0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δυνάμενον [93]


000-00-00 Serial Number=0760672271
Adnotationes in Deuteronomium Ante [Go Back]  
 [00017]  Ὃ δὴ καὶ σύμβολον εἰς τὸν νόμον, οὐ δυνάμενον τελειῶσαι οὐδὲ τὴν ἐπαγγε λίαν ἀποκαταστῆσαι, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσε ται.
000-00-00 Serial Number=0011116147
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00531]  δόξει δὲ εἰδικῶς τὸ εἰς ἁγιασμὸν λέγειν, προτρεπόμενος εἰς ἁγνείαν καὶ καθαρότητα βίου τὸν δυνάμενον χωρῆαι.
000-00-00 Serial Number=0717243016
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00486]  [1.26.171] «Ἐπίστησον» δὲ προσεθήκαμεν διὰ τὸ παρακεῖσθαι τὸ δυνάμενον τῷ «Ἐγὼ φῶς εἰμι τοῦ κόσμου» συνεξετάζεσθαι ἐπὶ τῶν μαθητῶν ὑπὸ Ἰησοῦ λεγόμενον·
 [00969]  [2.11.83] Ἢ τάχα ἔστι καὶ τοῦτο εἰπεῖν, ὅτι ἐδεῖτο ἡ κτίσις ὑπὲρ τοῦ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἀλλὰ καὶ τὸ τῶν ἀνθρώπων γένος μακαρίας καὶ θείας δυνάμεως ἐνανθρωπούσης, ἥτις διορθώσεται καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ ὡσπερεὶ ἐπέβαλλέ πως τῷ ἁγίῳ πνεύματι ἡ πρᾶξις αὕτη, ἥντινα ὑπομένειν οὐ δυνάμενον προβάλλεται τὸν σωτῆρα, ὡς τὸ τηλικοῦτον ἆθλον μόνον ἐνεγκεῖν δυνά μενον, καὶ τοῦ πατρὸς ὡς ἡγουμένου ἀποστέλλοντος τὸν υἱὸν συναποστέλλει καὶ συμπροπέμπει τὸ ἅγιον πνεῦμα αὐτόν, ἐν καιρῷ ὑπισχνούμενον καταβῆναι πρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ συνεργῆσαι τῇ τῶν ἀνθρώπων σωτηρίᾳ.
 [01082]  [2.17.117] Καὶ πρῶτόν γε ἴδωμεν τὸ «Οὐκ ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων» ἴσον δυνάμενον τῷ «οὐκ ἔστιν ἁμαρτωλῶν ἀλλὰ ἁγίων θεός».
 [01186]  [2.23.148] Κατὰ τοῦτο οὖν ὡς ἴσον δυνάμενον ἐκλήψεται τὸ φῶς τῶν ἀνθρώπων καὶ φῶς παντὸς λογικοῦ, παντὸς λογικοῦ τῷ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» εἶναι θεοῦ ἀνθρώπου τυγχάνοντος.
 [01257]  Ὡς δὲ ἔχουσι νοῦν ἐκδέξασθαι δυνάμενον ἀκολούθως τοῖς γεγραμμένοις τὰ νομιζόμενα παραλελεῖφθαι ἔγραψεν ὁ Ἰωάννης τὸ «ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν»·
 [02537]  ∆όξει τοίνυν τῷ ἱστορίαν εἶναι νομίζοντι τὴν τούτων γραφήν, ἣ διὰ εἰκόνος ἱστορικῆς πρόσθοιτ' ἂν παραστῆσαι τὰ πράγματα, καὶ τὸν θεὸν ὑπολαμβάνοντι κατὰ περιγραφὴν εἶναι ἐν τόπῳ, μὴ δυνάμενον τῷ αὐτῷ πλείονας ἑαυτοῦ ἐμποιῆσαι φαντασίας πλείοσιν ἐν πλείοσιν τόποις καὶ πλείονα ἅμα λέγειν, ἀδύνατον εἶναι ἀληθεύειν οὓς ὑπεθέμην τέσσαρας, τῷ ἀδύνατον εἶναι ἐν τῷδέ τινι τῷ τεταγμένῳ καιρῷ τὸν θεὸν εἶναι, ἅτε καὶ κατὰ περιγραφὴν αὐτὸν νενοημένον ἐν τόπῳ εἶναι, καὶ τῷδε καὶ τῷδε λέγειν τάδε καὶ τάδε, καὶ ποιεῖν τάδε καὶ τὰ τούτοις ἐναντία, καὶ φέρε εἰπεῖν καθεζόμενον ἅμα καὶ ἑστῶτα εἶναι, εἰ ὁ μὲν τῷδε τῷ καιρῷ λέγοι αὐτὸν ἑστῶτα τάδε τινὰ εἰρη κέναι ἢ πεποιηκέναι ἐν τῷδε τῷ τόπῳ, ὁ δὲ καθεζόμενον.
 [02559]  οὐκ ἂν χωρὶς τοῦ ἀνθρώπου χωρησάντων ἡμῶν τὴν ἀπὸ τοῦ λόγου ὠφέλειαν, μένοντος ὁποῖος ἦν τὴν ἀρχὴν πρὸς τὸν πατέρα θεόν, καὶ μὴ ἀναλαβόντος ἄνθρωπον, τὸν πάντων πρῶτον καὶ πάντων τιμιώτερον καὶ πάντων μᾶλλον καθαρώτερον αὐτὸν χωρῆσαι δυνάμενον.
 [03114]  ἀλλ', ὡς εἰκός, ἐτάραξεν αὐτὸν τὸ «Καταφάγεταί με» ὡς μὴ δυνάμενον ὑπὸ Χριστοῦ ἀπαγγέλλεσθαι, οὐχ ὁρῶντα τὸ ἔθος τῶν ἀνθρωποπαθῶν περὶ θεοῦ καὶ Χριστοῦ λόγων.
 [04167]  [13.47.311] Ὡς καθολικῷ δὲ ἴσον δυνάμενον λαμβάνομεν τὸ «Ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων» διὰ τὸ ἐν τοῖς ἑξῆς πλείονας λέγεσθαι τοὺς θεριστὰς καὶ πλείονας τοὺς κεκοπιακότας, δῆλον ὅτι εἰς τὸ σπεῖραι.
