0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιμελῶς [68]


000-00-00 Serial Number=0585221827
Commentarii in Genesim Ante [Go Back]  
 [00307]  Τί γὰρ ἄτοπον ἀκούειν τῶν κυριολεκτουμένων ἐν ταῖς διαλέκτοις, καὶ ἐφιστάνειν ἐπιμελῶς τοῖς σημαινομένοις;
000-00-00 Serial Number=0257071972
Commentarii in Romanos Ante [Go Back]  
 [00036]  [3,] [9] [18]] Μετὰ ταῦτα, ὡς ἔθος ἐστὶν αὐτῷ διδα´̣σ̣κειν ἀπὸ τῶν γραφῶν, βούλεται ῥητὰ συναγαγεῖν πῶς πάντες Ἰου|δαῖοί τε καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ «Καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς», καὶ ἐμοὶ δοκεῖ ἀποδόσε̣ως ἕνεκεν δεῖν [132] οὐ μόνον ἐνταῦθα ἀλλὰ καὶ εἴ που ἀλλαχοῦ μέμνηνται οἱ Ἰησοῦ Χριστοῦ διάκονοι τῆς καινῆς διαθήκης ῥητῶν νομικῶν ἢ προφητικῶν ἐπιμελῶς προσ έχειν ποῦ γέγραπται ἃ παρατίθενται, καὶ εἰ αὐταῖς ‖ λέξεσι χρῶνται τοῖς γεγραμμένοις ἢ ἐσθότε μεταποιήσαντες αὐτά.
000-00-00 Serial Number=0695562065
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00574]  διὸ καθ' ἕκαστον χρὴ τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῦν μὲν τί σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον ἐννοεῖν.
 [00613]  διὸ χρὴ ἐπιμελῶς τὸν ἀναγινώσκοντα τὴν θείαν γραφὴν τηρεῖν ὅτι οὐ πάντως ταῖς αὐταῖς λέξεσιν ἐπὶ τῶν αὐτῶν πραγμάτων χρῶνται αἱ γραφαί·
 [00615]  καὶ τοῦτο ἐὰν ἐπιμελῶς παραφυλατ τώμεθα, πολλῶν σφαλμάτων ἀπαλλαττόμεθα καὶ παρεκδοχῶν.
000-00-00 Serial Number=0955470204
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00264]  [1.16.93] εἰ γὰρ ἐπιμελῶς τις ἐξετάζοι, πότε γνώσονται, οἷς ἀποκαλύπτει ὁ ἐγνωκὼς τὸν πατέρα υἱός, τὸν πατέρα, καὶ βλέποι τὸ νῦν «δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι» τὸν βλέποντα βλέπειν, οὐδέπω ἐγνωκότα «καθὼς δεῖ γνῶναι», οὐκ ἂν ἁμάρτοι λέγων μηδένα ἐγνωκέναι, κἂν ἀπόστολος κἂν προφήτης τις ᾖ, τὸν πατέρα, ἀλλ' ὅταν γένωνται ἓν ὡς <ὁ> υἱὸς καὶ ὁ πατὴρ ἕν εἰσιν.
 [00326]  [1.19.118] Καὶ ἐὰν ἐπιμελῶς ἐξετάζωμεν αὐτοῦ πάσας τὰς ἐπινοίας, μόνον κατὰ τὸ εἶναι σοφία ἀρχή ἐστιν, οὐδὲ κατὰ τὸ εἶναι λόγος ἀρχὴ τυγχάνων, εἴγε «ὁ λόγος ἐν ἀρχῇ» ἦν·
 [00918]  Καὶ ὥσπερ «ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς» ἐπὶ τῷ τέλει τῶν πραγμάτων, οὕτως οἶμαι ὅτι ἀπέδρα ἀσάφεια καὶ ἀπορία, πάντων ἐπιμελῶς καὶ τρανῶς προπιπτόντων τῶν τῆς τοῦ θεοῦ σοφίας μυστηρίων.
 [01150]  Οὐ χαλεπὸν δὲ τὰ περὶ παντὸς σκότους ἀνθρώπων καὶ περὶ τοῦ θανάτου τοῦ <αὐ>τοῦ τυγχάνοντος τῷ σκότῳ τῶν ἀνθρώπων ἐπιμελῶς ἰδεῖν ἐκ τῶν εἰρημένων, τὸ ἐνδε χόμενον ὁρῶντα τῆς ἐπὶ τὸ χεῖρον καὶ κρεῖττον ἑκάστου μεταβολῆς.
