0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κρείττονα [123]


000-00-00 Serial Number=0384197116
Commentarii in Genesim Ante [Go Back]  
 [00254]  Οἱ μέντοι ἱεροὶ ἄγ γελοι, τὰ λειτουργικὰ πνεύματα, τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκὸς ὅτι ὡς ἀπὸ νόμου Θεοῦ γε γραμμένα τὰ προστάγματα λαμβάνοντες, τεταγμέ νως, καὶ ὅτε δεῖ, καὶ ὡς δεῖ, καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα·
000-00-00 Serial Number=0488380969
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00044]  [1.2.12] Πάσης τοίνυν ἡμῖν πράξεως καὶ παντὸς τοῦ βίου, ἐπεὶ σπεύδομεν ἐπὶ τὰ κρείττονα, ἀνακειμένης θεῷ καὶ βουλομένων ἡμῶν ἔχειν πᾶσαν αὐτὴν ἀπαρχὴν τῶν πολλῶν ἀπαρχῶν εἴ γε μὴ σφαλλόμεθα τοῦτο νομίζοντες , ποίαν ἐχρῆν εἶναι μετὰ τὸ κατὰ τὸ σῶμα κεχωρίσθαι ἡμᾶς ἀλλήλων διαφέρουσαν ἢ τὴν περὶ εὐαγγελίου ἐξέτασιν;
 [00134]  [1.7.42] Καὶ ὥσπερ οὔκ ἐστιν ὠφελῆσαι δυνατὸν Παῦλον τοὺς κατὰ σάρκα Ἰουδαίους, ἐὰν μή, ὅτε ὁ λόγος αἱρεῖ, περιτέμῃ τὸν Τιμόθεον, καί, ὅτε εὔλογόν ἐστι, ξυρά μενον καὶ προσφορὰν ποιήσαντα καὶ ἁπαξαπλῶς τοῖς Ἰου δαίοις Ἰουδαῖον γενόμενον, ἵνα τοὺς Ἰουδαίους κερδήσῃ, οὕτως τὸν ἐκκείμενον εἰς πολλῶν ὠφέλειαν οὔκ ἐστι διὰ τοῦ ἐν κρυπτῷ χριστιανισμοῦ μόνον δυνατὸν τοὺς στοιχειου μένους ἐν τῷ φανερῷ χριστιανισμῷ βελτιῶσαι καὶ προαγα γεῖν ἐπὶ τὰ κρείττονα καὶ ἀνωτέρω.
 [00495]  ἀλλὰ καὶ δεύτερον καὶ διάκονον καὶ δοῦλον τῆς γνώσεως Ἰησοῦ τὸν ἐν τῇ ἀνατολῇ φανέντα ἀστέρα δεδημιουργῆσθαι, ἤτοι ὅμοιον ὄντα τοῖς λοιποῖς ἄστροις ἢ τάχα καὶ κρείττονα, ἅτε τοῦ πάντων διαφέροντος γενόμενον σημεῖον.
 [00646]  ὥσπερ ἕκαστος τῶν δύναμιν ἐχόντων κρείττονα ὅσον εἴληχε τῆς δυνάμεως, τοσοῦτον Χριστοῦ, καθ' ὃ δύναμίς ἐστι, κεκοινώνηκεν.
 [00826]  καὶ τρίτοι οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, ἀπὸ θεοῦ μὲν πλανηθέντες, πλὴν πλάνην πολλῷ διαφέρουσαν καὶ κρείττονα τῶν καλούντων θεοὺς ἔργα χειρῶν ἀνθρώπων, χρυσὸν καὶ ἄργυρον, τέχνης ἐμμελετή ματα.
 [00883]  τοῖς μὲν γάρ, ἅτε κάτω τυγχάνουσι καὶ ἐν σαρκὶ ἔτι ὑπάρχουσιν, ἀποκέ κλεισται τὰ κρείττονα οὐ συνιέναι αὐτὰ οὐδὲ τὸ κάλλος αὐτῶν δυναμένοις, ἐπεὶ μὴ βούλονται κατανοεῖν συγκύπτοντες καὶ μὴ ἐπιδιδόντες αὑτοὺς εἰς τὸ ἀνακύπτειν·
 [01216]  δῆλον δὲ ὅτι παρ' οἷς κατορθοῦται τὸ ὑπὸ τοῦ Παύλου προστεταγμένον «ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα»·
 [01527]  Αὐτὸς γοῦν ἀπορίᾳ τῶν πρεσβευόντων τὰ κρείττονα, μὴ φέρων τὴν ἄλογον καὶ ἰδιωτικὴν πίστιν διὰ τὴν πρὸς Ἰησοῦν ἀγάπην ἐπεδεδώκεις ποτὲ σαυτὸν λόγοις, ὧν ὕστερον τῇ δεδομένῃ σοι συνέσει καταχρησάμενος εἰς δέον καταγνοὺς ἀπέστης.
 [02252]  Τότε ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, πολλῷ τοῦ ἐν Αἰγύπτῳ ἱλαρώτερον, ὅτε καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς ἁγίας γῆς ἄζυμα καὶ νέα, τροφὴν τοῦ μάννα κρείττονα.
 [03042]  [10.29.184] Οὗτοί εἰσιν οἱ λαμβάνοντες ἀπὸ τῶν ψυχῶν ἐν τῷ παλαίειν αὐταῖς τὰ τιμιώτερα, καὶ συλῶσιν τὰ κρείττονα, ἵνα δῶσιν τὰ μηδενὸς ἄξια.
 [03079]  [10.32.203] Πλὴν ἴδωμεν ὑπὸ πάντων ἐκτεθέντος τοῦ προφητικοῦ λόγου, εἰ μὴ χαίρειν σφόδρα θυγατέρα Σιὼν ἀναγκαῖον, τὴν δὲ κρείττονα ταύτης θυγατέρα Ἱερουσαλὴμ οὐ μόνον χαίρειν σφόδρα ἀλλὰ καὶ κηρύσσειν δεῖ, τοῦ βασιλέως αὐτῆς ἐρχομένου τοῦ δικαίου καὶ σῴζοντος καὶ πράου, διὰ τοῦ ἐπιβεβηκέναι τῷ ὑποζυγίῳ καὶ τῷ νέῳ πώλῳ.
 [03558]  πλὴν οὐδέπω οἴεται αὐτὸν εἶναι τῶν προφητῶν κρείττονα οὐδὲ τὸν προφητευθέντα, ἀλλά τινα προφήτην.
 [03899]  τὰ δὲ κρείττονα σώματος τρέφεται τοῖς ἀσωμάτοις νοήμασιν καὶ λόγοις καὶ πράξεσιν ὑγιέσιν, οὐχὶ εἰς τὸ μὴ εἶναι διαλυθησόμενα, εἰ μὴ τρέφοιτο·
 [03955]  [13.34.225] Ὅσον οὖν προκόπτομεν, κρείττονα καὶ πλείονα φαγόμεθα, ἕως τάχα φθάσομεν ἐπὶ τὸ τὴν αὐτὴν βρῶσιν φαγεῖν τῷ υἱῷ τοῦ θεοῦ, ἣν ἐπὶ τοῦ παρόντος οἱ μαθηταὶ οὐκ οἴδασιν.
