0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βασιλεῖ [60]


000-00-00 Serial Number=0069060028
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00525]  «Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει»·
 [00527]  [1.28.194] Καὶ ἄξιον ἰδεῖν τίνι βασιλεῖ τὸ κρίμα εὔχεται δοθῆναι ὑπὸ θεοῦ ἡ προφητεία καὶ τίνι υἱῷ βασιλέως καὶ ποίου βασιλέως τὴν δικαιοσύνην.
 [00732]  [1.38.280] Τὸ δὲ «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ» ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ἀναγεγραμμένον, συνεχέστατα ὑπὸ τῶν πολλῶν φερόμενον ὡς νενοημένον, ἡμῖν οὐκ ἀβασάνιστον ἐατέον.
000-00-00 Serial Number=0000015378
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [01357]  καὶ τοῦτο βλέποι ἂν *** ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, βασιλευούσης ἐν τῷ θνητῷ σώ ματι τῶν ἁμαρτανόντων, ἀλλ' ἀεὶ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων θεῷ, οὗ ἡ βασιλεία δυνάμει μὲν «ἐντὸς ἡμῶν» ἐστιν, ἐνεργείᾳ δὲ καὶ (ὡς ὠνόμασεν ὁ Μᾶρκος) ἐν δυνάμει καὶ οὐδαμῶς ἐν ἀσθενείᾳ, «ἐντὸς» τῶν τελείων μόνων.
 [02040]  ὡμοιώθη ἡ βασιλεία τῶν οὐ ρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ (18, [23[] [35]).]
 [02054]  εἰ δὲ βασιλεῖ ὡμοιώθη τοιῷδε καὶ τοιάδε πεποιηκότι, τίνα χρὴ λέγειν ἢ τὸν υἱὸν τοῦ θεοῦ;
 [02061]  αὕτη τοίνυν ἡ βασιλεία τῶν οὐρανῶν, ἡνίκα «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» ἐγένετο, ἵνα «περὶ ἁμαρτίας» κατακρίνῃ «τὴν ἁμαρτίαν», ἡνίκα «μὴ γνόντα» αὐτὸν «ἁμαρ τίαν ἐποίησεν ὑπὲρ ἡμῶν ἁμαρτίαν» τῶν «τῆς ἁμαρτίας» ἡμῶν φορούντων σῶμα, ὡμοιώθη ἀνθρώπῳ βασιλεῖ τῷ κατὰ τὸν Ἰησοῦν νοουμένῳ, ἑνωθεῖσα αὐτῷ, πλεῖον (εἰ δεῖ οὕτω τολμήσαντα εἰπεῖν) ἔχοντι πρὸς τὸ ἡνῶσθαι καὶ πάντη ἓν γενέσθαι τῷ πρωτοτόκῳ «πάσης κτίσεως», εἰ «ὁ κολλώμενος τῷ κυρίῳ» «ἓν πνεῦμα» πρὸς αὐτὸν γίνεται.
