0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπὰν [184]


000-00-00 Serial Number=0529460609
Commentarii in Genesim Ante [Go Back]  
 [00170]  Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖ νος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένου, περὶ πατρὸς ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων·
000-00-00 Serial Number=0834633946
Commentarii in Romanos Ante [Go Back]  
 [00179]  οὐ γὰρ ἐξ ἄλλου ποτὲ γυνὴ ἵνα γένηται δι' ἀνδρός, καὶ μάλιστα ἐπὰν ἀκούῃς τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν διὰ τὸ «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς | σαρκός μου».
 [00330]  [4,] [23] [25]] «Οὐκ ἐγράφη δὲ διὰ αὐτὸν μόνον ἀλλὰ καὶ δι' ἡμᾶς» [218] ἀλλὰ ταῦτα γέ|γραπται, ὡς μὲν ἐσχημάτισεν τὴν λέξιν Παῦλος, «δι' αὐτόν», ἅτε ἰδιώτης τῷ λόγῳ τυγχάνων, ὡς δὲ νενόηκεν ἀντὶ τοῦ «περὶ αὐτοῦ» *** Οὐκ εὐχερὲς γὰρ ἐκλαβεῖν τὸ βούλημα αὐτοῦ ἢ καὶ ἄλλων γραφῶν, ἐπὰν διὰ μὲν τὴν ἐν τῷ φράζειν ἰδιωτείαν ἕτερον τοῦ νενοημένου τὸ γεγραμμένον <ᾖ> ἢ διὰ τὸ κατὰ τὴν λέ|ξιν δυσθήρατον ἐγχωρῇ πλείονας ἐκδοχὰς γίνεσθαι τοῦ γεγραμμένου, ὧν ἑκάστην πρὸς τὸ νομιζόμενον ἑαυτῷ χρήσιμον ἕκαστος τῶν διαφόρως νοούντων παραδεξάμενος δόξει τοῖς μὴ ὁμοίως νενοηκόσιν παρέχειν πράγματα *** Τί μᾶλλον ἀντὶ μωρολογίας καὶ εὐτραπελίας οὐκ ἀνηκόν‖των πα ραλαμβάνει τὴν εὐχαριστίαν <ἢ> φέρε εἰπεῖν τὴν ·[····] ἢ τὴν σοφίαν ἢ τὴν ἀλήθειαν;
000-00-00 Serial Number=0857041180
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00294]  καὶ μάλιστα ἐπὰν ἀκούῃ τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὖαν, διὰ τὸ τοῦτο νῦν ὀτοῦν ἐκ τῶν ὀτῶν μου καὶ ὰρξ ἐκ τῆ αρκό μου.
 [00450]  ἀσεβεῖς δὲ τότε οἱ νομιζόμενοι εἶναι ὑπὸ τὸν νόμον τυγχάνουσιν, ἐπὰν ἐγκαταλιπόντες τὸν θεὸν τῶν πατέρων ζητοῦσι τοὺς θεοὺς τῶν ἐθνῶν.
 [00578]  οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας λέγηται ὅοι γὰρ ἐξ ἔργων νόμου εἰὶν ὑπὸ κατάραν εἰί, γέγραπται γάρ·
 [00714]  (τοῦ αὐτοῦ) ἐν δυσεξαριθμήτοις τὸ πνεῦμα ἀντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν, οὐκ ἔλαττον δὲ καὶ ἐν τῷ προσεύχεσθαι ἡμᾶς, ἐπὰν διαβαίνωμεν ὥστε προεύχεθαι πνεύματι.
000-00-00 Serial Number=0413537741
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00053]  [1.3.16] Καὶ κατὰ τοῦτο ἐπίστησον εἰ, ἐπὰν λέγῃ ὁ Παῦλος·
 [00058]  [1.3.18] Ἔτι δὲ εἰ ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ εὐαγγελιστὰς ποιμένας τε καὶ διδασκάλους, ἐπὰν ἐξετάσωμεν τί τὸ ἔργον τοῦ εὐαγγελιστοῦ, ὅτι οὐ πάντως διηγήσασθαι τίνα τρόπον ὁ σωτὴρ τυφλὸν ἀπὸ γενετῆς ἰάσατο, ὀδωδότα νεκρὸν ἀνέστησεν ἤ τι τῶν παρα δόξων πεποίηκεν, οὐκ ὀκνήσομεν, χαρακτηριζομένου τοῦ εὐαγγελιστοῦ καὶ ἐν προτρεπτικῷ λόγῳ τῷ εἰς πιστοποίησιν τῶν περὶ Ἰησοῦ, εὐαγγέλιόν πως εἰπεῖν τὰ ὑπὸ τῶν ἀποστό λων γεγραμμένα.
 [00096]  Ἔστι τοίνυν τὸ εὐαγγέλιον λόγος περιέχων ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τὸν ἀκούοντα, ἐπὰν παραδέξηται τὸ ἀπαγγελλόμενον·
 [00117]  ὁ γὰρ νόμος καὶ οἱ προφῆται «λόγοι» πιστεύονται εἶναι «περιέχοντες ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τοὺς ἀκούοντας, ἐπὰν παραδέ ξωνται τὰ ἀπαγγελλόμενα».
 [00137]  ἐπὰν δὲ εὑρεθῶσι κατηρτισμένοι τῷ πνεύματι καὶ καρποφο ροῦντες ἐν αὐτῷ ἐρῶντές τε τῆς οὐρανίου σοφίας, μετα δοτέον αὐτοῖς τοῦ λόγου ἐπανελθόντος ἀπὸ τοῦ σεσαρκῶσθαι ἐφ' ὃ «ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν».
 [00365]  [1.21.129] Εὑρίσκομεν δὲ καταγγέλλοντα ἑαυτὸν καὶ βασιλέα, ὡς ἐπὰν ἀποκρινόμενος τῷ Πιλάτῳ πρὸς τὸ «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» λέγῃ·
 [00427]  [1.23.146] Καλεῖται δὲ καὶ ∆αβὶδ ὁ Χριστός, ὡς ἐπὰν Ἰεζεκιὴλ προφητεύσας πρὸς τοὺς ποιμένας ἐπιφέρῃ ἐκ προσώπου θεοῦ·
 [00899]  [2.7.55] Ἔτι δὲ μᾶλλον ἔστιν τὸν τοῦ λόγου πόλεμον ἰδεῖν ὃν πολεμεῖ, ἐπὰν αὐτὸς μὲν πρεσβεύῃ περὶ ἀληθείας, ὁ δ' ὑποκρι νόμενος εἶναι λόγος οὐ λόγος ὤν, καὶ ἡ ἑαυτὴν ἀναγορεύσασα ἀλήθειαν οὐκ ἀλήθεια τυγχάνουσα ἀλλὰ ψεῦδος φάσκῃ εἶναι ἑαυτὴν τὴν ἀλήθειαν.
 [01052]  [2.15.107] Πᾶσα γὰρ πρόφασις [2.15.107] ἀφαιρεῖται τοῦ βουλομένου ἐπὶ τῇ ἁμαρτίᾳ ἀπολογήσασθαι, ἐπὰν ἐνυπάρχοντος λόγου καὶ παραδεικνύοντος, ὃ πρακτέον, μὴ πείθηταί τις αὐτῷ.