 [02129]  Τὸ γὰρ «Ὃν ὑμεῖς οὐκ οἴδατε» ὀνειδιστικῶς λεγόμενον πρὸς τοὺς φαρισαίους, ἐμφαίνει τὸν λόγον τῷ ἐπιμελῶς ἐγνωκέναι τὸ ὑπ' ἐκείνων ἀγνοούμενον.
 [02185]  [6.41.209] Γέρασα δὲ τῆς Ἀραβίας ἐστὶν πόλις, οὔτε θάλασσαν οὔτε λίμνην πλησίον ἔχουσα, καὶ οὐκ ἂν οὕτως προφανὲς ψεῦδος καὶ εὐέλεγκτον οἱ εὐαγγελισταὶ εἰρήκει σαν, ἄνδρες ἐπιμελῶς γινώσκοντες τὰ περὶ τὴν Ἰουδαίαν.
 [02489]  [10.1.2] Ταῦτα δέ μοι ἐν ἀρχῇ τοῦ δεκάτου τόμου λέγεται πρὸς σέ, πολλαχοῦ ὁρῶντι τῆς γραφῆς διαφερούσης προνομίας τετευχότα τὸν δέκα ἀριθμόν, ὡς ἔνεστι καὶ σοὶ ἐπιμελῶς κατανοεῖν, ἐλπίζοντί τε λήψεσθαι ἀπὸ θεοῦ πλέον τι καὶ εἰς τοῦτον τὸν τόμον·
 [02528]  [10.3.14] Καὶ ἐπὶ ἄλλων δὲ πλειόνων εἴ τις ἐπιμελῶς ἐξετάζοι τὰ εὐαγγέλια περὶ τῆς κατὰ τὴν ἱστορίαν ἀσυμφωνίας, ἥντινα καθ' ἕκαστον πειρασόμεθα κατὰ τὸ δυνατὸν παραστῆσαι, σκοτοδινιάσας ἤτοι ἀποστήσεται τοῦ κυροῦν ὡς ἀληθῶς τὰ εὐαγγέλια, καὶ ἀποκληρωτικῶς ἑνὶ αὐτῶν προσθήσεται, μὴ τολμῶν πάντη ἀθετεῖν τὴν περὶ τοῦ κυρίου ἡμῶν πίστιν, ἢ προσιέμενος τὰ τέσσαρα εἶναι <ἐρεῖ τ'> ἀληθὲς αὐτῶν οὐκ ἐν τοῖς σωματικοῖς χαρακτῆρσιν.
 [03069]  Ἐπίστησον δὲ ἐπιμελῶς εἰ δυνατὸν ὡς τάς γε ἐναλλαγὰς τῶν γεγραμμένων καὶ τὰς διαφωνίας διαλύεσθαι παρὰ τὸν τῆς ἀναγωγῆς τρόπον, ἑκάστου τῶν εὐαγγελιστῶν διαγράφοντος διαφόρους τοῦ λόγου ἐνεργείας ἐν διαφόροις ἤθεσι ψυχῶν οὐ τὰ αὐτὰ ἀλλά τινα παραπλήσια ἐπιτελούσας.
 [05390]  ἐπιμελῶς δὲ τηρήσας καὶ περὶ τοῦ προσκειμένου τῷ «Τοῦ πατρός», ὅπερ ἐστίν, «Ὑμῶν» (γέγραπται γάρ·
 [06083]  [28.4.23] Περὶ τῶν ὀφθαλμῶν Ἰησοῦ καὶ τῆς σχέσεως αὐτῶν πρός [28.4.23] τινας ἐπιμελῶς τηρητέον καὶ ἐξεταστέον·
 [07421]  ὑπὲρ δὲ τῆς τῶν ῥητῶν σαφηνείας ἐπιμελῶς προσχῶμεν πρώτῳ μὲν λεγομένῳ τῷ «Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου»·
000-00-00 Serial Number=0637110531
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00074]  Παρατήρει δὲ ἐπιμελῶς ὅτι οὐκ εἶπεν ὅτι πέπρακε πάντας οὓς εἶχεν·
 [00529]  Πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς μαθηταῖς εἶπε τὸ «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν», περὶ δὲ τῶν ὄχλων τὸ «ἐκείνοις δὲ οὐ δέδοται».
