0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γένει [83]


000-00-00 Serial Number=0905148983
Commentarii in Romanos Ante [Go Back]  
 [00057]  ἀπεφ̣ήναντο ὅτι ἀναγκαῖόν ἐστιν ἐν τῷ λογικῷ καὶ θνητῷ γένει ἅμα τῇ συμπληρώσει τοῦ λόγου πρότερον ὑποστῆναι τὴν κακίαν, εἶτα χρονῳ ἐξ ἐπιμελείας καὶ προσοχῆς ταύτην μὲν ἀνασκευάζεσθαι, τὴν δὲ α᾿̣ρ[ετὴ]ν ὑφίστασθαι *** | [138] δίκαιοι δὲ κατ' ἐνώπιόν εἰσιν τῶν ὑποδεεστέρων καὶ π[ολλ]άκις γε συγκρίσει χειρόνων καὶ ὁ ἄδικος δίκαιος εἴρηται.
000-00-00 Serial Number=0350940406
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00617]  ἀτονῆσαι γὰρ ὁ θάνατος τοῦ Χριστοῦ τὰς πολεμούσας τῷ τῶν ἀνθρώπων γένει πεποίηκε δυνάμεις, καὶ † ἐξελεύσεσθαι τὴν ἐν ἑκάστῳ τῶν πιστευόντων ζωὴν τῇ ἁμαρτίᾳ ἀφάτῳ δυνάμει.
 [01254]  [2.26.167] Τοῦτο δὴ τὸ φῶς, ὃ γέγονεν ἐν τῷ λόγῳ, τυγχάνον καὶ ζωή, «φαίνει ἐν τῇ σκοτίᾳ» τῶν ψυχῶν ἡμῶν καὶ ἐπιδεδήμηκεν ὅπου οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, οἵτινες διὰ τοῦ παλαίειν τῷ τῶν ἀνθρώπων γένει τῷ σκότῳ ὑπάγειν ἀγωνίζονται τοὺς μὴ παντὶ τρόπῳ ἱσταμένους ὑπὲρ τοῦ αὐτοὺς πεφωτισμένους «φωτὸς» χρηματίσαι «υἱούς».
 [02468]  Καὶ οἴεται τὸ μὲν πρότερον περὶ τοῦ σώματος αὐτοῦ λέγεσθαι, τὸ δὲ δεύτερον περὶ τοῦ ἐν τῷ σώματι, τῷ τὸν ἀμνὸν ἀτελῆ εἶναι ἐν τῷ τῶν προβάτων γένει, οὕτω δὲ καὶ τὸ σῶμα παραθέσει τοῦ ἐνοικοῦντος αὐτῷ.
 [06480]  [28.19.162] Περὶ δὲ τοῦ πολλάκις ἐπικρατούντων τινῶν χαλεπῶν ἐν τῷ τῶν ἀνθρώπων γένει, οἷον λοιμῶν ἢ ἐπιβλαβῶν νηνεμιῶν ἢ λιμῶν, λύεσθαι τὰ τοιαῦτα, οἱονεὶ καταργουμένου τοῦ ἐνεργοῦντος αὐτὰ πονηροῦ πνεύματος, διὰ τὸ ἑαυτόν τινα ὑπὲρ τοῦ κοινοῦ δι δόναι, πολλαὶ φέρονται Ἑλλήνων καὶ βαρβάρων ἱστορίαι, τὴν περὶ τοῦ τοιούτου ἔννοιαν οὐκ ἀποπτυόντων οὐδὲ ἀποδοκιμαζόντων.
000-00-00 Serial Number=0190507054
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00103]  [10.8] Ταῦτα δὲ συναγαγὼν ἐκ τῆς περὶ λίθων πραγματείας, φημὶ τὸν σωτῆρα ἐπιστάμενον διαφορὰν μαργαριτῶν, ὧν ἐν τῷ γένει εἰσὶ καὶ καλοὶ καὶ ἄλλοι φαῦλοι, εἰρηκέναι τὸ ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας·
 [03249]  τάχα δὲ καὶ ἐπεὶ κύριος ὢν ἐδούλευ σεν ὑπὲρ ἀνθρώπων σωτηρίας τῷ γένει ἡμῶν, κατὰ τοῦτο λέγεται «μορφὴν δούλου» ἀνειληφέναι καὶ τε ταπεινωκέναι ἑαυτὸν γενόμενον «ὑπή κοον μέχρι θανάτου».
 [03253]  ἐπεδήμησε γὰρ τῷ γένει τῶν ἀνθρώ πων, ἵνα διακονήσῃ καὶ ἐπὶ τοσοῦτον ὁδεύσῃ διακονῶν ἡμῶν τῇ σωτηρίᾳ, ὡς δοῦναι τὴν ἑαυτοῦ ψυχὴν λύτρον ἀντὶ πολλῶν τῶν πιστευ σάντων εἰς αὐτόν.