 [02082]  ὅλου τοίνυν καὶ παντὸς τοῦ βίου συναίρεται ὑπὸ τῆς εἰρη μένης βασιλείας τῶν οὐρανῶν (ὁμοιωθείσης ἀνθρώπῳ βασιλεῖ) λόγος, ὅτε «τοὺς πάντας ἡμᾶς πα ραστῆναι δεῖ ἔμπροσθεν τοῦ βή ματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦ λον»·
 [02102]  οὐδὲν οὖν τάχα μικρὸν ἀλλὰ πάντα μεγάλα καὶ χαλεπὰ ἥμαρτεν ὁ προσαχθεὶς τῷ βασιλεῖ εἷς ὀφειλέτης πολλῶν ταλάν των, ὅντινα εἰ μὲν ἐν ἀνθρώποις ζητήσεις, ἴσως ἂν αὐτὸν εὕροις ὄντα τὸν ἄνθρωπον «τῆς ἁμαρτίας», τὸν υἱὸν «τῆς ἀπω λείας», τὸν ἀντικείμενον καὶ ἐπαι ρόμενον «ἐπὶ πάντα θεὸν ἢ σέβασμα»·
 [02122]  ὡς μὲν οὖν [ἐπ'] ἀλη θείας ἔχει τὰ πράγματα, ἀποφαίνο μαι μηδένα <δύνασθαι> διηγήσασθαι εἰ μὴ Ἰησοῦ, τοῦ «τοῖς ἰδίοις μαθη ταῖς κατ' ἰδίαν» λύσαντος «πάντα», ἐπιδημήσαντος αὐτοῦ τῷ ἡγεμονικῷ καὶ ἀνοίγοντος τοὺς ἐν τῇ παρα βολῇ θησαυροὺς πάντας σκοτεινούς, ἀποκρύφους, ἀοράτους καὶ πληρο φοροῦντος δι' ἐναργῶν ἀποδείξεων ὃν βούλεται φωτίσαι τῷ φωτὶ τῆς γνώσεως <πάντων> τῶν κατὰ τὴν παραβολὴν ταύτην, ἵν' ἅμα τε παραστήσῃ τίς ὁ εἷς προσαχθεὶς τῷ βασιλεῖ ἀνθρώπῳ ὀφειλέ της πολλῶν ταλάντων καὶ τὰ ἑξῆς, καὶ ὁ ὀφείλων τούτῳ τὰ ἑκατὸν δηνάρια ἄλλος εἷς καὶ τὰ λοιπά, εἴτε δύναται εἶναι ὁ προαποδεδο μένος «ἄνθρωπος τῆς ἁμαρτίας» εἴτε καὶ ὁ διάβολος εἴτε μηδέτερος μὲν τού των, ἄλλος δέ τις ἤτοι ἄνθρωπος ἢ τῶν ὑπὸ τὸν διάβολόν τις.
 [02152]  προση νέχθη δὲ ὡς βασιλεῖ ὑπὸ τῶν αὐτοῦ τεταγμένων λειτουργῶν, οἶμαι ἀγγέ λων.
 [02161]  τάχα οὖν καὶ οὗτος ὁ εἷς προσαχ θεὶς ἀνθρώπῳ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων ἔχει (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, ἅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχεν, ὕστερον δὲ σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλ' ἵνα ἡμεῖς μάθωμεν τὸ γεγενημένον, οὕτως ἀναγέγραπται πεποιηκέναι.
 [02198]  Ἀναφέρεται δὲ καὶ νῦν τὸ ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λό γους τούτους προσεχῶς μὲν ἐπὶ τὴν μυστικωτάτην παραβολήν, καθ' ἣν «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρα νῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέ λησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ», ἔτι δὲ ταύτης ἀνω τέρω εἰς τὰ πρὸ αὐτῆς ἀναγεγραμ μένα.
 [02455]  «καὶ ἐγὼ ἤμην εὐνοῦχος τῷ βασιλεῖ.
 [02456]  καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ Ἀρσαθερθᾷ βασιλεῖ» καὶ τὰ ἑξῆς, ἕως τοῦ «καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ με».
 [03096]  ὥσπερ γὰρ ἐπὶ κοσμικῆς βασιλείας ἐν προαγωγῇ δοκοῦσιν εἶναι οἱ συγκαθεζόμενοι τῷ βασιλεῖ ἐν τῇ βασιλικῇ ἐσθῆτι καθεζομένῳ καὶ ὁτιποτοῦν τῶν τῆς βασιλικῆς πραγ μάτων διέποντι, οὕτω δόξει (κατὰ τὴν λέξιν) φανταζομένη ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου (ἢ ὡς ὁ Μᾶρκος ἀνέγραψεν Ἰάκω βος καὶ Ἰωάννης) ἀξιοῦν ἀπὸ τοῦ σωτῆρος τὸ κα θεσθῆναι τὸν μὲν ἕτερον ἐκ δεξιῶν αὐτοῦ ἐν τῇ βασιλείᾳ τυγχά νοντος, τὸν δὲ λοιπὸν ἐξ ἀριστερῶν.
