέναι αὐτῷ πολὺν ὄ χλον.
 [03334]  καὶ ἐκπορευομένου αὐτοῦ ἐκεῖθεν καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ἰδοὺ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυ φλὸς» καὶ τὰ ἑξῆς, ἕως τοῦ «καὶ ἠκο λούθει αὐτῷ ἐν τῇ ὁδῷ».
 [03376]  καὶ πρῶτόν γε παρατήρει ὅτι Ματθαῖος μὲν καὶ Μᾶρκος ἐκπορευομένου μετὰ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἀπὸ τῆς Ἱερι-χὼ ἀνέγραψαν γεγονέναι τὰ περὶ τοὺς τυφλοὺς ἢ τὸν τυφλόν·
 [03416]  ἔστω γὰρ περὶ τυφλῶν ἀναβλέψεως καὶ παρέτων ἰάσεως καὶ νεκρῶν ἀνα στάσεως καὶ λεπρῶν καθαρίσεως πεπραγματεῦσθαι τοὺς εὐαγγελιστὰς εἰς οἰκοδομὴν τὴν περὶ τοῦ Ἰησοῦ τοῖς ἐντευξομένοις αὐτῶν τῇ γραφῇ, τί βούλεται αὐτοῖς τὸ προκείμενον ῥητόν, καθὸ ἡνίκα τοῖς Ἱεροσο λύμοις ἤγγισεν ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν καὶ ἐλήλυθεν εἰς Βηθ φαγὴν πλησίον τοῦ ὄρους τῶν Ἐλαιῶν, ἀπέστειλε δύο μα θητὰς ἐντελλόμενος αὐτοῖς περὶ ὄνου καὶ πώλου, ἵνα λύσαντες ἀγάγωσιν αὑτῷ, τῷ ἔσθ' ὅτε μὴ ὀκνήσαντι πλείονα ὁδὸν πεζεῦσαι, καὶ τοῖς ἑαυτοῦ ποσὶ τὴν ὁδοιπορίαν ἐκτελέσαι, ὡς ὅτε ἀπὸ Ἱεροσολύμων διήρχετο διὰ τῆς Σαμαρείας <εἰς τὴν Γαλι λαίαν καὶ> φθάσας ἐπὶ τὸ φρέαρ, κοπιάσας «ἐκ τῆς ὁδοιπορίας» ἐκα θέσθη παρ' αὐτῷ;
 [03441]  μήποτε γὰρ σύμβολά ἐστι ταῦτα τοῦ σωτῆρος λύσαντος τῶν δεσμῶν διὰ τῶν μαθητῶν τὰ ἴδια ὀχήματα, τούς τε ἀπὸ τοῦ λαοῦ πιστεύσαντας ἐκείνου τότε καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν.
 [03447]  καὶ ἀεί γε οἱ μαθηταὶ <Χρι στοῦ>, οὓς «ἱκάνωσε διακόνους καινῆς δια θήκης, οὐ γράμματος ἀλλὰ πνεύ ματος», λύοντες τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον ἄγουσι πρὸς τὸν Ἰησοῦν βουλόμενον ὀχήμασι χρήσασθαι τοῖς ὑπὸ τῶν γνησίων αὑτοῦ μαθητῶν λελυμένοις ἀπὸ τῶν πάλαι <ἁμαρ τιῶν> δεσμοῦ.
 [03496]  ἐπὶ τὸν οἶκον οὖν τῆς ὑπακοῆς ἄγεται τὰ λυόμενα ἢ τὸ λυόμενον, ἵν' ἐκεῖθεν ἐπιβῇ αὐτοῖς ὁ Ἰησοῦς, ἢ ἐπὶ τὸν οἶκον τῆς σιαγόνος, περὶ ἧς ἔστιν εἰπεῖν λαβόντα ἀφορμὰς καὶ ἀπὸ τῶν Κριτῶν, ἐν οἷς πηγή ἐστιν ἐπίκλητος σιαγόνος, ἀφ' ἧς ἔπιεν ὁ Σαμψὼν διψήσας, ἢ τάχα ἐπεὶ «τῷ τύπτοντι εἰς τὴν σιαγόνα» δεῖ παρέχειν καὶ τὴν ἑτέραν, σύμβολον τῆς τῶν σῳζομένων ἀνεξικακίας ἡ Βηθ φαγὴ ἦν, ὅθεν ἐκαθέζετο ὁ Ἰησοῦς ἐπὶ τῶν ὑπὸ τῶν μαθητῶν κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ λυθέντων.