 [01054]  [2.15.108] Καὶ οὐ πάντως τῷ λόγῳ ἐγκλητέον, εἰ «πάντα δι' αὐτοῦ ἐγένετο» καὶ «χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ὡς οὐδὲ ἐγκλητέον τῷ διδασκάλῳ παραδείξαντι τὰ δέοντα τῷ μανθάνοντι, ἐπὰν διὰ τὰ τούτου μαθήματα μηκέτι τόπος καταλείπηται τῷ ἁμαρτά νοντι ἀπολογίας ὡς περὶ ἀγνοίας, καὶ μάλιστα ἐὰν νοήσωμεν διδάσκαλον τοῦ μανθάνοντος ἀχώριστον.
 [01333]  [2.32.193] Ἡγοῦμαι δὲ ὅτι ὥσπερ ἐν ἡμῖν φωνὴ καὶ λόγος διαφέρει, δυναμένης μέντοι γέ ποτε φωνῆς τῆς μηδὲν σημαινούσης προφέρεσθαι χωρὶς λόγου, οἵου τε δὲ ὄντος καὶ λόγου χωρὶς τῷ νῷ ἀπαγγέλλεσθαι φωνῆς, ὡς ἐπὰν ἐν ἑαυτοῖς διεξοδεύωμεν, οὕτω τοῦ σωτῆρος κατά τινα ἐπίνοιαν ὄντος λόγου διαφέρει τούτου ὁ Ἰωάννης, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ Χριστοῦ τυγχάνοντος λόγου φωνὴ ὤν.
 [01438]  ΕΚ ΤΟΥ ΤΕΤΑΡΤΟΥ ΤΟΜΟΥ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ [4.1.n] [Μετὰ τρία φύλλα τῆς ἀρχῆς.] [4.1.1] Ὁ διαιρῶν παρ' ἑαυτῷ φωνὴν καὶ σημαινόμενα καὶ πράγματα, καθ' ὧν κεῖται τὰ σημαινόμενα, οὐ προσκόψει τῷ τῶν φωνῶν σολοικισμῷ, ἐπὰν ἐρευνῶν εὑρίσκῃ τὰ πράγματα, καθ' ὧν κεῖνται αἱ φωναί, ὑγιῆ·
 [01439]  καὶ μάλιστα ἐπὰν ὁμολογῶσιν οἱ ἅγιοι ἄνδρες τὸν λόγον αὐτῶν καὶ τὸ κήρυγμα «οὐκ ἐν πειθοῖς σοφίας εἶναι λόγων, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως».
 [01515]  καὶ ἐπὰν ἀνοίξῃ, οὐκέτι οὐδεὶς ἀπορίαν δύναται τῇ ἀπ' αὐτοῦ σαφηνείᾳ προσενεγκεῖν·
 [01530]  [6.1.2] Ἐξαι ρέτως δὲ ἡ τῶν τῆς ἀληθείας θεωρημάτων δεκτική, λογικὴ ὡς ἐν ἀπαγγελίᾳ καὶ γράμμασιν οἰκοδομή, τότε μάλιστα οἰκοδομεῖται, καλῶς συνοικοδομοῦντος τῷ προθεμένῳ τὸ ἄριστον τοῦτο ἔργον ἐπιτελεῖν τοῦ θεοῦ, ἐπὰν γαληνιάζῃ τῇ ὑπερεχούσῃ πάντα νοῦν εἰρήνῃ χρωμένη ἡ ψυχή, πάσης ταραχῆς ἀλλοτριουμένη καὶ οὐδαμῶς κυματουμένη.
 [01872]  Καὶ προφήτην μὲν καὶ Ἠλίαν ὁ σωτὴρ ἐπὰν αὐτὸν λέγῃ, οὐκ αὐτὸν ἀλλὰ τὰ περὶ αὐτόν, φησί, διδάσκει·
 [02006]  καὶ τὸ ἐπὶ πλεῖον δὲ φέρον καρπὸν ὅμοιον τῇ ἀρχῇ, δένδρον τυγχάνον μὴ ποιοῦν καρπὸν καλόν, «ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται», ἐπὰν ἐνστάσης τῆς μετὰ τὴν τριάδα εἰσαγωγῆς ἐν τῇ τετράδι γενομένης μὴ ποιῇ καρπὸν ἅγιον, αἰνετὸν τῷ κυρίῳ.
 [03500]  ἐπὰν δὲ μετὰ τὸ ὡμιληκέναι τοῖς αἰσθητοῖς ἀνακῦψαί τις θέλων καὶ προτραπεὶς ἐπὶ τὰ νοητὰ περιτύχῃ λόγῳ προφάσει ἀλλη γορίας καὶ πνευματικῶν οὐχ ὑγιαίνοντι, οὗτος μετὰ τοὺς πέντε ἄνδρας ἑτέρῳ προσέρχεται, δούς, ἵν' οὕτως εἴπω, τὸ ἀποστάσιον τοῖς προτέροις πέντε καὶ κρίνων συνοικεῖν τῷ ἕκτῳ.
 [04309]  οἱ γὰρ ἄνθρωποι τὸ μὲν πρῶτον ὑπὸ ἀνθρώπων ὁδηγούμενοι πιστεύουσιν τῷ σωτῆρι, ἐπὰν δὲ ἐντύχωσιν τοῖς λόγοις αὐτοῦ, οὗτοι οὐκέτι διὰ μόνην ἀνθρωπίνην μαρτυρίαν, ἀλλὰ δι' αὐτὴν τὴν ἀλήθειαν πιστεύουσιν.
 [04574]  ἐπὰν μὲν γὰρ λέγῃ·
 [04799]  παρὼν δὲ καὶ ἐμφανταζόμε νος ὁ λόγος, ἐπὰν μὴ παραδεχθῇ, ἀπειλεῖ τὸ ὑπάγειν καὶ λέγει·
 [04867]  ἐπὰν δὲ ἴδωμεν ἐκ τῆς παραθέσεως τῶν ῥητῶν ἐκεῖνα, τότε ζητήσομεν εἰ καὶ τοῦτο ὑπ' αὐτῶν περὶ τοῦ σωτῆρος λέγεται βαθύτερόν τι βλεπόντων.
 [04883]  νοήσωμεν γάρ τινα ὅτε βούλεται καταλιπόντα τὸ σῶμα καὶ ἐξιόντα χωρὶς ὁδοῦ τῆς φερούσης ἐπὶ τὸν θάνατον, ἤτοι διὰ βιαίων ὁδῶν ἢ διὰ νόσων, καὶ πάλιν ἐπὰν θέλῃ ἐπανιόντα, καὶ χρώμενον ὀργάνῳ τῷ σώματι, ὃ καταλέλοιπεν·
 [05406]  νυνὶ δὲ ὥσπερ ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς, οὕτως ἕκαστος τῶν υἱῶν τοῦ θεοῦ, οἱονεὶ ἥλιον ἐν ἑαυτῷ τὴν ἀγά πην ἔχων, ταύτην ἀνατέλλει καὶ ἐπὶ πονηρούς, ἐπὰν ἀγαπήσῃ τοὺς ἑαυτοῦ ἐχθρούς·
 [05415]  ἐπὰν δὲ ἐκείνῃ τῇ κατα στάσει τοῦ υἱοῦ συγκρίνῃ τὴν ἐκ τοῦ ἀνειληφέναι τὴν τοῦ δούλου μορφήν, ἑαυτὸν κενώσαντα, συνήσει πῶς ὁ υἱὸς τοῦ θεοῦ ἐξῆλθεν καὶ ἧκεν πρὸς ἡμᾶς, καὶ οἱονεὶ ἔξω γεγένηται τοῦ πέμψαντος αὐτόν, εἰ καὶ κατ' ἄλλον τρόπον οὐκ ἀφῆκεν αὐτὸν μόνον ὁ πατήρ, ἀλλὰ μετ' αὐτοῦ ἐστιν, καὶ ἔστιν ἐν τῷ υἱῷ ὥσπερ καὶ αὐτὸς ἐν τῷ πατρί.