 [03524]  ἀλλὰ τοῖς μὲν ἐκ τῶν διδαξάντων ἱματίοις ἐπιτε θεῖσι τῇ ὄνῳ καὶ τῷ πώλῳ ὁ Ἰησοῦς ἐπικαθέζεται, ἐπειδὴ ἕκαστον ἐχρῆν συμβαλέσθαι τι Χριστῷ πραεῖ βασιλεῖ ἐπιβεβηκότι ὑποζυγίῳ καὶ πώλῳ νέῳ *** <Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλά δους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
 [04095]  ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀν θρώπῳ βασιλεῖ, ὅστις ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δούλους αὐ τοῦ καὶ τὰ ἑξῆς ἕως τοῦ·
 [04130]  ἡ βασιλεία τοίνυν τῶν οὐρανῶν ὡμοιώθη κατὰ μὲν τὸν βασιλεύοντα ἀνθρώπῳ βασιλεῖ, κατὰ δὲ τὸν συμβασιλεύοντα τῷ βασιλεῖ τῷ υἱῷ αὐτοῦ, κατὰ δὲ τὰ βασι λευόμενα τοῖς δούλοις καὶ τοῖς κεκλημένοις εἰς τοὺς γάμους, ὧν οἱ μὲν οὐκ ἤθελον [τοῦ] εἰσελθεῖν, οἱ δὲ ἀμελήσαντες τοῦ εἰσελθεῖν ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ, καὶ ἄλλοι <δὲ> κρατήσαντες τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτει ναν.
 [04133]  ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ χωρὶς τῆς ἄν θρωπος προσθήκης.
 [04150]  ἐγὼ δ' οἶμαι ὅτι οὐ μόνον τὸ ἀνθρώπῳ βασιλεῖ ὁμοιοῦσθαι τὴν βασιλείαν τῶν οὐ ρανῶν παύσεται, ἀλλὰ καὶ ἄλλα μυρία ὧν χρῄζει ἁμαρτωλὸς ἄν θρωπος, οἷον γέγραπται ἐν τῷ Ὠσηέ·
 [04166]  παρ' ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ὡμοιώθη ἡ βασιλεία τῶν οὐ ρανῶν <ἀνθρώπῳ> βασιλεῖ, παρὰ δὲ τοῖς κατὰ τὰς γραφὰς λε γομένοις θεοῖς, ὧν «ἐν συναγωγῇ ἔστη ὁ θεός, ἐν μέσῳ θεοὺς» δια κρίνων, ἡ βασιλεία τῶν οὐρα νῶν ἐστιν ὁμοία θεῷ βασιλεῖ.
 [04167]  [17.21] ζη τήσεις δὲ εἰ, ὥσπερ ἐν ἀνθρώποις τοῖς ὑποδεεστέροις (ὅσον ἐπὶ τῇ ἑαυτῶν φύσει) ἀγγέλων καὶ θρόνων καὶ κυριοτήτων καὶ ἀρχῶν καὶ ἐξουσιῶν ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασι λεῖ, <οὕτως> ἐν θρόνοις ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν θρόνῳ βασιλεῖ, κυριότησι δὲ κυριότητι βασιλεῖ, ἀρχαῖς δὲ ἀρχῇ βασιλεῖ, καὶ ἐξουσίαις ἐξουσίᾳ βασιλεῖ.
 [04169]  τίς ἡ ἀποκλήρωσις τοῖς μὲν ἐλάττοσιν ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν ἀνθρώ πῳ βασιλεῖ, τοῖς δὲ κρείττοσιν ἀνθρώπων μὴ τὸ ἀνάλογον τούτῳ γίνεσθαι;
 [04170]  Οὗτος δὴ ὁ ὁμοιωθεὶς ἀνθρώπῳ βασιλεῖ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δού λους αὐτοῦ καλέσαι τοὺς κε κλημένους εἰς τοὺς γάμους.
 [04188]  πλὴν οὐκ αἴσιος ἡ ἐμπορία αὕτη, ἐφ' ἣν ἀπελθὼν ὁ κεκλημένος οὐ μετέλαβε τοῦ ἑτοιμασθέντος τῷ βασιλεῖ ἀρί στου καὶ τῶν τεθυμένων ταύρων καὶ σιτιστῶν καὶ πάντων τῶν ἑτοίμων.