 [03522]  Ἀκολούθως τοῖς ἀποδεδομένοις περὶ τῶν ἀποσταλέντων δύο μαθητῶν ἐπὶ τὸ λῦσαι τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον τὸν μετ' αὐτῆς καὶ πᾶσι τοῖς εἰς τὸν τόπον εἰρη μένοις, διηγησόμεθα καὶ τὰ ἐκκεί μενα, ἐν οἷς λέλεκται ὅτι πορευ θέντες οἱ δύο μαθηταὶ καὶ ποιήσαντες τὰ ὑπὸ τοῦ σωτῆρος αὐτοῖς προστεταγμένα ἤγαγον πρὸς αὐτὸν τὴν ὄνον καὶ τὸν πῶλον·
 [03523]  οὓς οὐκ ἀφήκασι γυμνοὺς ἀλλὰ κόσμον αὐτοῖς περιέ θηκαν ἐν ἱματίοις εὐσχημοσύνην περιποιοῦσι, κοσμήσασι τὴν ὑπ' αὐτῶν λελυμένην ὄνον καὶ τὸν μετ' αὐτῆς πῶλον οἷς καὶ αὐτοὶ ἦσαν κεκοσμημένοι καὶ ἐσκεπασμένοι, [καὶ] ἵνα κεκοσμημένοις τῇ ὄνῳ καὶ τῷ πώλῳ τοῖς ἐνδύμασι τῶν διδαξάντων μαθητῶν ἐπανα<βῇ καὶ ἀνα>παύσηται καὶ ἐφιδρυθῇ ὁ τοῦ θεοῦ λόγος, γινόμενος ἐπάνω μόνος καὶ ἡνίοχος τῶν λελυμένων καὶ βασταζόντων αὐτόν.
 [03676]  αἴρεται γὰρ ἀφ' ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰη σοῦ τὸ βαρὺ τῆς κακίας ὄρος, ὁ σα τανᾶς, αἴροντος αὐτὸν τοῦ νικήσαντος αὐ τόν, καὶ βάλλεται εἰς τὴν θάλασσαν, τὴν ἄβυσσον, βάλλοντος αὐτὸν εἰς τὸν ἄξιον αὐτοῦ τόπον τῆς κολάσεως.
 [03724]  καλὸν οὖν ἐφάνη καὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ ἔργον τὸ κατὰ τὴν ξηραινομένην συκῆν.
 [03725]  ἐν ἑκάστῳ δ' (οἶμαι) ἀπίστῳ καὶ ἀνό μῳ ὄρος ἐπίκειται κατὰ τὴν ἀναλο γίαν τῆς ἀπιστίας καὶ τῆς ἀνομίας, τῷ λόγῳ τῶν μαθητῶν Ἰησοῦ αἰρό μενον καὶ βαλλόμενον εἰς τὴν θά λασσαν τῆς κολάσεως αὐτοῦ.
000-00-00 Serial Number=0460894942
Contra Celsum Ante [Go Back]  
 [00032]  Καὶ αὐτὸς μὲν καὶ νῦν σιωπᾷ πρὸς ταῦτα καὶ οὐκ ἀποκρίνεται μὲν διὰ φωνῆς, ἀπολογεῖται δὲ ἐν τῷ βίῳ τῶν γνησίων ἑαυτοῦ μαθητῶν, κεκραγότι τὰ διαφέροντα καὶ πάσης ψευδομαρτυρίας ὄντι κρείττονι, ἐλέγχων καὶ ἀνατρέπων τὰς ψευδομαρτυρίας καὶ κατηγορίας.
 [00477]  Εἴπατέ μοι, ὦ οὗτοι, δύο τινῶν ἐπιδημησάντων τῷ τῶν ἀνθρώπων γένει, περὶ ὧν παράδοξα καὶ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἀναγέγραπται, Μωϋσέως λέγω, τοῦ ὑμῶν νομοθέτου περὶ ἑαυτοῦ ἀναγρά ψαντος, καὶ Ἰησοῦ, τοῦ ἡμετέρου διδασκάλου μηδὲν περὶ ἑαυτοῦ σύγγραμμα καταλελοιπότος ἀλλ' ὑπὸ τῶν μαθητῶν ἐν τοῖς εὐαγγελίοις μεμαρτυρημένου·
 [00479]  Ἔθνη γὰρ ἀμφοτέροις μαρτυρεῖ, Ἰουδαῖοι μὲν Μωϋσεῖ, Χριστιανοὶ δὲ μὴ ἀρνού μενοι τὴν Μωϋσέως προφητείαν ἀλλὰ κἀκεῖθεν ἀποδεικνύντες τὰ περὶ τοῦ Ἰησοῦ παραδέχονται τὰ περὶ αὐτοῦ ἀληθῆ εἶναι παράδοξα ὑπὸ τῶν μαθητῶν αὐτοῦ ἀναγεγραμμένα.
 [00563]  Περὶ δὲ τοῦ γεγεννῆσθαι τὸν Ἰησοῦν ἐν Βηθλεὲμ εἰ βούλεταί τις μετὰ τὴν τοῦ Μιχαία προφητείαν καὶ μετὰ τὴν ἀναγεγραμμένην ἐν τοῖς εὐαγγελίοις ὑπὸ τῶν Ἰησοῦ μαθητῶν ἱστορίαν καὶ ἄλλοθεν πεισθῆναι, κατανοησάτω ὅτι ἀκολούθως τῇ ἐν τῷ εὐαγγελίῳ περὶ τῆς γενέσεως αὐτοῦ ἱστορίᾳ δείκνυται τὸ ἐν Βηθλεὲμ σπήλαιον, ἔνθα ἐγεννήθη, καὶ ἡ ἐν τῷ σπηλαίῳ φάτνη, ἔνθα ἐσπαργανώθη.