 [00706]  Ταῦτα δέ τις ἐπιμελῶς νοήσας ὄψεται ὅτι καὶ τὰ νομιζόμενα ἀγαθὰ οἷόν τέ ἐστι κακῶς καὶ ἀπὸ πάθους λαβόντα ἁμαρτάνειν, καὶ τὰ λεγόμενα ἀκάθαρτα δυνατὸν κατὰ λόγον ἐν χρήσει ἡμῖν γινόμενα λογίζεσθαι καθαρά.
 [00747]  ἀλλὰ γὰρ καὶ ἐπὶ πάντων τῶν ἐπαγγελλομένων ὁδηγεῖν ἐν ὑγιεῖ διδασκαλίᾳ ἐπιμελῶς ἀκουστέον, καὶ κρίσιν ὑγιῆ τοῖς λεγομένοις προσακτέον, μήποτε κατ' ἄγνοιαν τυφλῶν καὶ μὴ βλεπόντων τὰ πράγματα τῆς ὑγιοῦς διδασκαλίας ὁδηγούμενοι, τυφλοὶ καὶ αὐτοὶ διὰ τὸ μὴ βλέπειν τὸν νοῦν τῶν γραφῶν τυγχάνοντες φανῶμεν, ὡς ἀμφοτέρους, τόν τε ὁδηγοῦντα καὶ <τὸν> ὁδηγούμενον, ἐμπεσεῖν εἰς τὸν βόθυνον περὶ οὗ προειρήκαμεν.
 [00877]  Οἱ τυφλοὶ δὲ βλέπουσιν, ὅτε βλέποντες τὸν κόσμον «ἐκ μεγέθους τοῦ κάλλους τῶν κτισμάτων ἀναλόγως» αὐτοῖς τὸν γενεσιουργὸν θεωροῦσι, καὶ ὅτε «τὰ ἀόρατα αὐτοῦ (τοῦ θεοῦ) ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα» καθορῶσι, τουτέστιν ἐπιμελῶς καὶ σαφῶς ὁρῶσι καὶ νοοῦσι.
 [00883]  Τάχα δὲ εἰ ἐπιμελῶς προσέχοις τῷ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, εὕροις ἂν ὅτι οἱ μαθηταὶ τότε οὐ προσῆλθον αὐτῷ, ἀλλὰ πάλαι ἀρξάμενοι ἀκολουθεῖν καὶ εἰς τὸ ὄρος ἠκολούθησαν αὐτῷ.
 [01056]  καὶ πρόσχες ἐπιμελῶς εἰ μή, ὥσπερ οὐ ταὐτόν ἐστι πηγὴ ποταμοῦ καὶ ποταμός, οὕτως πηγὴ ζωῆς καὶ ζωή.
 [01943]  καὶ πρόσχες ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι·
 [01961]  ἄτοπον γὰρ τὰ μὲν χείρονα λογι σθῆναί τινι τὰ δὲ μετὰ τὰ χείρονα κρείττονα μηδὲν ὠφελεῖν, ἅπερ καὶ ἀπὸ τοῦ Ἰεζεκιὴλ τοῖς ἐπιμελῶς τη ροῦσι τὰ περὶ τῶν τοιούτων ῥητὰ ἔστι μαθεῖν.
 [01968]  καίτοιγε εἰ ἐπιμελῶς προσέχομεν τοῖς εὐαγγε λικοῖς γράμμασι, καὶ ἐν τούτοις εὕ ροιμεν ἂν καὶ κατὰ ταῦτα, τὰ δο κοῦντα εἶναι κοινὰ πρὸς τὸν Πέτρον καὶ τοὺς τρὶς νουθετήσαντας τοὺς ἀδελφούς, πολλὴν διαφορὰν καὶ ὑπεροχὴν ἐκ τῶν πρὸς τὸν Πέτρον εἰρημένων παρὰ τοὺς δευτέρους.
 [02044]  Μετὰ δὲ τὴν περίνοιαν τῆς παραβολῆς ἔστι μὲν καὶ ἁπλούστε ρον κατὰ λέξιν πᾶσαν αὐτὴν ἐξετά σαι, ὥστ' ὄνασθαι ἀπὸ τῆς βασάνου τῶν λελεγμένων τὸν ἐπιμελῶς ἐπὶ τὸ ὀρθῶς ζητεῖν ἕκαστον τῶν προ γεγραμμένων προκόπτοντα.