 [05417]  ἄλλοι δὲ τὸ «Ἐξῆλθον ἀπὸ τοῦ θεοῦ» διηγήσαντο ἀντὶ τοῦ «γεγέννημαι ἀπὸ τοῦ θεοῦ», οἷς ἀκολουθεῖ ἐκ τῆς οὐσίας φάσκειν τοῦ πατρὸς γεγεννῆθαι τὸν υἱόν, οἱονεὶ μειουμένου καὶ λεί ποντος τῇ οὐσίᾳ ᾗ πρότερον εἶχεν τοῦ θεοῦ, ἐπὰν γεννήσῃ τὸν υἱόν, [20.18.158] ὡσεὶ νοήσαι τις τοῦτο καὶ ἐπὶ τῶν ἐγκυμόνων.
 [05434]  ἐπὰν δὲ λυθῇ ὁ αἴτιος τῆς κωφότητος σύνδεσ μος, τότε ἀκούειν τις οἷός <τε> ἔσται τοῦ Ἰησοῦ, ὅτε καὶ γινώσκειν δύναται αὐτοῦ τὴν λαλιάν·
 [05459]  τὸ γὰρ ἐν ἑκάστῳ τῶν ψευδομένων ψεῦδος ἐπὰν λαλῇ, «ἐκ τῶν ἰδίων» τοῦ ψεύδους «λαλεῖ»·
 [05697]  τοῦτο δ' ἂν καὶ νῦν ἐπὶ πολλῶν ἴδοις, θαυμαζόντων μὲν τὸν Ἰησοῦν ἐπὰν ἐνο ρῶσιν τῇ περὶ αὐτοῦ ἱστορίᾳ, μηκέτι δὲ πιστευόντων ἐπὰν βαθύτερος καὶ μείζων τῆς ἕξεως αὐτῶν αὐτοῖς ἀναπτύσσηται λόγος, ἀλλ' ὑπ οπτευόντων αὐτὸν εἶναι ψευδῆ.
 [05701]  [20.31.276] Ὁ λόγος, ἐπὰν τρανῶς αὑτοῦ παριστάνῃ τὸ βούλημα ὡς μηδαμῶς ἀντιλέγειν δύνασθαί τινα τῶν ἀκουόντων, καὶ ταῦτα ἂν λέγοι δυσωπῶν τοὺς μὴ συγκατατιθεμένους·
 [05734]  ἐπὰν δὲ λάβωσιν αὐτό, τέκνα μὲν οὐδέπω γίνονται θεοῦ, ἀλλ' ἐξουσίαν λαμβάνουσιν διὰ τοῦ εἰληφέναι τὸ φῶς γενέσθαι τέκνα θεοῦ.
 [06178]  ἐπὰν οὖν περὶ τοῦ τοιούτου ἐλθὼν αὐτοῦ εἰς τὸ μνημεῖον καὶ ἔξω αὐτοῦ στὰς ὁ Ἰησοῦς εὔξηται καὶ ἐπακουσθῇ, αἰτήσας ἐγγενέσθαι δύναμιν τῇ φωνῇ καὶ τοῖς λόγοις αὐτοῦ, φωνῇ μεγάλῃ κραυγάζει, ἐπὶ τὰ ἔξω τοῦ τῶν ἐθνικῶν βίου καὶ τοῦ μνημείου αὐτῶν καὶ τοῦ σπηλαίου [28.7.57] καλῶν γενόμενον οὕτω φίλον.
 [06186]  ἀλλ' ἐπὰν εἰπόντος Ἰησοῦ τοῖς λῦσαι αὐτὸν δυναμένοις, διὰ τὴν πρόσταξιν ὡς δεσπότου τοῦ χριστοῦ, τὸ «Λύσατε αὐτὸν καὶ «ἄφετε αὐτὸν ὑπάγειν» λυθῇ τοὺς πόδας καὶ τὰς χεῖρας, καὶ ἀπο θῆται τὸ ἐπικείμενον αὐτοῦ τῇ ὄψει κάλυμμα ἀφαιρεθέν, πορεύεται τοιαύτην πορείαν, ὥστε φθάσαι αὐτὸν ἐπὶ τὸ ἕνα καὶ αὐτὸν γενέ σθαι τῶν συνανακειμένων τῷ Ἰησοῦ.
 [06448]  πάλιν τε αὖ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρίσκονται οἱ τῶν εἰδώλων μάντεις ὑποδεικνύντες τὰ περὶ τῆς κιβωτοῦ, καὶ ὅτι ἐπὰν βόες πρωτοτοκεύουσαι τὴν ὁδὸν Ἰησοῦ τοῦ Βεθσαμυσαίου πορευθῶσιν, σημαίνουσιν ἀπὸ θεοῦ γεγονέναι τὴν πληγὴν τοῖς Φιλι [28.17.148] στιαίοις.
 [06861]  τοῦτο δὲ τὸ μυστήριον σὺ νῦν μὲν οὐκ οἶδας, ἅτε μηδέπω χωρῶν τὴν γνῶσιν αὐτοῦ, εὐκαιρότερον ἐσομένην ἐν σοὶ ἐπὰν νίψῃ τοὺς πόδας ὑπ' ἐμοῦ·
 [06886]  ἀρκεῖται γὰρ ἡμῖν, ἐπὰν ἔλθωμεν εἰς ταὐτὸ τοῖς τοῦ Ἰησοῦ μαθηταῖς καιροῦ, τὸ τοὺς πόδας αὐτῷ παρέχειν νίψοντι καὶ ἐκμάσσοντι μόνους·
 [06935]  ἐπὰν δέ τις αὐτῶν κατὰ τὸ «Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ «δοῦλος ὡς ὁ κύριος αὐτοῦ» γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ κύριος αὐτοῦ, τότε μιμήσασθαι δύναται τὸν νίψαντα τοὺς πόδας τῶν μαθητῶν, καὶ νίψαι τοὺς πόδας τῶν μαθητῶν ὡς ὁ διδάσκαλος, ὃν ὁ θεὸς ἔταξεν ἐν τῇ ἐκκλησίᾳ μετὰ τοὺς πρώτην χώραν ἐν αὐτῇ εἰληχότας ἀποστόλους καὶ δεύτερον προφήτας.
 [07053]  τοῦτο γὰρ τὸ ἐσόμενον, ἵνα ἡ γραφὴ πληρωθῇ περὶ τοῦ ἐπαίροντος ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ, ὅς ἐστι τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἀπ' ἄρτι λέγω ὑμῖν, καὶ λέγω πρὸ τοῦ γενέσθαι, ἵνα, ἐπὰν γένηται τὸ πληρωθησόμενον τῶν προφη τευθέντων ἐν τῇ γραφῇ, πιστεύσητε ὅτι ἐγώ εἰμι περὶ οὗ ταῦτα πεπροφήτευται, ἀπὸ τοῦ τρώγοντος μετ' αὐτοῦ τὸν ἄρτον ἐπά ραντος τὴν ἑαυτοῦ πτέρναν κατ' αὐτοῦ.