 [00758]  τοῦτο πάλιν κακουργῶν ὁ Κέλσος διαβάλλει, καί φησι πρὸς τὸν Ἰησοῦν ὁ παρ' αὐτῷ Ἰουδαῖος ὅτι μετὰ τῶν μαθητῶν τῇδε κἀκεῖσε ἀποδιδράσκεις.
 [00759]  Ὅμοιον δὲ ᾗ πεποίηται κατὰ Ἰησοῦ καὶ τῶν μαθητῶν διαβολῇ φήσομεν εἶναι καὶ τὸ περὶ Ἀριστοτέλους ἱστορούμενον·
 [00762]  Φησὶ δὲ τὸν Ἰησοῦν μετὰ τῶν μαθητῶν αἰσχρῶς καὶ γλίσχρως τὰς τροφὰς συλλέγοντα περιεληλυθέναι.
 [00824]  Ἀλλ' ἔστω, λεγέτω αὐτὸν βεβρωκέναι μετὰ τῶν μαθητῶν τὸ πάσχα, οὐ μόνον εἰπόντα τό·
 [00946]  Ἢ πῶς ἀλαζὼν ὁ δείπνου γινομένου ἐκδυ σάμενος ἐπὶ τῶν μαθητῶν ζωσάμενος δὲ λέντιον καὶ βαλὼν ὕδωρ εἰς τὸν νιπτῆρα καὶ νίπτων ἑκάστου τοὺς πόδας καὶ ἐπιτιμῶν τῷ μὴ θέλοντι παρέχειν αὐτοὺς καὶ λέγων·
 [00981]  Πῶς δ' ἐμέλλομεν τοῦτον νομίζειν θεόν, ὃς τά τε ἄλλα, ὥσπερ ἐπηκούετο, οὐδὲν ὧν ἐπηγγέλλετο ἐπεδείκνυτο, καὶ ἐπειδὴ ἡμεῖς ἐλέγξαντες αὐτὸν καὶ καταγνόντες ἠξιοῦμεν κολάζεσθαι, κρυπτόμενος μὲν καὶ διαδιδράσκων ἐπονειδιστότατα ἑάλω, ὑπ' αὐτῶν δὲ ὧν ὠνόμαζε μαθητῶν προὐδόθη;
 [01056]  [2.11] Εἶτα ὅτι μὲν ὑφ' ὧν ὠνόμαζε μαθητῶν προὐδόθη, ἔμαθεν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ἀπὸ τῶν εὐαγγελίων, πολλοὺς εἰπὼν μαθητὰς τὸν ἕνα Ἰούδαν, ἵνα δόξῃ αὔξειν τὴν κατηγορίαν·
 [01073]  Ἢ τὰ μὲν ἐμφαίνοντα τὸ μὴ πάντῃ ἀποστατικὸν τοῦ Ἰούδα καὶ μετὰ τὰ τετολμημένα κατὰ τοῦ διδασκάλου πλάσματα ἐροῦσιν οἱ περὶ τὸν Κέλσον, μόνον δ' ἀληθὲς ὅτι εἷς τῶν μαθητῶν προέδωκεν αὐτόν, καὶ προσθήσουσι τῷ γεγραμμένῳ ὅτι καὶ ὅλῃ ψυχῇ προέδωκεν αὐτόν;
 [01079]  Ἀλλὰ γὰρ φέρε ὑπό τινος τῶν μαθητῶν αὐτὸν προδεδόσθαι χεῖρον ἢ Ἰούδας διατεθέντος καὶ ὡσπερεὶ ἐκχέαντος πάντας οὓς ἤκουσε παρὰ τοῦ Ἰησοῦ λόγους·
 [01099]  [2.13] Μετὰ ταῦτά φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι πολλὰ ἔχων λέγειν περὶ τῶν κατὰ τὸν Ἰησοῦν γενομένων καὶ ἀληθῆ καὶ οὐ παραπλήσια τοῖς ὑπὸ τῶν μαθητῶν τοῦ Ἰησοῦ γραφεῖσιν ἑκὼν ἐκεῖνα παραλείπω.
 [01437]  [2.45] Πρόσχες δὲ καὶ τῷ ἐπιπολαίῳ τοῦ περὶ τῶν τότε μαθητῶν Ἰησοῦ λόγου, ἐν ᾧ φησιν·
 [01503]  μᾶλλον δή, εἰ δεῖ οὕτως εἰπεῖν, ἀποκηρύσσεται μὲν τῶν κατὰ τὸν τόπον ἡ γοητεία καὶ πᾶσα ἡ κατ' αὐτῶν ὑπόνοια, εἰσάγεται δὲ ἡ θειότης τοῦ Χριστοῦ καὶ θειότης τῶν μαθητῶν αὐτοῦ, ὅτι δυνατόν τινα τῷ ὀνόματι αὐτοῦ χρησάμενον καὶ οὐκ οἶδ' ὅπως ἐνεργηθέντα ὑπό τινος δυνάμεως πρὸς τὸ προσποιήσασθαι, ὅτι αὐτὸς εἴη ὁ Χριστός, δοκεῖν τὰ παρα πλήσια ἐπιτελεῖν τῷ Χριστῷ καὶ ἄλλους τῷ ὀνόματι τοῦ Ἰησοῦ τὰ ὡσπερεὶ παραπλήσια τοῖς γνησίοις αὐτοῦ μαθηταῖς.