 [02130]  ἀλλ' ἐρεῖ τις ὅτι μήποτε ἀσεβοῦμεν οἱ θέλοντες (διὰ τὸ ἀπόρρητόν τινων καὶ μυστικὸν) τῶν ὑπεράνω γραμμάτων εἶναι δηλωτικὰ ταῦτα <καὶ> πειρώμενοι ταῦτα σα φηνίσαι, κἂν δοκῇ καθ' ὑπόθεσιν, ὅτι ἔγνωμεν ἐπιμελῶς αὐτῶν τὸ βούλημα.
 [02375]  ἀλλ' εἰ ἔστιν ἀπολογίας τόπος ἢ μὴ τοῖς τοιούτοις ἀνδράσιν ἐπὶ τοῖς τοιού τοις συμπτώμασιν, ἐπιμελῶς ζητή σας ἀποφανεῖ καὶ εἰς τὰ ἐπηπορημένα ἡμῖν κατὰ τὸν τόπον.
 [02507]  [15.8] Τούτων δὲ ἐπιμελῶς ἀκου στέον, ἵνα μὴ φαντασίᾳ σοφίας καὶ τοῦ διαβεβηκέναι καταφρονῶμεν ὡς μεγάλοι τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ παιδίων, ἀλλ' εἰδότες πῶς εἴρηται τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν τοιοῦτοι γενώμεθα, ἵνα καὶ δι' ἡμῶν σώζηται τὰ παιδία.
 [04290]  ὅπερ ἐπιμελῶς ἐξετάσας ὄψει ὅτι ὁ μὲν ἀθετῶν τὴν ἐν τῇ ἐκκλησίᾳ πεπιστευμένην ἀνάστασιν νεκρῶν, κἂν ψευδόμενος ἀθετῇ, οὐ πάντως ἐν «τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ» ἠλπι κώς ἐστι «μόνον».
000-00-00 Serial Number=0645595312
Contra Celsum Ante [Go Back]  
 [00637]  Πρόσχες δ' ἐπιμελῶς τοῖς ἑξῆς, ἔνθα θεὸς εἴρηται·
 [01308]  Καὶ ἐχρῆν γε αὐτὸν πρὸς τὴν κρατήσασαν Χριστιανῶν ταύτην ὡς ἰσχυροτάτην ἀπόδειξιν στῆναι ἐπιμελῶς καὶ καθ' ἑκάστην προφητείαν ἐκθέσθαι, πῶς ἄλλοις ἐφαρμοσθῆναι δύναται πολὺ πιθανώτερον ἢ τῷ Ἰησοῦ.
 [01991]  οὕτως εἴποιμ' ἂν καὶ τὸν ἐπιμελῶς ἐνιδόντα ταῖς ἰουδαϊσμοῦ καὶ χριστιανισμοῦ αἱρέσεσι σοφώτατον Χριστιανὸν γενέσθαι.
 [03771]  εἰ δὲ τίθης οὐδὲν ἧττον πρόνοιαν, ὡς οὐ συγκατατιθέμενος Κέλσῳ λέγοντι μήτε θεὸν μήτε θεοῦ παῖδα κατεληλυθέναι ἢ κατέρχεσθαι πρὸς ἀνθρώπους, διὰ τί οὐχὶ ἐπιμελῶς ἐξετάσεις ἐκ τῶν περὶ Ἰησοῦ ἡμῖν λελεγμένων καὶ τῶν περὶ αὐτοῦ προφητευο μένων, τίνα μᾶλλον χρὴ νομίζειν θεὸν καὶ θεοῦ παῖδα κατεληλυθέναι πρὸς ἀνθρώπους, τὸν τοσαῦτα οἰκονομήσαντα καὶ ποιήσαντα Ἰησοῦν ἢ τοὺς προφάσει χρησμῶν καὶ μαντειῶν μὴ ἐπανορθοῦντας μὲν τὰ ἤθη τῶν θεραπευομένων καὶ προσέτι δ' ἀποστάντας τῆς εἰλικρινοῦς καὶ καθαρᾶς πρὸς τὸν τῶν ὅλων ποιητὴν σεβασμίου τιμῆς καὶ σχίζοντας τὴν τῶν προσεχόντων αὐτοῖς ψυχὴν προφάσει τιμῆς πλειόνων θεῶν ἀπὸ τοῦ ἑνὸς καὶ μόνου ἐναργοῦς καὶ ἀληθινοῦ θεοῦ;