000-00-00 Serial Number=0560393274
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00039]  ἐπὰν δέ, ὡς ἀποδεδώκαμεν, συλλεγῇ ἀπὸ τῆς βασιλείας ὅλης Χριστοῦ πάντα τὰ σκάνδαλα καὶ οἱ ποιοῦντες τὴν ἀνομίαν λογισμοὶ βληθῶσιν εἰς τὴν κάμινον τοῦ πυρὸς καὶ καταναλωθῇ τὰ χείρονα καὶ τούτων γινομένων εἰς συναίσθησιν ἔλθωσιν οἱ παραδεξάμενοι τοὺς υἱοὺς τοῦ πονηροῦ λόγους, τότε ἓν γενόμενοι ἡλιακὸν φῶς οἱ δίκαιοι λάμψουσιν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν.
 [00225]  Συναχθήσεται δὲ ταῦτα, ἐπὰν καὶ ἀναγινώσκωμεν καὶ γινώσκωμεν καὶ μεμνημένοι τούτων «πνευματικὰ πνευμα τικοῖς» εὐκαίρως συγκρίνωμεν, οὐ τὰ ἀσύγκριτα πρὸς ἄλληλα συγκρίνοντες, ἀλλὰ συγκριτὰ καὶ ὁμοιότητά τινα ἔχοντα, λέξεως ταὐτὸν ταὐτὸν σημαινούσης καὶ νοημάτων καὶ δογμάτων, ἵν' «ἐπὶ στόματος δύο ἢ τριῶν» ἢ καὶ πλειόνων «μαρτύρων» τῶν ἀπὸ τῆς γραφῆς στήσωμεν καὶ βεβαιώσωμεν «πᾶν ῥῆμα» τοῦ θεοῦ.
 [00553]  «καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν εἰς Βηθσαϊδᾶ», ἀναγκαῖον ἐπιστῆσαι τῷ ἠνάγκασεν, ἐπὰν πρότερον ἴδωμεν τὰ τῆς ὀλίγης παραλλαγῆς τοῦ Μάρκου, ὡρισμένον πλεῖον ἐμφαίνοντος διὰ τῆς τοῦ ἄρθρου προσθήκης·
 [00573]  Ἀλλ' ἐπὰν τὸ πνεῦμα τοῦ πονηροῦ βλέπωμεν ἀντιπρᾶττον ἡμῶν τοῖς πράγμασιν, ἐννοήσωμεν ὅτι τότε ἡμῖν ἐναντίος ἐστὶν ὁ ἄνεμος.
 [00575]  Καὶ ἐπὰν ἴδωμεν τὸν λόγον ἡμῖν ἐμφανιζόμενον, ταραχθη σόμεθα μὲν πρὶν τρανῶς καταλαβεῖν ὅτι ὁ σωτὴρ ἡμῖν ἐπιδεδήμηκεν, οἰόμενοι ἔτι φάντασμα θεωρεῖν, καὶ φοβού μενοι κεκραξόμεθα·
 [00650]  Καὶ τάχα ἐπὰν λέγῃ ὁ ἀπόστολος·
 [00689]  Καλῶς οὖν ἐπιφέρει <τού>τοις ὅτι, ἐπὰν ἐκλυθεὶς ἀπὸ τῶν ἁμαρτημάτων ὁ λαὸς καὶ ἐκστὰς μανῇ κατ' αὐτοῦ, οἷς καὶ κραιπαλήσει κατ' αὐτοῦ «πνεύματι κατανύξεως», ὃ ποτισθήσεται ὑπὸ τοῦ κυρίου καμμύοντος αὐτῶν τοὺς ὀφθαλμοὺς ὡς ἀναξίους τοῦ βλέπειν, καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν τῶν ἐπαγγελλομένων βλέπειν τὰ κρυπτὰ τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων, καὶ ἐπὰν καμμύσωσιν αὐτῶν οἱ ὀφθαλμοί, τότε αὐτοῖς ἔσται τὰ προφητικὰ ῥήματα ἐσφραγισμένα καὶ ἐπικεκρυμμένα·
 [00760]  Καὶ ἐπὶ τοῦ ἄρτου τοίνυν τοῦ κυρίου ἡ ὠφέλεια τῷ χρωμένῳ ἐστίν, ἐπὰν ἀμιάντῳ τῷ νῷ καὶ καθαρᾷ τῇ συνειδήσει μεταλαμβάνῃ τοῦ ἄρτου.
 [00801]  Κατὰ δὲ τὸν Μᾶρκον «ἀναστὰς ὁ Ἰησοῦς ἦλθεν εἰς τὰ ὅρια Τύρου», τῆς συνοχῆς τῶν ἐθνῶν, ἵνα καὶ ἀπὸ τῶν ὁρίων ἐκείνων οἱ πιστεύοντες σωθῆναι δυνηθῶσιν, ἐπὰν ἐξέλθωσιν αὐτά.
 [00860]  μεγάλη σου ἡ πίστις, ἐπὰν τηλικαύτην ἀναλάβῃ πίστιν, καὶ λέγοντος·
 [00868]  ἐπὰν δέ, ὡς τοιαῦτα πεπονθότες, ῥιφῶσιν ὑπὸ τῶν ὄχλων παρὰ τοὺς πόδας αὐτοῦ καὶ τὰ τελευταῖα τοῦ σώματος τοῦ Χριστοῦ, οὐδὲ τούτων ἄξιοι τὸ ὅσον ἐφ' ἑαυτοῖς τυγχάνοντες, τότε ὑπ' αὐτοῦ θεραπεύονται.
 [00869]  Καὶ ἐπὰν ἴδῃς ἐν τῷ τῆς κοινότερον ἐκκλησίας λεγομένης ἀθροίσματι ἐρριμμένους μετὰ τοὺς τελευταίους αὐτῆς, οἱονεὶ καὶ παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ σώματος, τῆς ἐκκλησίας, τοὺς κατηχουμένους προσελθόντας μετὰ τῆς ἰδίας κωφότητος καὶ τυφλότητος χωλότητός τε καὶ κυλλό τητος, καὶ τῷ χρόνῳ θεραπευομένους κατὰ τὸν λόγον, οὐκ ἂν ἁμάρτοις τοὺς τοιούτους λέγων ἀναβάντας μετὰ τῶν ὄχλων τῆς ἐκκλησίας εἰς τὸ ὄρος, ὅπου ἦν ὁ Ἰησοῦς, ἐρρίφθαι παρὰ τοὺς πόδας αὐτοῦ καὶ τεθεραπεῦ<σ>θαι αὐτούς, ὥστε τὸν ὄχλον τῆς ἐκκλησίας θαυμάζειν βλέποντας ἀπὸ τηλικούτων κακῶν μεταβολὰς ἐπὶ τὸ βέλτιον γενομένας, ὥστ' ἂν εἰπεῖν·
 [01321]  ἐπὰν δὲ τοιοῦτος μετὰ τῶν ἀγγέ λων αὐτοῦ ἐπιδημήσῃ <τῷ τοῦ πιστεύοντος νῷ> ὁ λόγος, μετα δώσει ἑκάστῳ τῆς δόξης ἑαυτοῦ καὶ τῆς λαμπρότητος τῶν ἀγγέλων ἑαυτοῦ κατὰ τὴν ἑκάστου πρᾶξιν.