 [01517]  οὕτως τὰ μὲν τῶν ἀντιχρίστων καὶ τῶν προσποιουμένων δυνάμεις ὡς μαθητῶν Ἰησοῦ σημεῖα καὶ τέρατα λέγεται εἶναι ψεύδους, ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις ἰσχύοντα, τὰ δὲ τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ καρπὸν ἔσχεν οὐκ ἀπάτην ἀλλὰ σωτηρίαν ψυχῶν.
 [01600]  Σαφὲς δ' οἶμαι καὶ ἐναργὲς εἶναι τὸ ἐκ τῶν μαθητῶν αὐτοῦ ἐπιχείρημα, ἐπικινδύνῳ ὡς πρὸς τὸν τῶν ἀνθρώπων βίον διδασκαλίᾳ ἑαυτοὺς ἐπιδεδωκότων, ἣν οὐκ ἂν πλασσόμενοι τὸ ἐγηγέρθαι τὸν Ἰησοῦν ἐκ νεκρῶν οὕτως εὐτόνως ἐδίδαξαν, μετὰ τοῦ κατὰ τοῦτο οὐ μόνον ἑτέρους παρασκευάζειν πρὸς τὸ θανάτου καταφρονεῖν ἀλλ' αὐτοὶ πολὺ πρότερον τοῦτο ποιεῖν.
 [01635]  ὡς δὲ τὸ εὐαγγέλιον διδάσκει, οὗ τισὶ μὲν μέρεσιν, οἷς βούλεται, ἵνα κατηγορῇ, πιστεύει ὁ Κέλσος, τισὶ δ' ἀπιστεῖ, ὁ Ἰησοῦς προσεκαλέσατό τινα τῶν μαθητῶν ἀπιστοῦντα καὶ ἀδύνατον οἰόμενον τὸ παράδοξον.
 [01747]  Εἴπερ οὖν ἀπὸ τῶν εὐαγγελίων μεμαθηκότες ὅτι οὐ γέγονεν εὐθὺς ἀφανὴς ἀπὸ τοῦ σκόλοπος ἐγκαλεῖν οἴονται τῷ λόγῳ, μὴ πλασαμένῳ, ὡς ἐκεῖνοι ἠξίωσαν, τὸ εὐθὺς αὐτὸν ἀφανῆ γενέσθαι ἀπὸ τοῦ σκόλοπος ἀλλὰ τὸ ἀληθὲς ἱστορήσαντι, πῶς οὐκ εὔλογον πιστεῦσαι αὐτοὺς καὶ τῇ ἀναστάσει αὐτοῦ, καὶ ὡς βουληθεὶς ὁτὲ μὲν τῶν θυρῶν κεκλεισμένων ἔστη ἐν μέσῳ τῶν μαθητῶν, ὁτὲ δὲ δοὺς ἄρτον δυσὶ τῶν γνωρίμων εὐθὺς ἄφαντος ἐγένετο ἀπ' αὐτῶν μετά τινας, οὓς ἐλάλησεν αὐτοῖς, λόγους;
 [01943]  Καίτοι γε εἰ στάσις ἦν τῆς συστάσεως Χριστιανοῖς ἡ αἰτία, τὴν ἀρχὴν ἀπὸ Ἰουδαίων εἰληφόσιν, οἷς ἐξῆν καὶ ὅπλα ὑπὲρ τῶν οἰκείων ἀναλαβεῖν καὶ πολεμίους ἀναιρεῖν, οὔτ' ἂν ὁ νομοθέτης Χριστιανῶν πάντῃ ἀναίρεσιν ἀνθρώπου ἀπηγόρευε, μή ποτε δίκαιον εἶναι διδάσκων τὸ κατ' ἀνθρώπου τόλμημα τῶν ἑαυτοῦ μαθητῶν, κἂν ἀδικώτατος ἐκεῖνος ᾖ οὐ γὰρ πρέπειν ἡγεῖτο τῇ ἐνθέῳ ἑαυτοῦ νομοθεσίᾳ τὸ συγχωρεῖν ὁποιανδήποτε ἀνθρώπου ἀναίρεσιν ·
 [02107]  καὶ πῶς ὅλως τε πλάσματα ὑπολαμβάνων τὰ ὑπὸ τῶν Ἰησοῦ μαθητῶν παράδοξα περὶ αὐτοῦ ἀναγεγραμμένα καὶ μεμφόμενος τοῖς πιστεύουσιν αὐτοῖς, ταῦτα οὔτε τερατείαν οὔτε πλάσματα εἶναι νομίζεις;
 [02218]  Καὶ εὐθέως ὡσπερεὶ τὸ συγγενὲς ἐπιγνοῦσα ἡ λογικὴ ψυχὴ ἀπορρίπτει μὲν ἃ τέως ἐδόξαζεν εἶναι θεοὺς φίλτρον δ' ἀναλαμβάνει φυσικὸν τὸ πρὸς τὸν κτίσαντα, καὶ διὰ τὸ πρὸς ἐκεῖνον φίλτρον ὑπεραποδέχεται καὶ τὸν ταῦτα πρῶτον πᾶσι τοῖς ἔθνεσι παραστήσαντα δι' ὧν κατεσκεύασε μαθητῶν, οὓς ἐξέπεμψε μετὰ θείας δυνάμεως καὶ ἐξουσίας κηρύξαι τὸν περὶ τοῦ θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ λόγον.