 [04323]  [13.54.370] Ταῦτα δὲ ἐν τῇ Γαλιλαίᾳ ποιήσας, ἐνστάσης τῆς τῶν Ἰουδαίων ἑορτῆς ἀναβαίνει εἰς Ἱεροσόλυμα, τὴν ἑορτὴν κρείττονα καὶ ἱλαρωτέ ραν τῇ ἑαυτοῦ ποιῶν ἐπιδημίᾳ.
 [04735]  οὐ γὰρ πεπείσθω τις τῶν ὑπολαμβανομένων πλείονα καὶ κρείττονα ποιεῖν, συγκρίνων ἑαυτὸν τοῖς ὅσον ἐπὶ ἀν θρωπίνῃ κρίσει ἐλάχιστα πράττουσιν, ὅτι πάντα ἃ δεδύνηται πεποίη κεν, ἢ ἐκεῖνος οὐ πάντα <εἰ ἃ> οἷός τε ἦν ἀπαιτεῖσθαι ἀπὸ τοῦ λόγου [19.8.48] ἀποδέδωκεν.
 [04986]  ὅρα τοίνυν εἰ μὴ ὁ τὴν ἀπὸ ὕλης γένεσιν καὶ σωμάτων ἀνειληφὼς τῷ καταλελοιπέναι τὰ κρείττονα ἐκ τῆς γῆς ἐστιν·
 [05106]  ὡς γὰρ Ἀβραάμ, οὐκ ἐκ σπέρματος Ἀβραὰμ τυγχάνων ἀλλὰ τῶν προειρημένων, γέγονεν Ἀβραάμ, οὕτω δυνατόν τινα τὰ κρείττονα τῶν ἐν αὐτῷ ἐγκατασπαρέντων γεωργήσαντα γενέσθαι ἄλλον Ἀβραάμ, οὐ πάντως ἐκ σπέρματος Ἀβραὰμ ἀλλὰ καὶ αὐτὸν ἱκανὸν σπείρειν ὡς Ἀβραάμ.
 [05476]  πρῶτος γὰρ χοϊκὸς ἐκεῖνος, τῷ πρῶτος ἀποπεπτωκὼς τῶν κρειττόνων καὶ ἐπιτεθυμηκὼς ἑτέρας παρὰ τὴν κρείττονα ζωῆς ζωὴν ἄξιος γεγονέναι τοῦ ἀρχὴν αὐτὸν εἶναι οὔτε κτίσματος οὔτε ποιήματος ἀλλὰ «πλά «σματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων «αὐτοῦ».
 [05525]  παραστησάτωσαν γὰρ παρὰ τὰς δυνάμεις ταύτας ἑτέραν τινὰ οὐσίαν μὴ νοοῦσαν μηδὲ διανοουμένην μηδὲ μεμνημένην μηδὲ φαντασιουμένην ἐν οἷς φασὶν εἶναι πνευματικοῖς κρείττονα τῆς νοούσης καὶ διανοουμένης, ἢ ἐν τοῖς χοϊκοῖς ἤτοι ὁμοίαν ἢ χείρονα·
 [05526]  [20.24.208] οὐδὲ γὰρ φήσουσιν κρείττονα.
 [05531]  οὕτω τοίνυν ἡμῖν παραστησάτωσαν ἰδίωμα τοῦ δεξαμένου τύπον κρείττονα ἢ ἐλάττονα ἢ ὑποδεέστερον, καὶ πειραθήτωσαν κἂν περιλαλῆσαι τὴν τῶν δεξαμένων τὴν ἀνάμαξιν τῶν τύπων παραπλησίως διάφορον οὐσίαν·
 [05640]  οὐδεὶς γὰρ εὐλόγως ἂν ψέξαι ἢ ἐγκαλέσαι ἢ μέμψαιτο τῷ μὴ πεφυκότι πρὸς τὰ κρείττονα.
 [06266]  καὶ τούτων αἴτιον τὰ πολλὰ τοῦ Ἰησοῦ σημεῖα, καὶ ὅτι ἀφῆκεν αὐτὸν ὁ πατήρ, κρείττονα γενόμενον τῆς τῶν ἀρχιερέων καὶ Φαρισαίων συνεδρευσάντων κατ' αὐτοῦ ἐπιβουλῆς.
 [06804]  τοῦ δὲ τοιούτου εἴδους τῶν ἁμαρτημάτων ὁ βίος πεπλήρωται τῶν ἐν τῷ πιστεύειν προτιθεμένων μὲν τὰ κρείττονα, διὰ δὲ ἄγνοιαν τὰ ἐπὶ [32.5.59] τὸ ἐναντίον φέροντα λεγόντων ἢ καὶ πραττόντων.
 [06807]  πολλάκις δὲ τὸν Πέτρον τοιοῦτον ἡ γραφὴ ἐσημειώσατο, θερμότερον εἰς τὸ ἐπαγγέλλεσθαι τὰ φαινόμενα αὐτῷ κρείττονα·
 [07129]  [32.17.211] Ταῦτα διὰ τὸ «Ὁ λαμβάνων ἐάν τινα πέμψω», ὅσους ἐνδέχεται πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ, κἂν μή, οὓς εἰθίκαμεν ὀνομάζειν ἀπο στόλους, τοιοῦτοι ὦσιν, καὶ ὅτι ἐνδέχεται καὶ τῆς ἀνθρώπων φύσεως [32.17.212] κρείττονα ὄντα πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ.
000-00-00 Serial Number=0429430485
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00474]  εἰκὸς δὲ ὅτι οἱ μᾶλλον ἡμῶν συναγαγεῖν δυνάμενοι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας παρ' ἑαυτοῖς πλείονα καὶ κρείττονα δύναιντ' ἂν ἀποδοῦναι περὶ τούτων νοῦν.
 [01327]  οὔτε γὰρ τοσοῦτον ἐκαθα ρεύσαμεν, ἵνα ἡμῖν μηδόλως ἐπιλο γισθῇ τὰ φαῦλα, οὔτε ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν, ὥστε ἐπιλησθῆναι ἡμῶν τὰ κρείττονα.
 [01463]  οἶμαι δὲ ὅτι τὸν Πέτρον ὁ θεὸς ἀποτρέπων τοῦ ποιῆσαι τρεῖς σκη νὰς ὑφ' ἃς ἔμελλον ὅσον ἐπὶ τῷ βουλήματι <αὐτοῦ> σκηνοῦν, δείκνυσι <μίαν καὶ> κρείττονα (ἵν' οὕτως ὀνομάσω) καὶ πολλῷ δια φέρουσαν σκηνὴν τὴν νεφέλην.
 [01548]  εἰ δέ, ἵνα μεταδῷ ἡμῖν ὁ σωτὴρ πνεύματος «σοφίας καὶ συνέσεως», πνεύματος «βουλῆς καὶ ἰσχύος», πνεύματος «γνώσεως καὶ εὐσεβείας», καὶ ἐνε πλήσθη πνεύματος «φόβου θεοῦ», δυνατὸν καὶ ταῦτα νοεῖσθαι πλείονα ἐν τῷ αὐτῷ εἶναι κρείττονα πνεύ ματα.
