0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λεγόμενα [167]


000-00-00 Serial Number=0699360609
Commentarii in Genesim Ante [Go Back]  
 [00312]  Εἶτα ἐὰν προσάγωμεν αὐτοῖς ἐκ τοῦ, «Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,» ὅτι κόσμος ἔνθα ἡ ἁμαρτία πλεονάζει κατὰ ταύτας τὰς λέξεις λέγεται, τουτέστιν ἐν τοῖς περιγείοις τόποις, εὐγνωμονοῦντες μὲν προσήσονται τὰ λεγόμενα, φιλονεικοῦντες δὲ, ἠλιθίως ἀναστρεφόμενοι, ἐπιμενοῦσι τοῖς ἅπαξ κριθεῖσι μοχθηροῖς διὰ τὴν ἄγνοιαν τῆς ὁμωνυμίας·
000-00-00 Serial Number=0244916856
Commentarii in Romanos Ante [Go Back]  
 [00135]  μεγάλης οὖν νοητικῆς, ἵν' οὕτως ὀνομάσω, εὐτονίας καὶ ἰσχύος χρεία ἵν' ἐξισχύσωμεν καταλαβέσθαι μῆκος μὲν καὶ πλάτος τοῦ ἱλαστηρίου, μῆκος δὲ καὶ πλά|τος καὶ βάθος τῶν στερεῶν οἷον τῆς κιβωτοῦ καὶ τῆς τραπέζης, μῆκος δὲ καὶ πλάτος καὶ βάθος καὶ ὕψος τῶν προσειληφότων τῇ οἷον σωματικῇ στερεότητι τὸ ὕψος τῆς νοητῆς φύσεως *** ἑρμηνεία Χερουβεὶν ἐπίγνωσις πεπληθυσμένη, τορευτὰ δὲ ταῦτά ἐστιν τὰ Χερουβεὶν πρὸς παράστασιν, ἀπὸ τῆς τορεύσεως καὶ ἀκριβείας, τῆς | θειότητος *** Τίς οὖν ἂν εἴη ἡ κιβωτὸς ἡ ὑποκειμένη τῷ ἱλαστηρίῳ καὶ τοῖς Χερουβεὶν ἤ, ὡς οἶμαι, ἱεραὶ καὶ μακάριαι καὶ χωρητικαὶ τῆς τε τοῦ Μονογενοῦς καὶ τοῦ Ἁγίου Πνεύματος θειότητος δυνάμεις σώμασιν [160] οἰκεῖαι ·[···]μ̣εναι καὶ τῆς κεχωρηκυίας ἀμφότερα τὰ Χερουβεὶν Ἰησοῦ ψυχῆς οὔση̣ς ἱλαστηρίου καὶ ὑπερκειμένης τὰ τροπικῶς | λεγόμενα κιβωτόν *** Πρὸς δὲ τὸ ἀνὰ μέσον τῶν δύο Χερουβεὶν γινώσκεσθαι τὸν χρηματίζοντα παραλήμψει ῥητὸν ἀπὸ τοῦ Ἀμβακοὺν οὕτως ἔχον·
000-00-00 Serial Number=0928743720
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00061]  οὕτω δὲ σωθήσεται μόνως τὰ δικαίως λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν δεῦτε πρό με οἱ εὐλογημένοι τοῦ πατρό μου, κληρονομήατε τὴν ἡτοιμαμένην ὑμῖν βαιλείαν ἀπὸ καταβολῆ κόμου·
000-00-00 Serial Number=0103276312
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00342]  Θαυμάζειν μοι πολλάκις ἐπέρχεται σκοποῦντι τὰ ὑπό τινων πιστεύειν εἰς τὸν Χριστὸν βουλομένων λεγόμενα περὶ αὐτοῦ, τί δήποτε δυσεξαριθμήτων ὀνομάτων τασσομένων ἐπὶ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν πλεῖστα παρασιωπῶσιν, ἀλλὰ καὶ εἴ ποτε μνήμη αὐτῶν γένοιτο, μεταλαμβάνουσιν οὐ κυρίως ἀλλὰ τροπικῶς ταῦτα αὐτὸν ὀνομάζεσθαι, ἐπὶ δὲ μόνης τῆς λόγος προσηγορίας ἱστάμενοι οἱονεὶ «λόγον» μόνον φασὶν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, καὶ οὐχὶ ἀκολούθως τοῖς λοιποῖς τῶν ὀνομαζομένων ἐρευνῶσι τοῦ σημαινομένου τὴν δύναμιν ἐκ τῆς «λόγος» φωνῆς.
 [00416]  τίς ἐγερεῖ αὐτόν;» * * * * Οὐ κατὰ τὸν ἐνεστηκότα δὲ καιρόν ἐστι πρὸς λέξιν παραστῆσαι πῶς τὰ τῷ Ἰούδᾳ λεγόμενα περὶ Χριστοῦ ἐστιν.
 [01028]  [2.14.101] Καὶ ἐπεὶ προφανῆ ἐστι τὰ ὑπ' αὐτοῦ λεγόμενα σφόδρα βεβιασμένα καὶ παρὰ τὴν ἐνάργειαν ἀπαγγελλόμενα, εἰ τὰ νομιζόμενα αὐτῷ θεῖα ἐκκλείεται τῶν «πάντων», τὰ δέ, ὡς ἐκεῖνος οἴεται, παντελῶς φθειρόμενα κυρίως «πάντα» καλεῖται, οὐκ ἐπιδιατριπτέον τῇ ἀνατροπῇ τῶν αὐτόθεν τὴν ἀτοπίαν ἐμφαινόντων·
 [01071]  [2.16.114] Τούτων δὲ ἡμῖν μνήμη γεγένηται ζητοῦσι τὸ «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» διὰ τὸ οἱονεὶ τῷ χαρακτῆρι τῶν παραδόξων καί, εἰ δεῖ εἰπεῖν, παραδοξότερον παρὰ τὰ ὑπ' ἐκείνων λεγόμενα, δύνασθαι ἄν τινα ἑπόμενον τῇ γραφῇ δεῖξαι τοιαῦτα πλείονα.
 [01243]  Κἂν γὰρ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» κατακρίνας τυγχάνῃ ὁ Ἰησοῦς τὴν ἁμαρτίαν τῷ τὸ ὁμοίωμα τῆς σαρκὸς τῆς ἁμαρτίας ἀνει ληφέναι, οὐκέτι ἕξει πάντη ὑγιῶς <τὰ> λεγόμενα περὶ αὐτοῦ ὅτι «σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία».
 [01669]  [6.8.51] Παρατήρει τοίνυν πῶς κατὰ τὸ ἱερατικὸν καὶ λευϊτικὸν πρόσωπόν ἐστι μεθ' ἡμερότητος λεγόμενα καὶ φιλομαθείας τὸ «Σὺ τίς εἶ;» καὶ τὸ «Τί οὖν;
 [01674]  [6.8.53] Καὶ πανταχοῦ ἐπιμέλειαν τὸν ἀκριβῶς ἐντευξόμενον τῇ γραφῇ ποιητέον, τηρεῖν ἀναγκαίου ὄντος τὰ λεγόμενα ὑπὸ τίνων καὶ πότε λέγεται, ἵν' εὑρίσκωμεν τὸ τοῖς προσώποις ἁρμοζόντως περιτεθεῖσθαι λόγους δι' ὅλων τῶν ἁγίων βιβλίων.
 [01754]  «Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν» περὶ τοῦ Χριστοῦ ἔοικε μὴ εἰδέναι τὰ λεγόμενα ὑπὸ τῶν φασκόντων·
 [01926]  Ὁ τοίνυν μὴ αὐτὸς βαπτίσας τότε, ἀλλ' ἑτέροις τοῦ ἔργου παραχωρήσας, πῶς κατὰ τὰ ὑπὸ τοῦ Μαλαχίου λεγόμενα ἐπιδημήσας βαπτίζειν ἔμελλεν;
 [02270]  [6.47.242] Ἔτι δὲ εἰς τὸ παραδέξασθαι τὴν περὶ τοῦ ποτιμωτάτου καὶ χαριστικωτάτου Ἰορδάνου ἑρμηνείαν, χρή σιμον παραθέσθαι τόν τε ἀπὸ τῆς λέπρας καθαριζόμενον Ναιμὰν τὸν Σύρον, καὶ τὰ λεγόμενα περὶ τῶν παρὰ τοῖς πολεμίοις τῆς θεοσεβείας ποταμῶν.
 [02385]  Μεγαλοφυεστέρου δὲ νοῦ καὶ βλέποντος <πρὸς τὸ> τὰ λεγόμενα κατὰ τῆς προνοίας λύειν χρῄζομεν, ἵν' ἅμα περὶ πάντων ὡς ἀπορρητοτέρων ὄντων καὶ ὑπὲρ ἀνθρωπίνην φύσιν ἀπολογώμεθα·
 [02849]  [10.21.124] Οὕτω δὲ κατανοητέον τὰ εἰρημένα, καὶ πρῶτόν γε τὰ Ματθαίῳ λεγόμενα·
 [03039]  [10.29.182] Καὶ τάχα «ἡ ἄνω Ἱερουσαλήμ», εἰς ἣν ἀναβήσεται ὁ κύριος, ἡνιοχῶν τοὺς ἐκ περιτομῆς καὶ ἐθνῶν πιστεύοντας, προαγόντων αὐτὸν καὶ ἀκολουθούντων ἤτοι προφητῶν καὶ ἀποστόλων, ἢ τῶν διακονούντων αὐτῷ ἀγγέλων δύνανται γὰρ καὶ οὗτοι δηλοῦσθαι ἀπὸ τῶν προαγόντων καὶ ἀκολου θούντων αὐτῷ λέγεται νῦν, ἣ εἶχεν πρὸ τῆς ἀνόδου αὐτοῦ τὰ λεγόμενα «πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρα νίοις», ἢ τοὺς Χαναναίους καὶ Χετταίους καὶ Ἀμορραίους καὶ τοὺς λοιποὺς πολεμίους τοῦ λαοῦ, καὶ ἁπαξαπλῶς τοὺς ἀλλοτρίους, κἀκεῖ πως δυναμένης τῆς προφητείας πεπληρῶσ θαι, λεγούσης·
 [03080]  [10.32.204] Πᾶς γοῦν ὁ δεξάμενος αὐτὸν οὐκέτι φοβηθήσεται τοὺς τῶν ἑτερο δόξων ὡπλισμένους τοῖς πιθανοῖς λόγοις, ἅρματα Ἐφραῒμ λεγόμενα ὑπὸ τοῦ κυρίου ἐξολοθρευόμενα, οὐδὲ τὸν ψευδῆ ἵππον εἰς σωτηρίαν, θηλυμανῆ ἐπιθυμίαν τοῖς αἰσθητοῖς ᾠκειωμένην, καὶ πολλοὺς τῶν ἐν Ἱερουσαλὴμ οἰκεῖν θελόντων καὶ τῷ ὑγιεῖ λόγῳ προσέχειν βλάπτοντα.