 [05154]  [20.6.40] Ἐοίκασιν δὲ οὗτοι, πρὸς οὓς ὁ λόγος, μὴ χωρεῖν τὸν λόγον, οὐ δυνάμενον εἰς αὐτοὺς δι' ὑπερβολὴν μεγέθους ἰδίου τοῦ ὑπὲρ [20.6.41] αὐτοὺς χωρεῖν, ἐπείπερ ἔτι ἦσαν σπέρμα τοῦ Ἀβραὰμ μόνον.
 [05255]  ἀλλ' εἰ τοιοῦτός τίς ἐστιν <ὁ> λόγος ὥστε καὶ τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, τῷ ἄξια εἶναι ἀπωλείας, ἀπόλλυσθαι δύνασθαι, φοβητέον τὸν δυνάμενον θεὸν λόγον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι καὶ ἐξαφανίσαι, εἴτε ἐν γεέννῃ εἴτε ὅπως βούλεται·
 [05432]  ἔξεστιν γὰρ πρότερον οὐ δυνάμενον ἀκούειν τὸν λόγον Ἰησοῦ ὕστερον φθά νειν ἐπὶ τὸ ἀκούειν δύνασθαι αὐτόν, ἐπεὶ καὶ ὅσον μὲν οὐδέπω ἰάθη τις τὰς ἀκοὰς ἀπὸ τοῦ λόγου τοῦ λέγοντος τῷ κωφῷ·
 [06531]  διόπερ ζητήσεις ἀπὸ ποίου πνεύματος προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ πότερον τὸ ἅγιον πνεῦμα καὶ ἐν τοιούτῳ ἐνήργησεν καὶ αἴτιον γεγένηται τῆς κατὰ τοῦ Ἰησοῦ συμβουλῆς, ἢ οὐκ ἐκεῖνο μὲν οὖν, ἄλλο δὲ τὸ δυνάμενον καὶ ἐν τῷ ἀσεβεῖ λαλῆσαι καὶ τοὺς ὁμοίους ἐκείνῳ κατὰ τοῦ Ἰησοῦ κινῆσαι οὐδὲν ἧττον καὶ ἑώρα τι εἰς τὸν Ἰησοῦν, ὡς κατὰ δύναμιν [28.22.188] προεξητάσαμεν.
 [07468]  ὅμως δὲ τολμητέον ὑποβάλλειν τὸν ἐν [32.28.350] τῷ τόπῳ ζητηθῆναι δυνάμενον.
000-00-00 Serial Number=0663986921
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00038]  [99.10] οἷς λεκτέον κατὰ τὸ ῥητόν, ὅτι ὡς ἀπὸ τοῦ πολλοῦ τῆς ἐκπυρώσεως καπνοῦ ἢ ἀπὸ τοῦ μη κέτι τρέφεσθαι τοῖς ἀναθυμιάμασιν οἱ μεγάλοι φωστῆρες σκοτίζονται καὶ οὐ διδόασι τὸ φῶς, οὕτω μαραινομένου τοῦ ἐν τοῖς ἄστροις φωτὸς τὸ λεῖπον γεῶδες οὐ δυνάμενον μετεωρίζεσθαι ἔξεδρον ἀπὸ τῶν οὐρανῶν ἔσται, αἵ τε λογικαὶ τῶν οὐρανῶν δυνάμεις ξένον σάλον παθοῦσαι καὶ τοῦ διελη λυθότος αὐτοὺς πάλιν κατιόντος σα λευθήσονται, τάχα ἐπὶ τὸ βέλτιον, [100] τό τε σημεῖον, ᾧ εἰρηνοποιήθη τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς φανεῖται, ὡς τοὺς ἀπίστους εἰς συναίσθησιν ἐλθόντας θρηνῆσαι ἐπὶ τῷ κακῶς εἰρηκέναι Χριστιανισμόν.
000-00-00 Serial Number=0315881670
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00418]  τοῦτο μὲν γὰρ κατὰ τὸ εὐλόγιστον γένοιτ' ἄν, τὸ δὲ δυνάμενον ἔξω εἶναι τῶν περιστατικῶν ὁμόσε χωρεῖν αὐτοῖς προπετές ἐστι καὶ θρασύ.
 [00559]  ∆ιόπερ ἐλεήσας αὐτοὺς ὁ λόγος πάντα τὰ παρ' ἑαυτοῖς πράξαντας, ἵνα εἰς τὸ πέραν γένωνται, ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν αὐτῷ μὴ ἔχουσαν κύματα οὐδὲ ἄνεμον ἐναντιοῦσθαι δυνάμενον, εἰ καὶ ἐβούλετο.
 [01026]  ἔχει δέ τι πιθανῶς ἡμᾶς παραλογίσασθαι δυνάμενον ὁ τόπος, ὅπερ τοῦτον (οἶμαι) καθαρτέον τὸν τρόπον·
 [02124]  ὡς δὲ μηδέπω διαρκῆ νοῦν ἀναλαβόντες ἡμεῖς τὸν δυνάμενον ἀνακραθῆναι τῷ Χριστοῦ νῷ <καὶ> ἕως τῶν τοσούτων χωροῦντα φθάνειν καὶ μετὰ τοῦ πνεύματος «πάντα» ἐρευνᾶν «καὶ τὰ βάθη τοῦ θεοῦ», οἰό μεθα, ἔτι ἀορίστως περὶ τῶν κατὰ τὸν τόπον λαμβάνοντες φαντασίαν, ἐπί τινα ἕνα ἀναφέρεσθαι πονηρὸν δοῦλον διὰ τῆς παραβολῆς δηλού μενον τὸν ἐνταῦθα παριστάμενον περὶ τῆς τῶν πολλῶν ταλάντων ὀφειλῆς.
 [02832]  Ἔχει δ' οἶμαι τὸ ῥητὸν <καὶ ἕτερον> λόγον ἀθρόως ἡμᾶς ἐπιστῆσαι δυνάμενον τοῖς πολλοῖς πρὸ ἡμῶν πρώτοις χρηματίσασιν ἀπὸ τοῦ Ἰσραὴλ γενομένοις διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν καὶ προδοσίαν ἐσχάτοις, καὶ ἡμῖν τοῖς ἐσχάτοις τὰ πρωτεῖα δυναμένοις λαβεῖν, ἐὰν ἐπιμένωμεν τῇ πίστει «μὴ ὑψηλο φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συν απαγόμενοι».