 [01835]  ἔτι δὲ καὶ τὸ «ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας» (δὶς εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην) οὐκ ἀναφέρεται ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ τοὺς χρῄζοντας πιστεύειν ἀνθρώπους ὅτι ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν τῇδε κόσμον ἀπέ στειλε.
 [01961]  ἄτοπον γὰρ τὰ μὲν χείρονα λογι σθῆναί τινι τὰ δὲ μετὰ τὰ χείρονα κρείττονα μηδὲν ὠφελεῖν, ἅπερ καὶ ἀπὸ τοῦ Ἰεζεκιὴλ τοῖς ἐπιμελῶς τη ροῦσι τὰ περὶ τῶν τοιούτων ῥητὰ ἔστι μαθεῖν.
 [02342]  ἡμεῖς δέ, ἕως εὑρεθῇ τὰ κρείττονα καὶ δυνάμενα τῇ τοῦ τῆς γνώσεως φωτὸς πολλῇ ὑπεροχῇ ἀμαυρῶσαι τὰ ὑφ' ἡμῶν εἰρημένα, εἴπομεν τὰ ὑποπεσόντα εἰς τοὺς τόπους ἡμῖν.
 [02461]  ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ» καὶ τὰ ἑξῆς ἕως τοῦ «κρείττονα υἱῶν καὶ θυγατέρων».
 [03017]  ἐχέτωσαν μὲν γὰρ διὰ τὴν με τάνοιαν καὶ τὸ καταλαμβάνεσθαι ἐν ἐπεστραμμένῳ βίῳ κρείττονα τῶν καταλαμβανομένων ἐν ταῖς ἁμαρ τίαις <παραμυθίαν σωτηρίας>.
 [03747]  βούλεται γὰρ εἶναι κρείττονα τῆς ἀνθρωπίνης φύσεως τὸν προσιόντα τῷ λόγῳ αὑτοῦ ὁ θεὸς καὶ ἀπαιτεῖ αὐτὸν παράδοξα καὶ (ἵν' οὕτως ὀνομάσω) θεοῦ μᾶλλον ἢ ἀν θρώπου ἔργα.
 [04276]  «ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ», καὶ θαυμασάντων <πάντων> τὴν ἀπόκρισιν αὐτοῦ, ᾠήθησαν οἱ Σαδ δουκαῖοι, εἰδότες αὐτοῦ τὰς συν ετὰς ἀποκρίσεις, ἤτοι αὐτοὶ διὰ τῆς ἐπαπορήσεως παραστήσειν ἑαυτοὺς κρείττονα λόγον ἔχοντας, μὴ εἶναι λέγοντας ἀνάστασιν τῶν ἐλπιζόντων αὐτήν, ἢ τάχα καὶ μαθήσεσθαι, πῶς δύναται εἶναι ἀνά στασις κατὰ τὴν Μωσέως γραφὴν καὶ ποῖος ὁ βίος ἔσται τῶν ἀναστη σομένων.
000-00-00 Serial Number=0532978714
Contra Celsum Ante [Go Back]  
 [00150]  Τίς γὰρ προτραπεὶς ἐπὶ φιλοσοφίαν καὶ ἀποκληρω τικῶς ἐπί τινα αἵρεσιν ἑαυτὸν φιλοσόφων ῥίψας ἢ τῷ εὐπο ρηκέναι τοιοῦδε διδασκάλου ἄλλως ἐπὶ τοῦτο ἔρχεται ἢ τῷ πιστεύειν τὴν αἵρεσιν ἐκείνην κρείττονα εἶναι;
 [00157]  Τίς γὰρ πλεῖ ἢ γαμεῖ ἢ παιδοποιεῖ ἢ ῥίπτει τὰ σπέρματα ἐπὶ τὴν γῆν μὴ τὰ κρείττονα πιστεύων ἀπαντήσεσθαι, δυνατοῦ ὄντος καὶ τοῦ ἐναντία γενέσθαι καὶ ἔστιν ὅτε γινομένου;
 [00158]  Ἀλλ' ὅμως ἡ περὶ τοῦ τὰ κρείττονα καὶ τὰ κατ' εὐχὴν ἀπαντήσεσθαι πίστις τολμᾶν πάντας ποιεῖ καὶ ἐπὶ τὰ ἄδηλα καὶ δυνατὰ ἄλλως συμβῆναι.
 [00278]  [1.25] Καὶ τάχα οὐκ ἐλάττων ὁ κίνδυνος τῷ τὸ ὄνομα τοῦ θεοῦ ἢ τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐφ' ἃ μὴ χρὴ κατάγοντι, ἤπερ τῷ τὰ κατά τινα ἀπόρρητον λόγον ὀνόματα ἐναλλάσσοντι καὶ τὰ μὲν κατὰ τῶν ἐλαττόνων φέροντι ἐπὶ τὰ κρείττονα τὰ δὲ κατὰ τῶν κρειττόνων ἐπὶ τὰ ἥττονα.
 [00512]  Ὅτι αἴσθησιν θείαν εὑρήσεις, καὶ ὄντων εἰδῶν ταύτης τῆς αἰσθήσεως, ὁράσεως πεφυκυίας βλέπειν τὰ κρείττονα σωμάτων πράγματα, ἐν οἷς δηλοῦται τὰ χερουβὶμ ἢ τὰ σεραφίμ, καὶ ἀκοῆς ἀντιλαμβανομένης φωνῶν οὐχὶ ἐν ἀέρι τὴν οὐσίαν ἐχουσῶν, καὶ γεύσεως χρωμένης ἄρτῳ ζῶντι καὶ ἐξ οὐρανοῦ καταβεβηκότι καὶ ζωὴν διδόντι τῷ κόσμῳ, οὕτω δὲ καὶ ὀσφρήσεως ὀσφραινομένης τοιῶνδε, καθὸ Χριστοῦ εὐωδία λέγει εἶναι τῷ θεῷ Παῦλος, καὶ ἁφῆς, καθ' ἣν Ἰωάννης φησὶ ταῖς χερσὶν ἐψηλαφηκέναι περὶ τοῦ λόγου τῆς ζωῆς·
 [00580]  Εἰ καὶ ἐπὶ πλεῖον οὖν τὸν τοιοῦτον λόγον ἐξετά ζοντες τὰ περὶ Βηθλεὲμ καὶ τῆς περὶ αὐτῆς προφητείας διεξεληλύθαμεν, νομίζομεν ἀναγκαίως τοῦτο πεποιηκέναι, ἀπολογούμενοι πρὸς τοὺς φήσαντας ἂν ὅτι, εἰ οὕτως ἐναργεῖς ἦσαν αἱ περὶ τοῦ Ἰησοῦ παρὰ Ἰουδαίοις προφητεῖαι, τί δή ποτε ἐλθόντος αὐτοῦ οὐ συγκατέθεντο τῇ διδασκαλίᾳ αὐτοῦ καὶ μετέθεντο ἐπὶ τὰ ὑπὸ τοῦ Ἰησοῦ δεικνύμενα κρείττονα.