 [01350]  ἔστιν οὖν τι βασιλικὸν ἐμφαινόμενον ἀξίωμα τοῦ τὴν ἐπὶ πᾶσιν λόγοις ἀρχὴν φανε ρώτατα ἀνειληφότος λόγου, βλε πόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἐπὰν δυνηθῶσιν αὐτῷ ἀκολουθῆσαι προάγοντι αὐτοὺς καὶ ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς ἑαυτοῦ φανερώσεως ὄρος.
 [01363]  καὶ ἐπὰν λέγηται ἐν τῷ νόμῳ·
 [01365]  καὶ ἐπὰν «πρὸ προσώπου» ἡμῶν οὔσης τῆς ζωῆς ἁμαρτάνωμεν, πλη ροῦται ἐφ' ἡμᾶς ἡ λέγουσα ἀρά·
 [01410]  ἐπὰν δὲ μεταμορφωθῇ, καὶ τὸ πρόσωπον αὐτοῦ λάμψει ὡς ὁ ἥλιος, ἵνα φανερωθῇ τοῖς τέκνοις «τοῦ φωτὸς» ἐκδυσαμένοις «τὰ ἔργα τοῦ σκότους» καὶ ἐνδυσαμένοις «τὰ ὅπλα τοῦ φωτὸς» καὶ μηκέτι οὖσι τέκνοις «σκότους ἢ νυκτός», ἀλλὰ γενο μένοις υἱοῖς «ἡμέρας» καὶ «ὡς ἐν ἡμέρᾳ εὐσχημόνως» περιπατοῦσι, καὶ φανερωθεὶς λάμψει αὐτοῖς, οὐχ ἁπλῶς ὡς ὁ ἥλιος, ἀλλ' ἐπιδεικνύ μενος αὐτοῖς τὸ εἶναι «δικαιοσύνης ἥλιος».
 [01416]  ἐπὰν οὖν ἴδῃς τινὰ οὐ μόνον τὴν περὶ Ἰησοῦ θεολογίαν ἀκρι βοῦντα, ἀλλὰ καὶ τὴν λέξιν τῶν εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς.
 [01417]  ἐπὰν δὲ οὕτω νοηθῇ καὶ θεωρηθῇ μεταμορφωθεὶς ὁ υἱὸς τοῦ θεοῦ, ὡς τὸ πρόσωπον αὐτοῦ εἶναι <ὡς τὸν> ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς, εὐθέως ὀφθεῖεν ἂν τῷ τοιοῦτον ἰδόντι τὸν Ἰησοῦν Μωσῆς ὁ νόμος, καὶ Ἠλίας, συνεκδοχικῶς οὐχ εἷς μό νος ἀλλὰ πάντες οἱ προφῆται, κοι νολογούμενοι πρὸς τὸν Ἰησοῦν·
 [01575]  διόπερ, ἐπὰν τὰ ὑπὲρ τοὺς ὄχλους ὁ Ἰησοῦς οἰκονομήσηται, καταβαίνει πρὸς αὐτούς, ἵν' οἱ μὴ δυνάμενοι ἀναβαίνειν διὰ τὰς κατεχούσας τὴν ψυχὴν νόσους ὠφε ληθῶσι, καταβάντος πρὸς αὐτοὺς ἀπὸ τῶν ὑψηλοτέρων τοῦ λόγου.
 [01624]  ἐπὰν οὖν ἔχῃ τις «τὴν πᾶσαν πίστιν», ὥστε μηκέτι περί τινων ἐν τοῖς ἱεροῖς γράμμασι κειμένων ἀπιστεῖν, καὶ τοιαύτην αὐτὴν ἔχῃ, ὁποία ἦν ἡ πίστις τοῦ Ἀβραὰμ πιστεύοντος τῷ θεῷ ἐπὶ τοσοῦτον, ὥστε λογισθῆναι τὴν πίστιν αὐτοῦ «εἰς δικαιοσύνην», ἔχει «τὴν πᾶσαν πίστιν» ὡς κόκκον σινάπεως.
 [01690]  [13.12] Χαριέντως δ' ἄν ποτε χρή σαιο τῷ ῥητῷ ἐπὶ φιλαργύρῳ, μηδὲν ἀνὰ στόμα ἔχοντι ἢ τὰ περὶ τοῦ ἀρ γυρίου, ἐπὰν ἴδῃς αὐτὸν ὑπό τινος Πέτρου τεθεραπευμένον, ἀφελόντος αὐτοῦ οὐ μόνον ἐκ τοῦ στόματος καὶ τῶν λόγων, ἀλλὰ καὶ ἀπὸ ὅλης δια θέσεως τὸν στατῆρα, σύμβολον ὄντα πάσης αὐτοῦ φιλαργυρίας.
 [01770]  ἐπὰν δὲ σκανδαλίσωσιν τῶν δεικνυμένων ὑπὸ τοῦ Ἰησοῦ μικρῶν ἕνα πι στευόντεν εἰς αὐτόν, ὀνικὸν μύλον τὸ φθαρτὸν σῶμα τὸ βαρῦνον ψυχὴν ἀναλήψεται, κρεμάμενον ἐκ τοῦ καθ ελκομένου αὐτὸν ἐπὶ τὰ τῇδε πρά γματα τραχήλου, ἵνα διὰ τούτων καθαιρεθῇ αὐτῶν τὸ οἴημα καὶ τί σαντες δίκην ἐν τῷ συμφέροντι αὐ τοῖς διὰ τοῦ ὀνικοῦ μύλου γένωνται.
 [01897]  ἐπιστήσεις οὖν διὰ ταῦ τα καὶ τῷ μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν, μήποτε οἱ ἄγ γελοι αὐτῶν οἱ ἄγοντες αὐτούς εἰσιν «ἐν κόλπῳ», ἐπὰν ὦσιν υἱοί, ἀλλὰ καὶ ἐπὶ τῶν «ὤμων» αἴροντες τὰς λεγομένας «θυγατέρας», καὶ ἀπὸ τούτων εἰσὶ «τιθηνοὶ» μὲν οἱ λεγό μενοι «βασιλεῖς», «τροφοὶ» δὲ αἱ ὀνο μαζόμεναι «ἄρχουσαι».
 [02085]  οἱονεὶ γὰρ πάντων τῶν λελαλημένων καὶ <τῶν> πεπραγμένων καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν ἡμῶν φανε ρωθήσεται καὶ πᾶν κεκαλυμμένον ἀποκαλυφθήσεται, ἵν' ἐπὰν <μὲν> μὴ εὑρεθῇ τις δεδωκὼς «ἐργασίαν ἀπηλ λάχθαι» τοῦ ἀντιδίκου, ὁδεύσῃ διὰ τοῦ ἄρχοντος, τοῦ κριτοῦ καὶ τοῦ ὑπηρέτου ἐπὶ τὴν φυλακήν, ἕως τὸν ἔσχατον λεπτὸν ἀποδῷ, ἐπὰν δὲ ᾖ δοὺς «ἐργασίαν ἀπηλλάχθαι» ἐκεί νου καὶ «μηδενὶ μηδὲν» ὀφείλων, καὶ ἤδη τὴν μνᾶν δεκαπλασιάσας ἢ πενταπλασιάσας ἢ τὰ «πέντε τά λαντα» διπλασιάσας ἢ τὰ «δύο» τέσσαρα ποιήσας τύχῃ τῆς δεούσης ἀμοιβῆς, εἰσερχόμενος «εἰς τὴν χα ρὰν τοῦ κυρίου» αὐτοῦ ἢ «ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ» καθι στάμενος ἢ ἀκούων «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων» ἢ «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων».