 [03866]  τελευ ταῖον δὲ τὸν υἱὸν αὐτοῦ ἀποστέλ λει ὁ οἰκοδεσπότης, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐντρέψαι δυνάμενον τὸν ἀμπελῶνα καὶ τοὺς γεωργούς.
 [04208]  ὅστις ὡς ἄξιος κολάσεως καὶ κρίσεως καταδικάζεται ὑπὸ τοῦ εἰπόντος τοῖς διακόνοις (ἄλλοις παρὰ τὰ ἄνω στρατεύματα), ἵνα δήσαντες αὐ τοῦ πόδας καὶ χεῖρας οἷς οὐκ εἰς δέον ἐχρήσατο (οὔτε γὰρ ἣν ἔδει πορείαν περιεπάτησεν οὔτε ἃς ἐχρῆν πράξεις ἐπετέλεσεν), ἐκβά λωσιν αὐτὸν οὐ μόνον ἔξω τῆς ἑστίας τοῦ γάμου ἀλλὰ καὶ εἰ<σβάλω σιν εἰ>ς τὸ ἐξώτερον σκότος καὶ πάντη φωτὸς ἀμιγές, ἵνα διψήσας φω τὸς μετὰ τὸ γεγονέναι ἐν σκότῳ τῷ ἐξωτέρῳ κλαύσῃ πρὸς τὸν δυνάμενον αὐτὸν εὐεργετῆσαι κἀκεῖθεν ῥύσα σθαι θεόν, καὶ τοὺς ὀδόντας βρύξῃ τοὺς διὰ τὴν κακίαν φαγόντας τὸν ὄμ φακα καὶ διὰ τοῦτο αἱμωδιάσαντας.
000-00-00 Serial Number=0821318030
Contra Celsum Ante [Go Back]  
 [00026]  Π.2 Καὶ γὰρ θαυμασμοῦ ἄξιον ἦν παρὰ τοῖς καὶ μετρίως φρονεῖν δυναμένοις τὸ τὸν κατηγορούμενον καὶ ψευδομαρ τυρούμενον, δυνάμενον ἀπολογήσασθαι καὶ παραστῆσαι ἑαυτὸν οὐδενὶ ἔνοχον ἐγκλήματι καὶ ἐγκώμια τοῦ ἑαυτοῦ βίου διεξελθεῖν καὶ τῶν δυνάμεων, ὡς ἀπὸ θεοῦ γεγένηνται, ἵνα δῷ τῷ δικαστῇ ὁδὸν τοῦ χρηστότερα περὶ αὐτοῦ ἀποφή νασθαι, τοῦτο μὲν μὴ πεποιηκέναι καταπεφρονηκέναι δὲ καὶ μεγαλοφυῶς ὑπερεωρακέναι τοὺς κατηγόρους.
 [00248]  ἵνα μὴ πληρωθῇ ὁ κόσμος λόγου ἀθετοῦντος πρόνοιαν ἢ διακόπτοντος αὐτὴν ἢ ἀρχὴν φθαρτὴν εἰσάγοντος τὴν σωματικήν, καθ' ἣν καὶ ὁ θεὸς τοῖς Στωϊκοῖς ἐστι σῶμα, οὐκ αἰδουμένοις λέγειν αὐτὸν τρεπτὸν καὶ δι' ὅλων ἀλλοιωτὸν καὶ μεταβλητὸν καὶ ἁπαξαπλῶς δυνάμενον φθαρῆναι, εἰ ἔχει τὸν φθείροντα, εὐτυχοῦντα δὲ μὴ φθαρῆναι παρὰ τὸ μηδὲν εἶναι τὸ φθεῖρον αὐτόν.
 [00558]  περὶ ὧν ὁ βουλόμενος ἀναγκαστικόν τι εἰς ἀνατροπὴν αὐτῶν εἰπάτω καὶ δυνάμενον <καὶ τοὺς> ἐντρεχῶς πιστεύοντας μεταστῆσαι ἀπὸ τῆς πίστεως.
 [01101]  Ἢ δοκούσῃ δεινότητι ῥητορικῇ χρησάμενος προσποιεῖται μὲν ἔχειν λέγειν οὐδὲν δὲ εἶχεν ἔξωθεν τοῦ εὐαγγελίου φέρειν, δυνάμενον πλῆξαι ὡς ἀληθὲς τὸν ἀκούοντα καὶ ὡς ἐναργῶς κατηγοροῦν Ἰησοῦ καὶ τῆς διδασκαλίας αὐτοῦ;
 [01409]  [2.40] Καὶ ἀφιλόσοφον δέ τι παθὼν ὁ Κέλσος τὴν ἐν ἀνθρώ ποις ὑπεροχὴν οὐκ ἐν λόγῳ σωτηρίῳ καὶ ἤθει καθαρῷ φαντάζεται εἶναι, ἀλλὰ ἐν τῷ παρὰ τὴν ὑπόθεσιν οὗ ἀνείληφε προσώπου ποιῆσαι καὶ ἀνειληφότα τὸ θνητὸν μὴ ἀποθανεῖν, ἢ ἀποθανεῖν μὲν οὐχὶ δὲ θάνατον τὸν δυνάμενον παράδειγμα γενέσθαι τοῖς καὶ ἀπ' αὐτοῦ τοῦ ἔργου εἰσομένοις ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν καὶ παρρησιάζεσθαι ἐν αὐτῇ πρὸς τοὺς ἐσφαλμένους ἐν τῷ περὶ εὐσεβείας καὶ ἀσεβείας τόπῳ καὶ νομίζοντας τοὺς μὲν εὐσεβεῖς εἶναι ἀσεβεστάτους τοὺς δὲ πλανωμένους περὶ θεοῦ καὶ παντὶ μᾶλλον ἢ θεῷ ἐφαρμό ζοντας τὴν περὶ αὐτοῦ ἀδιάστροφον ἔννοιαν ὑπολαμβάνοντας εἶναι εὐσεβεστάτους.