 [00690]  μακαρίζω, καὶ οὐκ ἐγγιεῖ ἐστο χάσαντο τὸν μετὰ τοῦ ἄστρου προφητευόμενον ἄνθρωπον ἐπιδεδημηκέναι τῷ βίῳ, καὶ ὡς πάντων δαιμόνων καὶ τῶν ἐν ἔθει αὐτοῖς φανταζομένων καὶ ἐνεργούντων κρείττονα προλαβόντες προσκυνῆσαι ἠθέλησαν.
 [01277]  τοῦ ὅλου ῥητοῦ δηλοῦντος τοὺς ἐπὶ κοινῷ κακῷ ζῶντας καὶ ἐνεργοῦντας κατὰ κακίαν ἀποκτείννυσθαι ἀπὸ τοῦ θεοῦ, ζωὴν δ' αὐτοῖς κρείττονα ἀντεισάγεσθαι καὶ ἣν δῴη ἂν ὁ θεὸς τοῖς τῇ ἁμαρτίᾳ ἀποθανοῦσιν.
 [01378]  Ὡς γὰρ ἐὰν ἀπολογήσωνται πρὸς ταῦτα Ἕλληνες, καὶ ἡμεῖς τὰ ὅμοια ἢ καὶ κρείττονα ἐροῦμεν.
 [01518]  Τίς γὰρ τὸν κρείττονα βίον καὶ συστέλλοντα τὰ τῆς κακίας ὁσημέραι ἐπὶ τὸ ἔλαττον εὐλόγως φησὶν ἀπὸ ἀπάτης γίνεσθαι;
 [01525]  ἆρα δυνάμεις γίνονται μὲν κατὰ γοητείαν ἀπὸ πονηρῶν δαιμόνων, οὐδεμία δὲ δύναμις ἐπιτελεῖται ἀπὸ τῆς θείας καὶ μακαρίας φύσεως, ἀλλ' ὁ βίος τῶν ἀνθρώπων ἤνεγκε μὲν τὰ χείρονα οὐδαμῶς δ' ἐχώρησε τὰ κρείττονα;
 [01791]  Καὶ ἐπὰν βούληται ὁ λέγων μὴ πᾶσιν ἐξάκουστον εἶναι τὴν ἑαυτοῦ φωνήν, ὁ μὲν ἔχων τὰ κρείττονα ὦτα ἀκούει θεοῦ, ὁ δὲ κεκωφωμένος τὴν τῆς ψυχῆς ἀκοὴν ἀναισθητεῖ λέγοντος θεοῦ.
 [02120]  Επεὶ δὲ οἱ Μεταποντῖνοι τὴν περὶ τοῦ Ἀριστέου ἀνθρώπου καὶ τάχα οὐ σπουδαίου ἐνάργειαν κρείττονα ἐνόμιζον εἶναι τοῦ περὶ αὐτοῦ χρησμοῦ ὡς θεοῦ ἢ θείων τιμῶν ἀξίου, διὰ τοῦτο οὐκ ἐβούλοντο πείθεσθαι τῷ Ἀπόλλωνι, καὶ οὕτως τὸν Ἀριστέαν οὐδεὶς νομίζει θεόν.
 [02419]  Εἰ μὲν τοῦ ἀρετὴν ἀποδεχομένου καὶ κακίαν ἀποστρεφομένου καὶ ἀσπαζομένου τὰ κρείττονα, ἄκουε ὅτι καὶ μάλα θαρροῦντες ὡς εὐδοκιμοῦντες παρὰ τῷ τοιούτῳ κριτῇ ἐροῦμεν τοῖς παισὶ τὰ ἡμέτερα.
 [02499]  Καὶ γὰρ πεφύκασιν οἱ τὰ κρείττονα ἑαυτοῖς συνεγνωκότες, εὐχόμενοι ἀληθῆ εἶναι τὰ κηρυσσόμενα περὶ τῆς ὑπὸ θεοῦ τοῖς κρείττοσιν ἀμοιβῆς, ἑτοιμότερον συγκατατίθεσθαι τοῖς λεγομένοις παρὰ τοὺς πάνυ μοχθηρῶς βεβιωκότας, ἀπ' αὐτοῦ τοῦ συνειδότος κωλυομένους παραδέξασθαι ὅτι κολασθήσονται ὑπὸ τοῦ ἐπὶ πᾶσι δικαστοῦ κολάσει, ἥτις πρέποι ἂν τῷ τὰ τοσαῦτα ἡμαρτηκότι καὶ οὐ παρὰ τὸν ὀρθὸν λόγον προσάγοιτο ὑπὸ τοῦ ἐπὶ πᾶσι δικαστοῦ.
 [02679]  καὶ ἐν τῇ Χριστοῦ δ' ἐπιδημίᾳ ἐπανορθοῖ τῷ κατὰ χριστιανισμὸν λόγῳ οὐχὶ τοὺς μὴ βουλομένους ἀλλὰ τοὺς τὸν κρείττονα βίον καὶ ἀρέσκοντα τῷ θεῷ ἑλομένους.
 [02808]  Ὅθεν οὐχ, ὡς ὁ Κέλσος καὶ οἱ παραπλήσιοι αὐτῷ βούλονται, μετεμορφώθη ὁ θεὸς ἡμῶν καὶ εἰς τὸ ὑψηλὸν ὄρος ἀναβὰς ἄλλην ἔδειξε τὴν ἑαυτοῦ μορφὴν καὶ πολλῷ κρείττονα ἧς οἱ κάτω μένοντες καὶ μὴ δυνάμενοι αὐτῷ εἰς ὕψος ἀκολουθεῖν ἐθεώρουν.
 [02896]  ἀλλ' οὐδεὶς ἂν τῶν εὖ φρονούντων λέγοι κρείττονα εἶναι διὰ τὰ σώματα τάδε τὰ ἄλογα τῶν λογικῶν πολὺ γὰρ εἰς ὑπεροχὴν ἀνάγει ὁ λόγος τὸ λογικὸν παρὰ πάντα τὰ ἄλογα ἀλλ' οὐδὲ τὰ σπουδαῖα καὶ μακάρια, εἴτε, ὡς ὑμεῖς φατε, οἱ ἀγαθοὶ δαίμονες εἴτε, ὡς ἡμῖν ἔθος ὀνομάζειν, οἱ τοῦ θεοῦ ἄγγελοι ἢ αἱ ὁποιαιδηποτοῦν ὑπερέ χουσαι τῶν ἀνθρώπων φύσεις·
 [03167]  Πολλῷ γὰρ κρείττονα τῶν κατὰ τὸν Βελλεροφόντην ἱστορουμένων ἴδοιμεν ἂν τὸν Ἰωσήφ, ἑλόμενον κατακλεισθῆναι ἐν φυλακῇ ἤπερ ἀπολέσθαι τὸν σώφρονα·
 [03886]  ἀλλ' οὐ διὰ τοῦτο προσκυνήσομεν τοὺς προσκυ νοῦντας ὡς οὐδὲ Μωϋσέα καὶ τοὺς μετ' αὐτὸν ἐκ θεοῦ προφητεύσαντας τὰ κρείττονα ὑετῶν τε καὶ θάλπους καὶ νεφῶν καὶ βροντῶν καὶ ἀστραπῶν καὶ καρπῶν καὶ πασῶν γονῶν αἰσθητῶν.