000-00-00 Serial Number=0328484356
Contra Celsum Ante [Go Back]  
 [00290]  Ἢ γὰρ ἀορίστως ὁμολογοῦσι τὸ κοινὸν ὄνομα τὸ θεὸς ἢ καὶ μετὰ προσθήκης τῆς ὁ δημιουργὸς τῶν ὅλων, ὁ ποιητὴς οὐρανοῦ καὶ γῆς, ὁ κατα πέμψας τῷ γένει τῶν ἀνθρώπων τούσδε τινὰς τοὺς σοφούς·
 [00325]  Εἰ δὲ καὶ ἐπὶ πλεῖον ἐξετάζοι τις τὰ κατὰ τὸν τοιοῦτον, πῶς οὐκ ἂν ζητήσαι, τίνα τρόπον ἐν εὐτελείᾳ καὶ πενίᾳ ἀνατεθραμμένος καὶ μηδεμίαν ἐγκύκλιον παιδείαν παιδευθεὶς μηδὲ μαθὼν λόγους καὶ δόγματα, ἀφ' ὧν κἂν πιθανὸς γενέσθαι ἐδύνατο ὁμιλεῖν ὄχλοις καὶ δημαγωγεῖν καὶ ἐπάγεσθαι ἀκροατὰς πλείονας, ἐπιδίδωσιν ἑαυτὸν διδασκαλίᾳ καινῶν δογμάτων, ἐπεισάγων τῷ γένει τῶν ἀνθρώπων λόγον τά τε Ἰουδαίων ἔθη καταλύοντα μετὰ τοῦ σεμνοποιεῖν αὐτῶν τοὺς προφήτας καὶ τοὺς Ἑλλήνων νόμους μάλιστα περὶ τοῦ θείου καθαιροῦντα;
 [00405]  Τί οὖν παράδοξον, εἰ βουλη θεὶς ὁ θεὸς θεῖόν τινα διδάσκαλον πέμψαι τῷ γένει τῶν ἀνθρώπων πεποίηκεν, ἀντὶ <τοῦ διὰ> σπερματικοῦ λόγου τοῦ ἐκ μίξεως τῶν ἀρρένων ταῖς γυναιξὶ ποιῆσαι, ἄλλῳ τρόπῳ γενέσθαι τὸν λόγον τοῦ τεχθησομένου;
 [00477]  Εἴπατέ μοι, ὦ οὗτοι, δύο τινῶν ἐπιδημησάντων τῷ τῶν ἀνθρώπων γένει, περὶ ὧν παράδοξα καὶ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἀναγέγραπται, Μωϋσέως λέγω, τοῦ ὑμῶν νομοθέτου περὶ ἑαυτοῦ ἀναγρά ψαντος, καὶ Ἰησοῦ, τοῦ ἡμετέρου διδασκάλου μηδὲν περὶ ἑαυτοῦ σύγγραμμα καταλελοιπότος ἀλλ' ὑπὸ τῶν μαθητῶν ἐν τοῖς εὐαγγελίοις μεμαρτυρημένου·
 [00675]  Τὸν ὀφθέντα ἀστέρα ἐν τῇ ἀνατολῇ καινὸν εἶναι νομίζομεν καὶ μηδενὶ τῶν συνήθων παραπλήσιον, οὔτε τῶν ἐν τῇ ἀπλανεῖ οὔτε τῶν ἐν ταῖς κατωτέρω σφαίραις, ἀλλὰ τῷ γένει τοιοῦτον γεγονέναι, ὁποῖοι κατὰ καιρὸν γινόμενοι κομῆται ἢ δοκίδες ἢ πωγωνίαι ἢ πίθοι ἢ ὅπως ποτὲ φίλον Ἕλλησιν ὀνομάζειν τὰς διαφορὰς αὐτῶν.
 [00679]  Εἴπερ οὖν ἐπὶ βασιλείαις καιναῖς ἢ ἄλλοις μεγάλοις συμπ τώμασιν ἐπὶ γῆς ἀνατέλλει ὁ καλούμενος κομήτης ἤ τις τῶν παραπλησίων ἀστήρ, τί θαυμαστὸν ἐπὶ τῇ γενέσει τοῦ καινοτομεῖν μέλλοντος ἐν τῷ γένει τῶν ἀνθρώπων καὶ διδασκαλίαν ἐπεισάγειν οὐ μόνον Ἰουδαίοις ἀλλὰ καὶ Ἕλλησι πολλοῖς δὲ καὶ τοῖς βαρβάρων ἔθνεσιν ἀστέρα ἀνατεταλκέναι;
 [00743]  Τί οὖν ἄτοπον βουλό μενον παραστῆσαι τῷ γένει τῶν ἀνθρώπων τὸν Ἰησοῦν, ὁπηλίκην ἔχει ψυχῶν ἰατρικήν, τοὺς ἐπιρρήτους καὶ πονηρο τάτους ἐπιλέξασθαι καὶ τούτους προαγαγεῖν ἐπὶ τοσοῦτον, ὥστ' αὐτοὺς παράδειγμα εἶναι ἤθους καθαρωτάτου τοῖς δι' αὐτῶν προσαγομένοις τῷ Χριστοῦ εὐαγγελίῳ;
 [00754]  Ὧ ἔδει αὐχοῦντας αὐτοὺς τὸ κοινωνικὸν χάριτας ὁμολογεῖν, καινῇ μεθόδῳ πολλῶν κακῶν μεταστήσαντι τοὺς ἀνθρώπους, καὶ μαρτυρεῖν γε αὐτῷ εἰ καὶ μὴ ἀλήθειαν ἀλλὰ τὸ λυσιτελὲς τῷ τῶν ἀνθρώπων γένει.
 [00957]  Μὴ πολλοὺς οὖν ἀλλὰ μηδ' ὀλίγους ἀλλὰ κἂν ἕνα δεικνύτω ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος τοιοῦτον, ὁποῖος ἦν ὁ Ἰησοῦς, λόγον καὶδόγματα μετὰ τῆς ἐν αὐτῷ δυνάμεως βιωφελῆ ἐπεισάγοντα τῷ γένει τῶν ἀνθρώπων καὶ ἐπιστρέφοντα ἀπὸ χύσεως ἁμαρτημάτων.
 [01116]  Καὶ ἀνάβα μοι τῷ λόγῳ ἐπὶ τὸν Ἰησοῦν λέγοντα ταῦτα, καὶ ὅρα μηδέπω γενόμενα προφητευόμενα εἰ μὴ φήσεις ἀπιστῶν μὲν αὐτῷ ὅτι ταῦτα φλυαρεῖ καὶ μάτην λέγει οὐ γὰρ ἔσται τὰ λεγόμενα , ἀμφιβάλλων δὲ περὶ τοῦ συγκαταθέσθαι τοῖς λόγοις αὐτοῦ εἰ μὴ ὅτι, ἐὰν ταῦτα πληρωθῇ καὶ συστῇ ἡ διδασκαλία τῶν λόγων τοῦ Ἰησοῦ, ὡς φροντίζειν τοὺς ἡγεμόνας καὶ τοὺς βασιλεῖς ἀναιρεῖν τοὺς ὁμολογοῦντας τὸν Ἰησοῦν, τότε πιστεύσομεν ὅτι ὡς μεγάλην ἐξουσίαν λαβὼν ἀπὸ τοῦ θεοῦ πρὸς τὸ σπεῖραι τοῦτον τὸν λόγον τῷ γένει τῶν ἀνθρώπων καὶ πειθόμενος κρατήσειν ταῦτά φησι.