 [01867]  Ἐπεὶ δ' ὁ Ἰουδαῖος ἔτι λέγει καὶ προσίεται παρὰ τῷ Κέλσῳ τὴν ἀνάστασιν τῶν σωμάτων, οὐχ ἡγοῦμαι νῦν εὔκαιρον εἶναι περὶ τούτου διεξελθεῖν πρὸς τὸν καὶ πιστεύοντα καὶ λέγοντα ἀνάστασιν εἶναι σωμάτων, καὶ εἴτε διαρθροῦντα τὸ τοιοῦτον παρ' ἑαυτῷ καὶ δυνάμενον πρεσβεῦσαι περὶ τοῦ λόγου καλῶς εἴτε μή, ἀλλὰ μυθικώτερον συγκατατιθέμενον τῷ λόγῳ.
 [01912]  Καὶ δύνανται ἡμῖν παραστῆσαι οἱ εὐήθειαν ἐγκαλοῦντες Ἰουδαίοις καὶ Χριστιανοῖς ὅτι ἐδύνατο συνεστηκέναι τὸ Ἰουδαίων ἔθνος, μηδεμιᾶς ἐπαγγελίας προγνώσεων οὔσης παρ' αὐτοῖς, καὶ ὅτι τὰ μὲν περὶ αὐτοὺς ἔθνη ἕκαστον κατὰ τὰ πάτρια ἐπίστευε χρησμοὺς λαμβάνειν καὶ μαντείας ἀπὸ τῶν παρ' αὐτοῖς νομιζομένων θεῶν, οὗτοι δὲ μόνοι, οἱ διδαχθέντες πάντων τῶν παρὰ τοῖς ἔθνεσι νομιζομένων θεῶν καταφρονεῖν ὡς οὐ θεῶν ἀλλὰ δαιμονίων ἐπεὶ ἔλεγον αὐτῶν οἱ προφῆται τὸ Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμό νια , οὐδένα τὸν ἐπαγγελλόμενον εἶχον προφητεύειν καὶ δυνάμενον περισπᾶν τοὺς πόθῳ προγνώσεως τῶν μελλόν των αὐτομολεῖν <βουλομένους> πρὸς τοὺς παρὰ τοῖς ἄλλοις δαίμονας;
 [02734]  Ἔχει δέ τι ὁ περὶ τούτων λόγος μυστικώτερον καὶ βαθύτερον καὶ μὴ πάνυ τι φθάνειν δυνάμενον ἐπὶ τὴν δημωδεστέραν ἀκοήν.
 [02745]  δεήσει μὲν τὸν φιλοσοφοῦντα τὰ τοῦ λόγου κατασκευάζειν μετὰ παντοδαπῶν ἀποδείξεων, τῶν τε ἀπὸ τῶν θείων γραμμάτων καὶ τῶν ἀπὸ τῆς ἐν τοῖς λόγοις ἀκολουθίας, δεήσει δὲ τὸν πολὺν καὶ ἁπλούστερον καὶ μὴ δυνάμενον παρακολουθεῖν τοῖς ποικιλωτάτοις τῆς σοφίας τοῦ θεοῦ θεωρήμασιν, ἐμπιστεύσαντα ἑαυτὸν θεῷ καὶ τῷ σωτῆρι τοῦ γένους ἡμῶν, τούτου μᾶλλον ἀρκεσθῆναι τῷ Αὐτὸς ἔφα ἢ ἄλλου οὑτινοσοῦν.
 [03026]  [4.36] Μετὰ ταῦτα ὁ Κέλσος ἐκτιθέμενος τὰ ἀπὸ τῆς ἔξω τοῦ θείου λόγου ἱστορίας, τὰ περὶ τῶν ἐπιδικασαμένων ἀνθρώπων τῆς ἀρχαιότητος, οἷον Ἀθηναίων καὶ Αἰγυπτίων καὶ Ἀρκάδων καὶ Φρυγῶν, καὶ γηγενεῖς τινας παρὰ σφίσιν γεγονέναι λεγόντων καὶ τεκμήρια τούτων παρεχομένων ἑκάστων, φησὶν ὡς ἄρα Ἰουδαῖοι ἐν γωνίᾳ που τῆς Παλαισ τίνης συγκύψαντες, παντελῶς ἀπαίδευτοι καὶ οὐ προακη κοότες πάλαι ταῦτα Ἡσιόδῳ καὶ ἄλλοις μυρίοις ἀνδράσιν ἐνθέοις ὑμνημένα, συνέθεσαν ἀπιθανώτατα καὶ ἀμουσότατα, ἄνθρωπόν τινα ὑπὸ χειρῶν θεοῦ πλασσόμενόν τε καὶ ἐμφυ σώμενον καὶ γύναιον ἐκ τῆς πλευρᾶς καὶ παραγγέλματα τοῦ θεοῦ καὶ ὄφιν τούτοις ἀντιπράσσοντα καὶ περιγινόμενον τῶν θεοῦ προσταγμάτων τὸν ὄφιν, μῦθόν τινα ὡς γραυσὶ διηγούμενοι καὶ ποιοῦντες ἀνοσιώτατα τὸν θεόν, εὐθὺς ἀπ' ἀρχῆς ἀσθενοῦντα καὶ μηδ' ἕν' ἄνθρωπον, ὃν αὐτὸς ἔπλασε, πεῖσαι δυνάμενον.
 [03095]  [4.40] Ἐπὰν δὲ φάσκῃ ὡς ἄρα ἀνοσιώτατα τὸν θεόν, εὐθὺς καὶ ἀπ' ἀρχῆς ἀσθενοῦντα καὶ μηδ' ἕνα ἄνθρωπον, ὃν αὐτὸς ἔπλασε, πεῖσαι δυνάμενον, εἰσήγαγεν ὁ Μωϋσέως λόγος, καὶ πρὸς τοῦτο φήσομεν ὅτι ὅμοιόν ἐστι τὸ λεγόμενον, ὡς εἴ τις ἐνεκάλει ἐπὶ τῇ τῆς κακίας συστάσει, ἣν οὐδὲ ἀπὸ ἑνὸς ἀνθρώπου δεδύνηται κωλῦσαι ὁ θεός, ὥστε κἂν ἕνα τινὰ ἄνθρωπον εὑρεθῆναι ἀρχῆθεν ἄγευστον κακίας γεγενη μένον.