 [02418]  οἵτινες τὴν αἰτίαν τοῦ οὕτως νοή σαντος ἐπὰν ἀναφέρωσιν ἐπὶ τὸν λόγον, δι' ὃν ἐκεῖνος ἔδοξε τοῦτο πράττειν, ἐναχθεῖεν ἂν πρὸς τὸ μισεῖν τὸν λόγον τοῦ θεοῦ, ὡς ἀγρίους καὶ ἀπανθρώπους κατασκευάζοντα τοὺς ἐν αὐτῷ.
 [02558]  ὥσπερ <δ'> «οὐ δικαιωθήσεται ἐνώ πιον τοῦ θεοῦ πᾶς ζῶν», πάσης ἀν θρωπίνης δικαιοσύνης ἐλεγχομένης ὡς οὐ δικαιοσύνης, ἐπὰν θεωρηθῇ ἡ τοῦ θεοῦ δικαιοσύνη, οὕτως οὐδὲ ἀγαθὸς χρηματίσει[εν] ἐνώπιον τοῦ ἀγαθοῦ θεοῦ πᾶς, ὃς πρὸς τὰ ὑποδεέστερα συγκρίσει ἐκείνων ἀγαθὸς ἂν λεχθείη.
 [02830]  ἀγὼν δέ ἐστι καὶ καθελεῖν οἴημα διὰ τὸ ἐκ πατέρων <Χριστιανῶν> ἀνα τετράφθαι ἐν Χριστιανισμῷ μέγα φρονούντων, καὶ μάλιστα ἐπὰν τύχῃ πατράσιν ἐπαυχεῖν καὶ προγόνοις προ εδρίας ἠξιωμένοις ἐν τῇ ἐκκλησίᾳ, ἐπι σκοπικοῦ θρόνου ἢ πρεσβυτερίου τι μῆς ἢ διακονίας εἰς τὸν λαὸν τοῦ θεοῦ·
 [02857]  γενόμενοι δὲ ἐν οἰκητηρίῳ ἀγγέλων τινὲς ἀπολελοί πασιν <αὐτό, γίνονται δὲ πρῶτοι ἄνθρωποι,> ἐπὰν ποιήσωσι κηρυχ θείσης αὐτοῖς τῆς τῶν οὐρανῶν βασιλείας τὰ ἀνάγοντα αὐτοὺς ἐπ' αὐτήν·
 [03099]  ἐπὰν δὲ καὶ ὁ Ἰησοῦς ὡς συγκατατιθέμενος τῷ μέγα εἶναι τὸ καθεσθῆναί τινα ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ ἐπαίρῃ τὴν ἀξίωσιν καὶ λέγῃ·
 [03342]  καὶ ἐπὰν ἴδῃς τῶν ἀπὸ Ἰουδαίων πιστευόντων εἰς τὸν Ἰησοῦν τὴν περὶ τοῦ σωτῆρος πίστιν, ὁτὲ μὲν ἐκ Μαρίας καὶ τοῦ Ἰωσὴφ οἰομένων αὐτὸν εἶναι ὁτὲ δὲ ἐκ Μα ρίας μὲν μόνης καὶ τοῦ θείου πνεύ ματος, οὐ μὴν καὶ μετὰ τῆς περὶ αὐ τοῦ θεολογίας, ὄψει πῶς οὗτος ὁ τυ φλὸς λέγει τὸ «υἱὸς ∆αυΐδ, ἐλέησόν με», ᾧ ἐπιτιμῶσιν οἱ «πολλοί»·
 [03594]  ἐπὰν δὲ ἐπισκέψηται ἐπὶ τὰς ἁμαρ τίας ἡμῶν καὶ ὡς ἀγαπῶν ἡμᾶς ἐπιδημήσῃ, ἵνα παιδεύσῃ καὶ μαστι γώσῃ ὡς υἱοὺς ὅπως ἡμᾶς παραδέξη ται, τότε εἰσελεύσεται ἡ δύναμις Ἰη σοῦ συναγομένων ἡμῶν καὶ τοῦ πνεύ ματος τοῦ ἁγίου, καὶ εἰσελθοῦσα ἐκ βαλεῖ πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ·
 [03649]  καὶ ἐπὰν ἴδῃς ἐν τῇ ἐκκλησίᾳ τοὺς κατὰ τὸν Πέτρον «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα» ἐπι ποθοῦντας καὶ θηλάζοντας αὐτό, γάλα ποτιζομένους, ἔτι καὶ ὑμνοῦν τας τὸν θεὸν τῇ πίστει καὶ τῷ βίῳ, θεώρει ὅτι πληροῦται ἐπ' αὐτῶν τὸ ἐκ στόματος νηπίων καὶ θη λαζόντων κατηρτίσω αἶνον.
 [03693]  ἅτινα ὅσον μὲν καρποφοροῦμεν οὐ ξηρανθησόμεθα, ἐπὰν δὲ ἐπιστάντι αὐτῷ καὶ ζητοῦντι <τοιοῦτον> καρπὸν ἵνα φάγῃ μὴ παρέχωμεν, λελέξεται πρὸς ἡμᾶς·
 [03698]  ἐπὰν δὲ ᾖ «παρὰ τὴν ὁδόν», ὡς αὕτη περὶ ἧς γέγραπται τὸ καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἐλθόντι τῷ Ἰησοῦ οὐ δίδωσι καρπόν·
 [03702]  ἐπὰν δὲ ἐπιστάντος τοῦ πεινῶντος <καὶ ἐπιζητοῦντος> ἡμῶν τοὺς καρποὺς εὑρεθῶμεν οὐδὲν ἔχον τες εἰ μὴ τὴν ἐπαγγελίαν τῆς πίστεως μόνην *** οὐ συνόντων αὐτῇ καρπῶν, παραχρῆμα ξηρανθησόμεθα καὶ τὸ δοκεῖν εἶναι πιστοὶ ἀπολωλεκό τες.
 [03707]  εἶθ' οἱ μαθηταί, ἐπὰν ἴδωσί τινα μετὰ ζωτικὴν ἔμφασιν ξηρανθέντα, θαυμάζουσι λέγοντες·
 [03742]  ἐπὰν δὲ ἐπὶ τὸ μισεῖν προκαλῆταί τις τὸν πιστεύοντα τοι οῦτον ἀπατῶν καὶ ἐπιβουλεύων καὶ *** τοῖς ἤθεσι βεβλαμμένος ὤν, ὥστε δο κεῖν ἄξιος εἶναι τοῦ μισεῖσθαι, ὁ δὲ δίκαιος μηδὲ τὸν τοιοῦτον μισῇ ἀλλ' (ὡς υἱὸς «τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς») καὶ τότε αὐτὸν ἀγαπᾷ, οἱονεὶ ἐν οὐ καιρῷ σύκων τῆς ἀγάπης διδοὺς τὸν καρ πόν, μακάριός ἐστι.