 [03717]  [13.24.144] Πλείονος μέντοι γε συγγυμνασίας δεόμεθα εἰς τὸ τελειωθέντας ἡμᾶς καὶ τὰ λεγόμενα παρὰ τῷ ἀποστόλῳ αἰσθη τήρια γεγυμνασμένα <ἔχοντας> διακριτικοὺς γενέσθαι ἀγα θῶν τε καὶ κακῶν, ἀληθῶν τε καὶ ψευδῶν, καὶ θεωρητικοὺς νοητῶν, ἵνα δυνηθῶμεν ἐπιμελέστερον καὶ θεοπρεπέστερον κατὰ τὸ ἐνδεχόμενον ἀνθρωπίνῃ φύσει νοῆσαι πῶς ἐστιν ὁ θεὸς φῶς καὶ πῦρ καὶ πνεῦμα.
 [04321]  [13.54.368] Προειπὼν γοῦν τίνα τρόπον ἀφίησιν τὴν Ἰουδαίαν καὶ ἄπεισιν εἰς τὴν Γαλιλαίαν ὁ κύριος, διηγησάμενός τε ἐπεὶ ἔδει αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας τὰ λεγόμενα πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ, καὶ πῶς ἔμεινεν δύο ἡμέρας παρὰ τοῖς Σαμαρεί ταις, ἀποδίδωσιν τὴν εἰς Γαλιλαίαν ἄφιξιν αὐτοῦ, καίτοιγε οὐκ ὀλίγων μεταξὺ εἰρημένων.
 [05044]  τίς οὖν ἄρα ἐστὶν ὁ πιστεύων ἢ ὁ πεπονθὼς ἐκ τοῦ διακεῖσθαι κατὰ τὸν λόγον καὶ συμπεφυκέναι αὐτῷ τὸ μὴ ἐμπεσεῖσθαι ἄν, ὅσον μὲν ἐπὶ τούτοις [19.23.154] τοῖς ῥητοῖς, εἰς τὰ λεγόμενα πρὸς θάνατον εἶναι ἁμαρτήματα, ὅσον δὲ ἐπὶ τῷ «Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἐκ τοῦ «θεοῦ γεγέννηται», οὐχ ἁμαρτάνειν καὶ πρὸς ὅ τι δηποτοῦν τῶν παρὰ τὸν ὀρθὸν γινομένων λόγον;
 [05107]  [20.4.17] Ὅλων δὲ τούτων ἀκούωμεν ἀναφέροντες τὰ λεγόμενα οὐκ ἐπὶ σώματα καὶ ἀνθρώπους, ἀλλ' ἐπί τινα νοητὰ καὶ λόγους πλείονας ἢ ἐλάττονας, ὧν μετέχουσι διαφόρως οἱ κατιόντες εἰς γένεσιν ἢ εἰσ [20.4.18] ιόντες, καὶ τάχα δέ πως καὶ ἀνιόντες.
 [05313]  [20.14.108] Ἔχεται δὲ τῆς ἐν τούτοις περὶ τέκνων θεοῦ καὶ τέκνων διαβόλου ἀποφάσεως τὰ ἐν τῇ αὐτῇ ἐπιστολῇ λεγόμενα περὶ τῶν ὄντων ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ τῶν μὴ ἑωρακότων αὐτόν·
 [05702]  ὅτι εἰ μὴ ἐλέγχετε τὰ λεγόμενα ἡμαρτημένα, ἀπαιτοῖσθε ἂν εὐλόγως ἤδη τὴν συγκατάθεσιν.
 [06519]  τίνα οὖν ἐστιν τὰ λεγόμενα νῦν τέκνα θεοῦ, εἰ μή εἰσιν οἱ κατὰ τοὺς εἰσά γοντας τὰς φύσεις [7πνευματικοί7,] ὥρα σκοπεῖν·
 [06803]  εἰ γὰρ συμφέρον μὲν ἦν πρὸς τὸ ἔχειν μέρος μετὰ τοῦ Ἰησοῦ τὸ νίψασθαι τοὺς πόδας ὑπ' αὐτοῦ, Πέτρος δὲ μὴ ἐπιστά μενος, ὅτι συμφέρον τοῦτο ἦν, πρότερον μὲν εἶπεν οἱονεὶ ἐπαπορῶν δυσωπητικῶς τὸ «Κύριε, σύ μου νίπτεις τοὺς πόδας;» δεύτερον δὲ τὸ «Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα», καὶ τὰ λεγόμενα κωλυτικὰ ἦν ἔργου τοῦ φέροντος αὐτὸν ἐπὶ τὸ ἔχειν μετὰ τοῦ σω τῆρος τὸ μέρος, δῆλον ὅτι εἰ καὶ ὑγιεῖ προθέσει καὶ σεβασμίῳ πρὸς [32.5.58] τὸν διδάσκαλον τοῦτο ἔλεγεν, ἐπιβλαβῶς ἑαυτῷ ἔλεγεν.
 [06917]  [32.10.111] Εἰκὸς τοὺς νοήσαντας τὸ μέγεθος τῆς Ἰησοῦ δυνάμεως καὶ συνέντας τί πεποίηκεν νίψας τοὺς πόδας τῶν μαθητῶν, ἵνα καὶ τὰ τελευταῖα καὶ τὰ τυχόντα αὐτῶν καθάρῃ ἀποπλύνας καὶ τὰ τῇ γῇ ὁμιλοῦντα σώματα, ὧν ἦν τὰ σώματα ἐκεῖνα σύμβολον, θαυμά σαντας τὸ ἐν τῇ νίψει ἔργον οὐκ ἂν τολμῆσαι καὶ αὐτοὺς τὸ τηλι κοῦτο πρᾶξαι, μικροτέρους εἶναι νομίζοντας ἑαυτοὺς τοῦ νίπτειν τοὺς πόδας τοῦ ἔσω καὶ ἐν κρυπτῷ ἀνθρώπου, [ἢ] τῶν τὰ αὐτὰ ἀσπαζομένων τοῦ θεοῦ δόγματα, εἰ μὴ ὁ Ἰησοῦς διὰ τῶν ἐκκειμένων ἐπὶ τοῦτο αὐτοὺς προετρέψατο, τὸ σχῆμα τοῦ δειπνοῦντος, ὅτε διδάσκειν αὐτοὺς ἤμελλεν δειπνήσαντας τὰ λεγόμενα, ἀναλαβών.
000-00-00 Serial Number=0339138985
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00088]  Ἔτι δὲ καὶ τοῦτο εὕρομεν ὅτι εἰ μεσολαβηθείη ὁδεύων ἐπὶ τὴν πλήρωσιν οὗ κύει λίθου ὑπὸ ἀστραπῆς, μύει καὶ ὡσπερεὶ *** τῷ δείματι σκορπίζει καὶ διαχεῖ τὸν γόνον εἰς τὰ λεγόμενα φυσήματα.
 [00706]  Ταῦτα δέ τις ἐπιμελῶς νοήσας ὄψεται ὅτι καὶ τὰ νομιζόμενα ἀγαθὰ οἷόν τέ ἐστι κακῶς καὶ ἀπὸ πάθους λαβόντα ἁμαρτάνειν, καὶ τὰ λεγόμενα ἀκάθαρτα δυνατὸν κατὰ λόγον ἐν χρήσει ἡμῖν γινόμενα λογίζεσθαι καθαρά.
 [00707]  Ὥσπερ γὰρ τοῦ <μὲν> ἁμαρτάνοντος Ἰουδαίου ἡ περιτομὴ εἰς ἀκροβυστίαν λογισθήσεται, τοῦ δὲ κατορθοῦντος ἀπὸ τῶν ἐθνῶν ἡ ἀκροβυστία εἰς περιτομήν, οὕτως τὰ μὲν νομιζόμενα καθαρὰ λογισθήσεται εἰς ἀκάθαρτα τῷ μὴ δεόντως αὐτοῖς μηδὲ ὅτε δεῖ, μηδὲ ὅσον δεῖ, μηδὲ ὅθεν δεῖ χρωμένῳ, τὰ δὲ λεγόμενα ἀκάθαρτα «πάντα» γίνεται «καθαρὰ τοῖς καθαροῖς·
 [00844]  Ζητήσαι δ' ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ τέκνα ἐσθίειν ἄρτους καὶ κυνίδια τῆς οἰκίας, ἢ κάλλους ἄρτων εὖ εἰργασμένων, <ὡς> οὐχ οἷόν τε κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ' ἧς δυνατὸν ἦν καὶ τὰ τέκνα μεταλαμβάνειν καὶ τὰ λεγόμενα κυνίδια.
 [01206]  πρόσεχε γὰρ τῇ δεικνύειν λέξει ὅτι, ὥσπερ τὰ αἰσθητὰ δεί κνυσθαι λέγεται, οὕτως δείκνυσθαι εἴρηται ὑπὸ τοῦ Ἰησοῦ τὰ ὑπ' αὐ τοῦ λεγόμενα τοῖς μαθηταῖς αὐ τοῦ.
 [02125]  [14.12] Πότε δὲ ὁ (κατὰ τὴν παρα βολὴν) βασιλεὺς ἄνθρωπος ἠθέ λησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, ἄξιον ἐπισκέψα σθαι, καὶ ἐπὶ τίνα καιρὸν χρὴ ἀνα φέρειν τὰ λεγόμενα.