 [03237]  [4.52] Ἑξῆς δὲ τούτοις ἐπιλεξάμενος ἀπὸ πάντων συγγραμ μάτων, τῶν περιεχόντων ἀλληγορίας καὶ διηγήσεις μετὰ οὐκ εὐκαταφρονήτου λέξεως, τὸ εὐτελέστερον καὶ δυνάμενον μέν τι πρὸς τοὺς πολλοὺς καὶ ἁπλουστέρους πίστεως χάριν συμβαλέσθαι οὐ μὴν οἷόν τε καὶ τοὺς συνετωτέρους κινῆσαι, φησίν·
 [03536]  τὸν δ' ἄνθρωπον, ἐπιλογίσασθαι τὰ περὶ πάντων δυνάμενον καὶ κοσμῆσαι τὰ πάντων, ἅτε συνεργοῦντα τῇ προνοίᾳ ἀπο δεκτέον, καὶ οὐ μόνης προνοίας θεοῦ ἔργα ἐπιτελοῦντα ἀλλὰ καὶ τῆς ἑαυτοῦ.
 [03727]  λεκτέον ὅτι καὶ τοῦτ' οὐκ ἀπὸ θεωρήματος τοῦ περὶ τοῦ καθήκοντος ποιοῦσιν οἱ πελαργοὶ οὐδ' ἀπὸ λογισμοῦ ἀλλ' ἀπὸ φύσεως, βουληθείσης τῆς κατασκευαζούσης αὐτοὺς φύσεως παράδειγμα ἐν ἀλόγοις ζῴοις δυσωπῆσαι δυνάμενον ἀνθρώπους ἐκθέσθαι περὶ τοῦ χάριτας ἀποτιννύειν τοῖς γεγεννηκόσιν.
 [04291]  καὶ τάχα διά τινα πολέμιον τῷ Ἰουδαίων ἔθνει ἄγγελον αὐτὴ ἐτελεῖτο, δυνάμενον μὲν σίνεσθαι τοὺς μὴ περιτεμνομένους αὐτῶν, ἀτονοῦντα δὲ ἐν τοῖς περιτεμνομένοις.
 [04736]  Εἰ δὲ δύναται διὰ συμβόλων καὶ τὴν ὁδὸν δεδηλω μένην τῶν ὁδευσόντων ἐπὶ τὰ θεῖα μαθεῖν, ἀναγνώτω τοὺς ἐπιγεγραμμένους Ἀριθμοὺς Μωϋσέως καὶ ζητησάτω τὸν δυνάμενον αὐτὸν μυσταγωγῆσαι ἐπὶ τὰ περὶ τῶν παρεμβολῶν τῶν υἱῶν Ἰσραὴλ ἀναγεγραμμένα, ποῖαι μὲν κατὰ τὰ ἀνατολικὰ τεταγμέναι εἰσὶ μέρη ὡς πρῶται, ποῖαι δὲ ἐπὶ τὰ κατὰ λίβα <ἢ> κατὰ νότον, καὶ τίνες αἱ κατὰ θάλασσαν, καὶ τίνες αἱ τελευταῖαι κατὰ βορρᾶν.
 [05781]  Πολὺν μὲν οὖν ἔχει λόγον ὅλα τὰ κατὰ τὸν τόπον τοῦτον, δυνάμενον εἰς τὴν σαφήνειαν τῶν λέξεων κατασκευασθῆναι·
 [05831]  Τὸ γὰρ γινῶσκον θεὸν οὐκ ὀφθαλμός ἐστι σώματος ἀλλὰ νοῦς, ὁρῶν τὸ κατ' εἰκόνα τοῦ κτίσαντος καὶ τὸ δυνάμενον γινώσκειν θεὸν προνοίᾳ θεοῦ ἀνειληφώς.
 [06129]  οὕτως ἡ προνοουμένη θεία φύσις οὐ τῶν πεπαιδεῦσθαι νομιζομένων μόνον τὰ Ἑλλήνων ἀλλὰ καὶ τῶν λοιπῶν συγκατέβη τῇ ἰδιωτείᾳ τοῦ πλήθους τῶν ἀκροωμένων, ἵνα ταῖς συνήθεσιν αὐτοῖς χρησαμένη λέξεσι προκαλέσηται ἐπὶ ἀκρόασιν τὸ τῶν ἰδιωτῶν πλῆθος, δυνάμενον ἐξ εὐχεροῦς μετὰ τὴν ἅπαξ γενομένην εἰσαγωγὴν φιλοτιμήσασθαι πρὸς τὸ καὶ <τὰ> βαθύτερα τῶν κεκρυμμένων νοημάτων ἐν ταῖς γραφαῖς καταλαβεῖν.
000-00-00 Serial Number=0109147131
De oratione Ante [Go Back]  
 [00302]  δῆλον δὴ ὅτι καὶ οὗτος τὰ τῆς εὐχῆς ἐκπληρώσει τῷ πένητι, ὑπηρέτης γινόμενος τῆς πατρικῆς βουλῆς <τοῦ> συνα γαγόντος κατὰ τὸν καιρὸν τῆς εὐχῆς τὸν παρασχεῖν δυνάμενον ἐπὶ τὸ αὐτὸ τῷ εὐξομένῳ, διὰ τὸ δεξιὸν τῆς προαιρέσεως μὴ δυνάμενον παρορᾶν τὸν δεδεημένον τῶνδέ τινων.
 [01068]  εἰ γὰρ κακὸν τὸ ἐμπεσεῖν «0εἰς πειρασ μὸν20,» ὅπερ ἵνα μὴ πάθωμεν εὐχόμεθα, πῶς οὐκ ἄτοπον νοεῖν τὸν ἀγαθὸν θεὸν, μὴ δυνάμενον «καρποὺς» φέρειν «πονηροὺς,» περιβάλ λειν τινὰ τοῖς κακοῖς;
000-00-00 Serial Number=0270745277
De principiis Ante [Go Back]  
 [00398]  αἰνισσομένου τοῦ λόγου περὶ τῶν παρὰ τῷ ἀποστόλῳ «ἐν κρυπτῷ Ἰουδαίων», ὡς ἄρα οὗτοι καθαρίζονται διὰ τοῦ λόγου τῶν γραφῶν, ὅπου μὲν «δύο μετρητάς», τὸν ἵν' οὕτως εἴπω ψυχικὸν καὶ τὸν πνευ ματικὸν λόγον, χωρούντων, ὅπου δὲ «τρεῖς», ἐπεί τινες ἔχουσι πρὸς τοῖς προειρημένοις καὶ τὸ σωματικὸν οἰκοδομῆσαι δυνάμενον.