 [03875]  [5.12] Θεὸς οὖν κατὰ τὴν χρηστότητα αὐτοῦ οὐ τοπικῶς ἀλλὰ προνοητικῶς συγκαταβαίνει τοῖς ἀνθρώποις, καὶ ὁ τοῦ θεοῦ παῖς οὐ τότε μόνον ἀλλὰ καὶ ἀεὶ μετὰ τῶν ἰδίων μαθητῶν ἐστι, πληρῶν τὸ Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.
 [04597]  καίτοι γε ὑπὲρ τοῦ πλείονας ὑπαγαγέσθαι ὁ Σίμων τὸν περὶ τοῦ θανάτου κίνδυνον, ὃν Χριστιανοὶ αἱρεῖσθαι ἐδιδάχθησαν, περιεῖλε τῶν μαθητῶν, ἐναδιαφορεῖν αὐτοὺς διδάξας πρὸς τὴν εἰδωλολατρείαν.
 [04696]  Περὶ τὸν πάντων βασιλέα πάντ' ἐστί, καὶ ἐκείνου ἕνεκα πάντα ἀπὸ Πλάτωνος εἰλήφαμεν, ἀλλὰ τούτων κρειττόνως εἰρημένα ἀπὸ τῶν προφητῶν μεμαθήκαμεν, σαφηνίσαντος τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ τὸ βούλημα τοῦ ἐν τοῖς προφήταις πνεύματος ὅπερ οὐκ ἄλλο ἦν τοῦ πνεύματος τοῦ Χριστοῦ , οὔτε τὰ περὶ τοῦ ὑπερουρανίου τόπου πρῶτος ὁ φιλόσοφος παρίστησιν, ἀλλὰ ∆αυῒδ τὴν βαθύτητα τοῦ πλήθους τῶν ἐν τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ ὑπαρχόντων περὶ θεοῦ θεωρημάτων πάλαι παρέστησεν εἰπὼν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν·
 [05394]  τί φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾧ ἀναβὰς εἰς ὑψηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ ὤφθη ἐν δόξῃ, ὅτε καὶ Μωϋσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερου σαλήμ;
 [06679]  Καὶ οὐκ οἶδ' ὅπως ταῦτα ὡς ἐναργῆ ὁ Κέλσος προφέρεται καὶ τὰ παρ' ἡμῖν ἀναγεγραμμένα τεράστια, εἴτ' ἰουδαϊκὰ εἴτε καὶ περὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ, μύθους εἶναι νενόμικε.
 [06757]  Ταῦτα δ' εἰρήκαμεν οὐκ ἐπὶ τὸ ἀμφιβάλλειν προτρεπόμενοί τινας περὶ τοῦ κατὰ χριστιανισμὸν λόγου ἀλλὰ παριστάντες ὅτι τοῖς πάντῃ διαλοιδορουμένοις τῷ Χριστιανῶν λόγῳ αἱρετώτερόν ἐστι κἂν ἀμφιβάλλειν περὶ αὐτῶν καὶ μὴ οὕτω θρασέως λέγειν περὶ τοῦ Ἰησοῦ ἢ τῶν μαθητῶν αὐτοῦ, ἃ μὴ ἐπίστανται καὶ ἀποφαίνονται οὐ μετὰ τῆς καλουμένης παρὰ τοῖς ἀπὸ τῆς Στοᾶς καταληπτικῆς φαντασίας οὐδ' ἀπ' ἄλλου τινὸς κριτηρίου, περὶ οὗ ἑκάστη τῶν φιλοσόφων αἵρεσις τὸ φαινόμενον, ὡς ἔδοξε, κατεσκεύασεν.