 [04249]  καὶ ἄλλα ὀφείλομεν, ἐπεὶ ἡ ψυχὴ φύ σει κατ' εἰκόνα ἐστὶ θεοῦ, τῷ βασιλεῖ αὐτῆς θεῷ, ἅπερ ἐστὶ συμφέροντα καὶ κατάλληλα τῇ τῆς ψυχῆς φύσει καὶ οὐσίᾳ·
 [04428]  ἐν γὰρ τῇ ἀναστάσει τῶν νε κρῶν ἀληθὲς καὶ τὸ οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, ἀληθὲς δὲ καὶ τὸ ὡς ἐν παραβολῇ εἰρημένον περὶ ἑτεροίου παρὰ τοὺς ἐπὶ γῆς γάμους ἐν τῷ «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ» καὶ τὰ ἑξῆς καὶ ἐν τῷ «τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρ θένοις, αἵτινες λαβοῦσαι τὰς λαμ πάδας αὐτῶν» καὶ τὰ ἑξῆς.
000-00-00 Serial Number=0008357823
Contra Celsum Ante [Go Back]  
 [00692]  φέροντες μὲν δῶρα, <ἅ>, ἵν' οὕτως ὀνομάσω, συνθέτῳ τινὶ ἐκ θεοῦ καὶ ἀνθρώπου θνητοῦ προσήνεγκαν, σύμβολα μὲν ὡς βασιλεῖ τὸν χρυσὸν ὡς δὲ τεθνηξομένῳ τὴν σμύρναν, ὡς δὲ θεῷ τὸν λιβανωτόν·
 [02187]  Οὐ γὰρ συνελθόντες γόητες, χάριν τίνοντες βασιλεῖ τινι κελεύοντι ἢ ἡγεμόνι προστάσσοντι, πεποιηκέναι ἔδοξαν αὐτὸν εἶναι θεόν, ἀλλ' αὐτὸς ὁ τῶν ὅλων δημιουργὸς ἀκολού θως τῇ ἐν τῷ λέγειν τεραστίως πειστικῇ δυνάμει συνέστησεν αὐτὸν ὡς τιμῆς ἄξιον οὐ τοῖς εὖ φρονεῖν ἐθέλουσι μόνον ἀνθρώποις ἀλλὰ καὶ δαίμοσι καὶ ἄλλαις ἀοράτοις δυνάμεσιν·
 [06967]  [8.73] Εἶθ' ἑξῆς προτρέπεται ἡμᾶς ὁ Κέλσος ἀρήγειν τῷ βασιλεῖ παντὶ σθένει καὶ συμπονεῖν αὐτῷ τὰ δίκαια καὶ ὑπερμαχεῖν αὐτοῦ καὶ συστρατεύειν αὐτῷ, ἂν ἐπείγῃ, καὶ συστρατηγεῖν.
000-00-00 Serial Number=0017205000
Epistula ad Africanum Ante [Go Back]  
 [00210]  «Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ ἔστησαν ἐνώπιον αὐτοῦ.
000-00-00 Serial Number=0576539934
Exhortatio ad martyrium Ante [Go Back]  
 [00312]  πλὴν μανθάνομεν ὅτι συγκαθίσει καὶ συμβασιλεύσει καὶ συνδικάσει τῷ βασιλεῖ τῶν βασιλευόντων ὁ πιὼν τὸ ποτήριον ἐκεῖνο, ὅπερ ἔπιεν ὁ Ἰησοῦς.
000-00-00 Serial Number=0078405738
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00091]  ἐν Βαβυλῶνι γὰρ σωφρονισθεὶς ἐν εἱρκτῇ καὶ δεσμοῖς, πάλιν ἐπὶ Εὐιλὰδ Μαρωδὰχ μετέστη πρὸς ἄνεσιν, ὁμοδίαιτος γενόμενος τῷ βασιλεῖ καὶ οὕτως ἐν ἀλλοτρίᾳ καταλύσας τὸν βίον.