 [02677]  [15.17] Φρονιμώτερον οὖν τις δόξαι ἂν <λέγειν>, τηρῶν τὰ τῆς λέξεως καὶ μηδαμῶς τροπολογῶν τὰ κατ' αὐτήν, οὕτως ἀπαντῶν, ὡς πιστὸς μέν, εἰ δὲ καὶ ἀξίως τῶν κατὰ τὸν τόπον νοῶν τὰ λεγόμενα ἢ μή, καὶ αὐτὸς κρινεῖς.
 [03031]  «παραλαβὼν δὲ τοὺς δεκαδύο εἶπε πρὸς αὐτοὺς» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα».
 [04137]  χρη σόμεθα οὖν ταῖς ἄνθρωπον ὀνο μαζούσαις παραβολαῖς τὸν θεὸν εἰς ἀπολογίαν τῶν ὅσον ἐπὶ ταῖς λέξεσιν ἀνθρωποπαθῆ φασκουσῶν εἶναι τὸν Χριστοῦ πατέρα, καὶ φήσομέν γε πρὸς τοὺς ἑτερο δόξους, διὰ τὸ μὴ νενοηκέναι τὰ οὕτως λεγόμενα ἐν τοῖς παλαιοῖς γράμμασι προσκόπτοντας τῷ θεῷ νόμου καὶ προφητῶν καὶ τῆς τοῦ κόσμου κτίσεως ὅτι, εἴπερ ἀνθρώ πῳ ὡμοίωται (κατὰ τὰς τοῦ εὐαγ γελίου παραβολὰς) ὁ θεός, διὰ τί ἀκολούθως ταύταις ταῖς παραβο λαῖς οὐ παραδέχεσθε παραβολὴν εἶναι τὴν ὀργὴν <καὶ> τὸν θυμὸν καὶ τὴν μεταμέλειαν καὶ τὴν ἀπο στροφὴν τοῦ προσώπου καὶ τὴν κάθισιν καὶ τὴν στάσιν καὶ τὸν περίπατον τοῦ θεοῦ;
 [04187]  καὶ ὅρα ὅτι ὁ μέν τις αὐτῶν ἔχων ἴδιον ἀγρὸν οὐκ ἦλθεν εἰς τοὺς γάμους, ὁ δὲ ἐμπορίαν κεκτημένος μιμεῖσθαί πως θέλων τὰ λεγόμενα ἐν τῇ περὶ τοῦ ἐμπόρου τῶν μαργαριτῶν παραβολῇ, ζητοῦντος τοὺς «καλοὺς μαργαρίτας» καὶ εὑρόντος «ἕνα πο λύτιμον» καὶ ἀποδομένου τοὺς πολ λούς, ἵνα ἀγοράσῃ τὸν ἕνα.
000-00-00 Serial Number=0040669620
Contra Celsum Ante [Go Back]  
 [00049]  Ὅμως δ' ἐπεὶ ἐν τῷ πλήθει τῶν πιστεύειν νομιζομένων εὑρεθεῖεν ἄν τινες τοιοῦτοι, ὡς σαλεύεσθαι μὲν καὶ ἀνατρέπεσθαι ὑπὸ τῶν Κέλσου γραμμάτων θεραπεύεσθαι δὲ ἀπὸ τῆς πρὸς αὐτὰ ἀπολογίας, ἐὰν ἔχῃ χαρακτῆρά τινα καθαιρετικὸν τῶν Κέλσου καὶ τῆς ἀληθείας παραστατικὸν τὰ λεγόμενα, ἐλογισάμεθα πεισθῆναί σου τῇ προστάξει καὶ ὑπαγορεῦσαι πρὸς ὃ ἔπεμψας ἡμῖν σύγγραμμα·
 [00064]  Πρότερον μὲν γὰρ ἐσκοποῦμεν ὑποσημειώσασθαι τὰ κεφάλαια καὶ διὰ βραχέων τὰ πρὸς αὐτὰ λεγόμενα, εἶτα μετὰ τοῦτο σωματοποιῆσαι τὸν λόγον·
 [00105]  Ταῦτα γὰρ λεγόμενα πολλάκις τοὺς δαίμονας πεποίηκεν ἀνθρώπων χωρισθῆναι, καὶ μάλισθ' ὅταν οἱ λέγοντες ἀπὸ διαθέσεως ὑγιοῦς καὶ πεπιστευκυίας γνησίως αὐτὰ λέγωσι.
 [00275]  ∆ιὸ καὶ δύναται ταῦτα τὰ ὀνόματα, λεγόμενα μετά τινος τοῦ συνυφοῦς αὐτοῖς εἱρμοῦ, ἄλλα δὲ κατὰ αἰγυπτίαν ἐκφερόμενα φωνὴν ἐπί τινων δαιμόνων, τῶν τάδε μόνα δυναμένων, καὶ ἄλλα κατὰ τὴν Περσῶν διάλεκτον ἐπὶ ἄλλων δυνάμεων, καὶ οὕτω καθ' ἕκαστον τῶν ἐθνῶν, εἰς χρείας τινὰς παραλαμβάνεσθαι.
 [00542]  οὐκ ἂν γὰρ καταλαβὼν τὰ ὑπὸ Χριστιανῶν λεγόμενα, ὅτι πολλοὶ προφῆται προεῖπον περὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, περιέθηκε τῷ τοῦ Ἰουδαίου προσώπῳ ἃ ἥρμοζε Σαμαρεῖ μᾶλλον εἰπεῖν ἢ Σαδδουκαίῳ·
 [00813]  [1.69] Μετὰ ταῦτα φύρων τὸν λόγον καὶ τὰ ὑπὸ αἱρέσεώς τινος λεγόμενα ὡς κοινὰ Χριστιανῶν ἐγκλήματα πᾶσι τοῖς ἀπὸ τοῦ θείου προσάγων λόγου φησὶν ὅτι θεοῦ οὐκ ἂν εἴη τοιοῦτον σῶμα, οἷον τὸ σόν.
 [00826]  τί τοῦτο πρὸς τὰ περὶ τοῦ σώματος αὐτοῦ ὑφ' ἡμῶν λεγόμενα;
 [00969]  Καὶ λεγέτωσαν ἡμῖν, τί ἀκούουσι καὶ τί βλέπουσι τοῖς Ἰουδαίοις προφητεύεται μὴ συνήσειν τὰ λεγόμενα καὶ μὴ ὃν δεῖ τρόπον ὄψεσθαι τὸ ὁραθέν.
 [01116]  Καὶ ἀνάβα μοι τῷ λόγῳ ἐπὶ τὸν Ἰησοῦν λέγοντα ταῦτα, καὶ ὅρα μηδέπω γενόμενα προφητευόμενα εἰ μὴ φήσεις ἀπιστῶν μὲν αὐτῷ ὅτι ταῦτα φλυαρεῖ καὶ μάτην λέγει οὐ γὰρ ἔσται τὰ λεγόμενα , ἀμφιβάλλων δὲ περὶ τοῦ συγκαταθέσθαι τοῖς λόγοις αὐτοῦ εἰ μὴ ὅτι, ἐὰν ταῦτα πληρωθῇ καὶ συστῇ ἡ διδασκαλία τῶν λόγων τοῦ Ἰησοῦ, ὡς φροντίζειν τοὺς ἡγεμόνας καὶ τοὺς βασιλεῖς ἀναιρεῖν τοὺς ὁμολογοῦντας τὸν Ἰησοῦν, τότε πιστεύσομεν ὅτι ὡς μεγάλην ἐξουσίαν λαβὼν ἀπὸ τοῦ θεοῦ πρὸς τὸ σπεῖραι τοῦτον τὸν λόγον τῷ γένει τῶν ἀνθρώπων καὶ πειθόμενος κρατήσειν ταῦτά φησι.
 [01129]  Φλέγων μέντοι ἐν τρισκαιδεκάτῳ ἢ τεσσαρεσκαιδεκάτῳ οἶμαι τῶν Χρονικῶν καὶ τὴν περί τινων μελλόντων πρόγνωσιν ἔδωκε τῷ Χριστῷ, συγχυθεὶς ἐν τοῖς περὶ Πέτρου ὡς περὶ τοῦ Ἰησοῦ, καὶ ἐμαρτύρησεν ὅτι κατὰ τὰ εἰρημένα ὑπ' αὐτοῦ τὰ λεγόμενα ἀπήντησε.
 [01909]  Ἆρα γὰρ ὡς ἔτυχε ταῦτ' ἔλεγον οἱ προφῆται σὺν οὐδεμιᾷ πιθανότητι, τῇ κινούσῃ αὐτοὺς ἐπὶ τὸ μὴ μόνον εἰπεῖν ἀλλὰ καὶ ἀναγραφῆς ἀξιῶσαι τὰ λεγόμενα;
 [02259]  [3.44] Εἶθ' ἑξῆς τούτοις ὁ Κέλσος τὰ ὑπὸ ὀλίγων πάνυ παρὰ τὴν διδασκαλίαν Ἰησοῦ λεγόμενα νομιζομένων Χριστιανῶν, οὐ φρονιμωτέρων, ὡς οἴεται, ἀλλ' ἀμαθεστάτων, φέρων φησὶ τοιαῦτα ὑπ' αὐτῶν προστάσσεσθαι·
 [02557]  Οἱ σοφοὶ γὰρ ἀποτρέπονται τὰ ὑφ' ἡμῶν λεγόμενα, ὑπὸ τῆς σοφίας πλανώμενοι καὶ παραπο διζόμενοι.
 [02558]  Φήσομεν οὖν καὶ πρὸς τοῦτο ὅτι, εἴπερ ἡ σοφία ἐπιστήμη θείων ἐστὶ καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτίων ἤ, ὡς ὁ θεῖος λόγος ὁρίζεται, Ἀτμὶς τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς καὶ ἀπαύγασμα φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ, οὐκ ἄν τις ὢν σοφὸς ἀποτρέποιτο τὰ ὑπὸ χριστιανοῦ ἐπιστήμονος τοῦ χριστιανισμοῦ λεγόμενα οὐδὲ πλανηθείη ἂν ἢ παραποδίζοιτο ὑπ' αὐτῆς.