 [04006]  Εἰ δὲ χρὴ βεβιασμένως ὀνομάσαι, ἐροῦμεν ὅτι ὡς πρὸς τὴν κοινότερον νοουμένην φύσιν ἐστί τινα ὑπὲρ τὴν φύσιν, ἃ ποιήσαι ἄν ποτε θεός, ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἀναβιβάζων τὸν ἄνθρωπον καὶ ποιῶν αὐτὸν μεταβάλλειν ἐπὶ φύσιν κρείττονα καὶ θειοτέραν καὶ τηρῶν τοιοῦτον, ὅσον καὶ ὁ τηρούμενος δι' ὧν πράττει παρίστησιν ὅτι βούλεται.
 [04654]  Εἰ δέ τινες διὰ τὴν ἰδιωτείαν μὴ τρανώσαντες τὸ περὶ τῆς ταπεινοφροσύνης δόγμα τοιαῦτα ποιοῦσιν, οὐ τὸν λόγον αἰτιατέον, ἀλλὰ τῇ ἰδιωτείᾳ τῶν προθεμένων μὲν τὰ κρείττονα διὰ δὲ τὸν ἰδιωτισμὸν ἀποτυγχανόντων συγγνωστέον.
 [04734]  [6.23] Εἰ δέ τις βούλοιτο μὴ ἀφ' ἧς παρέθετο αἱρέσεως ἀσημοτάτης ἀλλὰ ἀπὸ βιβλίων πῇ μὲν ἰουδαϊκῶν καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν ἀναγινωσκομένων, ἅπερ Χριστιανοὶ προσίενται, πῇ δὲ Χριστιανῶν μόνων λαβεῖν ἀφορμὰς τῆς μυστικωτέρας περὶ εἰσόδου ψυχῶν εἰς τὰ θεῖα θεωρίας, ἀναγνώτω τὰ ἐπὶ τέλει τῆς τοῦ Ἰεζεκιὴλ προφητείας ἑωραμένα τῷ προφήτῃ, ἐν οἷς διάφοροι πύλαι καταγεγραμ μέναι εἰσίν, αἰνισσόμεναί τινα περὶ τῆς διαφόρου εἰσόδου τῶν θειοτέρων ψυχῶν ἐπὶ τὰ κρείττονα·
 [05336]  κατὰ δὲ ἡμᾶς καὶ τὴν λογικὴν ψυχὴν πειρωμένους ἀποδεικνύναι κρείττονα πάσης σωματικῆς φύσεως καὶ οὐσίαν ἀόρατον καὶ ἀσώματον οὐκ ἂν σῶμα εἴη ὁ θεὸς λόγος, δι' οὗ τὰ πάντ' ἐγένετο, ὁ φθάνων, ἵνα πάντα διὰ λόγου γίνηται, οὐχ ἕως ἀνθρώπων μόνων ἀλλὰ καὶ τῶν ἐλαχίστων εἶναι νομιζομένων καὶ ὑπὸ φύσεως διοικουμένων.
 [05767]  Εἰς ἄλλην γῆν, ταύτης κρείττονα.
 [05981]  οὐχ ἵνα λέξεσι μόναις οὐσίαν ἀπὸ γενέσεως χωρίζωσι καὶ νοητὸν ἀπὸ ὁρατοῦ, καὶ τὴν μὲν ἀλήθειαν τῇ οὐσίᾳ συνάπτωσι τὴν δὲ μετὰ γενέσεως πλάνην παντὶ τρόπῳ φεύγωσι, σκοποῦντες, ὡς ἔμαθον, οὐ τὰ γενέσεως, ἅπερ ἐστὶ βλεπόμενα καὶ διὰ τοῦτο πρόσκαιρα, ἀλλὰ τὰ κρείττονα, εἴτ' οὐσίαν αὐτά τις βούλεται καλεῖν εἴτε διὰ τὸ νοητὰ τυγχάνειν ἀόρατα εἴτε διὰ τὸ ἔξω αἰσθήσεως εἶναι αὐτῶν τὴν φύσιν μὴ βλεπόμενα.
 [06825]  Καὶ ὅρα γε, τίνα τρόπον ἡμᾶς ἀποτρέπων πιστεύειν ἐπὶ τὸν τῶν ὅλων θεὸν διὰ Ἰησοῦ τοῦ Χριστοῦ, ἐπὶ πίστιν διὰ τὴν τοῦ σώματος ἡμῶν θεραπείαν καλεῖ ἓξ καὶ τριάκοντα βαρβαρικῶν δαιμόνων, οὓς μόνοι Αἰγυπτίων μάγοι καλοῦντες οὐκ οἶδ' ὅπως ἐπαγγέλλονται ἡμῖν τὰ κρείττονα.
 [06830]  Τηλικούτου οὖν ὀλίσθου περὶ τὸν τόπον ὄντος, ὡς καὶ ὁ ἐχθρὸς τῇ τοῦ θεοῦ ἀληθείᾳ μαρτυρεῖ, πόσῳ βέλτιον χωρὶς πάσης ὑφοράσεως ὑπὲρ τοῦ συντακῆναι τοιούτοις δαίμοσιν ἢ φιλοσωματῆσαι καὶ τὰ κρείττονα ἀποστραφῆναι καὶ ὑπὸ λήθης τῆς τῶν κρειττόνων κατασχεθῆναι τὸ ἑαυτὸν ἐμπισ τεῦσαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ τὴν τοιαύτην ἡμῖν διδασ καλίαν ὑποθεμένου Ἰησοῦ Χριστοῦ καὶ ἀπ' ἐκείνου αἰτεῖν πᾶσαν βοήθειαν καὶ φρουρὰν τὴν ἀπὸ ἁγίων ἀγγέλων καὶ δικαίων, ἵν' ἡμᾶς ῥύσωνται ἀπὸ τῶν περιγείων δαιμόνων καὶ γενέσει συντετηκότων καὶ αἵματι καὶ κνίσσῃ προσηλω μένων καὶ ἀλλοκότοις μελῳδίαις ἀγομένων καὶ ἄλλοις τοιούτοις προσδεδεμένων, ὁμολογουμένως μὲν καὶ κατὰ τὸν Κέλσον κρεῖττον οὐδὲν δυναμένων τοῦ θεραπεῦσαι τὸ σῶμα.
 [06862]  ὥστε τολμᾶν ἡμᾶς λέγειν ὅτι ἀνθρώποις μετὰ προαιρέσεως προτιθεμένοις τὰ κρείττονα εὐχομένοις τῷ θεῷ μυρίαι ὅσαι ἄκλητοι συνεύχονται δυνάμεις ἱεραί, συμπαρέχουσαι <ἑαυτὰς> τῷ ἐπικήρῳ ἡμῶν γένει καί, ἵν' οὕτως εἴπω, συναγωνιῶσαι δι' οὓς ὁρῶσιν ἀντιστρατευο μένους καὶ ἀνταγωνιζομένους δαίμονας τῇ σωτηρίᾳ μάλιστα τῶν ἑαυτοὺς ἀνατιθέντων θεῷ καὶ μὴ φροντιζόντων τῆς τῶν δαιμόνων ἔχθρας, ἐὰν ἐκεῖνοι ἐξαγριαίνωσι πρὸς τὸν ἄνθρω πον, φεύγοντα μὲν αὐτῶν τὰς διὰ κνίσσης καὶ αἵματος θεραπείας παντὶ δὲ τρόπῳ λόγων καὶ πράξεων σπεύδοντα οἰκειοῦσθαι καὶ ἑνοῦσθαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ καταλύ σαντος μυρίους δαίμονας Ἰησοῦ, ἡνίκα περιῄει ἰώμενος καὶ ἐπιστρέφων τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.