000-00-00 Serial Number=0398194492
Dialogus cum Heraclide Ante [Go Back]  
 [00088]  Εἰ γὰρ μὴ νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα, δυνάμενον ἑλιγῆναι σινδόνι, σμύρναν λαβεῖν καὶ ὅσα ἄλλα τοῖς νεκροῖς, καὶ ἀπο τεθῆναι ἐν μνήματι, ταῦτα δὲ σῶμα πνευματικὸν παθεῖν οὐ δύναται·
000-00-00 Serial Number=0116615891
Excerpta in Psalmos Ante [Go Back]  
 [00533]  Κρεῖσσόν ἐστι πιστὸν ἰδιώτην εἶναι, οὐδὲ ἀνοῖξαι τὸ στόμα δυνάμενον, ἢ πλουτεῖν τῷ λόγῳ προφορικῷ καὶ τοῖς μαθήμασιν ἐν κακίᾳ ἢ ἀπιστίᾳ.
000-00-00 Serial Number=0846544564
Exhortatio ad martyrium Ante [Go Back]  
 [00296]  ἵν' ἴδωμεν, ὅσον δύναται κατὰ τῶν τραχυτάτων πό νων καὶ τῶν βαρυτάτων βασάνων εὐσέβεια καὶ τὸ πρὸς θεὸν φίλτρον παντὸς φίλτρου καθ' ὑπερβολὴν πλεῖον δυνάμενον.
 [00301]  καὶ οὐδὲν ἄλλο εὑρίσκει οἱονεὶ ἰσόῤῥοπον ταῖς εὐερ γεσίαις δυνάμενον ἀπὸ ἀνθρώπου εὐπροαιρέτου ἀποδοθῆναι θεῷ, ὡς τὴν ἐν μαρτυρίῳ τελευτήν.
 [00414]  φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον <καὶ> ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ».
 [00451]  φοβητέον τοίνυν «τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.».
 [00453]  καὶ ἐμβαλεῖ γε τοὺς φοβηθέντας ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ τοὺς μὴ φοβηθέντας τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ» καὶ «τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξου σίαν ἐμβαλεῖν εἰς γέενναν».
000-00-00 Serial Number=0438679934
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00222]  ἀδύνατον νοηθῆναί τινι καὶ τὸ μηδαμῶς ὑπάρχον, μηδὲ γίνεσθαι δυνάμενον, οἷον τὸ τρία τέσσαρα εἶναι.
000-00-00 Serial Number=0004009664
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00129]  βέλτιον δὲ νοεῖν ὅτι, ὥσπερ ἐπὶ τῶν συνωνουμένων τι καὶ διδόντων ἀρραβῶνα κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τοῦ ὅλου ἀργυρίου δίδοται ἀρραβών, οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου προεγνωσμένων ἁγίου μελλόντων ἀγαθῶν δίδοται ἀρραβὼν τῆς κληρονομίας, ὡς ἀπὸ τοῦ ἀρραβῶνος τὸν δυνάμενον κατανοεῖν διαφορὰς τῆς δυνάμεως τοῦ ἀρραβῶνος καὶ ἀρραβῶνος ἤδη ἂν ἀποφήνασθαι περὶ πλείονος καὶ ἐλάττονος κληρονομίας τῆς ἀποκειμένη τοῖς Χριστοῦ συγκληρονόμοις.
000-00-00 Serial Number=0220312953
Fragmenta in Psalmos Ante [Go Back]  
 [00974]  Εὰν δὲ ιδῃς τὸν ἡμαρτηκότα μὴ δυνάμενον ἀναβλέψαι εἰς οὐρανὸν, μηδὲ εχοντα παῤῥησίαν ευξασθαι τῷ Θεῷ, ἀλλὰ συγκύπτοντα τὸ πρόσωπον ἐπὶ τὴν γῆν, οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τὸ τῆς ψυχῆς, καὶ ὡς κρίκον τὸν τρά χηλον αὑτοῦ ποιοῦντα, οψει τινὰ τρόπον λέγει, κατακαμφθῆναι εως τέλους.
 [02106]  Οὐκοῦν αὐτὸς ὁ Χριστὸς ἐν τῷ Παύλῳ λαλῶν, περὶ ἑαυτοῦ καὶ εἰς ἑαυτὸν τὴν τοιαύτην εὐχὴν ἀναφέρει, καὶ μαρτυρεῖ ἐν τῇ πρὸς Εβραίους ἐπιστολῇ, οτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, του τέστιν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν ἐκ θανάτου, τουτέστι πρὸς τὸν Πατέρα, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνε γκε, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ Υἱὸς ων, εμαθεν ἀφ' ων επαθεν, τὴν ὑπακοήν.
 [04825]  ∆ικαιώματα δὲ, ὡς δικαιοῦντα τὸν κα θορθοῦσθαι δυνάμενον.
 [05348]  Η ὁ προφήτης, ὡς γενναῖος ἀθλητὴς, οὐκ ἀποστῆναι τὰ λυποῦντα αὐτὸν ευ χεται, ἀλλὰ δοθῆναι αὐτῷ ἐν τῷ καιρῷ τῶν λυπηρῶν λόγον ἰσχυρὸν παρακλήσεως, τὸν δυνάμενον αὐτὸν ἰσχυρίσασθαι μετὰ πάσης εὐθυμίας καὶ ἀταραξίας φέρειν τὸ συμβεβη κός·
000-00-00 Serial Number=0022025645
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00108]  ἀλλ' ἐπεὶ τὸ «Ἐρχόμενον εἰς τὸν «κόσμον» ἀμφιβόλως εἴρηται, δυνάμενον σημαίνειν ὁτὲ μὲν τὸ φῶς, ὁτὲ δὲ τὸν ἄνθρωπον, ἑκατέρως αὐτὸ ἑρμηνευτέον.