000-00-00 Serial Number=0007799208
De engastrimytho Ante [Go Back]  
 [00191]  διὰ τοῦτο, ὅτε ἦν ἐν τῇ φυλακῇ καὶ ᾔδει τὴν ἔξοδον τὴν ἐπικειμένην αὐτῷ, πέμψας δύο τῶν μαθητῶν ἐπυνθάνετο, οὐχί·
000-00-00 Serial Number=0122640610
De oratione Ante [Go Back]  
 [00057]  «καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον ἐν τόπῳ τινὶ, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν·
 [00320]  «καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτὸν» καὶ ἐν ἄλλοις·
 [00518]  δεύ τερον δὲ ὅτι οὐχ οἷόν τε ἐστὶ τὴν αὐτὴν προσευχὴν καὶ ἐν τῷ ὄρει λέγεσθαι, ἔνθα «ἰδὼν τοὺς ὄχλους ἀνέβη,» ὅτε «καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν» (ἐν γὰρ τῷ εἱρμῷ τῆς περὶ τῶν μακαρισμῶν ἀπαγγελίας καὶ τῶν ἑξῆς ἐντολῶν παρὰ τῷ Ματθαίῳ αὕτη ἀναγεγραμμένη εὑ ρίσκεται), καὶ «ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο,» εἰρῆσθαι πρός τινα «τῶν μαθητῶν» ἀξιώσαντα διδαχθῆ ναι «προσεύχεσθαι, ὡς καὶ Ἰωάννης ἐδίδασκε τοὺς μαθητὰς αὐτοῦ.».
 [00520]  ἀλλ' ἴσως τις εἴποι ἂν πρὸς τοῦτο ὅτι ἰσοδυναμοῦσαί εἰσιν αἱ εὐχαὶ εἰρημέναι ὡς μία, ὁτὲ μὲν ἐν ἀποτατικῷ λόγῳ ὁτὲ δὲ πρὸς ἕτερον τῶν μαθητῶν τὸν ἀξιώσαντα, κατὰ τὸ εἰκὸς τότε μὴ παρόντα, ὅτε ἔλεγε τὸ κατὰ τὸν Ματθαῖον, ἢ μὴ κεκρατηκότα τῶν εἰρημένων πάλαι·
000-00-00 Serial Number=0198953807
De principiis Ante [Go Back]  
 [00314]  καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατόν, τίνα τρόπον οἱ λεγόμενοι «παρεζηλωκέναι τὸν θεὸν» Ἑβραῖοι «ἐπὶ τῷ οὐ θεῷ» καὶ «παρωργικέναι αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν» «παρωργίσθησαν» εἰς ζηλοτυπίαν «ἐπὶ τῷ οὐκ ἔθνει», τῷ «ἀσυνέτῳ ἔθνει», ὅπερ ὁ θεὸς «ἐξελέξατο» διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ.
000-00-00 Serial Number=0645002007
Exhortatio ad martyrium Ante [Go Back]  
 [00482]  καὶ οἱ μιμηταὶ δὲ αὐτοῦ αἰσχύνης καταφρονοῦντες συγκαθεδοῦνται αὐτῷ καὶ συμβασιλεύσουσιν ἐν τοῖς οὐρανοῖς τῷ ἐλθόντι οὐκ «εἰρήνην ἐπὶ τὴν γῆν» βαλεῖν ἀλλ' ἐπὶ τὴν ψυχὴν τῶν μαθητῶν ἑαυτοῦ, καὶ «μάχαιραν» βαλεῖν «ἐπὶ τὴν γῆν».
000-00-00 Serial Number=0469394028
Expositio in Proverbia Ante [Go Back]  
 [00187]  Οἱ ὀφθαλμοί σου, εἶπεν, ὀρθὰ βλεπέτωσαν, τουτ [17.173] έστι τὰ Θεῷ μόνα φίλα, ἤγουν τὰ παρὰ τῶν προ φητῶν ἡμῖν σαφηνισθέντα περὶ τοῦ Χριστοῦ μόνου καὶ τῶν μαθητῶν αὐτοῦ·
000-00-00 Serial Number=0946108103
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00612]  καὶ αὐτὸς δὲ ὁ σωτὴρ τὴν δούλου μορφὴν ἀνείληφεν οὐ τοσοῦτον δι' ἄλλο τι ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰ τὸν νιπτῆρα πλύνειν τοὺ πόδα τῶν μαθητῶν.
000-00-00 Serial Number=0353795469
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00123]  καὶ οἰόμεθά γε τούτου σύμβολον εἶναι τὸ τὸν σωτῆρα βαλόντα ὕδωρ εἰς τὸν νιπτῆρα πεπλυκέναι τοὺς πόδας τῶν μαθητῶν, λέγοντα τῷ μηδέπω συνιέντι τὸ μυστή ριον καὶ διὰ τοῦτο κωλύοντι Πέτρῳ·
000-00-00 Serial Number=0554744601
Fragmenta in Psalmos Ante [Go Back]  
 [03297]  Επειδὴ γὰρ γεγονὼς ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, ἐν δὲ τῷ σταυρῷ καταλέλειπται ὑπὸ τῶν μαθητῶν, τούτου χάριν τὸν Πατέρα αὐτοῦ μακρῦναι τοὺς φίλους καὶ τοὺς γνωρίμους λέγει.
000-00-00 Serial Number=0867363513
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00118]  ὅθεν Ἰησοῦς μετὰ πολλὴν προκοπὴν τῶν μαθητῶν φησίν·
 [00377]  [28] [Τρίτης ἤδη ἡμέρας ἐνεστηκυίας ἀφ' οὗ ὁ Ἰησοῦς ἐβαπτίσθη, γάμου ἐν Κανᾷ τῆς Γαλιλαίας γενομένου, καὶ οὔσης τῆς μητρὸς Ἰησοῦ ἐκεῖ καὶ αὐτὸς ὁ Ἰησοῦς ἐκλήθη ἅμα τῶν μαθητῶν.