 [01400]  Καὶ πρὸς ταῦτα δὲ φήσομεν ὅτι ἐγκαλοῦμεν Ἰου δαίοις, ἐντραφεῖσι νόμῳ καὶ προφήταις τοῖς Χριστὸν προκαταγγέλλουσιν, ἐπεὶ μήτε τὰ προσαγόμενα αὐτοῖς ὑφ' ἡμῶν εἰς ἀπόδειξιν περὶ τοῦ τοῦτον εἶναι τὸν Χριστὸν λύουσιν, ἀπολογίαν <ἂν> ποριζόμενοι τοῦ μὴ πιστεύειν τὴν λύσιν, μήτε ὡς μὴ λύοντες πιστεύουσι τῷ προφητευθέντι, ἐναργῶς παραστήσαντι ἐν τοῖς μαθητεύσασιν αὐτῷ καὶ μετὰ τὸν χρόνον τῆς ἐνσωματώσεως ἑαυτοῦ ὅτι ἐπ' ἀνθρώ πων ὠφελείᾳ ταῦθ' ὑπέμεινε, σκοπὸν ἔχων τῆς πρώτης ἐπιδημίας οὐχὶ κρίνειν τὰ ἀνθρώπων καὶ πρὸ τοῦ διδάξαι καὶ μαρτύρασθαι περὶ τῶν πρακτέων καὶ μὴ τοὺς μὲν πονηροὺς κολάζειν τοὺς δ' ἀγαθοὺς σῴζειν, ἀλλὰ σπεῖραι παραδόξως τὸν ἑαυτοῦ λόγον καὶ μετά τινος δυνάμεως θειοτέρας παντὶ τῷ ἀνθρώπων γένει, ὡς οἱ προφῆται καὶ ταῦτα παρέστησαν.
 [01575]  Ὡς γὰρ διαβάλλει ὁ Ἰουδαῖος ὅτι προεῖπεν, ὡς ἀποθανὼν ἀναστήσεται, πρὸς τὸν λέγοντα ταῦτα ὁ περὶ Μωϋσέως τὸ ὅμοιον φάσκων ἐρεῖ ὅτι καὶ Μωϋσῆς ἀνέγραψεν αὐτοῦ γάρ ἐστι καὶ τὸ ∆ευτε ρονόμιον ὅτι Οὐδεὶς οἶδε τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης, σεμνύνων καὶ ἐπαίρων καὶ τὴν ταφὴν αὐτοῦ ὡς οὐκ ἐγνωσμένην ἀνθρώπων γένει.
 [01827]  οὐ γὰρ ἐπιστεύσατε τῇ ἐπιδεδημηκυίᾳ τῷ γένει τῶν ἀνθρώπων ζωῇ.
 [01874]  Ἢ ὑμῖν μὲν ἔξεστιν ἀπολογεῖσθαι περὶ τοῦ μὴ ἀεὶ ἐπιφαίνεσθαι τῷ γένει τῶν Ἑβραίων τὸν θεόν, ἡμῖν δὲ οὐ δίδοται ἡ αὐτὴ ἀπολογία περὶ τοῦ Ἰησοῦ, ἅπαξ καὶ ἀναστάντος καὶ πείσαντος περὶ τῆς ἑαυτοῦ ἀναστάσεως τοὺς μαθητὰς καὶ ἐπὶ τοσοῦτον πείσαντος, ὥστε δι' ὧν πάσχουσι δεικνύναι πᾶσιν ὅτι βλέποντες τὴν αἰώνιον ζωὴν καὶ τὴν ὑποδεδειγμένην αὐτοῖς καὶ λόγῳ καὶ ἔργῳ ἀνάστασιν παίζουσι πάντα τὰ ἐν τῷ βίῳ ἐπίπονα;
 [01905]  καὶ οἴεται μηδὲν σεμνὸν εἶναι ἐν τῇ Ἰουδαίων καὶ Χριστιανῶν πρὸς ἀλλήλους ζητήσει, πιστευόντων μὲν ἀμφοτέρων ὅτι ἀπὸ θείου πνεύματος ἐπροφητεύθη τις ἐπιδημήσων σωτὴρ τῷ γένει τῶν ἀνθρώπων οὐκέτι δ' ὁμολογούντων περὶ τοῦ ἐληλυθέναι τὸν προφη τευόμενον ἢ μή.
 [01918]  Εἰ δὲ μὴ γέγονε τοῦτο ἀλλὰ καὶ μυρία ὅσα ὑπέμενον, ἵνα μὴ ἐξομόσωνται τὸν ἰουδαϊσμὸν καὶ τὸν κατ' αὐτὸν νόμον, καὶ ὁτὲ μὲν πεπόνθασιν ἐν τῇ Ἀσσυρίᾳ ὁτὲ δὲ ἐν τῇ Περσίδι ὁτὲ δὲ ὑπὸ Ἀντιόχου, πῶς οὐχὶ ἐξ εἰκότων κατασκευάζεται τοῖς ἀπιστοῦσι ταῖς παραδόξοις ἱστορίαις καὶ προφητείαις ὅτι οὐ πλάσματα ἦν τὰ τοιαῦτα, ἀλλά τι θεῖον πνεῦμα ὡς ἐν καθαραῖς ψυχαῖς τυγχάνον ταῖς τῶν προφητῶν, πάντα πόνον ὑπὲρ ἀρετῆς ἀνειληφότων, ἐκίνει αὐτοὺς πρὸς τὸ προφητεύειν τινὰ μὲν τοῖς καθ' ἑαυτοὺς ἄλλα δὲ τοῖς ὕστερον ἐξαιρέτως δὲ περί τινος ἐπιδημήσοντος σωτῆρος τῷ γένει τῶν ἀνθρώπων;
 [01924]  [3.5] Ἑξῆς δὲ τούτοις ὁ Κέλσος οἰόμενος τοὺς Ἰουδαίους, Αἰγυπτίους τῷ γένει τυγχάνοντας, καταλελοιπέναι τὴν Αἴγυπτον, στασιάσαντας πρὸς τὸ κοινὸν τῶν Αἰγυπτίων καὶ τὸ ἐν Αἰγύπτῳ σύνηθες περὶ τὰς θρησκείας ὑπερφρο νήσαντας, φησὶν αὐτοὺς ἅπερ ἐποίησαν Αἰγυπτίοις πεπονθέναι ὑπὸ τῶν προσθεμένων τῷ Ἰησοῦ καὶ πιστευσάντων αὐτῷ ὡς Χριστῷ, καὶ ἀμφοτέροις αἴτιον γεγονέναι τῆς καινοτομίας τὸ στασιάζειν πρὸς τὸ κοινόν.