 [02636]  Ἀγωνισάσθω οὖν μηκέτι κρύπτων τὴν ἑαυτοῦ αἵρεσιν ἀλλ' ὁμολογῶν ἐπικούρειος εἶναι πρὸς τὰ παρ' Ἕλλησι καὶ βαρβάροις οὐκ εὐκαταφρονήτως λεγόμενα περὶ τῆς ἀθανασίας τῆς ψυχῆς ἢ τῆς ἐπιδιαμονῆς αὐτῆς ἢ τῆς τοῦ νοῦ ἀθανασίας, καὶ παραδεικνύτω ταῦτα μὲν εἶναι λόγους, κούφαις ἐλπίσιν ἀπατῶντας τοὺς συγκατατιθεμένους αὐτοῖς, τοὺς δὲ τῆς ἑαυτοῦ φιλοσοφίας καθαροὺς εἶναι κούφων ἐλπίδων καὶ ἤτοι προσάγοντας ἐλπίσιν ἀγαθαῖς ἤ, ὅπερ μᾶλλον ἀκόλουθόν ἐστιν αὐτῷ, οὐδεμίαν ἐμποιοῦντας ἐλπίδα διὰ τὴν τῆς ψυχῆς εὐθέως παντελῆ φθοράν.
 [02657]  Καὶ μάλιστα χρεία ἡμῖν πρὸς τὰ νῦν ἑξῆς τοῖς προειρη μένοις τῷ Κέλσῳ λεγόμενα κατασκευάσαι ὅτι καλῶς τὰ περὶ τοῦ Χριστοῦ πεπροφήτευται.
 [02669]  οὐχ ὁρῶν ὅτι καὶ καθ' ἡμᾶς ἐστι τῆς καθόδου ὁ νοῦς, προηγουμένως μὲν <τὸ> τὰ λεγόμενα ἐν τῷ εὐαγγελίῳ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ ἐπιστρέψαι, δευτέρως δὲ τὸ διὰ τὴν ἐκείνων ἀπείθειαν ἆραι ἀπ' αὐτῶν τὴν ὀνομασθεῖσαν βασιλείαν τοῦ θεοῦ καὶ δοῦναι ἄλλοις γεωργοῖς παρὰ τοὺς πάλαι Ἰουδαίους Χριστιανοῖς, τοὺς καρποὺς τῆς τοῦ θεοῦ βασιλείας ἀποδώσουσι τῷ θεῷ ἐν τοῖς ἑκάστης πράξεως οὔσης καρποῦ τῆς βασιλείας καιροῖς.
 [02735]  Καὶ δεῖ ὑπὲρ τοῦ ταῦτα σαφηνισθῆναι καὶ ἀπαντηθῆναι πρὸς τὰ λεγόμενα περὶ τῆς Χριστοῦ ἐπιδημίας, ὅτι νῦν ἆρα μετὰ τοσοῦτον αἰῶνα ὁ θεὸς ἀνεμνήσθη δικαιῶσαι τὸ ἀνθρώπων γένος, πρότερον δὲ ἠμέλει;
 [02763]  Ἀρκεῖ γὰρ μόνον ἐπισημειώ σασθαι ὅτι ἀρχαιότατοι ἄνδρες γενόμενοι Μωϋσῆς καί τινες τῶν προφητῶν οὐ παρ' ἑτέρων εἰλήφασι τὰ περὶ τῆς τοῦ κόσμου ἐκπυρώσεως ἀλλ' εἰ χρὴ ἐπιστήσαντα τοῖς χρόνοις εἰπεῖν, μᾶλλον τούτων ἕτεροι παρακούσαντες καὶ μὴ ἀκρι βώσαντες τὰ ὑπὸ τούτων λεγόμενα ἀνέπλασαν κατὰ περιόδους ταυτότητας καὶ ἀπαραλλάκτους τοῖς ἰδίως ποιοῖς καὶ τοῖς συμβεβηκόσιν αὐτοῖς.
 [02772]  Ἐπὰν οὖν λέγηται πῦρ εἶναι καταναλίσκον, ζητοῦμεν, τίνα πρέπει ὑπὸ θεοῦ καταναλίσκεσθαι, καί φαμεν ὅτι τὴν κακίαν καὶ τὰ ἀπ' αὐτῆς πραττόμενα καὶ τροπικῶς λεγόμενα ξύλα εἶναι καὶ χόρτον καὶ καλάμην καταναλίσκει ὁ θεὸς ὡς πῦρ.
 [02775]  εἰ δ' ἄντικρυς τροπολογεῖται τὰ τοῦ φαύλου ἔργα, λεγόμενα εἶναι ξύλα ἢ χόρτος ἢ καλάμη, πῶς οὐκ αὐτόθεν προσπίπτει, ποδαπὸν πῦρ παραλαμβάνεται, ἵνα τὰ τοιαῦτα ξύλα ἀναλωθῇ;
 [02922]  [4.28] Ἐπεὶ δὲ πεποίηκεν οὓς ἡγεῖται σκώληκας Χριστιανοὺς λέγοντας ὅτι τὴν οὐράνιον φορὰν ἀπολιπὼν ὁ θεὸς καὶ τὴν τοσαύτην γῆν παριδὼν ἡμῖν μόνοις πολιτεύεται καὶ πρὸς ἡμᾶς ἐπικηρυκεύεται καὶ πέμπων οὐ διαλείπει καὶ ζητῶν, ὅπως ἀεὶ συνῶμεν αὐτῷ, λεκτέον ὅτι τὰ μὴ λεγόμενα πρὸς ἡμῶν περιτίθησιν ἡμῖν, τοῖς καὶ ἀναγινώσκουσι καὶ γινώσ κουσιν ὅτι Ἀγαπᾷ πάντα τὰ ὄντα ὁ θεὸς καὶ οὐδὲν βδελύσ σεται ὧν ἐποίησεν·
 [02936]  Καὶ ὅμοιον ποιεῖ τοῖς ὅλῃ αἱρέσει φιλοσοφίας ἐγκαλοῦσι διά τινα λεγόμενα ὑπὸ προπετοῦς μειρακίου, τριῶν ἡμερῶν φοιτήσαντος εἰς φιλοσόφου καὶ ἐπαιρομένου κατὰ τῶν λοιπῶν ὡς ἐλαττόνων καὶ ἀφιλοσόφων.
 [02963]  Καὶ ἐπιλέγει πᾶσι τούτοις ἀνεκτὰ εἶναι μᾶλλον ταῦτα ὑπὸ σκωλήκων καὶ βατράχων λεγόμενα ἢ ὑπὸ Ἰουδαίων καὶ Χριστιανῶν πρὸς ἀλλήλους διαφερομένων ἀπαγγελλόμενα.
 [03090]  ἐὰν δὲ τὰ ἐν μύθου σχήματι λεγόμενα φιλοσόφως ἐξετάζοντες δυνηθῶσιν εὑρεῖν τὸ βούλημα τοῦ Πλάτωνος, <θαυμάσονται> τίνα τρόπον δεδύνηται τὰ μεγάλα ἑαυτῷ φαι νόμενα δόγματα κρύψαι μὲν διὰ τοὺς πολλοὺς ἐν τῷ τοῦ μύθου σχήματι, εἰπεῖν δ' ὡς ἐχρῆν τοῖς εἰδόσιν ἀπὸ μύθων εὑρίσκειν τὸ περὶ ἀληθείας τοῦ ταῦτα συντάξαντος βούλημα.
 [03254]  Καὶ τίς ἂν ἄλλος λόγος ἐπιστρεφέστερον προσάγοι τὴν ἀνθρωπίνην φύσιν τῷ εὖ ζῆν ὡς ἡ πίστις ἢ ἡ διάληψις περὶ τοῦ πάντ' ἐφορᾶν τὸν ἐπὶ πᾶσι θεὸν τὰ ὑφ' ἡμῶν λεγόμενα καὶ πραττόμενα ἀλλὰ καὶ λογιζόμενα;
 [03413]  Ἀλλ' ᾧ μέλει τῆς τῶν θείων γραμμάτων σαφηνείας εὑρήσει ἀπ' αὐτῶν τὰ λεγόμενα πνευματικὰ τοῖς ὀνομαζομένοις πνευματικοῖς συγκρίνων τὸ βούλημα τῶν τε πρὸς τοὺς ἀσθενεστέρους λεγομένων καὶ τῶν τοῖς ἐντρεχεστέροις ἀπαγγελλομένων, πολλάκις ἐν τῇ αὐτῇ λέξει ἑκατέρων τῷ εἰδότι ἀκούειν αὐτῆς κειμένων.
 [03498]  [4.78] Ἑξῆς δὲ τούτοις ἑαυτῷ ἀνθυποφέρει τὰ ὡς ὑπὲρ ἀνθρώπων λεγόμενα, ὅτι δι' αὐτοὺς τὰ ἄλογα ζῷα δεδημιούρ γηται, καί φησιν ὅτι, εἴ τις ἡμᾶς λέγοι ἄρχοντας τῶν ἀλόγων, ἐπεὶ ἡμεῖς τὰ ἄλογα ζῷα θηρῶμέν τε καὶ δαινύμεθα, φήσομεν ὅτι τί δ' οὐχὶ μᾶλλον ἡμεῖς δι' ἐκεῖνα γεγόναμεν, ἐπεὶ ἐκεῖνα θηρᾶται ἡμᾶς καὶ ἐσθίει;
 [03604]  Φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας, καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ δεικνύειν ὅτι γνωρίζουσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὡς ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ δὴ προεῖπον.
 [03717]  Λέγει τοίνυν τὸν τρόπον τοῦτον, ὅτι φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας, καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ δεικνύειν ὅτι οὐκ ἀγνοοῦσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὡς ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ ἤδη προεῖπον.