 [03826]  [5.9] Ἔτι δ' ὑποσυγκεχυμένος καὶ μὴ ἐπιμελῶς ἰδὼν τὰ κατὰ τὸν τόπον ᾠήθη ἀπὸ τῶν ἐν μαγγανείαις καὶ γοητείαις ἐπῳδῶν προτραπέντας Ἰουδαίους ἔκ τινων κατὰ τὰς ἐπῳδὰς φασμάτων ἐπιφαινομένων τοῖς ἐπᾴδουσι προσκυνεῖν τοὺς ἐν οὐρανῷ ἀγγέλους, οὐ συνιδὼν ὅτι καὶ τοῦτο παρὰ τὸν νόμον τοῖς γε ταῦτα ποιοῦσιν ἐγίνετο λέγοντα·
 [04647]  [6.15] Εἶτα μετὰ ταῦτα ὁ Κέλσος ὡς περιηχηθεὶς τὰ περὶ ταπεινοφροσύνης καὶ μὴ ἐπιμελῶς αὐτὴν νοήσας βούλεται μὲν τὴν παρ' ἡμῖν κακολογεῖν, οἴεται δ' αὐτὴν παράκουσμα εἶναι τῶν Πλάτωνος λόγων, ὅς φησι ποὺ ἐν τοῖς Νόμοις·
 [05062]  Πρὸς ἃ τοσοῦτον ἀποδέομεν ἀπολογεῖσθαι, ὥστε τρανότερον ἡμᾶς ἐθέλειν τῆς ἐκείνων δόξης ὡς ἐσφαλμένων κατηγορεῖν καὶ ἵστασθαι οὐ πρὸς ἃ μὴ οἴδαμεν αὐτῶν ὡς ὁ Κέλσος ἀλλὰ πρὸς ἃ ἀκριβῶς γινώσκομεν, πῇ μὲν ἀπ' αὐτῶν ἀκούσαντες, πῇ δὲ τοῖς συγγράμμασιν αὐτῶν ἐπιμελῶς ἐντυχόντες.
 [05069]  ἐχρῆν γὰρ αὐτὸν ἢ μὴ μνημονεῦσαι τῶν τοιούτων ἢ κατὰ τὸ δοκοῦν αὐτῷ φιλάνθρωπον ἐκθέσθαι αὐτὰ ἐπιμελῶς καὶ ἀγωνίσασθαι πρὸς τὰ ἀσεβῶς ὑπ' αὐτῶν λεγόμενα.
 [05156]  Ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς·
 [05675]  Ἀλλὰ καὶ περὶ τοῦ ἐν ἐπαγγελίᾳ εἰρῆσθαι Ἰουδαίοις καταφονεύειν τοὺς πολεμίους λεκτέον <ὅτι>, εἴ τις ἀναλέγοιτο καὶ προσέχοι ἐπιμελῶς ταῖς λέξεσιν, εὕροι ἂν ἀδύνατον εἶναι τὴν ὡς πρὸς τὸ ῥητὸν ἐκδοχήν.
 [05877]  Εἰ δ' ἀναπλάσσει λόγους τῶν φιλοσοφούντων καὶ ἐπιμελῶς ὅση δύναμις ἐξεταζόντων τὰ Χριστοῦ, οὐδὲ τούτοις ἀκόλουθα πεποίηκεν.
 [06020]  Ἔργον δέ ἐστι ταῦτ' ἐπιμελῶς νοήσαντα ἰδεῖν διαφορὰν τῶν ἐκ διαλειμμάτων πλειόνων χωρησάντων τὴν τῆς ἀληθείας κατάληψιν καὶ βραχεῖαν ἐπίνοιαν θεοῦ καὶ τῶν ἐπὶ πλεῖον θεοφορηθέντων καὶ ἀεὶ μετὰ θεοῦ ἑστηκότων καὶ διὰ παντὸς ὑπὸ θείου πνεύματος ἀγομένων·
000-00-00 Serial Number=0147423685
De oratione Ante [Go Back]  
 [00045]  τὸ δὲ ἐν ταῖς καρδίαις τῶν μακα ρίων κρᾶζον «ἀββὰ ὁ πατὴρ» «πνεῦμα,» ἐπιστάμενον ἐπιμελῶς τοὺς ἐν τῷ σκήνει στεναγμοὺς, ἀξίους τυγχάνοντας εἰς τὸ βαρῦναι τοὺς πεπτωκότας ἢ παραβεβηκότας, «στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ,» τοὺς ἡμετέρους διὰ τὴν πολλὴν φιλανθρωπίαν καὶ συμπά θειαν ἀναδεχόμενον στεναγμούς·
 [00555]  [20.2] ἐπιμελῶς δὲ ἀκουστέον τοῦ «φανῶσιν,» ἐπεὶ οὐδὲν φαινό μενον καλόν ἐστιν, οἱονεὶ δοκήσει ὂν καὶ οὐκ ἀληθῶς καὶ τὴν φαν τασίαν πλανῶν ἀλλ' οὐκ ἀκριβῶς καὶ ἀληθῶς ἐκτυποῦν.