 [00726]  δι' ἀμ φοῖν δὲ πρὸς ἐπίστασιν ἄγων θειοτέρας ὑπολήψεως, μονονουχὶ λέγων «Εἰ τὸν Ἰακὼβ ἄγεις ἐν μείζονι τιμῇ καὶ θαυμασίῳ κατορθώ ματι, ἐπεὶ παρέσχεν ὑμῖν ὕδωρ ἐξ οὗ πάλιν ὁ πίνων εἰς τὴν αὐτὴν ἐπαναστρέφει δίψαν, τίνα ἄν σε λογίσασθαι χρὴ ὃς ὕδωρ παρασχεῖν ἐστὶ δυνατὸς οὐ σωματικὴν δίψαν ἐν ὀλίγῳ χρόνῳ πραΰνον, ἀλλὰ δυνάμενον τῷ πιόντι πηγὴ χρηματίσαι ὕδατος ἀεννάου, καὶ παρέχειν ῥεῖθρα σωτηρίας, ἃ τοῖς ἀρυσαμένοις καταρδεύει καὶ προξενεῖ ζωὴν τὴν αἰώνιον;» ὥσπερ γὰρ τὸ ὕδωρ θεραπεύει μὲν τὴν δίψαν κα θαίρει δὲ τὸν ἔξωθεν τοῦ σώματος μολυσμόν, οὕτω καὶ τὰ νοερὰ καὶ οὐράνια τῆς διδασκαλίας τοῦ Ἰησοῦ νάματα καὶ ἡ περὶ αὐτοῦ θειοτέρα ὑπόληψις ἰᾶται μὲν τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν, καθαίρει δὲ τὴν ψυχὴν τῶν ῥυπασμάτων, ἣν ἁμαρτημάτων κατερρύπωσεν μολυσ μὸς καὶ λογισμὸς ζοφώδης δυσσεβούντων δοξασμάτων.
000-00-00 Serial Number=0702519894
Homiliae in Genesim Ante [Go Back]  
 [00016]  Ἅμα δὲ καὶ πρὸς τοσοῦτον ὕδωρ ἐτύγχανεν ἀσφαλὲς οὔτε περιτραπῆναι διὰ τὸ σχῆμα δυνάμενον ἐξ ἀνέμων ἢ τῶν κυμάτων οὔτε κλινόμενον ἢ πλα γιαζόμενον·
000-00-00 Serial Number=0091640174
Homiliae in Job Ante [Go Back]  
 [00197]  Εἰ μέντοι, συκοφαντῶν αὐτὸν, καὶ λέγων ὀφείλειν μοι μὴ δυνάμενον ἀποδοῦναι, ἀπαιτῶ καὶ λαμ βάνω, ἐνήχυρον [λαμβάνω] διακενῆς.
000-00-00 Serial Number=0569970250
In Jeremiam Ante [Go Back]  
 [00131]  Μέγα οὖν ἐστιν, ὡς τὸ «οὐκ οἶδα ὑμᾶς, ὅτι ἐργάται ἐστὲ ἀνομίας», οὕτως ὑπὸ τοῦ σωτῆρος λεγόμενον διὰ τὸ ὑπερβάλλον μέγεθος τῆς δόξης αὐτοῦ, ἴσον δυνάμενον τῷ οὐκ ἐπίσταμαι λαλεῖν ἀνθρώπινα τὸ «οὐκ ἐπίσταμαι [1.10] λαλεῖν»·
 [03300]  ἔλεγε δή τινα εἴτε μῦθον φαινόμενον εἴτε λόγον δυνάμενον προσάγειν τοὺς ἀκούοντας τῷ «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην».
 [03342]  μήποτε οὖν, ὡς πατὴρ υἱὸν ἔτινήπιον ὄντα ἀπατᾶν ἐπὶ συμφέροντι βούλεται, οὐκ ἄλλως δυνάμενον ὠφεληθῆναι ἐὰν μὴ ὁ παῖς ἀπατηθῇ, ὡς ἰατρὸς ἀπατᾶν τὸν κάμνοντα πραγματεύεται, μὴ δυνάμενον θεραπευθῆναι ἐὰν μὴ ἀπάτης παραδέξηται λόγους, οὕτω καὶ ὁ τῶν ὅλων θεός, ἐπεὶ προκείμενον ἔχει ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος.
 [03603]  ἴδε μοι τὸν ἕτερον μετὰ τὸ πτῶμα μὴ δυνάμενον στέγειν, ἀλλὰ κολαζόμενον τὴν συνείδησιν, βασανιζόμενον τὴν καρδίαν, φαγεῖν καὶ πιεῖν οὐ δυνάμενον, οὐ κρίσει νηστεύοντα ἀλλὰ ἀλγηδόνι τῆς μετανοίας.
000-00-00 Serial Number=0385407269
In Jesu Nave homiliae Ante [Go Back]  
 [00206]  ὡς εὑρίσκεσθαι πάντως «Ἰεβουσαῖον καὶ Χα [432] ναναῖον ἐν Ἱερουσαλήμ», εἰ καὶ δεῖ πρὸς τὴν τούτων ἐκβολὴν ἀγωνί ζεσθαι Θεὸν καλοῦντας τὸν μόνον δυνάμενον.
000-00-00 Serial Number=0625314474
Philocalia Ante [Go Back]  
 [00306]  ὅπου δὲ τρεῖς, ἐπεί τινες ἔχουσι πρὸς τοῖς προειρημένοις καὶ τὸ σωματικὸν οἰκοδομῆσαι δυνάμενον.
 [00719]  διόπερ ἀναγκαῖόν μοι δοκεῖ εἶναι, τὸν δυνάμενον πρεσβεύειν ὑπὲρ τοῦ ἐκκλησιαστικοῦ λόγου ἀπαραχαράκτως καὶ ἐλέγχειν τοὺς τὴν ψευδώνυμον γνῶσιν μεταχειριζομένους, ἵστασθαι κατὰ τῶν αἱρετικῶν ἀναπλα σμάτων, ἀντιπαραβάλλοντα τὸ ὕψος τοῦ εὐαγγελικοῦ κηρύγματος, πεπληρωμένον συμφωνίας δογμάτων κοινῶν τῇ καλουμένῃ παλαιᾷ πρὸς τὴν ὀνομαζομένην καινὴν διαθήκην.
 [00910]  τοῦτό μοι τὸ προοίμιον εἴρηται καθολικῶς χρή σιμον εἶναι δυνάμενον εἰς ὅλην τὴν γραφήν, ἵνα προτραπῶ σιν οἱ θέλοντες προσέχειν τῇ ἀναγνώσει μηδὲν παραπέμ πεσθαι ἀνεξέταστον καὶ ἀνεξερεύνητον γράμμα.