 [04008]  Οὕτω δὲ οὐκ ἐσμὲν φιλόνεικοι πρὸς τὰ ὑπὸ Κέλσου λεγόμενα, ἀλλὰ φιλαλήθως αὐτὰ ἐξετάζοντες συμφήσομεν ὅτι οὐκ ἔστι τῆς πλημμελοῦς ὀρέξεως οὐδὲ τῆς πεπλανημένης ἀκοσμίας ἀλλὰ τῆς ὀρθῆς καὶ δικαίας φύσεως ὁ θεὸς <ἀρχηγέτης>, ἅτε ἀρχηγέτης τυγχάνων παντὸς καλοῦ·
 [04108]  [5.33] Ταῦτα δέ, οὐ μόνον πρὸς τὰ ἐκκείμενα περὶ τῶν ἐποπτῶν ἡμῖν λέλεκται, ἀλλὰ καὶ μετρίως προλαμβάνουσι τὰ ὑπὸ τοῦ Κέλσου πρὸς ἡμᾶς λεγόμενα, ἐν οἷς φησιν·
 [04147]  ∆αρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλλατίας, οἳ τοὺς γονέας κατεσθίουσιν, εἴρετο, παρεόντων τῶν Ἑλλήνων καὶ δι' ἑρμηνέος μανθανόντων τὰ λεγόμενα, ἐπὶ τίνι χρήματι δεξαίατ' ἂν τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί·
 [04216]  [5.41] Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς τῷ Κέλσῳ λεγόμενα, ἐν οἷς σφόδρα μὲν ἐλάχιστά ἐστι τὰ περὶ Χριστιανῶν πλεῖστα δὲ ὅσα περὶ Ἰουδαίων.
 [04381]  Ἢ Ἕλληνες μὲν ἐὰν τοιαῦτα διηγῶνται καὶ μάλιστα οἱ ἐν αὐτοῖς φιλοσο φοῦντες, οὐ χλεύη οὐδὲ γέλως τὰ λεγόμενα οὐδὲ πλάσματα καὶ μῦθοί εἰσιν, ἐὰν δ' οἱ τῷ θεῷ τῶν ὅλων ἀνακείμενοι καὶ ὑπὲρ τοῦ μηδὲ μέχρι φωνῆς ψεῦδος εἰπεῖν περὶ τοῦ θεοῦ πᾶσαν αἰκίαν μέχρι θανάτου ἀναδεχόμενοι ὡς ἰδόντες ἀπαγγέλλωσιν ἀγγέλων ἐπιφανείας, οὐκ ἄξιοι τοῦ πιστεύεσθαι κρίνονται οὐδὲ οἱ λόγοι αὐτῶν ἐν ἀληθέσι κατατάττονται;
 [04769]  ἐπεὶ οὔτ' ἂν ἐκεῖνοι ζωγραφίας καὶ διαγράμματα ἐσεμνοποίουν ὡς δι' αὐτῶν παριστάντες τὸ ἀληθές, οὔτ' ἂν ὁ Κέλσος ἐν τῷ κατὰ Χριστιανῶν συγγράμματι τὰ μηδαμῶς ὑπὸ Χριστιανῶν λεγόμενα ἀλλά τινων τάχα οὐδ' ἔτι ὄντων ἀλλὰ πάντῃ ἐκλελοιπότων <ἢ> καὶ εἰς ὀλίγους καὶ εὐαριθμήτους καταστάντων, ἐνετίθει ταῖς κατὰ Χριστιανῶν κατηγορίαις.
 [04918]  Ὡς γὰρ ταῦτα λεγόμενα ἤδη καὶ ὑπὸ τῶν πολλῶν καὶ πάντῃ ἀλλοτρίων τῆς καθ' ἡμᾶς θεοσεβείας καταγινώσκεται ὡς κατεψευσμένα Χριστιανῶν, οὕτως εὑρε θείη ἂν καὶ τὰ τοιαῦτα τῷ Κέλσῳ κατεψευσμένως εἰρημένα, ἐν οἷς ἔφησεν ἑωρακέναι παρά τισι πρεσβυτέροις τῆς ἡμετέρας δόξης τυγχάνουσι βιβλία, βάρβαρα δαιμόνων ὀνόματα ἔχοντα καὶ τερατείας·
 [04920]  Καὶ εἴθε πάντα τὰ ὑπὸ Κέλσου κατὰ Χριστιανῶν λεγόμενα τοιαῦτα ἦν, ἵν' ὑπὸ τῶν πλείστων ἐλέγχηται, πείρᾳ καταλα βόντων τὰ τοιαῦτα εἶναι ψευδῆ ἐκ τοῦ καὶ συμβεβιωκέναι Χριστιανῶν τοῖς πλείστοις καὶ μηδὲν τοιοῦτο περὶ αὐτῶν μηδ' ἀκηκοέναι.
 [05027]  ἐὰν δ' ὁ θεῖος λόγος φάσκῃ κολλᾶσθαι ὑπὸ τῆς ἀρετῆς καὶ ἑνοῦσθαι τῷ αὐτολόγῳ τὸν τέλειον, ὡς κατὰ τοῦτο ἀναβεβηκότας μὴ χωρίζειν ἡμᾶς τὴν Ἰησοῦ ψυχὴν τοῦ πρωτοτόκου πάσης κτίσεως, γελᾷ τὸ λέγεσθαι υἱὸν θεοῦ Ἰησοῦν, οὐχ ὁρῶν, τίνα ἐστὶ τὰ περὶ αὐτοῦ ἐν ἀπορρήτῳ μυστικῶς ἐν ταῖς θείαις γραφαῖς λεγόμενα.
 [05069]  ἐχρῆν γὰρ αὐτὸν ἢ μὴ μνημονεῦσαι τῶν τοιούτων ἢ κατὰ τὸ δοκοῦν αὐτῷ φιλάνθρωπον ἐκθέσθαι αὐτὰ ἐπιμελῶς καὶ ἀγωνίσασθαι πρὸς τὰ ἀσεβῶς ὑπ' αὐτῶν λεγόμενα.
 [05079]  Ἐκτιθέμενος οὖν τὰ κατὰ Μαρκίωνος λεγόμενα καὶ μὴ ἐπισημειωσάμενος ὅτι πρὸς αὐτὸν λέγει φησί·
 [05126]  [6.56] Εἰ δὲ τὰ καταχρηστικῶς οὕτως ὀνομαζόμενα λεγόμενα σωματικὰ κακὰ καὶ ἐκτός τίς φησι, δεδόσθω ἔσθ' ὅτε τούτων τινὰ πεποιηκέναι τὸν θεόν, ἵνα διὰ τούτων ἐπιστρέψῃ τινάς.
 [05151]  Ἵνα γάρ τις θέλῃ ἅπερ λέγει ὁ νουθετῶν καὶ εἰσακούσας αὐτῶν ἄξιος γένηται τῶν τοῦ θεοῦ ἐπαγγελιῶν, τῆς προαιρέσεως τοῦ ἀκούοντος δεῖ καὶ τῆς πρὸς τὰ λεγόμενα ἐπινεύσεως.
 [05197]  [6.62] Πάλιν τε αὖ ὁ Κέλσος τάχα μὲν παρακούσας τοῦ Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα τάχα δὲ καὶ τῶν ἰδιωτῶν προπετευσαμένων περὶ τῆς τῶν τοιούτων διηγή σεως, μὴ νοήσας τε, ἐπὶ τίνων τάσσεται τὰ ὀνόμασι σωμα τικῶν μελῶν ἐπὶ τῶν δυνάμεων τοῦ θεοῦ λεγόμενα, φησίν·
 [05468]  Φήσομεν δὲ πρὸς ταῦτα ὅτι οὕτως ἐστὶν ἀσθενῆ τὰ εἰρημένα περὶ τοῦ Ἰησοῦ καὶ Χριστιανῶν ἐν τοῖς ὀλίγῳ πρὸ τούτων, ὡς καὶ τοὺς ἄλλον εἰσηγουμένους θεὸν καὶ τοῦτο πράττοντας ἀσεβῶς εὐχερέστατα ὑπαντῆσαι πρὸς τὰ ὑπὸ Κέλσου λεγόμενα.
 [05757]  [7.27] Ἑξῆς δὲ τούτοις ὁ Κέλσος διὰ πλειόνων τὰ μὴ λεγό μενα ὑφ' ἡμῶν τιθεὶς ὡς λεγόμενα ὑφ' ἡμῶν περὶ τοῦ θεοῦ, ὡς σώματος τῇ φύσει τυγχάνοντος καὶ ἀνθρωποειδοῦς σώματος, ἀνατρέπειν ἐθέλει τὰ μὴ τεθειμένα ὑφ' ἡμῶν, ἅπερ περισσὸν παραθέσθαι ἢ τὴν ἀνατροπὴν αὐτῶν.
 [05813]  Θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, ἐπ' ἀληθινῶν μὲν τάσσων τὰ ἔργα τοῦ θεοῦ ἐπὶ ἡττόνων δὲ τὰ λεγόμενα ἔργα τῶν χειρῶν αὐτοῦ.
 [05872]  Καὶ ἐπ' ἴσης γε ψεκτοὶ οἱ ἐν προσωποποιΐᾳ βαρβάροις καὶ ἀπαιδεύτοις ἢ οἰκότριψι καὶ μηδέ ποτε φιλοσόφων λόγων ἀκηκοόσι μηδὲ εὖ εἰρηκόσιν αὐτοὺς περιτιθέντες φιλοσοφίαν, ἣν ἔμαθε μὲν ὁ προσωποποιῶν, οὐκ εἰκὸς δὲ ἦν εἰδέναι τὸν προσωποποιού μενον, καὶ πάλιν αὖ οἱ τοῖς καθ' ὑπόθεσιν ὑποκειμένοις σοφοῖς καὶ τὰ θεῖα ἐγνωκόσι περιτιθέντες τὰ ἀπὸ ἰδιωτικῶν παθῶν ὑπὸ ἀπαιδεύτων λεγόμενα καὶ ἀπὸ ἀγνοίας ἀπαγγελ λόμενα.