000-00-00 Serial Number=0379743695
De oratione Ante [Go Back]  
 [00199]  (ἐὰν δέ τις ταράττηται διὰ τὸ μὴ οὐ ψεύσασθαι τὸν θεὸν τὰ μέλλοντα προεγνωκότα, ὡς τῶν πραγμάτων κατηναγκασμένων, λεκτέον πρὸς τὸν τοιοῦτον ὅτι αὐτὸ τοῦτο τῷ θεῷ ἔγνωσται ἀραρότως, τὸ μὴ ἀραρότως τόνδε τινὰ τὸν ἄνθρωπον καὶ βεβαίως βούλεσθαι τὰ κρείττονα ἢ οὕτω θελήσειν τὰ χείρονα, ὥστε ἀνεπίδεκτον αὐτὸν ἔσεσθαι μεταβολῆς τῆς ἐπὶ τὰ συμφέροντα.) καὶ πάλιν τάδε μέν τινα ποιήσω τῷδε εὐξομένῳ, ἐμοὶ γὰρ τοῦτο πρέπον ἐστὶν οὐ ψεκ τῶς μοι εὐξομένῳ οὐδὲ ἀμελῶς περὶ τὴν εὐχὴν ἀναστραφησομένῳ·
 [00202]  τοῦδε δέ τινος, μετὰ τὸ ἐπιδεδωκέναι ἑαυτὸν λόγοις τοῖς διαφέρουσιν ὑπεκλυθησομένου καὶ παλινδρο μήσοντος ἐπὶ τὰ ὑλικώτερα, ἀποστήσω τόνδε τὸν κρείττονα συνερ γόν·
 [01036]  κἂν συνειδῇ τις ἑαυτῷ τὰ κρείττονα καὶ ἀναπτερωθῇ ἀπὸ τῶν κακῶν, ἀναγινωσκέτω τὸ εἰρημένον ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων περὶ Ἐζεκίου, ὅστις πεπτωκέναι λέγεται «ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.».
000-00-00 Serial Number=0554719746
De principiis Ante [Go Back]  
 [00136]  «καὶ ἀποκεκάλυπται νηπίοις», τοῖς μετὰ τὴν νηπιότητα ἐπὶ τὰ κρείττονα ἐληλυθόσι καὶ μεμνημένοις ὅτι οὐ παρὰ τὴν ἑαυτῶν αἰτίαν τοσοῦτον ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μα καριότητος ἐληλύθασιν.
 [00204]  εἴτε ἐροῦσιν ὅτι καλὸν τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλά, πευσόμεθα πῶς ἡ ἀπολλυμένη φύσις θέλει τὰ κρείττονα·
 [00205]  οἱονεὶ γὰρ δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς φέρει, εἴ γε καλὸν τὸ θέλειν τὰ κρείττονα.
 [00227]  εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς ἐπὶ τὸ «θέλειν» τὰ κρείττονα, †οὐχὶ δέ γε καὶ† «τρέχειν».
 [00228]  ἀλλ' οὐ μάτην ὁ Παῦλος τάδε συμ βουλεύει καὶ τούσδε μέμφεται καὶ τούσδε ἀποδέχεται, οὐδὲ μάτην ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς τῷ θέλειν τὰ κρείττονα καὶ τῷ σπεύδειν ἐπὶ τὰ διαφέροντα.
 [00234]  πάλιν τε αὖ κρείττονα θέλοντες καὶ τὰ διαφέροντα ἐνεργοῦντες, ἐπεὶ ἀπὸ θεοῦ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐστιν, οὐχ ἡμεῖς τὰ διαφέροντα πεποιήκαμεν, ἀλλ' ἡμεῖς μὲν ἐδόξαμεν, ὁ δὲ θεὸς ταῦτα ἐδωρήσατο·
 [00236]  καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι ἡ τοῦ ἀποστόλου λέξις οὔ φησι τὸ θέλειν τὰ κακὰ ἐκ θεοῦ εἶναι ἢ τὸ θέλειν τὰ ἀγαθὰ ἐκ θεοῦ εἶναι, ὁμοίως τε τὸ ἐνεργεῖν τὰ κρείττονα καὶ τὰ χείρονα, ἀλλὰ τὸ καθόλου θέλειν καὶ τὸ καθόλου ἐνεργεῖν.
 [00279]  ὥστε κατὰ τοῦτο διὰ τὰς προ αιρέσεις τινὰς μὲν ἐκ χειρόνων εἰς κρείττονα προκόπτειν, ἑτέρους δὲ ἀπὸ κρειττόνων εἰς χείρονα καταπίπτειν, καὶ ἄλλους ἐν τοῖς καλοῖς τηρεῖσθαι ἢ ἀπὸ καλῶν εἰς κρείττονα ἐπαναβαίνειν, ἄλλους τε αὖ τοῖς κακοῖς παραμένειν ἢ ἀπὸ κακῶν, χεομένης τῆς κακίας, χείρονας γίνεσθαι.
 [00284]  οὔτε τὸ ἐφ' ἡμῖν χωρὶς τῆς ἐπιστήμης τοῦ θεοῦ, οὔτε ἡ ἐπιστήμη τοῦ θεοῦ προκόπτειν ἡμᾶς ἀναγκάζει, ἐὰν μὴ καὶ ἡμεῖς ἐπὶ τὸ ἀγαθόν τι συνεισαγάγωμεν, οὔτε τοῦ ἐφ' ἡμῖν χωρὶς τῆς ἐπιστή μης τοῦ θεοῦ καὶ τῆς καταχρήσεως τοῦ κατ' ἀξίαν τοῦ ἐφ' ἡμῖν ποιοῦντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν γενέσθαι τινά, οὔτε τοῦ ἐπὶ τῷ θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν τινά, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ τὴν ἡμετέραν προαίρεσιν, κλίνουσαν ἐπὶ τὰ κρείττονα ἢ ἐπὶ τὰ χείρονα.
 [00520]  οἱ δὲ νοητοὶ Ἰσραηλῖται, ὧν τύπος ἦσαν οἱ σωματικοί, οὐχὶ ἐκ δήμων εἰσί, τῶν δήμων ἐκ φυλῶν ἐληλυθότων, καὶ τῶν φυλῶν ἀπὸ ἑνός τινος, γένεσιν οὐ τοιαύτην σωματικὴν ἔχοντος ἀλλὰ τὴν κρείττονα, γεγενημένου κἀκείνου ἐκ τοῦ Ἰσαάκ, καταβεβηκότος κἀκείνου ἐκ τοῦ Ἀβραάμ, πάντων ἀναγομένων ἐπὶ τὸν Ἀδάμ, ὃν ὁ ἀπόστολος εἶναί φησι τὸν Χριστόν;
000-00-00 Serial Number=0321478605
Exhortatio ad martyrium Ante [Go Back]  
 [00134]  εἰ θέλομεν ἡμῶν σῶσαι τὴν ψυχὴν, ἵνα αὐτὴν ἀπολάβωμεν κρείττονα ψυχῆς, καὶ μαρτυρίῳ ἀπολέσωμεν αὐτήν.