 [01980]  Ἐπεὶ γὰρ ἰατρικὴ χρήσιμος καὶ ἀναγκαία τῷ γένει τῶν ἀνθρώπων, πολλά τε τὰ ἐν αὐτῇ ζητούμενα περὶ τοῦ τρόπου τῆς τῶν σωμάτων θεραπείας, διὰ τοῦτο αἱρέσεις ἐν ἰατρικῇ παρὰ μὲν Ἕλλησιν εὑρίσκονται ὁμολογουμένως πλείονες, ἐγὼ δ' οἶμαι ὅτι καὶ παρὰ βαρβάροις, ὅσοι γε ἐπαγγέλλονται χρῆσθαι ἰατρικῇ.
 [01981]  Πάλιν τε αὖ ἐπεὶ φιλοσοφία ἀλήθειαν ἐπαγγελλομένη καὶ γνῶσιν τῶν ὄντων πῶς δεῖ βιοῦν ὑποτίθεται καὶ πειρᾶται διδάσκειν τὰ ὠφέλιμα ἡμῶν τῷ γένει, πολλὴν δ' ἔχει τὰ ζητούμενα πράγματα διολκήν, διὰ τοῦτο αἱρέσεις ἐν φιλο σοφίᾳ συνέστησαν πλεῖσται ὅσαι, ὧν αἱ μέν εἰσι διασημότεραι αἱ δὲ οὐ τοιαῦται.
 [02088]  Ἀριστέην γὰρ λέγουσιν ἐόντα τῶν ἀστῶν οὐδενὸς γένει ὑποδεέστερον, εἰσελθόντα ἐς κναφήιον ἐν Προκοννήσῳ ἀποθανεῖν·
 [02121]  Περὶ δὲ τοῦ Ἰησοῦ εἴποιμεν ἄν, ἐπεὶ συμφέρον ἦν τῷ τῶν ἀνθρώπων γένει παραδέξασθαι αὐτὸν ὡς υἱὸν θεοῦ, θεὸν ἐληλυθότα ἐν ἀνθρωπίνῃ ψυχῇ καὶ σώματι, καὶ οὐκ ἐδόκει τοῦτο τῇ λιχνείᾳ τῶν φιλοσωμάτων δαιμόνων καὶ τῶν νομιζόντων αὐτοὺς θεοὺς εἶναι λυσιτελές, διὰ τοῦθ' οἱ μὲν ἐπὶ γῆς δαίμονες, παρὰ τοῖς μὴ παιδευθεῖσι περὶ δαιμόνων νομιζόμενοι εἶναι θεοί, ἀλλὰ καὶ οἱ θερα πεύοντες αὐτοὺς ἐβουλήθησαν κωλῦσαι τὴν νομὴν τῆς Ἰησοῦ διδασκαλίας·
 [02178]  διὸ καὶ δεδύνηται ἑαυτὸν παραστῆσαι οὐκ ὀλίγοις τῶν ἀνθρώπων θεόθεν ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων.
 [02594]  πῶς οὐχὶ καὶ οὕτως κακῶν μὲν ἀπαλλάξομεν τοὺς πειθομένους, προσάξομεν δ' εὐσεβεῖ λόγῳ τῷ περὶ τοῦ ἀνακεῖσθαι τῷ δημιουργῷ καὶ θαυμάζειν τὸν πατέρα τῆς Χριστιανῶν διδασκαλίας, φιλανθρωπότατα ἐπιστρεπτικὸν καὶ ψυχῶν μαθήματα οἰκονομήσαντα ἐπισπα ρῆναι ὅλῳ τῷ τῶν ἀνθρώπων γένει;
 [02733]  Οὕτω δὲ οὐ θαυμαστὸν καί τινα καιρὸν γεγονέναι, ὅτ' ἐξαίρετόν τι χρῆμα ἐπιδεδήμηκε τῷ γένει τῶν ἀνθρώπων καὶ διαφέρον παρὰ τοὺς προγενεστέρους αὐτοῦ ἢ καὶ μετα γενεστέρους.
 [02800]  Οὐ δή που δ' ἐξ ἀγαθοῦ εἰς κακὸν γέγονεν αὐτῷ μεταβολή, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδ' ἐκ καλοῦ εἰς αἰσχρόν, οὐ γὰρ ἔγνω ἁμαρτίαν, οὐδὲ ἐξ εὐδαιμονίας ἦλθεν εἰς κακοδαιμονίαν, ἀλλ' ἑαυτὸν μὲν ἐταπείνωσεν οὐδὲν δ' ἧττον μακάριος ἦν, καὶ ὅτε συμφερόντως τῷ γένει ἡμῶν ἑαυτὸν ἐταπείνου.
 [02831]  εἰ δ' ὅτι πάσχει τι ὑπὸ τοῦ σώματος ἀνακεκραμένη αὐτῷ καὶ ἀπὸ τοῦ τόπου, εἰς ὃν ἐλήλυθε, καὶ τί ἄτοπον ἀπαντᾷ τῷ λόγῳ, ἀπὸ πολλῆς φιλανθρωπίας καταβιβάζοντι σωτῆρα τῷ γένει τῶν ἀνθρώ πων;
 [03352]  οὕτως ἔστιν εἰπεῖν μᾶλλον καὶ ἐπὶ τῆς τῶν ὅλων φύσεως ὅτι, εἰ καὶ μία ἐστὶ καὶ ἡ αὐτὴ τῷ γένει, ἀλλ' οὐ τὰ αὐτὰ ἀεὶ οὐδ' ὁμογενῆ συμβαίνει ἐν τοῖς ὅλοις·
 [03597]  [4.88] Θέλων δ' ἔτι διὰ πλειόνων μηδὲ τὰς περὶ τοῦ θείου ἐννοίας ἐξαιρέτους εἶναι παρὰ τὰ θνητὰ πάντα ἐν τῷ γένει τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων ζῴων τινὰ ἀποφῆναι ἐννοοῦντα περὶ τοῦ θεοῦ, περὶ οὗ τοσαῦται διαφωνίαι γεγόνασι καὶ τοῖς ὀξυτέροις τῶν πανταχοῦ ἀνθρώπων, Ἑλλήνων καὶ βαρβάρων, φησὶν ὅτι εἰ δ' ὅτι θείας ἐννοίας ἄνθρωπος ἐπείληπται, νομίζεται ὑπερέχειν τῶν λοιπῶν ζῴων·
 [03748]  ἀνθρώποις δὲ ἐπάγει, ἅτε παραβᾶσι τὰς φυσικὰς ἀφορμάς, δίκην καὶ κόλασιν, καὶ τούτοις διὰ προφητῶν ἀπειλεῖ καὶ διὰ τοῦ ἐπιδημήσαντος ὅλῳ τῷ γένει τῶν ἀνθρώπων σωτῆρος·
 [03992]  εἰδότες ὅτι κἂν οὐρανὸς καὶ γῆ παρέλθῃ καὶ τὰ ἐν αὐτοῖς, ἀλλ' οἱ περὶ ἑκάστου λόγοι ὄντες ὡς ἐν ὅλῳ μέρη ἢ ὡς ἐν γένει εἴδη τοῦ ἐν ἀρχῇ λόγου πρὸς τὸν θεὸν θεοῦ λόγου οὐδαμῶς παρελεύσονται.