 [05875]  [7.37] Εἴπερ δὲ τοιαύτη μὲν ἡ ἐν τῷ προσωποποιεῖν ἀρετὴ τοιαδὶ δὲ ἡ κακία, πῶς οὐκ εὐλόγως τις καταγελάσεται Κέλσου, Χριστιανοῖς περιτιθέντος τὰ μὴ ὑπὸ Χριστιανῶν λεγόμενα;
 [06429]  [8.21] Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς Κέλσῳ λεγόμενα περὶ θεοῦ, καὶ ὡς προτρέπει ἡμᾶς ἐπὶ τὴν τῶν ὡς μὲν πρὸς ἀλήθειαν εἰδωλοθύτων χρῆσιν ἤ, ἵν' οὕτως ὀνομάσω, δαιμονιοθύτων, ὡς δ' αὐτὸς προσαγορεύσαι ἄν, ἅτε μὴ εἰδώς, τί τὸ ἀληθῶς ἱερόν, καὶ ποδαπαὶ αἱ παρὰ τούτῳ θυσίαι, ἱεροθύτων.
 [06530]  Καὶ ἡμεῖς μὲν γάρ φαμεν οὐ χωρὶς προστασίας ἀοράτων, ἵν' οὕτως ὀνομάσω, γεωργῶν καὶ ἄλλων οἰκονόμων οὐ μόνον τῶν ἀπὸ γῆς φυομένων ἀλλὰ καὶ παντὸς ναματιαίου ὕδατος καὶ ἀέρος τὴν γῆν φέρειν τὰ ὑπὸ φύσεως λεγόμενα διοικεῖσθαι, καὶ τὸ ὕδωρ ἐν ταῖς πηγαῖς καὶ τοῖς αὐθιγενέσι ποταμοῖς ὀμβρεῖν καὶ φέρεσθαι, καὶ τὸν ἀέρα ἀδιάφθορον τηρεῖσθαι καὶ ζωτικὸν τοῖς ἀναπ νέουσιν αὐτὸν γίνεσθαι.
 [06603]  Ὕστερον μέντοι γε τὰ λεγόμενα περὶ τῶν ἀσεβῶν φθάσει μετὰ πάντα τὰ φάρμακα, ἅπερ οὐ προσήκαντο, ἐπὶ τοὺς καταλαμβανομένους ἐν τῇ, ὡς ἂν εἴποι τις, ἀνιάτῳ κακίᾳ.
 [06710]  [8.49] Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς οὕτως λεγόμενα ὑπὸ τοῦ Κέλσου πρὸς ἡμᾶς·
 [06735]  Καὶ τεθαύμακά γε τοῦ Κέλσου παρὰ πάντα τὰ λεγόμενα παρ' αὐτῷ τὸ οὕτως ἐπιφερόμενον τοῖς προειρημένοις, ἐν ᾧ φησι·
000-00-00 Serial Number=0646221757
De oratione Ante [Go Back]  
 [00142]  οὐ γὰρ πρόκειται νῦν ἐξετάζειν τὰ λεγόμενα ὑπὸ τῶν πάντῃ ἀναι ρούντων θεὸν ἢ πρόνοιαν)·
000-00-00 Serial Number=0886633217
De principiis Ante [Go Back]  
 [00394]  Κλήμης δέ, ὁ ἤδη τοῦ γράμματος ἐξιστάμενος, «εἰς τὰς ἔξω πόλεις» λέγεται πέμπειν τὰ λεγόμενα, ὡς εἰ λέγοιμεν τὰς ἔξω τῶν σωματικῶν καὶ τῶν κάτω νοημάτων τυγχανούσας ψυχάς.
 [00534]  οὐδὲ γὰρ πάνυ ἁρμόζει τὰ ἐν τῷ Ἰεζεκιὴλ λεγόμενα περὶ Φαραὼ βασιλέως Αἰγύπτου <περὶ> ἀνθρώπου τινὸς ἄρξαντος ἢ ἄρξοντος τῆς Αἰγύπτου λέγεσθαι, ὡς δῆλον ἔσται τοῖς παρατηρουμένοις.
 [00536]  καὶ τὰ περὶ τοῦ Ναβουχοδονόσορ πολλαχοῦ λεγόμενα καὶ μάλιστα ἐν τῷ Ἡσαΐᾳ οὐχ οἷόν τε ἐκλαβεῖν περὶ τοῦ ἀνθρώπου ἐκείνου·
 [00538]  οὐ μὴν οὐδὲ τὰ λεγόμενα ἐν τῷ Ἰεζεκιὴλ περὶ Αἰγύπτου, ὡς «τεσσαράκοντα ἔτεσιν ἐρημωθησομένης», ὥστε «πόδα ἀνθρώπου» μὴ εὑρεθῆναι ἐκεῖ, καὶ ὡς ἐπὶ τοσοῦτον πολεμηθησομένης ποτέ, ὥστε δι' ὅλης αὐτῆς τὸ αἷμα γενέσθαι μέχρι τῶν γονάτων, νοῦν τις ἔχων ἐκλήψεται περὶ τῆς παρακειμένης Αἰγύπτου τοῖς τὰ σώματα ὑπὸ ἡλίου μεμελανισμένοις Αἰθίοψι.
000-00-00 Serial Number=0431695223
Dialogus cum Heraclide Ante [Go Back]  
 [00189]  Οἱ χοῖροι δὲ παραλαβόντες τοὺς μαργαρίτας, ἅτε μὴ βλέποντες αὐτῶν τὸ κάλλος μηδὲ αἰσθανόμενοι τῆς ὑπεροχῆς αὐτῶν, καταπατοῦσιν αὐτούς, διὰ τὸ κακῶς λέγειν τὰ καλῶς λεγόμενα, καὶ οὐ μόνον κατα πατοῦσιν τοὺς μαργαρίτας, ἀλλὰ καὶ στρεφόμενοι τοὺς διακόνους τῶν μαργαριτῶν ῥηγνύουσιν.
 [00249]  μέλλει ἅπτεσθαι πάν των ἡμῶν τὰ λεγόμενα·
000-00-00 Serial Number=0685120046
Enarrationes in Job Ante [Go Back]  
 [00129]  Καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν, ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ καὶ ἀληθῆ τὰ λεγόμενα.
000-00-00 Serial Number=0196513057
Exhortatio ad martyrium Ante [Go Back]  
 [00323]  τάχα δὲ οὐδὲ ἄλλου τινός ἐστι ταῦτα ἐν τῷ προφήτῃ λεγόμενα τὰ ῥήματα ἢ τοῦ σωτῆρος διὰ τὸν ἀπὸ τοῦ πατρὸς φωτισμὸν καὶ τὴν ἀπ' αὐτοῦ σω τηρίαν οὐδένα φοβουμένου καὶ διὰ τὸν ὑπερασπισμὸν, ὃν ὑπερήσπι ζεν αὐτοῦ ὁ θεὸς, ἀπὸ μηδενὸς δειλιῶντος.
000-00-00 Serial Number=0034831583
Fragmenta de principiis Ante [Go Back]  
 [00109]  (2)μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως·
000-00-00 Serial Number=0839883327
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00044]  κατὰ δὲ τὸ ἐφαρ μόζειν, ἢ μὴ, τῇ ἀγαθότητι αὐτοῦ, καὶ δικαιοσύνῃ, καὶ σοφίᾳ τὰ λεγόμενα, Θεοῦ σωτῆρος δεόμενοι.
 [00106]  Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς Καινῆς ∆ια θήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν Σω τῆρος λέγοντος·
000-00-00 Serial Number=0152206123
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00569]  ἕτερος δὲ αὐτὸν τὸν ἀπόστολον προσωποποιεῖν τινα ἐκ τοῦ πνεύματος λεγόμενα εἰς προτροπὴν τὴν ἐπὶ μετάνοιαν.
 [00598]  καὶ χρή γε ᾄδειν κατὰ τὴν φυσιολογίαν καὶ ψάλλειν κατὰ τὴν περὶ τῶν ἠθῶν διέξοδον τῷ Κυρίῳ διακείμενον γνησίως πρὸς τὰ λεγόμενα·
000-00-00 Serial Number=0970303655
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00181]  δείκνυται δὲ διὰ τοῦ παρόντος ῥητοῦ τροπικώτερον δεῖν ἐκλαμβάνεσθαι τὰ ὡς περὶ παθῶν ἡμετέρων λεγόμενα <περὶ> τοῦ θεοῦ.
 [00184]  πῶς δὲ οὐκ ἄτοπον, τῆς μὲν Ἱερουσαλὴμ πόλεως οὔσης τὸν τράχηλον λαμ βάνεσθαι τροπικῶς, τὰ ὡς θεοῦ δὲ λεγόμενα μέλη μὴ τὸν αὐτὸν ἀκούεσθαι τρόπον;
000-00-00 Serial Number=0438313305
Fragmenta in Psalmos Ante [Go Back]  
 [00127]  Νομίζομεν τοί νυν τοὺς Εἰς τὸ τέλος ἐπιγεγραμμένους ψαλ μοὺς, τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ' ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρα καλεῖν.
 [02812]  Αναιρεῖται ουν εἰκότως ἀπαρχὴ παντὸς πόνου ὡς φαύλη, οτι δὲ περὶ ψυχῶν τὰ λεγόμενα σώμασι συμπεπλεγμέ νων, δῆλον ἀπὸ τοῦ προσκεῖσθαι ἐν τοῖς σκη νώμασι·
 [04489]  Τὰ ουν λεγόμενα περὶ γυναι κὸς Ιούδα καὶ τέκνων, τούτοις ἐφαρμώσεις.
000-00-00 Serial Number=0704877615
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00088]  εἰ δὲ ταῦτα περὶ Ἰωάννου λεγό μενα ὀρθῶς ἔχει, πόσῳ μᾶλλον τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γραφόμενα ἢ λεγόμενα ὡς λεγομένου ἢ γραφομένου καὶ γινομένου.
 [00236]  κόλπον δὲ πατρὸς ἀκούειν δεῖ ὡς καὶ τὰ ἄλλα τὰ λεγόμενα ἀνθρωπίνως περὶ θεοῦ.