 [00581]  καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ὅτι κρείττονα ἔχετε ὕπαρξιν καὶ μένουσαν.
 [00585]  πειθόμεθα γὰρ «κρείττονα» ἔχειν «ὕπαρξιν» οὐ γηΐνην ἀλλ' οὐδὲ σωματικὴν ἀλλά τινα ἀόρατον καὶ ἀσώματον.
000-00-00 Serial Number=0833640993
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00119]  Ἐὰν δέ τις τὸ πρὸς τὸν Θεὸν εὐσεβὲς τηρῶν, κρείττονα, καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων Γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.
000-00-00 Serial Number=0797336936
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00023]  [5] Τρυγὼν καὶ χελιδὼν ἀγροῦ στρουθία, οἱ συνετοὶ ἀκρο αταὶ καὶ οἱ εἰς τὸ λέγειν τὰ κρείττονα ἱκανοί, ἐφύλαξαν ἐν καιρῷ ποιεῖσθαι τὰς ἰδίας εἰσόδους, ὥστε τὸ λεγόμενον καθικνεῖσθαι τῶν ἀκουόντων, συντρεχούσης τῆς εἰσόδου τῆς χελιδόνος τῇ εἰσόδῳ τῆς τρυγόνος.
000-00-00 Serial Number=0593199790
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00196]  ὁ μὲν οὖν κρείττονα οἶνον ποιήσας εὐφρανθήσεται ἀπὸ τῶν ἰδίων γεννημάτων, ὁ δὲ γεωργήσας «ἄμπελον Σοδόμων καὶ κληματίδα Γομόρρας καὶ καρποφορήσας στα φυλὴν χολῆς καὶ βότρυν πικρίας καὶ θυμὸν ἀσπίδων ἀνίατον, πάν των ὑπὸ κυρίου συναγομένων» εἰς μίαν ληνόν , πατουμένων τῶν κακῶν ἔργων αὐτοῦ καὶ θλιβομένων, τοῖς τοιούτοις ἀκολούθως καρποῖς πίεται ὑπὲρ τοῦ τὴν χολὴν ἐμέσαι καὶ τὴν πικρίαν καὶ τὸν θυμόν.
000-00-00 Serial Number=0582259178
Fragmenta in Psalmos Ante [Go Back]  
 [02013]  Επεὶ καὶ τὰ αἰσθητὰ ἐπίβαθρα γίνεται πρὸς τὸ νοῆσαι τὰ κρείττονα, ἰστέον ὡς ὁ μὲν ᾳδων ψιλῇ χρῆται φωνῇ, ὁ δὲ ψάλλων καὶ τῷ ὀργάνῳ·
 [04419]  Οἱ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβάλλοντες διὰ τὰς τῶν ἀποστόλων πα ραδόσεις, ἐν ταῖς τῶν ἀνθρώπων κατασπεί ρουσι ψυχαῖς, φυτεύουσί τε ἀμπελῶνας, τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας.
000-00-00 Serial Number=0172637165
In Jeremiam Ante [Go Back]  
 [00112]  ἔγνω γὰρ τὰ διαφέροντα καὶ κρείττονα, καὶ «ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ», καὶ «εἴ τις ἀγνοεῖ, ἀγνοεῖται».
 [00245]  Ἔστω γὰρ ἐκρεριζωμένα ἀπ' ἐμοῦ τὰ φαῦλα, κατασκαφέντα τὰ χείρονα, τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τῶν ἐκριζωθέντων καταφυτευθῇ τὰ κρείττονα;
 [01306]  τὸ ξύλον ἐμβληθὲν εἰς τὸν ἄρτον αὐτοῦ κρείττονα τὸν ἄρτον πεποίηκεν.
 [02207]  ὅταν τὸν τῶν πολλῶν βίον μιμώμεθα, ὥστε μὴ εἶναι ἀνακεχωρηκότα αὐτὸν καὶ κρείττονα καὶ ἐξαίρετον παρὰ τοὺς πολλούς, οὐ δύναμαι λέγειν·
 [02494]  ἀλλ' οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ χείρονα μὴ ἀπολαβεῖν δὲ τὰ κρείττονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ κρείττονα μὴ ἀπολαβεῖν δὲ τὰ χείρονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, καθαίρειν βουλόμενον καὶ ἐκκόπτειν τὴν κακίαν.
 [02516]  διὸ εὑρήσεις ἐν ταῖς ἱεραῖς γραφαῖς τὸν θεὸν λέγοντα πρῶτον τὰ δοκοῦντα εἶναι σκυθρω πότερα καὶ μετὰ ταῦτα τὰ κρείττονα.
000-00-00 Serial Number=0666334748
In Jesu Nave homiliae Ante [Go Back]  
 [00142]  Τὰ γὰρ ἐν ἡμῖν ἐπᾴδεται καὶ τὰ μὲν κρείττονα τρέφεται, τὰ δὲ χείρονα καταργεῖται.
 [00281]  Ὃν λαβὼν οἰκοδομεῖ καὶ κοσμεῖ κρείττονα ποιῶν ἢ παρέλαβεν ἕκαστον αὐτοῦ τόπον γενόμενον, ἐν ᾧ κατοικῶν ἐξαιρέ τως ***.
000-00-00 Serial Number=0578247368
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00160]  καιρὸς) δέ ἐστιν ὁ τῆς αὐτοῦ παρουσίας, ἐν ᾧ δεῖ τὰ σωματικὰ τοῦ νόμου καὶ τῆς ἐν τοῖς προφήταις ἱστορίας περιπεφυκότα τοῖς πνευματικοῖς περιτέμνεσθαι καὶ μεῖναι τὰ κρείττονα.
000-00-00 Serial Number=0100993395
Philocalia Ante [Go Back]  
 [00484]  οἱ δὲ νοητοὶ Ἰσραηλῖται, ὧν τύπος ἦσαν οἱ σωματικοὶ, οὐχὶ ἐκ δήμων εἰσὶ, τῶν δήμων ἐκ φυλῶν ἐληλυθότων, καὶ τῶν φυλῶν ἀπὸ ἑνός τινος, γένεσιν οὐ τοιαύτην σωματικὴν ἔχοντος, ἀλλὰ τὴν κρείττονα, γεγενημένου κἀκείνου ἐκ τοῦ Ἰσαὰκ, καταβεβηκότος κἀκείνου ἐκ τοῦ Ἀβραὰμ, πάντων ἀναγομένων ἐπὶ τὸν Ἀδὰμ, ὃν ὁ ἀπόστολος εἶναί φησι τὸν χριστόν;
 [00720]  αὐτὸς γοῦν ἀπορίᾳ τῶν πρεσβευόντων τὰ κρείττονα, μὴ φέρων τὴν ἄλογον καὶ ἰδιωτικὴν πίστιν, διὰ τὴν πρὸς Ἰησοῦν ἀγάπην ἐπιδεδώκεις ποτὲ σαυτὸν λόγοις, ὧν ὕστε ρον τῇ δεδομένῃ σοι συνέσει καταχρησάμενος εἰς δέον καταγνοὺς ἀπέστης.