 [04232]  εἰ δέ τις ἐπερείσας τὴν διάνοιαν τῷ τοῦ νομοθέτου βουλήματι καὶ τῇ κατ' αὐτὸν πολιτείᾳ ἐξετάζων τὰ κατ' αὐτοὺς συγκρίνοι τῇ νῦν ἀγωγῇ τῶν λοιπῶν ἐθνῶν, οὐδένας μᾶλλον ἂν θαυμάσαι ὡς ἐν ἀνθρώποις πάντα μὲν τὰ μὴ χρήσιμα τῷ γένει τῶν ἀνθρώπων περιῃρη μένους μόνα δὲ τὰ εὔχρηστα παραδεξαμένους.
 [04325]  ἦν γὰρ ὑπερμαχοῦσα αὐτῶν θεία χεὶρ καὶ βουλομένη τὸν τοῦ θεοῦ λόγον ἀπὸ μιᾶς τῆς κατὰ τὴν Ἰουδαίαν γῆν γωνίας ἐπισπεῖραι ὅλῳ τῷ γένει τῶν ἀνθρώπων.
 [04351]  Ἑξῆς δέ, ἐπεὶ νομίζεται συγχωρητικῶς λέγειν περὶ τοῦ σωτῆρος ὅτι δοκείτω τις ὡς ἀληθῶς ἄγγελος οὗτος εἶναι, φαμὲν ὅτι τοῦτ' οὐχ ὡς συγχωρούμενον ἀπὸ Κέλσου λαμβά νομεν, τῷ δ' ἔργῳ αὐτοῦ ἐνορῶντες ὅλῳ τῷ γένει τῶν ἀνθρώπων ἐπιδεδημηκότος κατὰ τὸν ἑαυτοῦ λόγον καὶ τὴν διδασκαλίαν, ὡς ἕκαστος ἐχώρει τῶν προσιεμένων αὐτόν.
 [04356]  Καὶ πρὸς ἑκάτερον δὲ διὰ πλειόνων οἴεται ἀπαντᾶν, οὐδενὸς δὴ τῶν ὡς ἀληθῶς Χριστιανῶν λέγοντος μόνον τὸν Χριστὸν ἐπιδεδημηκέναι τῷ <γένει τῶν ἀνθρώπων·> καὶ ἄλλους ὦφθαί φησιν ἀνθρώποις ὁ Κέλσος, εἰ μὲν δὴ φαῖεν ὅτι μόνος.
 [04358]  Οὕτω δ' οὐ μόνος ἱστόρηται ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων, ὡς καὶ τοὺς προφάσει τῆς διδασκαλίας τοῦ ὀνόματος Ἰησοῦ ἀπο στάντας τοῦ δημιουργοῦ ὡς ἐλάττονος καὶ προσεληλυθότας ὡς κρείττονί τινι θεῷ καὶ πατρὶ τοῦ ἐπιδημήσαντος φάσκειν ὅτι καὶ πρὸ τούτου ἐπεδήμησάν τινες ἀπὸ τοῦ δημιουργοῦ τῷ γένει τῶν ἀνθρώπων.
 [04359]  Ἐπεὶ δὲ φιλαλήθως τὰ κατὰ τὸν τόπον ἐξετάζομεν, φήσομεν ὅτι ὁ Μαρκίωνος γνώριμος Ἀπελλῆς, αἱρέσεώς τινος γενόμενος πατὴρ καὶ μῦθον ἡγούμενος εἶναι τὰ Ἰουδαίων γράμματα, φησὶν ὅτι μόνος οὗτος ἐπιδεδήμηκε τῷ γένει τῶν ἀνθρώπων.
 [04594]  νυνὶ δὲ εἰς πᾶσαν τὴν οἰκουμένην Ἰησοῦς κεκήρυκται ἐπιδημήσας τῷ γένει τῶν ἀνθρώπων μόνος υἱὸς θεοῦ.
 [04604]  Οὐ κύβους οὖν ἀναρριπτοῦντες μαντευόμεθα, ποῖ τραπώμεθα καὶ τίνι προσθώμεθα, ὡς δυναμένων πλειόνων περισπάσαι ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεόθεν ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων.
 [04984]  τί οὖν ἄτοπον δύο, ἵν' οὕτως ὀνομάσω, ἀκρότητας, τὴν μὲν τοῦ καλοῦ τὴν δὲ τοῦ ἐναντίου, ἐν ἀνθρώποις γίνεσθαι, ὥστε τὴν μὲν τοῦ καλοῦ ἀκρότητα εἶναι ἐν τῷ κατὰ τὸν Ἰησοῦν νοουμένῳ ἀνθρώπῳ, ἀφ' οὗ ἡ τοσαύτη ἔρρευσε τῷ γένει τῶν ἀνθρώπων ἐπιστροφὴ καὶ θεραπεία καὶ βελτίωσις, τὴν δὲ τοῦ ἐναντίου ἐν τῷ κατὰ τὸν ὀνομαζόμενον Ἀντίχριστον;
 [04989]  [6.46] Λέγει δὲ ὁ Παῦλος περὶ τούτου τοῦ καλουμένου Ἀντιχρίστου διδάσκων καὶ παριστὰς μετά τινος ἐπικρύψεως, τίνα τρόπον ἐπιδημήσει καὶ πότε τῷ γένει τῶν ἀνθρώπων καὶ διὰ τί·
 [05424]  Εἴπομεν δὴ ἐν τοῖς πρὸ τούτων ὅτι οὐχ ὥσπερ ἀπὸ μακροῦ ὕπνου διαναστὰς ὁ θεὸς ἔπεμψε τὸν Ἰησοῦν τῷ γένει τῶν ἀνθρώπων, τὴν μὲν κατὰ τὴν ἐνσωμάτωσιν οἰκονομίαν νῦν δι' εὐλόγους αἰτίας ἐπιπληρώσαντα ἀεὶ δὲ τὸ γένος τῶν ἀνθρώπων εὐεργετήσαντα.