000-00-00 Serial Number=0580904901
Fragmenta in librum primum Regnorum Ante [Go Back]  
 [00014]  οἱ γὰρ ἀγάλματα ἅπερ ἔγλυφον καὶ ἐχώνευον θεοὺς νομίζοντες, ἤδη δὲ καὶ ἄλογα, πῶς ἂν ἐχώρησαν διὰ πνευματικῶν νοημάτων τε καὶ ῥημάτων τὰ περὶ θεοῦ λεγόμενα;
 [00023]  μὴ τοίνυν διὰ τὰ σωματικῶς περὶ θεοῦ λεγόμενα, ὡς ἐχώρουν οἱ παλαιοί, σῶμα τὸν θεὸν νομίζωμεν ἢ παθῶν αὐτὸν πεπληρῶσθαι.
000-00-00 Serial Number=0863162398
In Canticum canticorum Ante [Go Back]  
 [00003]  [13.36] Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς θείας Γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζητοῦντι τὸ λέγον πρόσωπον, ὅ τι ποτέ ἐστι, καὶ τὸ πρὸς ὃ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσωπον, τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς τὸ αὐτὸ λέγοντος, ἢ τῶν πρὸς ὃ ὁ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξαμένου τὰ λεγό-μενα, μένοντος τοῦ λέγοντος.
000-00-00 Serial Number=0472871840
In Jeremiam Ante [Go Back]  
 [00247]  ∆ιὰ τοῦτο οἱ τοῦ θεοῦ λόγοι ποιοῦσι πρῶτον ἀναγκαίως τὸ «ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν», μεθ' ἃ <τὸ «οἰκοδομεῖν> καὶ καταφυτεύειν», καὶ ἀεὶ ἐν τῇ γραφῇ τετηρήκαμεν τὰ σκυθρωποφανῆ, ἵν' οὕτως ὀνομάσω, πρῶτα ὀνομαζόμενα, εἶτα τὰ δοκοῦντα εἶναι ἱλαρὰ δεύτερα λεγόμενα·
 [00464]  Ὅτε δὲ ἐκείνων τὰ λεγόμενα μὴ δεχομένων ἔδει ἑτέρους εἶναι τοὺς ἀκροατὰς τῶν λεγομένων, τότε ἀπολογησάμενοι ἐκείνοις κατελίμπα νον αὐτούς·
 [00697]  Ὁ λόγος οὗτος μάλιστα τοῖς διδάσκουσι λέγεται, ἵνα μὴ πρότερον ἐμπιστεύσωσιν τὰ λεγόμενα τοῖς ἀκροαταῖς πρὸ τοῦ νεώματα ποιῆσαι ἐν ταῖς ψυχαῖς αὐτῶν.
 [00827]  μαστιγοῖ δὲ τὸν μὲν μακάριον πονοῦντα ἐπὶ ταῖς μάστιξι, καθικνεῖται γὰρ αὐτοῦ τὰ λεγόμενα, καὶ οὐκ ἐξευτελίζει τὸν ἐλέγχοντα ἀπ' αὐτοῦ, ἐπὰν δέ τις εὑρεθῇ, ἵν' οὕτως εἴπω, ἀναίσθητος, λεχθήσεται περὶ αὐτοῦ·
 [00845]  Πάντα γὰρ τὰ παρ' αὐτῷ ποιείτω ὁ διδάσκαλος καὶ συντελείτω πάντα εἰς παράδοσιν ἐπιστήμης, ἐκεῖνος δὲ μὴ παραδεχέσθω τὰ λεγόμενα·
 [00857]  «Τότε δὲ πρόσωπον πρὸς πρόσωπον», καὶ ὅρα ψυχὴν στερεάν, ὁποία ἦν ἡ καρδία Φαραὼ ἐσκληρυμμένη, ὥστε αὐτὴν ἐπὶ τοῖς ἀπαγ γελλομένοις ἑστάναι ἀντίτυπον καὶ ὥσπερ ἀποβάλλουσαν τὰ λεγόμενα μὴ μορφουμένην κατὰ τὰ ἀπαγγελλόμενα·
 [01243]  Ἐὰν ἐπιλα θόμενός σου τοῦ οἴκου τοῦ προτέρου πάλιν ἐπιστρέψῃς ἐπὶ τὰ ἁμαρτήματα, σὺ πεποίηκας τὰ λεγόμενα ἐνθάδε ἁμαρτή ματα.
 [01540]  ἐὰν εἰδῶμεν τὰς τῶν οἴνων διαφορὰς καὶ τὰ λεγόμενα περὶ αὐτῶν, καὶ ἀκολούθως αὐτοῖς περὶ τῶν ἀσκῶν ὀψόμεθα ὅτι ἀληθές ἐστι τὸ «πᾶς ἀσκὸς πληρωθήσεται οἴνου».
 [01829]  [13.1] Τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ μετὰ πολλῆς ἀπειλῆς νοῆσαι θέλομεν οὕτως ἔχοντα·
 [01940]  ἐκήρυσσε τοίνυν τὸν λόγον, οὐδεὶς προσίετο τὰ λεγόμενα.
 [01961]  τίς γὰρ παρεδέξατο τὰ λεγόμενα, ἵνα ἐκ τοῦ παραδέχεσθαι ὀφειλέτης γένηται ὧν ἤκουσε καὶ ἀπαιτηθῇ ὡς ὀφειλέτης τῶν λεγομένων τοὺς τόκους;
 [02521]  ἐπὶ τούτοις ἔστι τὸν νοοῦντα καὶ <εὐσεβῶς> διακείμενον πρὸς τὰ λεγόμενα εἰπεῖν·
 [02742]  [18.2] Ἴδωμεν δὲ ἀπ' αὐτῆς τῆς λέξεως τὰ λεγόμενα περὶ τοῦ πηλίνου ἀγγείου τοῦ ἐν τῇ χειρὶ τοῦ κεραμέως, καὶ πῶς αὐτὸς ὁ ἐν τῷ προφήτῃ λόγος, ὁ κύριος ὁ προφητεύων ἐν αὐτῷ, ἀφορμὰς δίδωσι καὶ ἄλλας οὐ βραχείας τῆς ἑρμηνείας τῶν κατὰ τὸ πλάσμα τὸ ἐν τῇ χειρὶ τοῦ κεραμέως.
 [02766]  δύναται τοιαῦτα εἶναι καὶ τὰ παρὰ τῷ ἀποστόλῳ περὶ τῆς σοφίας λεγόμενα, διαστελλόμενα τῷ γνῶναι «τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος».
 [02852]  πᾶσαν ἐρεύνησον τὴν γραφήν, καὶ εὑρήσεις τὰ πλεῖστα περὶ τῶν δύο τούτων τῶν ἐθνῶν λεγόμενα.
 [02944]  τοιαῦτα γὰρ ἄλλα μυρία εὑρήσεις λεγόμενα περὶ τοῦ θεοῦ τροποφοροῦντος τὸν ἄνθρωπον.
 [02959]  «ἰδοὺ πλάσσω ἐφ' ὑμᾶς ἀγαθά» καὶ τὰ ἀνὰ λόγον αὐτῶν λεγόμενα ἑξῆς, ἵνα μετὰ τοῦτο ἐμφήνῃ ὅτι ἃ πλάσσει ἀγαθὰ ἀπολύει ἀπὸ τῶν χειρῶν, ἵνα ποιήσῃ αὐτὰ κακά.
 [03425]  ἐγέλων οἱ ἀκούοντες καὶ ἐμυκτήριζον τὰ λεγόμενα.
000-00-00 Serial Number=0711797714
In Jesu Nave homiliae Ante [Go Back]  
 [00120]  ἀπὸ τῆς κʹ ὁμιλίας τῆς εἰς τὸν Ἰησοῦν τὸν Ναυῆ): Ἡ μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμάτων τῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ μεριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται καὶ τῷ οἵῳ τε γενομένῳ ἀναβῆναι ἐπὶ «τὴν γῆν τὴν ἁγίαν», τὴν ἀληθινήν, «τὴν» ὄντως «ἀγαθὴν» καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρημένων τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους λεγόμενα.
 [00125]  Εἰσὶ γάρ τινες δυνάμεις ἐν ἡμῖν, ὧν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν τρέφονται συγγενεῖς οὖσαι αὐταῖς καὶ ἡμῶν μὴ νοούντων [417] ἐκείνας τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν ἡμῖν γί νεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ.
000-00-00 Serial Number=0478357494
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00072]  [161] Τότε δὲ οὐ πολὺς ἦν οὐδὲ κεχυμένος ὁ ἄργυρος, ὀλίγα δὲ ἦν ἐν ἀποῤῥήτῳ παρὰ προφητῶν λεγόμενα καὶ τῶν πάλαι σοφῶν.
000-00-00 Serial Number=0666165948
Philocalia Ante [Go Back]  
 [00301]  Κλήμης δὲ, ὁ ἤδη τοῦ γράμματος ἐξιστάμενος, εἰς τὰς ἔξω πόλεις λέγεται πέμπειν τὰ λεγόμενα, ὡς εἰ λέγοιμεν τὰς ἔξω τῶν σωματικῶν καὶ τῶν κάτω νοημάτων τυγχανούσας ψυχάς.
 [00504]  οὐδὲ γὰρ πάνυ ἁρμόζει τὰ ἐν τῷ Ἰεζεκιὴλ λεγόμενα περὶ Φαραὼ βασιλέως Αἰγύπτου ἀνθρώπου τινὸς ἄρξαντος ἢ ἄρξοντος τῆς Αἰγύπτου λέγεσθαι, ὡς δῆλον ἔσται τοῖς παρατηρου μένοις.
 [00506]  καὶ τὰ περὶ τοῦ Ναβουχοδονόσορ πολλαχοῦ λεγόμενα, καὶ μάλιστα ἐν τῷ Ἠσαΐᾳ, [πῶς] οἷόν τε ἐκλαβεῖν περὶ τοῦ ἀνθρώπου ἐκείνου;
 [00508]  οὐ μὴν οὐδὲ τὰ λεγόμενα ἐν τῷ Ἰεζεκιὴλ περὶ Αἰγύπτου, ὡς τεσσαράκοντα ἔτεσιν ἐρημωθησομένης ὥστε πόδα ἀνθρώπου μὴ εὑρεθῆναι ἐκεῖ, καὶ ὡς ἐπὶ τοσοῦτον πολεμηθησομένης ποτὲ ὥστε δι' ὅλης αὐτῆς τὸ αἷμα γενέσθαι μέχρι τῶν γονάτων, νοῦν τις ἔχων ἐκλήψεται περὶ τῆς παρακειμένης Αἰγύπτου τοῖς τὰ σώ ματα ὑπὸ ἡλίου μεμελασμένοις Αἰθίοψι.