 [03944]  εἶτ' ἐπὰν ὁ λόγος συμπληροῦσθαι ἄρχηται, ὁ καιρὸς ἔστω τῆς πρώτης ἀνθήσεως, ὅσον δὲ προκόπτει γεωργουμένη ἡ ψυχὴ τοσοῦτον καὶ ὁ γεωργούμενος ἀμ πελὼν δείγματα φέρει μελλόντων βο τρύων, κυπριζόντων μὲν καὶ ὀσμὴν εὐωδίας (μελλούσης ἀρετῆς) φερόν των κατ' ἀρχάς, ὕστερον δὲ ἤδη καὶ ὀμφακιζόντων, ὅτε κακία μὲν <νεό τητι ἔν>εστιν οὐχ ἡ παραμένουσα δὲ ἀλλ' ἡ ἀναγκαίως ὑφισταμένη καὶ οὐδέποτε νευομένη ἐπὶ τὸ χεῖρον, ἀλλ' ἀεὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἐπ' ἀρετὴν ὁδεύουσα.
 [04155]  ἐπὰν δὲ ἀναλωθῇ ὑπὸ τοῦ κατανα λίσκοντος πυρὸς τὰ πεφυκότα ὑπ' ἐκείνου ἀναλίσκεσθαι, τότε οὐκέτι μὲν ἔσται «ὁ θεὸς ἡμῶν πῦρ κατα ναλίσκον», μόνον δὲ ὡς εἶπεν Ἰωάννης φῶς, λέγων·
 [04334]  καὶ τάχα ἑκάστη ἡ ἐσομένη μακαρία ψυχὴ καὶ τρο πικῶς <λεγομένη> γυνὴ πάντως γα μεῖται πρότερον κατὰ τὰς εἰσαγωγὰς τῷ τοῦ νόμου γράμματι, ὃς ἀποθνῄ σκει προκοπτούσης τῆς γυναικὸς ψυχῆς, ἵν' αὐτὴ τοῦ σεμνοτέρου καὶ τεκνοποιοῦ ἐπιτύχῃ γάμου, ὅτε «σω θήσεται διὰ τῆς τεκνογονίας», ἐπὰν τὰ τέκνα μείνῃ «ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύ νης», οὐ σωθησομένη πρὸ τῆς τεκνογονίας ἢ χωρὶς αὐτῆς.
 [04387]  ἐπὰν οὖν «ἡ γερουσία» πύ θηται τοῦ τοιούτου ἀνθρώπου εἰ ἀληθῆ περὶ αὐτοῦ λέγει ἡ γυνὴ καὶ οὐ βούλεται ἐξαναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, τότε προσέρχε ται «ἡ γυνὴ» τοῦ τεθνηκότος «ἐναν τίον τῆς γερουσίας» καὶ ὑπολύει «τὸ ὑπόδημα τὸ ἓν ἀπὸ τοῦ ποδὸς αὐτοῦ», ἵνα κἂν ᾖ ὑποδεδεμένος τὸ Χριστοῦ ὄνομα, ὑπολελυμένος τε ᾖ τὸ τοῦ θεοῦ ὄνομα καὶ διὰ τοῦτό γε οὐκ ἐνδόξως οὐδὲ ἀληθῶς τὸ Χριστοῦ φορῶν ὄνομα.
000-00-00 Serial Number=0608291030
Contra Celsum Ante [Go Back]  
 [00766]  Ἢ ἐκεῖνοι μὲν τοῦτο καθηκόντως ἐποίουν καὶ καλῶς, ἐπὰν δ' οἱ Ἰησοῦ μαθηταὶ πράττωσιν αὐτό, κατηγοροῦνται ὑπὸ Κέλσου ὡς αἰσχρῶς καὶ γλίσχρως συλλέγοντες τὰς τροφάς;
 [01791]  Καὶ ἐπὰν βούληται ὁ λέγων μὴ πᾶσιν ἐξάκουστον εἶναι τὴν ἑαυτοῦ φωνήν, ὁ μὲν ἔχων τὰ κρείττονα ὦτα ἀκούει θεοῦ, ὁ δὲ κεκωφωμένος τὴν τῆς ψυχῆς ἀκοὴν ἀναισθητεῖ λέγοντος θεοῦ.
 [02007]  Καὶ εἰκὸς παύσεσθαι τὸ ὡς πρὸς τὸν βίον τοῦτον τοῖς πιστεύουσιν ἐγγενόμενον ἀδεές, ἐπὰν πάλιν οἱ παντὶ τρόπῳ διαβάλλοντες τὸν λόγον τὴν αἰτίαν τῆς ἐπὶ τοσοῦτο νῦν στάσεως ἐν πλήθει τῶν πιστευόντων νομίσωσιν εἶναι, ἐν τῷ μὴ προσπολεμεῖσθαι αὐτοὺς ὑπὸ τῶν ἡγουμένων ὁμοίως τοῖς πάλαι χρόνοις.
 [02009]  Σαφῶς δὴ τὸ σεμνὸν τῆς ἡμετέρας ἀρχῆς παριστῶμεν καὶ οὐχ, ὡς οἴεται Κέλσος, ἀποκρύπτομεν, ἐπὰν καὶ τοῖς πρώτως εἰσαγομένοις καταφρόνησιν μὲν τῶν εἰδώλων καὶ πάντων τῶν ἀγαλμάτων ἐμποιήσωμεν, καὶ πρὸς τούτοις ἐπαίροντες τὰ φρονήματα αὐτῶν ἀπὸ τοῦ δουλεύειν τοῖς κτισθεῖσιν ἀντὶ θεοῦ ἐπὶ τὸν κτίσαντα τὰ ὅλα αὐτοὺς ἀναβιβάζωμεν·
 [02015]  Ἀλλὰ καὶ ἐπὰν λέγῃ ὅτι τὰ τοῦ παλαιοῦ λόγου παρακούσματα συμπλάττοντες τούτοις προκαταυλοῦμεν καὶ προκατηχοῦμεν τοὺς ἀνθρώπους ὡς οἱ τοὺς κορυβαντιζο μένους περιβομβοῦντες, φήσομεν πρὸς αὐτόν·
 [02025]  [3.19] Καί φησι γὲ ἡμᾶς τῶν μὲν Αἰγυπτίων καταγελᾶν, καίτοι πολλὰ καὶ οὐ φαῦλα παρεχόντων αἰνίγματα, ἐπὰν ἰδεῶν ἀϊδίων καὶ οὐχ, ὡς δοκοῦσιν οἱ πολλοί, ζῴων ἐφημε ρίων τιμὰς εἶναι τὰ τοιαῦτα διδάσκωσιν·
 [02028]  ἆρ' ὦ γενναῖε, τὸ μὲν Αἰγυπτίους πολλὰ καὶ οὐ φαῦλα παρέχεσθαι αἰνίγματα καὶ ἀσαφεῖς διηγήσεις περὶ τῶν παρ' αὐτοῖς ζῴων εὐλόγως ἐπαίρεις τῷ λόγῳ, οὐ δεόντως δὲ ποιεῖς ἡμῶν κατηγορῶν ὡς πειθόμενος μηδὲν ἡμᾶς λέγειν ἀλλὰ πάντα οὐδενὸς λόγου καὶ φαῦλα, ἐπὰν τὰ περὶ τοῦ Ἰησοῦ κατὰ τὴν τοῦ λόγου σοφίαν διεξο δεύωμεν τοῖς ὡς ἐν χριστιανισμῷ τελείοις·
 [02066]  [3.24] Καὶ πάλιν ἐπὰν μὲν περὶ τοῦ Ἀσκληπιοῦ λέγηται ὅτι πολὺ ἀνθρώπων πλῆθος Ἑλλήνων τε καὶ βαρβάρων ὁμολογεῖ πολλάκις ἰδεῖν καὶ ἔτι ὁρᾶν, οὐ φάσμα αὐτὸ τοῦτο ἀλλὰ θεραπεύοντα καὶ εὐεργετοῦντα καὶ τὰ μέλλοντα προλέγοντα, πιστεύειν ἡμᾶς ὁ Κέλσος ἀξιοῖ καὶ οὐκ ἐγκαλεῖ τοῖς εἰς τὸν Ἰησοῦν πιστοῖς, ἐπὰν τούτοις πιστεύωμεν·
 [02067]  ἐπὰν δὲ τοῖς μαθηταῖς καὶ τεθεαμένοις τὰ τεράστια τοῦ Ἰησοῦ καὶ παριστᾶσιν ἐναργῶς τὸ εὔγνωμον τῆς ἑαυτῶν συνειδήσεως συγκαταθώμεθα, ὁρῶντες τὸ ἀπάνουργον αὐτῶν, ὅσον ἔστιν ἰδεῖν συνείδησιν ἀπὸ γραμμάτων, εὐήθεις τινὲς εἶναι παρὰ τῷ Κέλσῳ ὀνομαζόμεθα, οὐκ ἔχοντι παραστῆσαι ἀμύθητον, ὥς φησι, πλῆθος ἀνθρώπων Ἑλλήνων καὶ βαρ βάρων ὁμολογούντων Ἀσκληπιῷ.