 [05477]  ἴδωμεν οὖν εἰ μὴ καὶ οὕτως δύναται τοῖς φιλαλήθως ἐξετάζουσι τὰ πράγματα ἀποδείκνυσθαι ὅτι καὶ τῷ παραδεχομένῳ εἶναι ταῦτα τὰ μαντεῖα οὐκ ἀναγκαῖον προσέσθαι ὅτι θεοί τινες εἰσὶ παρ' αὐτοῖς, ἀλλ' ἐκ τοῦ ἐναντίου δαίμονές τινες φαῦλοι καὶ πνεύματα ἐχθρὰ τῷ γένει τῶν ἀνθρώπων καὶ κωλύοντα τὴν τῆς ψυχῆς ἄνοδον καὶ δι' ἀρετῆς πορείαν καὶ τῆς ἀληθινῆς εὐσεβείας ἀποκα τάστασιν πρὸς τὸν θεόν.
 [05497]  Ἀλλ' οὐδ' ἐν τῷ θήλει γένει παρθένον τινὰ ἢ σοφὴν καὶ ἀπὸ φιλοσοφίας ὠφελημένην ἀλλά τινα γυναῖκα ἰδιῶτιν·
 [05926]  Τίνες δὲ καὶ οἱ σοφοὶ ἢ οἱ φιλόσοφοι, παρ' ὧν βούλεται πολλὰ καὶ θεῖα ἀκοῦσαι ἡμᾶς ὁ Κέλσος, καταλιπόντας θεράποντα θεοῦ Μωϋσέα καὶ προφήτας τοῦ τῶν ὅλων δημιουργοῦ, ἀληθῶς ἐνθέως μυρία ὅσα εἰρηκότας, καὶ αὐτὸν <τὸν> ἐπιλάμψαντα τῷ γένει τῶν ἀνθρώπων καὶ καταγγεί λαντα ὁδὸν θεοσεβείας καὶ μηδένα τὸ ὅσον ἐφ' ἑαυτῷ ἄγευστον καταλιπόντα τῶν ἰδίων μυστηρίων, ἀλλὰ δι' ὑπερβάλλουσαν φιλανθρωπίαν ἔχοντα μὲν διδόναι τοῖς συνετωτέροις θεολο γίαν, ἐπᾶραι τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγμάτων δυναμένην, οὐδὲν <δ'> ἧττον συγκαταβαίνοντα καὶ ταῖς ὑποδεεστέραις ἕξεσιν ἰδιωτῶν ἀνδρῶν καὶ ἁπλουστέρων γυναικῶν οἰκετῶν τε καὶ ἁπαξαπλῶς τῶν ὑπὸ μηδενὸς ἢ Ἰησοῦ μόνου βεβοη θημένων πρὸς τό, ὡς ἐνεχώρει, βέλτιον αὐτοὺς βιοῦν μετὰ δογμάτων ὧν ἐδύναντο περὶ θεοῦ χωρεῖν;
 [06811]  Κἂν ἴδωμεν δὲ μὴ δαίμονάς τινας ἀγγέλους δὲ τεταγμένους ἐπὶ τῶν τῆς γῆς καρπῶν καὶ ἐπὶ τῆς τῶν ζῴων γενέσεως, εὐφημοῦμεν αὐτοὺς καὶ μακαρίζομεν, ἐγχειρισθέντας ὑπὸ τοῦ θεοῦ τὰ χρήσιμα τῷ γένει ἡμῶν·
 [06862]  ὥστε τολμᾶν ἡμᾶς λέγειν ὅτι ἀνθρώποις μετὰ προαιρέσεως προτιθεμένοις τὰ κρείττονα εὐχομένοις τῷ θεῷ μυρίαι ὅσαι ἄκλητοι συνεύχονται δυνάμεις ἱεραί, συμπαρέχουσαι <ἑαυτὰς> τῷ ἐπικήρῳ ἡμῶν γένει καί, ἵν' οὕτως εἴπω, συναγωνιῶσαι δι' οὓς ὁρῶσιν ἀντιστρατευο μένους καὶ ἀνταγωνιζομένους δαίμονας τῇ σωτηρίᾳ μάλιστα τῶν ἑαυτοὺς ἀνατιθέντων θεῷ καὶ μὴ φροντιζόντων τῆς τῶν δαιμόνων ἔχθρας, ἐὰν ἐκεῖνοι ἐξαγριαίνωσι πρὸς τὸν ἄνθρω πον, φεύγοντα μὲν αὐτῶν τὰς διὰ κνίσσης καὶ αἵματος θεραπείας παντὶ δὲ τρόπῳ λόγων καὶ πράξεων σπεύδοντα οἰκειοῦσθαι καὶ ἑνοῦσθαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ καταλύ σαντος μυρίους δαίμονας Ἰησοῦ, ἡνίκα περιῄει ἰώμενος καὶ ἐπιστρέφων τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.
000-00-00 Serial Number=0382020712
De engastrimytho Ante [Go Back]  
 [00159]  καὶ Μωσῆς αὐτὸν κηρύσσει ἐπιδημήσοντα τῷ γένει τῶν ἀνθρώπων, ὥστε λέ γεσθαι καλῶς ὑπὸ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν·
000-00-00 Serial Number=0506506860
De oratione Ante [Go Back]  
 [00002]  [1.1] Τὰ διὰ τὸ εἶναι μέγιστα καὶ ὑπὲρ ἄνθρωπον τυγχάνειν εἰς ὑπερβολήν τε ὑπεράνω τῆς ἐπικήρου φύσεως ἡμῶν ἀδύνατα τῷ λογικῷ καὶ θνητῷ γένει καταλαβεῖν ἐν πολλῇ δὲ καὶ ἀμετρήτῳ ἐκ χεομένῃ ἀπὸ θεοῦ εἰς ἀνθρώπους χάριτι θεοῦ διὰ τοῦ τῆς ἀνυπερ βλήτου εἰς ἡμᾶς χάριτος ὑπηρέτου Ἰησοῦ Χριστοῦ καὶ τοῦ συνεργοῦ πνεύματος βουλήσει θεοῦ δυνατὰ γίνεται.