 [00771]  ἕκτης ὥρας τῆς ἡμέρας οὔσης ὁ Ἰησοῦς ἐν τῇ πηγῇ καθεσθεὶς διελέχθη τῇ Σαμαρεί τιδι, τῶν μαθητῶν ἐπὶ τῷ ἀγοράσαι τροφὰς ἀπεληλυθότων, ὡς λοιπὸν στοχαζόμενον εἰπεῖν ἑσπέραν τῆς ἡμέρας εἶναι.
 [00981]  αὐτὸς μὲν οὖν μόνος ἐξυπνίζει τὸν Λάζαρον, τῶν δὲ μαθητῶν ἔργον ἦν τεθνηκότα δεδεμένον τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαις, καὶ τῆς ὄψεως αὐτοῦ σουδαρίῳ περιδεδεμένης, λῦσαι αὐτὸν δεσμοῖς νεκρῶν δεδεμένον καὶ ἀφιέναι αὐτὸν ὑπάγειν κατὰ τὴν τοῦ Ἰησοῦ κέλευσιν·
 [01063]  κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν·
 [01350]  καὶ ἔμεινε μετὰ τῶν μαθητῶν αὐτοῦ τὸν ἐπιτήδειον καιρὸν ἀναμένων καὶ τῆς ἐκείνων φειδόμενος ἀπωλείας.
000-00-00 Serial Number=0620607853
Fragmenta in librum primum Regnorum Ante [Go Back]  
 [00045]  τοὺς μακαρίους ἀποστόλους ἀνὰ δύο δύο πέμπεσθαι ὑπὸ τοῦ σωτῆρος τὰ πρῶτα κηρύττειν ἐν ταῖς φυλαῖς τοῦ Ἰσραήλ, ὡς εἶναι ἓξ ἅμα τῶν δώδεκα μαθητῶν τὸν ἀριθμόν.
000-00-00 Serial Number=0975071609
Fragmentum ex commentariis in Osee Ante [Go Back]  
 [00040]  Καὶ ὅτι οἱ εὐαρεστοῦντες τῷ Κυρίῳ ἕν εἰσιν, ἀπὸ τῆς προσευχῆς ἧς ὁ Σωτὴρ εὔχεται πρὸς τὸν Πατέρα περὶ τῶν μαθητῶν αὐτοῦ, ἔστιν ἰδεῖν·
000-00-00 Serial Number=0006590009
Homiliae in Leviticum Ante [Go Back]  
 [00085]  «Τρίχες» δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ ψυχῇ, αἷς ἐναντίαι αἱ τοῦ [413] Σαμουὴλ καὶ τῶν Ναζιραίων καὶ αἱ τῶν μαθητῶν «ἠριθμημέναι».
000-00-00 Serial Number=0814805806
In Jeremiam Ante [Go Back]  
 [01569]  «πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν», ἴδε δέ μοι καὶ τὸν σωτῆρα πρὸς τὸ πάσχα ἀναβαίνοντα εἰς «ἀνάγαιον μέγα ἐστρωμένον καὶ κεκοσμημένον» καὶ ἑορτάζοντα μετὰ τῶν μαθητῶν καὶ διδόντα αὐτοῖς ποτήριον, περὶ οὗ γέγραπται οὐχ ὅτι ἐκέρασεν·
 [01770]  περὶ γὰρ σεληνιασμοῦ τοῦ λόγου ζητουμένου καὶ λεγόντων τῶν μαθητῶν·
 [02407]  ἀνελήλυθας ἀπὸ τῆς θα λάσσης ὑποπεσὼν τοῖς δικτύοις τῶν μαθητῶν Ἰησοῦ, ἐξελθὼν μετα βάλλεις τὴν ψυχήν, οὐκέτι ἰχθῦς εἶ διατρίβων <ἐν> τοῖς ἁλμυροῖς τῆς θαλάσσης κύμασιν, ἀλλ' εὐθέως σου μεταβάλλει ἡ ψυχὴ καὶ μετα μορφοῦται καὶ γίνεται κρεῖττόν τι καὶ θειότερον παρ' ὃ ἦν τὸ πρό τερον.
 [02411]  Ἀναβὰς οὖν σὺ ἀπὸ τῆς θαλάσσης καὶ συλληφθεὶς τοῖς δικτύοις τῶν μαθητῶν Ἰησοῦ, μετάβαλε ἀπὸ τῆς θαλάσσης, ἐπιλάθου αὐτῆς, ἧκε ἐπὶ τὰ ὄρη, τοὺς προφήτας, καὶ ἐπὶ τοὺς βουνούς, τοὺς δικαίους, καὶ ποιοῦ ἐκεῖ τὰς διατριβάς, ἵνα μετὰ ταῦτα, ὅταν ὁ καιρός σοι τῆς ἐξόδου ἐπιστῇ, πεμφθῶσιν οἱ πολλοὶ θηρευταί, ἕτεροι παρὰ τοὺς ἁλιεῖς.