 [01324]  [17.2] Καὶ τάχα οὐκ ἐλάττων ὁ κίνδυνος τῷ τὸ ὄνομα τοῦ θεοῦ ἢ τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐφ' ἃ μὴ χρὴ κατάγοντι, ἤπερ τῷ τὰ κατά τινα ἀπόρρητον λόγον ὀνόματα ἐναλλάσσοντι, καὶ τὰ μὲν κατὰ τῶν ἐλαττόνων φέροντι ἐπὶ τὰ κρείττονα, τὰ δὲ κατὰ τῶν κρειττόνων ἐπὶ τὰ ἥττονα.
 [01409]  τίς γὰρ προτραπεὶς ἐπὶ φιλοσοφίαν, καὶ ἀπο κληρωτικῶς ἐπί τινα αἵρεσιν ἑαυτὸν φιλοσόφων ῥίψας ἢ τῷ εὐπορηκέναι τοιοῦδε διδασκάλου, ἄλλως ἐπὶ τοῦτο ἔρχεται ἢ τῷ πιστεύειν τὴν αἵρεσιν ἐκείνην κρείττονα εἶναι;
 [01418]  τίς γὰρ πλεῖ ἢ γαμεῖ ἢ παιδοποιεῖται ἢ ῥίπτει τὰ σπέρματα ἐπὶ τὴν γῆν, μὴ τὰ κρείττονα πιστεύων ἀπαντή σεσθαι, δυνατοῦ ὄντος καὶ τοῦ ἐναντία γενέσθαι, καὶ ἔστιν ὅτε γινομένου;
 [01419]  ἀλλ' ὅμως ἡ περὶ τοῦ κρείττονα καὶ τὰ κατ' εὐχὴν ἀπαντήσεσθαι πίστις τολμᾷν πάντας ποιεῖ, καὶ ἐπὶ τὰ ἄδηλα καὶ δυνατὰ ἄλλως συμβῆναι.
 [02314]  καὶ ἀποκεκάλυ πται νηπίοις, τοῖς μετὰ τὴν νηπιότητα ἐπὶ τὰ κρείττονα ἐληλυθόσι καὶ μεμνημένοις ὅτι οὐ παρὰ τὴν ἑαυτῶν αἰτίαν τοσοῦτον ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μακαριότητος ἐληλύθασιν.
 [02330]  λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι βέλτιον τῇδέ τινι προπετέσ τερον βεβουλημένῃ τὰ κρείττονα, καὶ οὐχὶ ὁδῷ ἐπ' αὐτὰ ὁδευσάσῃ, τυχεῖν οὗ βεβούληται·
 [02394]  εἴτε ἐροῦσιν ὅτι καλὸν τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ, πευσόμεθα πῶς ἡ ἀπολλυμένη φύσις θέλει τὰ κρείττονα·
 [02395]  οἱονεὶ γὰρ δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς φέρει, εἴγε καλὸν τὸ θέλειν τὰ κρείττονα.
 [02428]  εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς ἐπὶ τὸ θέλειν τὰ κρείττονα, εἰκῆ δὲ καὶ ἐπὶ τὸ τρέχειν.
 [02430]  οὐδὲ μάτην ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς τῷ θέλειν τὰ κρείττονα καὶ τῷ σπεύδειν ἐπὶ τὰ διαφέροντα.
 [02437]  πάλιν τε αὖ κρείττονα θέλοντες καὶ τὰ διαφέροντα ἐνεργοῦντες, ἐπεὶ ἀπὸ θεοῦ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐστὶν, οὐχ ἡμεῖς τὰ διαφέροντα πεποιήκαμεν, ἀλλ' ἡμεῖς μὲν ἐδόξαμεν, ὁ δὲ θεὸς ταῦτα ἐδωρήσατο·
 [02439]  καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι ἡ τοῦ ἀποστόλου λέξις οὔ φησι τὸ θέλειν τὰ κακὰ ἐκ θεοῦ εἶναι ἢ τὸ θέλειν τὰ ἀγαθὰ ἐκ θεοῦ εἶναι, ὁμοίως τε τὸ ἐνεργεῖν τὰ κρείττονα καὶ τὰ χείρονα·
 [02495]  ὥστε κατὰ τοῦτο διὰ τὰς προαιρέσεις τινὰς μὲν ἐκ χειρόνων εἰς κρείττονα προκόπτειν, ἑτέρους δὲ ἀπὸ κρειττόνων εἰς χείρονα καταπίπτειν, καὶ ἄλλους ἐν τοῖς καλοῖς τηρεῖσθαι ἢ ἀπὸ καλῶν εἰς κρείττονα ἐπαναβαίνειν, ἄλλους τε αὖ τοῖς κακοῖς παραμένειν ἢ ἀπὸ κακῶν χεομένης τῆς κακίας χείρονας γίνεσθαι.
 [02504]  οὔτε τοῦ ἐπὶ τῷ θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν τινὰ, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ τὴν ἡμετέραν προαίρεσιν κλίνουσαν ἐπὶ τὰ κρείττονα ἢ ἐπὶ τὰ χείρονα.
 [02901]  οἱ μέντοι ἱεροὶ ἄγγελοι, τὰ λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκὸς ὅτι, ὡς ἀπὸ νόμου θεοῦ γεγραμμένων τὰ προστάγματα λαμ βάνοντες, τεταγμένως καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα·
 [03572]  ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.
000-00-00 Serial Number=0444803655
Philocalia sive Ecloga Ante [Go Back]  
 [00290]  Οἱ μέντοι ἱεροὶ ἄγγελοι, τὰ λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκὸς ὅτι, ὡς ἀπὸ νόμου θεοῦ γεγραμμένων τὰ προστάγματα λαμβάνοντες, τεταγμέ νως καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα·
 [00721]  Ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.
000-00-00 Serial Number=0614727855
Selecta in Ezechielem Ante [Go Back]  
 [00161]  Πλίνθον ἐνταῦθα νομίζω λέγεσθαι τὴν τοῦ ἀπαιδεύτου καὶ ἀνοήτου ψυχὴν, ἐν ᾗ διαγράφεται ὑπὸ τοῦ προφήτου καὶ τοῦ δυναμένου διδάσκειν τὰ πνευματικὰ καὶ τὰ κρείττονα παραδεικνύναι, πόλις Ἱερουσαλὴμ, καὶ τὰ ἐν αὐτῇ μυστήρια, καὶ ὁ λόγος τῆς πόλεως τοῦ Θεοῦ καὶ τῶν ἐμπολιτευσαμένων αὐτῇ.
000-00-00 Serial Number=0688390315
Selecta in Psalmos Ante [Go Back]  
 [04728]  Καὶ ἡ ἀνάμνησις δὲ τῆς ἐπὶ τὰ κρείττονα μεταβολῆς εὐχαρίστους ἐργάζεται καὶ προσεκτικούς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»