 [00152]  οὕτως τὰ ἀναγκαίως συμβαίνοντα περιστατικὰ τῷ τῶν ἀνθρώπων γένει εἴ τις οἴοιτο διὰ τὸ εὔχεσθαι μὴ πείσεσθαι, πᾶσαν <ἂν> ὑπερβάλοι με λαγχολίαν.
 [00205]  οἶδα δὲ καὶ Ἰούδαν, ἐπιδημήσαντός μου τοῦ υἱοῦ τῷ τῶν ἀνθρώπων γένει, κατὰ μὲν τὰς ἀρχὰς ἐσόμενον καλὸν καὶ ἀγαθὸν ὕστερον δὲ ἐκτρα πησόμενον καὶ εἰς τὰ ἀνθρώπινα ἁμαρτήματα ἐκπεσούμενον, ὅντινα ἐπὶ τούτοις εὔλογον ἔσται παθεῖν τάδε τινά.
 [00949]  οὕτως καὶ ἡμεῖς «τῷ» ὅλῳ «κόσμῳ» «καὶ» τοῖς πᾶσιν «ἀγγέλοις» τῷ τε τῶν ἀνθρώπων γένει ὀφείλομεν ταῦτα, ἃ βουληθέντες ἀπὸ τῆς σοφίας μαθησόμεθα.
000-00-00 Serial Number=0215262771
De principiis Ante [Go Back]  
 [00291]  καίτοιγε ἐβούλοντο ἂν καὶ οἱ νομοθέται κρατῦναι τοὺς φανέντας νόμους εἶναι καλοὺς εἰ δυνατὸν παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, οἵ τε διδάσκαλοι ἐπινεμηθῆναι ἣν ἐφαντάσθησαν εἶναι ἀλήθειαν πανταχοῦ τῆς οἰκουμένης.
 [00529]  εἰ τοίνυν ἐστὶν ἐν ψυχῶν γένει ὁ Ἰσραήλ, καὶ ἐν οὐρανῷ τις πόλις Ἱερουσαλήμ, ἀκολουθεῖ τὰς πόλεις Ἰσραὴλ μητροπόλει χρῆσθαι τῇ ἐν οὐρανοῖς Ἱερουσαλὴμ καὶ ἀκολούθως τῇ πάσῃ Ἰουδαίᾳ.
000-00-00 Serial Number=0029851973
Epistula ad Africanum Ante [Go Back]  
 [00306]  Νεεμίας οἰνοχόος τοῦ βασιλέως καὶ εὐνοῦχος αὐτοῦ, Ἑβραῖος τῷ γένει, ᾐτήσατο τὰ περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ, καὶ ἔτυχεν·
000-00-00 Serial Number=0201013565
Fragmenta in Psalmos Ante [Go Back]  
 [02601]  Μαρτύριόν φησι τοῦ μαρτυρίου, ἐν ῃ καὶ πλάκες, παιδαγωγῶν αὐτοὺς εἰς τὸ γνῶναι διὰ τοῦ νόμου τὸν κα τὰ καιρὸν ἐπιδημοῦντα Σωτῆρα τῷ γένει, οπως οἱ τεχθησόμενοι υἱοὶ, τουτέστιν οἱ μακάριοι μαθηταὶ τὰ θαυμάσια α κατώρ θωσεν ὁ Χριστὸς, ἀπαγγελοῦσι τοῖς προσελ θοῦσι τῇ πίστει, καὶ ταῦτα αὐτοῖς διηγήσον ται, δι' ων δυνήσονται μόνον ἐλπίδα τὸν Θεὸν ἐπιγράψασθαι, τὴν τῶν πατέρων κα κοδαιμονίαν μὴ μιμησάμενοι.
 [03252]  Μετεωρισμοὺς τὴν μετὰ σφοδρότητος ἐ πενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γένει ὑπὲρ τῆς παραβάσεως δίκην φησί·
000-00-00 Serial Number=0530241191
Homiliae in Genesim Ante [Go Back]  
 [00029]  Καὶ εἰκός, ὅτι τῷ μὲν τῶν ὄφεων γένει καὶ θηρίων ἡ τοῦ κατωτάτου τριωρό φου χώρα ἀπενεμήθη, τοῖς δὲ κτήνεσι καὶ τοῖς λοιποῖς τῶν τιθασω τέρων ἢ ἡμερωτέρων τάξει καὶ λόγῳ τὰ ἀνωτέρω.
000-00-00 Serial Number=0951921105
Homiliae in Leviticum Ante [Go Back]  
 [00059]  Πλὴν τὰ δύο ἔοικεν ἕτερα εἶναι τῷ γένει παρὰ τὰ προσφερόμενα εἰς τὸ θυσιαστήριον, «τρυγόνας ἢ περιστεράς».
000-00-00 Serial Number=0646292984
In Jeremiam Ante [Go Back]  
 [01727]  ἐὰν ἴδῃς τί τὸ σκυθρωπὸν μετὰ τὴν συντέλειαν τοῦ κόσμου, τὸ ἐπακολουθοῦν ὡς σχεδὸν παντὶ τῷ γένει τῶν ἀνθρώπων κολαζομένων ἐπὶ τοῖς ἡμαρτημένοις, ὄψει ὅτι συνε σκότασε τότε τὸ περιέχον καὶ οὐκέτι οὐδεὶς δύναται δοξάζειν τὸν θεόν, εἴγε καὶ τοῖς δικαίοις προσέταξεν ὁ λόγος θεοῦ λέγων·
 [02994]  τίς οὖν ἔλαφος γεγένηται πολέμιος τῷ τῶν ὄφεων γένει, μηδὲν πάσχων ὑπὸ τοῦ ἰοῦ αὐτῶν, ὡς ἱστορεῖται περὶ τῆς ἐλάφου;
 [03602]  διάγραψόν μοι δύο ἡμαρτηκότας τὴν αὐτὴν τῷ γένει ἁμαρτίαν, τὴν μιαράν, τὴν ἀκάθαρτον πορνείαν, καὶ ἐν τούτοις τοῖς δύο τοῖς πεπορνευκόσι τὸν μὲν ἕτερον μὴ λυπούμενον μηδὲ ὀδυνώμενον μηδὲ δακνόμενον, ἀλλὰ τὸ εἰρημένον ἐν Παροιμίαις περὶ τῆς πόρνης γυναικὸς πάσχοντα, «ἥτις ἐὰν πράξῃ, ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ἄτοπον».