 [00947]  εἰ καὶ μὴ ἴσμεν δὲ ἐπιμελῶς, τίς ὁ ἑκάστου ἡμῶν ἄγγελος βλέπων «τοῦ ἐν οὐρανοῖς» «πατρὸς» «τὸ πρόσωπον,» ἀλλὰ φανερόν γε ἐπισκοπήσαντι ἑκάστῳ ἡμῶν γίνεται ὅτι κἀκείνῳ ὀφειλέται τινῶν ἐσμεν.
 [01191]  ἐπισκοποῦντι δέ μοι ἐπὶ πλεῖον καὶ περὶ τούτου τοῦ τόπου λεκτέον δόξαν μὲν ἄν τι εἶναι βαρὺ τάχα δὲ τῷ ἐπιμελῶς αὐτὸ βασανίζοντι οὐκ εὐ καταφρόνητον.
000-00-00 Serial Number=0997590423
De principiis Ante [Go Back]  
 [00499]  «ἐρευνᾶτε τὰς γραφάς» ἐπιμελῶς βασανίζειν, πῇ τὸ κατὰ τὴν λέξιν ἀληθές ἐστι καὶ πῇ ἀδύνατον, καὶ ὅση δύναμις ἐξιχνεύειν ἀπὸ τῶν ὁμοίων φωνῶν τὸν πανταχοῦ διεσπαρμένον τῆς γραφῆς νοῦν τοῦ κατὰ τὴν λέξιν ἀδυνάτου.
000-00-00 Serial Number=0567634642
Exhortatio ad martyrium Ante [Go Back]  
 [00601]  οἷς ἐπιμελῶς προσεκτέον μηδένα τόπον διδοῦσι παρεγχειρήσεως τοῖς ἐναντίοις.
000-00-00 Serial Number=0933368683
Fragmenta ex commentariis in Ezechielem Ante [Go Back]  
 [00016]  Καὶ τήρει γε ἐπιμελῶς ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατήσαντας τὴν νομὴν λέγεται ὡς περὶ κρειττόνων·
000-00-00 Serial Number=0296066463
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00267]  ἐν ὀλίγοις τοῖς πρὸ τούτων ἔστιν ἀληθῶς εὑρεῖν τὸν ἐπιμελῶς ἐντυγχάνοντα ἀποκάλυψιν ἐγνωριμένην μυτηρίου ἁγίου τῷ Παύλῳ.
000-00-00 Serial Number=0765773416
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00253]  ὥσπερ οὖν ὅτε μὲν ἐπεσκόπεις ἐπιμελῶς, ἐκάθαιρες τὰ κλήματά μου, πάντα τὰ χεί ρονα μέχρι τῶν σμικροτάτων περιαιρῶν «τῆς σταφυλῆς τῆς χολῆς καὶ τοῦ βότρυος τῆς πικρίας», οὕτω τοὺς ἐμοὺς ἐχθροὺς ἐπιφύλ λισον .