 [01155]  οὕτως ἡ προνοουμένη θεία φύσις οὐ τῶν πεπαιδεῦσθαι νομιζομένων μόνον τὰ Ἑλλήνων, ἀλλὰ καὶ τῶν λοιπῶν Ἑλλήνων, συγκατέβη τῇ ἰδιωτείᾳ τοῦ πλήθους τῶν ἀκροω μένων, ἵνα ταῖς συνήθεσιν αὐτοῖς χρησαμένη λέξεσι προκα λέσηται ἐπὶ ἀκρόασιν τὸ τῶν ἰδιωτῶν πλῆθος, δυνάμενον ἐξ εὐχεροῦς μετὰ τὴν ἅπαξ γενομένην εἰσαγωγὴν φιλοτιμή σασθαι πρὸς τὸ καὶ βαθύτερα τῶν κεκρυμμένων νοημάτων ἐν ταῖς γραφαῖς καταλαβεῖν.
 [01883]  τὸν δ' ἄνθρωπον, ἐπιλογίσασθαι τὰ περὶ πάντων δυνάμενον καὶ κοσμῆσαι τὰ πάντων, ἅτε συνεργοῦντα τῇ προνοίᾳ, ἀποδεκτέον·
 [02099]  λεκτέον ὅτι καὶ τοῦτ' οὐκ ἀπὸ θεωρήματος τοῦ περὶ τοῦ καθήκοντος ποιοῦσιν οἱ πελαργοὶ οὐδ' ἀπὸ λογισμοῦ, ἀλλ' ἀπὸ φύσεως, βουληθείσης τῆς κατασκευαζούσης αὐτοὺς φύσεως παράδειγμα ἐν ἀλόγοις ζώοις δυσωπῆσαι δυνάμενον ἀνθρώπους ἐκθέσθαι περὶ τοῦ χάριτας ἀποτιννύειν τοῖς γεγεννηκόσιν.
 [03106]  πότερον δυνάμενον μὲν κἀ κείνας ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἢ τὸ δύνασθαι μὴ ἔχοντα;
 [03107]  εἰ μὲν γὰρ δυνάμενον λέξεις, οὐ βουληθέντα δὲ, αὐτὸν αἴτιον τούτων εἰπεῖν ἀνάγκη.
000-00-00 Serial Number=0534438074
Selecta in Genesim Ante [Go Back]  
 [00127]  Πάλιν τε, φυγόντα τὸ οὕτως ἄτοπον, λέγειν τοὺς δερματίνους χιτῶνας οὐκ ἄλλους εἶναι ἢ τὰ σώματα πιθανὸν μὲν, καὶ εἰς συγκατάθεσιν ἐπισπάσασθαι δυνάμενον, οὐ μὴν σαφὲς ὡς ἀληθές.
000-00-00 Serial Number=0858031631
Selecta in Job Ante [Go Back]  
 [00287]  Μεγάλης καὶ ἐῤῥωμένης καὶ τελείας ψυχῆς διαγράφει τὸ τέλος, ὅτι γε ὁ δράκων αὐτῷ, ὥσπερ στρουθίον παραδέδοται παιδίῳ, μηδὲ βλάψαι τὸ παιδίον δυνάμενον, ὅτι καὶ δεδεμένον αὐτὸ ἄγει ὅπου γε βούλεται τὸ παιδίον καὶ περιφέρει·
000-00-00 Serial Number=0921857893
Selecta in Psalmos Ante [Go Back]  
 [00519]  καὶ ἄλλα δὲ λέγουσιν εὐαγγελικὰ, οἷον, ὡς τὸ, «Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων·» καὶ τὸ, «Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ·» καὶ τὸ ἐν τῷ Παύλῳ·
 [00564]  Τὸ δὲ, «Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ,» τάχα μὲν διδάσκει, ὅτι ἀσώματος ἡ ψυχὴ, τάχα δὲ δηλοῖ καὶ ὅτι χωρὶς σώματος οὐ κολασθή σεται·
 [01005]  Τῷ Ἑβραϊκῷ ἐντυχόντες, τὸ «ματαίως» οὐδαμῶς εὕρομεν δυνάμενον δηλοῦσθαι.
 [01507]  Ὅτι δὲ τὸ ὀνομα ζόμενον πρόσωπον τοῦ Θεοῦ, φωτίζον τὸ δυνάμενον αὐτοῦ χωρῆσαι τὰς αὐγὰς ἡγεμονικὸν, αἴτιον γνώ σεως γίνεται, διὰ τοῦ ἑξηκοστοῦ ἕκτου ψαλμοῦ παρ ίσταται οὕτως ἔχοντος·
 [02342]  Πάντων γὰρ ἐκκλινάντων, ἀναγκαίως ἔδει λοιπὸν παρεῖναι τὸν δυνάμενον ἀφεῖναι ἁμαρ τίας καὶ σῶσαι.
 [02796]  Ἴσως δὲ καὶ τὰ τῆς ἀθεότητος δόγματα ὕδωρ ἐστὶ πολὺ, οὐ δυνάμενον σβέσαι τὴν ἀγάπην.
 [03853]  Ἀλλ' ὅτι ὅτε συνέλκει πρὸς τοὺς τοιούτους Θεὸς τὸν σῶσαι δυνάμενον;
 [04867]  Ῥαψάκου ποτὲ πολιορ κοῦντος τὴν Ἱερουσαλὴμ, καὶ τὸν τῶν ὅλων ὡς μὴ δυνάμενον αὐτοὺς σῶσαι βλασφημοῦντος Θεὸν, μιᾷ πληγῇ ἐν νυκτὶ ρπεʹ χιλιάδες ἀνῃρέθησαν τῶν σὺν αὐτῷ ὄντων Ἀσσυρίων.
 [05650]  Αἰ τεῖ δὲ ταύτην ἐκπλῦναι τὸν καθᾶραι δυνάμενον ἀπὸ τῆς χείρονος ἕξεως.
 [06940]  οὐδὲ παρα καλοῦντά με, ἀλλὰ παρακαλοῦντα τὸν δυνάμενον εἰ πεῖν·
 [09858]  Κραυγὴν δὲ λέγει τὴν ἐπάνοδον ψυχῆς καὶ συντετριμ μένης καὶ τεταπεινωμένης πρὸς τὸν δυνάμενον ῥύ σασθαι, ἧς εὐθέως ὑπακούει Θεός.
 [09970]  Καὶ ἔστι τοῦτο δυνάμενον παρα μυθήσασθαι ἐξουδενωμένους.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»