000-00-00 Serial Number=0122442484
Philocalia Ante [Go Back]  
 [00161]  καίτοιγε ἐβούλοντο ἂν καὶ οἱ νομοθέται κρατῦναι τοὺς φανέντας νόμους εἶναι καλοὺς εἰ δυνατὸν παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, οἵ τε διδάσκαλοι ἐπινεμηθῆναι ἣν ἐφαντάσθησαν εἶναι ἀλήθειαν πανταχοῦ τῆς οἰκουμένης.
 [00497]  εἰ τοίνυν ἐστὶν ἐν ψυχῶν γένει ὁ Ἰσραὴλ, καὶ ἐν οὐρανῷ τις πόλις Ἱερουσαλήμ·
 [00611]  οὕτως ἡμεῖς ὑπολαμβάνομεν περὶ πάντων τῶν ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος ἀναγεγραμ μένων, ὡς τῆς ἐπιδιδούσης τὴν ὑπεράνθρωπον σοφίαν ἱερᾶς προνοίας διὰ τῶν γραμμάτων τῷ γένει τῶν ἀνθρώπων, λόγια σωτήρια ἐνεσπαρκυίας, ὡς ἔστιν εἰπεῖν, ἑκάστῳ γράμ ματι κατὰ τὸ ἐνδεχόμενον ἴχνη τῆς σοφίας.
 [01262]  ἐπεὶ γὰρ ἰατρικὴ χρήσιμος καὶ ἀναγκαία τῷ γένει τῶν ἀνθρώπων, πολλά τε τὰ ἐν αὐτῇ ζητούμενα περὶ τοῦ τρόπου τῆς τῶν σωμάτων θεραπείας·
 [01265]  πάλιν τε αὖ, ἐπεὶ φιλοσοφία ἀλήθειαν ἐπαγγελλομένη καὶ γνῶσιν τῶν ὄντων πῶς δεῖ βιοῦν ὑποτί θεται, καὶ πειρᾶται διδάσκειν τὰ ὠφέλιμα ἡμῶν τῷ γένει·
 [01338]  ἢ γὰρ ἀορί στως ὁμολογοῦσι τὸ κοινὸν ὄνομα τὸ ὁ θεὸς, ἢ καὶ μετὰ προσθήκης τῆς ὁ δημιουργὸς τῶν ὅλων, ὁ ποιητὴς οὐρανοῦ καὶ γῆς, ὁ καταπέμψας τῷ τῶν ἀνθρώπων γένει τούσδε τινὰς τοὺς σοφούς·
 [01508]  τί οὖν ἄτοπον, βουλόμενον παραστῆσαι τῷ γένει τῶν ἀνθρώ πων τὸν Ἰησοῦν ὁπηλίκην ἔχει ψυχῶν ἰατρικὴν, τοὺς ἐπιρρήτους καὶ πονηροτάτους ἐπιλέξασθαι, καὶ τούτους προαγαγεῖν ἐπὶ τοσοῦτον, ὥστ' αὐτοὺς παράδειγμα εἶναι ἤθους καθαρωτάτου τοῖς δι' αὐτῶν προσαγομένοις τῷ Χρι στοῦ εὐαγγελίῳ;
 [01522]  καὶ μαρτυρεῖν γε αὐτῷ, εἰ καὶ μὴ ἀλήθειαν, ἀλλὰ τὸ λυσιτελὲς τῷ τῶν ἀν θρώπων γένει.
 [01947]  [20.15] Θέλων δ' ἔτι διὰ πλειόνων μηδὲ τὰς περὶ τοῦ θείου ἐννοίας ἐξαιρέτους εἶναι παρὰ τὰ θνητὰ πάντα ἐν τῷ γένει τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων ζώων τινὰ ἀποφῇναι ἐννοοῦντα περὶ τοῦ θεοῦ, περὶ οὗ τοιαῦται διαφωνίαι γεγόνασι καὶ τοῖς ὀξυτέροις τῶν πανταχοῦ ἀνθρώπων, Ἑλλήνων καὶ βαρβάρων, φησὶν ὅτι «Εἰ δ', ὅτι θείας ἐννοίας ἄνθρωπος ἐπείληπται, νομίζεται ὑπερέχειν τῶν λοιπῶν ζώων·
 [02121]  ἀνθρώποις δὲ ἐπάγει, ἅτε παραβᾶσι τὰς φυσικὰς ἀφορμὰς, δίκην καὶ κόλασιν, καὶ τούτοις διὰ προφητῶν ἀπειλεῖ καὶ διὰ τοῦ ἐπιδημήσαντος ὅλῳ τῷ γένει τῶν ἀνθρώπων σω τῆρος·
000-00-00 Serial Number=0703698575
Selecta in Genesim Ante [Go Back]  
 [00237]  Υἱοὶ μὲν γὰρ πάντες τοῦ Νῶε τῷ γένει·
000-00-00 Serial Number=0868316531
Selecta in Psalmos Ante [Go Back]  
 [00371]  οὕτως ἡμεῖς ὑπολαμβάνο μεν περὶ πάντων τῶν ἐξ ἐπιπνοίας τοῦ ἁγίου Πνεύ ματος ἀναγεγραμμένων, ὡς τῆς ἐπιδιδούσης τὴν ὑπὲρ ἄνθρωπον σοφίαν ἱερᾶς Προνοίας διὰ τῶν γραμμάτων τῷ γένει τῶν ἀνθρώπων, λόγια σωτήρια ἐνεσπαρκυίας, ὡς ἔστιν εἰπεῖν, ἑκάστῳ γράμματι κατὰ τὸ ἐνδεχόμενον ἴχνη τῆς σοφίας.
 [04034]  Εἰ δὲ κατὰ τὸν Σύμμαχον ᾖ, «τῷ προπάτορι,» τίς ἂν προπάτωρ λέγοιτο Χριστοῦ ἢ τοῦ δικαίου ἢ ὁ Ἀβραὰμ, ᾧ δύναται ἑστάσθαι τὸ κράτος τῷ γένει αὐτοῦ καὶ τοῖς ἐνευλο γουμένοις αὐτῷ πᾶσιν ἔθνεσι πληρουμένων τῶν θείων εὐαγγελίων;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»