 [02669]  εἴπωμεν οὖν καὶ ἡμεῖς, εἴπερ θέλομεν μὴ ἐγκαταλιπεῖν πηγὴν ζωῆς τὸν κύριον, τὴν φωνὴν τῶν γνησίων Ἰησοῦ μαθητῶν, ἣν εἰρήκασι πρὸς τὸν διδάσκαλον εἰπόντα αὐτοῖς·
 [03122]  ἀλλὰ καὶ Ἰησοῦς ταύτην τὴν ἑορτὴν ἧς τὸ σύμβολον ποιοῦμεν τὸ πάσχα μέλλων ἑορτάζειν μετὰ τῶν μαθητῶν, πυνθανο μένων αὐτῶν·
000-00-00 Serial Number=0119345427
Philocalia Ante [Go Back]  
 [00191]  καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατὸν, τίνα τρόπον οἱ λεγόμενοι παρεζηλωκέναι τὸν θεὸν Ἑβραῖοι ἐπὶ τῷ οὐ θεῷ, καὶ παρωργικέναι αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν, παρωργίσθησαν εἰς ζηλοτυπίαν ἐπὶ τῷ οὐκ ἔθνει, τῷ ἀσυνέτῳ ἔθνει, ὅπερ ὁ θεὸς ἐξελέξατο διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ.
 [00813]  καὶ ὅτι οἱ εὐαρεστοῦντες τῷ κυρίῳ ἕν εἰσιν, ἀπὸ τῆς προσευχῆς, ἧς ὁ σωτὴρ εὔχεται πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν αὐτοῦ, ἔστιν ἰδεῖν·
 [01184]  τί φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾧ ἀναβὰς εἰς τὸ ὑψηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ ὤφθη ἐν δόξῃ·
 [01527]  τοῦτο πάλιν κακουργῶν ὁ Κέλσος διαβάλλει, καί φησι πρὸς τὸν Ἰησοῦν ὁ παρ' αὐτῷ Ἰουδαῖος ὅτι «Μετὰ τῶν μαθητῶν τῇδε κἀκεῖσε ἀποδιδράσκεις.».
 [01757]  καὶ διὰ τὸ πρὸς ἐκεῖνον φίλτρον ὑπεραποδέχεται καὶ τὸν ταῦτα πρῶτον πᾶσι τοῖς ἔθνεσι παραστήσαντα δι' ὧν κατεσκεύασε μαθητῶν, οὓς ἐξέπεμψε μετὰ θείας δυνάμεως καὶ ἐξουσίας κηρύξαι τὸν περὶ τοῦ θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ λόγον.
000-00-00 Serial Number=0705665529
Scholia in Apocalypsem Ante [Go Back]  
 [00044]  οὐ μακρὰν δὲ τούτων ἐστὶν νοῆσαι καὶ περὶ μαθητῶν καὶ διδασκάλων.
000-00-00 Serial Number=0384388328
Scholia in Lucam Ante [Go Back]  
 [00396]  Τρίχα δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ ψυχῇ, αἷς ἐναντίαι αἰτοῦσι Σαμουὴλ, καὶ τῶν Ναζιραίων καὶ αὐτῶν μαθητῶν ἠριθμημέ ναι.
 [00423]  Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς πλειοτάτοις τῶν μαθητῶν τοῦ Ἰησοῦ δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ Ἰωάννου εἰρημένων·
 [00631]  Εἰ οὖν πᾶσα ψυχὴ ὑπ' ἀγγέλῳ τέτακται, ὁ τοῦ σεληνιαζο μένου πατὴρ ἂν οὗτος ἀξιῶν ὡς περὶ υἱοῦ τὸν Ἰη σοῦν, ὡς μὴ δυνηθέντα ἀπὸ ὑποδεεστέρου λόγου τῶν μαθητῶν θεραπευθῆναι ὑπὸ τοῦ πάθους.
 [00964]  Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγῆ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ, Στίχ.
000-00-00 Serial Number=0222670615
Selecta in Psalmos Ante [Go Back]  
 [00801]  Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν γέγονεν ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ οὐχ ὡς ἀνακείμενος, ἀλλ' ὡς ὁ διακονῶν, δουλεύων καὶ νί πτων τοὺς πόδας αὐτῶν.
 [01963]  Ὁ γὰρ Σωτὴρ ἀναγράφει ἐν οὐρανοῖς τὰ ὀνόματα τῶν μαθητῶν.
 [05075]  Ἐκάθευδέ ποτε ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς, ἀλλὰ γενομένου χειμῶνος ἐξήγειραν αὐτὸν οἱ μαθη ταί·
 [05361]  ἑ Ταῦτα πληροῦνται ἐπὶ τῶν μαθητῶν μεριζο μένων τὴν οἰκουμένην, ἐπὶ τῷ διηγήσασθαι, ὅτι Χρι στός ἐστιν ὁ Θεὸς ἡμῶν ὁ ποιμαίνων ἡμᾶς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»