 [00737]  Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζητοῦντι τὸ λέγον πρόσ ωπον ὅ τί ποτέ ἐστι, καὶ τὸ πρὸς ὃ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσωπον·
 [00739]  ἢ τοῦ πρὸς ὃ ὁ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξα μένου τὰ λεγόμενα, μένοντος τοῦ λέγοντος·
 [00935]  Ἡ μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμά των τῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ μεριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται, καὶ τῷ οἵῳ τε γενο μένῳ ἀναβῆναι ἐπὶ τὴν γῆν τὴν ἁγίαν, τὴν ἀληθινὴν, τὴν ὄντως ἀγαθὴν, καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρη μένων τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους λεγόμενα.
 [00940]  εἰσὶ γάρ τινες δυνάμεις ἐν ἡμῖν, ὧν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν τρέφονται συγγενεῖς οὖσαι αὐταῖς, καὶ ἡμῶν μὴ νοούντων ἐκείνας τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν ἡμῖν γίνεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ.
 [01040]  εὐγνωμονοῦν τες μὲν προσήσονται τὰ λεγόμενα, φιλονεικοῦντες δὲ, ἠλιθίως ἀναστρεφόμενοι, ἐπιμενοῦσι τοῖς ἅπαξ κριθεῖσι μοχθηροῖς, διὰ τὴν ἄγνοιαν τῆς ὁμωνυμίας.
 [01321]  διὸ καὶ δύναται ταῦτα τὰ ὀνόματα λεγόμενα μετά τινος τοῦ συνυφοῦς αὐτοῖς εἱρμοῦ, ἄλλα δὲ κατὰ Αἰγυπτίαν ἐκφερόμενα φωνὴν ἐπί τινων δαιμόνων τῶν τάδε μόνα δυναμένων, καὶ ἄλλα κατὰ τὴν Περσῶν διάλεκτον ἐπὶ ἄλλων δυνάμεων, καὶ οὕτω καθ' ἕκαστον τῶν ἐθνῶν, εἰς χρείας τινὰς παραλαμβάνεσθαι.
 [01549]  Εἶθ' ἑξῆς τούτοις ὁ Κέλσος τὰ ὑπὸ ὀλίγων πάνυ παρὰ τὴν διδασκαλίαν Ἰησοῦ λεγόμενα νομιζομένων χρι στιανῶν, οὐ φρονιμωτέρων (ὡς οἴεται) ἀλλ' ἀμαθεστάτων, φέρων, φησὶ «τοιαῦτα ὑπ' αὐτῶν προστάσσεσθαι·
 [01827]  [20.5] Ἑξῆς δὲ τούτοις ἑαυτῷ ἀνθυποφέρει τὰ ὡς ὑπὲρ ἀνθρώπων λεγόμενα, ὅτι δι' αὐτοὺς τὰ ἄλογα ζῶα δεδημιούρ γηται, καί φησιν ὅτι «Εἴ τις ἡμᾶς λέγοι ἄρχοντας τῶν ζώων, ἐπεὶ ἡμεῖς τὰ ἄλλα ζῶα θηρῶμέν τε καὶ δαινύμεθα, φήσομεν ὅτι τί δ' οὐχὶ μᾶλλον ἡμεῖς δι' ἐκεῖνα γεγόναμεν, ἐπεὶ ἐκεῖνα θηρᾶται ἡμᾶς καὶ ἐσθίει;
 [01954]  καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα, καὶ ἔργῳ δεικνύειν ὅτι γνωρίζου σιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὡς ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ δὴ προεῖπον.
 [02088]  καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ δεικνύειν ὅτι οὐκ ἀγνοοῦσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὅτι ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε, δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ ἤδη προεῖπον.».
 [03236]  οὕτω δὲ σωθήσεται μόνως τὰ δικαίως λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν·
 [03284]  ἀλλ' οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προ αιρετικοῖς τὰ ἀπροαίρετα λεγόμενα ἀγαθὰ ἂν εἴη καὶ κακά·
 [03492]  ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς γραφὰς ἄγειν ἀγωνιζό μεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ θεοῦ καὶ δικαίου καὶ σοφοῦ, οὐδὲ κατὰ τὸ τυχὸν ὑπονοηθέντες ἂν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν, κατὰ δὲ τὸ ἐφαρμόζειν ἢ μὴ τῇ ἀγαθότητι αὐτοῦ καὶ δικαιοσύνῃ καὶ σοφίᾳ τὰ λεγόμενα, θεοῦ σωτῆρος δεόμενοι.
 [03556]  [27.8] Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς καινῆς διαθήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν σωτῆρος λέγοντος·
000-00-00 Serial Number=0827777207
Philocalia sive Ecloga Ante [Go Back]  
 [00396]  Οὕτω δὲ σωθήσεται μόνως τὰ δικαίως λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν·
 [00438]  κἂν ᾖ δέ τι ἀγαθὸν ἢ κακὸν ἐν ἀπροαιρέτοις, ὡς ὕστερον ἐξετά σαντες τάχα δείξομεν, ἀλλ' οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προαιρετικοῖς τὰ ἀπροαίρετα λεγόμενα ἀγαθὰ ἂν εἴη καὶ κακά·
 [00642]  ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς γραφὰς ἄγειν ἀγωνιζό μεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ θεοῦ καὶ δικαίου καὶ σοφοῦ, οὐδὲ κατὰ τὸ τυχὸν ὑπονοηθέντες ἂν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν, κατὰ δὲ τὸ ἐφαρμόζειν ἢ μὴ τῇ ἀγαθότητι αὐτοῦ καὶ δικαιοσύνῃ καὶ σοφίᾳ τὰ λεγόμενα, θεοῦ σωτῆρος δεόμενοι.
 [00705]  [27.8] Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς καινῆς διαθήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν σωτῆρος λέγοντος·
000-00-00 Serial Number=0605333567
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00447]  καὶ τάχα τῆς αὐτῆς διανοίας ἔχεται, τῇ ἐνταῦθα διαφορᾷ τῶν νεανίδων τῶν κοινωνουμένων ὑπὸ Χριστοῦ, καὶ τὰ παρὰ Ἀποστόλου λεγόμενα περὶ ἀναστάσεως νεκρῶν, λόγῳ τάγματα φάσκοντι·
000-00-00 Serial Number=0172994077
Selecta in Ezechielem Ante [Go Back]  
 [00252]  Καὶ παρατηρητέον γε, ὅτι [13.785] τὰ μὲν λεγόμενα ἀπαγγέλλεται τοῖς ὄρεσι, προφη τεύεται δὲ οὐ περὶ τῶν ὀρέων μόνον, ἀλλὰ καὶ τῶν βουνῶν καὶ τῶν ναπῶν καὶ φαράγγων·
 [00253]  ταῦτα γὰρ οἱ βουνοὶ καὶ αἱ φάραγγες καὶ αἱ νάπαι, τὸν στηριγμὸν μὴ χωροῦντα τοῦ προφητικοῦ προσώπου, οὐδὲ δέξα σθαι τὰ λεγόμενα οἷά τε ἦν.
 [00279]  Οἴομαι τὸ μὴ μάτην συμβαίνειν τὰ ἐπιμεριζόμενα τοῖς ἀξίοις συστατικὰ νῦν λεγόμενα κακὰ, τοῦτ' εἶναι τό·
000-00-00 Serial Number=0706523776
Selecta in Psalmos Ante [Go Back]  
 [00952]  Ἡμεῖς μὲν ἡγούμεθα μηδὲν ἀνθρώπινον ἔχειν τὰ λεγόμενα ἀκό λουθον τῇ περὶ τὸν ∆αυῒδ, ὅτε ἔφυγεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ, ἱστορίᾳ, εἰ θέλοιμεν τηρῆσαι διὰ τὸ ῥητὸν τὸ τοῦ ∆αυῒδ πρόσωπον, καὶ διὰ τοῦτό γε δυσ ωπήσαιμεν ἂν καὶ τοὺς μὴ βουλομένους ἀναγκάζον τες ἀνάγειν τὴν ἱστορίαν καὶ προσίεσθαι πάντως ἐκ προσώπου Χριστοῦ εἶναι τὰ ἐπαγγελλόμενα.
 [00991]  «Ἐκοιμήθην, καὶ ὕπνωσα,» πολλῷ πλέον ἐνεργήσαντα περὶ σωτηρίας ψυχῶν καὶ παρὰ τὸν καιρὸν τοῦ χωρισμοῦ τοῦ ἀπὸ τοῦ σώματος κατὰ τὰ λεγόμενα ἐν τῇ Καθολικῇ Ἐπιστολῇ παρὰ τῷ Πέτρῳ·
 [01057]  Νομίζομεν τοίνυν τοὺς «εἰς τὸ τέλος» ἐπιγεγραμμένους ψαλμοὺς τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ' ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρακαλεῖν.
 [01337]  ἀλλ' οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προαιρετικοῖς τὰ ἀπρο αίρετα λεγόμενα ἀγαθὰ ἂν εἴη καὶ κακά·
 [02720]  καὶ ἀπὸ τοιαύτης διαθέ σεως ἡμῶν ἡ εὐχὴ μετὰ παῤῥησίας εἰσελεύσεται, ὡς εἰς οἰκεῖον τόπον, τὰ λεγόμενα ὦτα αὐτοῦ.
 [04769]  Ὁ δὲ Ἰούδας εἰσεπορεύετο μὲν τοῦ ἰδεῖν τὰ γινόμενα, καὶ λεγόμενα ἐν παραβολαῖς, ἐλάλει δὲ μάτην, ἅτε μὴ χωρῶν αὐτὰ νοῆσαι, διὰ τὴν τυφλώττουσαν αὐτὸν κακίαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»