000-00-00 Serial Number=0870751679
Fragmenta in Psalmos Ante [Go Back]  
 [02557]  ∆εῖ δὲ καὶ ἡμᾶς πρῶτον τῷ νόμῳ ἐπιμελῶς ἐμμελετῆσαι, καὶ μετὰ τὴν κατόρ θωσιν τῶν ἐθῶν ἐλθεῖν ἐπὶ τὴν θεολογίαν, ητοι τὰ τοῦ στόματος ῥήματα·
000-00-00 Serial Number=0451019526
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00931]  πρόσχες δὲ ἐπιμελῶς τῷ «Ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων» ἀναμφιβόλως εἰρημένῳ καὶ ἀμφότερα ἰδὼν τὰ σημαινόμενα ἀπὸ τῆς λέξεως κρῖνον ὁπότερον χρὴ αὐτῶν παραδέξασθαι·
000-00-00 Serial Number=0712108076
In Jeremiam Ante [Go Back]  
 [00234]  Ἀνάγνωθι ἐπιμελῶς ἐπὶ μὲν τῶν ἀπολλυμένων καὶ ἐκριζου μένων, πῶς ἀπόλλυνται τὰ τοιαῦτα·
 [02482]  εἴτε γὰρ νοοῦμεν <ὡς ἀκό λουθα>, φροντίσομεν ἐπιμελῶς περὶ τῆς ἀνταποδόσεως τῶν ἁμαρτημά των·
 [03069]  ἔδει ἐπι τέμνεσθαι τὴν περικοπὴν ὅλην καὶ σαφηνίσαι, οὐδέπω τὸ νόημα αὐτῆς τὸ βαθὺ (εἴγε χωροῦμεν αὐτό), ἀλλ' ἢ τὴν λέξιν καὶ τὸ ῥητὸν αὐτό, ὃ καὶ ὁ τυχὼν ἐπιστήσας ἐπιμελῶς τοῖς γράμμασι καὶ μὴ ἐκ παρέργου δύναται κἂν οὕτως νοῆσαι.
000-00-00 Serial Number=0860666156
Philocalia Ante [Go Back]  
 [00454]  ἐπιμελῶς βασανίζειν, πῆ τὸ κατὰ τὴν λέξιν ἀληθές ἐστιν, καὶ πῆ ἀδύνατον·
 [00824]  διὸ καθ' ἕκαστον χρὴ τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῦν μὲν τί σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον ἐννοεῖν.
 [00880]  διὸ χρὴ ἐπιμελῶς τὸν ἀναγινώσκοντα τὴν θείαν γραφὴν τηρεῖν ὅτι οὐ πάντως ταῖς αὐταῖς λέξεσιν ἐπὶ τῶν αὐτῶν πραγμάτων χρῶνται αἱ γραφαί·
 [00882]  καὶ τοῦτο ἐὰν ἐπιμελῶς παραφυλαττώμεθα, πολλῶν σφαλ μάτων ἀπαλλαττόμεθα καὶ παρεκδοχῶν.
 [00928]  καὶ τήρει γε ἐπιμελῶς, ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατήσαντας τὴν νομὴν λέγεται ὡς περὶ κρειττόνων·
 [01030]  τί γὰρ ἄτοπον ἀκούειν τῶν κυριολεκτουμένων ἐν ταῖς δια λέκτοις, καὶ ἐφιστάνειν ἐπιμελῶς τοῖς σημαινομένοις;
 [01279]  οὕτως εἴποιμ' ἂν καὶ τὸν ἐπιμελῶς ἐνιδόντα ταῖς ἰουδαϊσμοῦ καὶ χριστιανισμοῦ αἱρέσεσι σοφώτατον χρι στιανὸν γενέσθαι.
000-00-00 Serial Number=0807020724
Selecta in Ezechielem Ante [Go Back]  
 [00107]  εἰ δέ τις χάριτος θείας τύχοι πρὸς τὸ θεωρῆσαι καὶ τὰ περὶ τῶν μελλόντων ἐπιμελῶς, οὗτος ἂν οἱονεὶ ἀκούσῃ φωνῆς ἐκ τῶν ἔμπροσθεν αὐτοῦ·
 [00126]  Ἀριθμὸν δὲ δεήσει ποιῆ σαι ἡμερῶν σαββάτου ἀναστρεφόμενον, ἵνα ἐπιμελῶς ἴδῃ τὰ τῶν αἰχμαλώτων.
000-00-00 Serial Number=0229370594
Selecta in Psalmos Ante [Go Back]  
 [00818]  Τῷ δὲ ἐπιμελῶς παρατηροῦντι σαφές ἐστιν, ὅτι ἐν δέχεται τὸν ἀτελῆ ἐν παιδείᾳ καὶ μὴ προκόπτοντα ἔτι ὀργῆς Κυρίου μεταλαμβάνειν, τὸν δὲ τέλειον ἀδύνα τον ταύτης μετέχειν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»