000-00-00 Serial Number=0220696509
Fragmenta in Psalmos Ante [Go Back]  
 [01280]  λέγω ἐγὼ τὰ εργα μου τῷ βασιλεῖ·
 [01395]  Ψάλατε τῷ βασιλεῖ ἡμῶν ...
 [02011]  Ωσπερ ἐὰν ᾳδειν μοι προκῆται βασιλεῖ, δεήσει με εἰδέναι ποῖα μέλη ἀποδέχεται ὁ βασιλεὺς, ινα ᾳδων ἀρέσω αὐτῷ·
000-00-00 Serial Number=0287659645
In Jeremiam Ante [Go Back]  
 [01837]  ἀπορία κατέσχε με, παρά δειγμα λαμβάνω πολέμιόν τινα ἀποδειχθέντα τοῦ βασιλεύοντος ἐπὶ γῆς, ὅτι τῷ τοιούτῳ οὐδὲ μεταδιδόναι ἐλέου ἔξεστιν, ἵνα μὴ δοκῇ τις προσκρούειν τῷ καταδικάσαντι βασιλεῖ.
 [03167]  παραδέδοται γὰρ πᾶσα ἡ ἰσχὺς αὐτῆς καὶ τὰ ἐπιφερόμενα τότε τῷ τῶν Βαβυλωνίων βασιλεῖ.
000-00-00 Serial Number=0292763889
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00027]  «ἀπενεχθήσονται τῷ βασιλεῖ παρ θένοι ὀπίσω αὐτῆς» καὶ τὰ ἑξῆς.
000-00-00 Serial Number=0596970201
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00031]  περὶ δὲ τῶν νεανίδων, ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, καὶ τὰ ἑξῆς.
000-00-00 Serial Number=0913294137
Scholia in Lucam Ante [Go Back]  
 [00560]  καὶ τοῦτο βλέποι ἂν, ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, τῆς βασιλευούσης ἐν θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλ' ἀεὶ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων Θεῷ·
000-00-00 Serial Number=0714993715
Selecta in Deuteronomium Ante [Go Back]  
 [00194]  Ὡς βασιλεῖ παριστάμενοι, ὡς Θεῷ λειτουργοῦντες, ὡς ποιητῇ προσκυνοῦντες, καὶ ὑπ' αὐτόν εἰσιν·
000-00-00 Serial Number=0745380819
Selecta in Genesim Ante [Go Back]  
 [00598]  Ἐγένετο δὲ μετὰ ῥήματα ταῦτα, ἥμαρτεν ὁ ἀρ χιοινοχόος τοῦ βασιλέως Αἰγύπτου, καὶ ὁ ἀρχισι τοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου.
 [00600]  Ἥμαρτον βασιλεῖ Αἰγύπτου, λέγοιτ' ἂν περὶ τῶν μαρτύρων, ὅτι τῷ νοητῷ βασιλεῖ τῆς Αἰγύπτου οὗτοι ἁμαρτάνουσιν, ἀλλ' οὐ τῷ Θεῷ.
 [00646]  ∆ι' ὧν γὰρ γεωργεῖται ἡ γῆ, καὶ ἅπερ φέρει, προσημαντικὰ εὐθηνίας τε καὶ ἀφορίας ἐγένετο τῷ βασιλεῖ.
000-00-00 Serial Number=0285261989
Selecta in Psalmos Ante [Go Back]  
 [00257]  «Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.».
 [03176]  Τὸ σωτήριον δόξαν περιποιεῖ μεγάλην τῷ ἐκ νεκρῶν ἀναστάντι βασιλεῖ·
 [05083]  Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέ γω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.
 [05094]  Κάλαμος γραμματέως ὀξυγρά φου ἡ γλῶσσά ἐστι παντὸς λέγοντος τὰ ἔργα αὐτοῦ τῷ βασιλεῖ.
 [05096]  ὁ δὲ τὰ ἐναντία ἑαυτῷ συνειδὼς, λέ γων τὰ ἔργα αὐτοῦ τῷ βασιλεῖ, βραδύγλωσσος.
 [05166]  Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι, κ.
 [07112]  [12.1524] Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κ.
 [09999]  Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐ τῶν, κ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»