 [02112]  Ἡμεῖς δέ, ἐπὰν τὰ περὶ τοῦ Ἰησοῦ διηγώμεθα, οὐ τὴν τυχοῦσαν φέρομεν ἀπολογίαν περὶ τοῦ ταῦτα γεγο νέναι, τὸ τὸν θεὸν βεβουλῆσθαι συστῆσαι τὸν διὰ Ἰησοῦ ὡς σωτήριον τοῖς ἀνθρώποις λόγον, βεβαιούμενον μὲν τοῖς ἀποστόλοις ὡσπερεὶ θεμελίοις τῆς καταβαλλομένης οἰκοδομῆς τοῦ χριστιανισμοῦ ἐπιδιδόντα δὲ καὶ κατὰ τοὺς ἑξῆς χρόνους, ἐν οἷς οὐκ ὀλίγαι θεραπεῖαι τῷ Ἰησοῦ ὀνόματι καὶ ἄλλαι τινὲς ἐπιφάνειαι οὐκ εὐκαταφρόνητοι ἐπιτελοῦνται.
 [02358]  Χριστιανοὶ δὲ κατὰ τὸ δυνατὸν αὐτοῖς προβασανίσαντες τῶν ἀκούειν σφῶν βουλο μένων τὰς ψυχὰς καὶ κατ' ἰδίαν αὐτοῖς προεπᾴσαντες, ἐπὰν δοκῶσιν αὐτάρκως οἱ ἀκροαταὶ πρὶν εἰς τὸ κοινὸν εἰσελθεῖν ἐπιδεδωκέναι πρὸς τὸ θέλειν καλῶς βιοῦν, τὸ τηνικάδε αὐτοὺς εἰσάγουσιν, ἰδίᾳ μὲν ποιήσαντες τάγμα τῶν ἄρτι ἀρχομένων καὶ εἰσαγομένων καὶ οὐδέπω τὸ σύμβολον τοῦ ἀποκεκαθάρθαι ἀνειληφότων, ἕτερον δὲ τὸ τῶν κατὰ τὸ δυνατὸν παραστησάντων ἑαυτῶν τὴν προαίρεσιν οὐκ ἄλλο τι βούλεσθαι ἢ τὰ Χριστιανοῖς δοκοῦντα·
 [02368]  ἀποκρύπτομεν δὲ καὶ παρασιωπῶμεν τὰ βαθύ τερα, ἐπὰν ἁπλουστέρους θεωρῶμεν τοὺς συνερχομένους καὶ δεομένους λόγων τροπικῶς ὀνομαζομένων γάλα.
 [02473]  Ποία γὰρ κολακεία, καὶ ποῖος λόγος οἰκτρόγοος κατὰ τὰς θείας γινόμενος γραφάς, ἐπὰν ὁ ἁμαρτάνων λέγῃ ἐν ταῖς πρὸς θεὸν εὐχαῖς·
 [02531]  Ἡμεῖς δέ, μίαν φύσιν ἐπιστάμενοι πάσης λογικῆς ψυχῆς καὶ μηδεμίαν φάσκοντες πονηρὰν ὑπὸ τοῦ κτίσαντος τὰ ὅλα δεδημιουρ γῆσθαι, γεγονέναι <δὲ> πολλοὺς κακοὺς παρὰ τὰς ἀνατροφὰς καὶ τὰς διαστροφὰς καὶ τὰς περιηχήσεις, ὥστε καὶ φυσιω θῆναι ἔν τισι τὴν κακίαν, πειθόμεθα ὅτι τῷ θείῳ λόγῳ ἀμεῖψαι κακίαν φυσιώσασάν ἐστιν οὐ μόνον οὐκ ἀδύνατον ἀλλὰ καὶ οὐ πάνυ χαλεπόν, ἐπὰν μόνον παραδέξηταί τις ὅτι πιστεύειν δεῖ ἑαυτὸν τῷ ἐπὶ πᾶσι θεῷ καὶ πάντα πράττειν κατ' ἀναφορὰν τοῦ ἀρέσκειν ἐκείνῳ·
 [02864]  περὶ ἧς ὁ δυνάμενος εὐκαιρότερον διηγήσεται, ἐπὰν τὸ προκείμενον ᾖ παραστῆσαι καὶ τὰ τῆς κατὰ τὸν τόπον ἱστορίας, τίνα ἔχοι λόγον, καὶ τὰ τῆς περὶ αὐτοῦ ἀναγωγῆς.
 [02960]  ἐπὰν δὲ τὸ τοιοῦτον ἢ μὴ λέγηται ἢ ἄλλως λέγηται, συκοφαντεῖ ἡμᾶς ὁ Κέλσος καὶ ἐπὶ τούτοις.
 [03010]  Εἶτ' ἐπὰν πυθομένων ἡμῶν μηδεὶς ἔχῃ παραστῆσαι ἀφ' οἵας δή ποτε ἱστορίας, εἴτε ἑλληνικῆς εἴτε καὶ βαρβαρικῆς ἢ οὐχ ἱστορίας ἀλλά τινος μυστικῆς ἀναγραφῆς τὰ περὶ τῶν ἀνδρῶν τούτων·
 [03158]  ἐπὰν δὲ κόρια, περὶ ἐκπυρώσεως τοῦ κόσμου μεμαθηκότα οὐ τετρανωκότα δέ, ἰδόντα πῦρ διειληφὸς τὴν πόλιν αὐτῶν καὶ τὴν χώραν, ὑπολαμβάνοντα ζώπυρον τοῦ γένους τῶν ἀνθρώπων καταλελεῖφθαι ἐν τῷ πατρὶ καὶ αὐταῖς, βουληθῇ διὰ τὴν τοιανδὶ ὑπόληψιν συστήσασθαι τὸν κόσμον, ἐλάττονα ἔσται τοῦ κατὰ τὴν τῶν Στωϊκῶν ὑπόθεσιν σοφοῦ, καθηκόντως ἐν τῇ φθορᾷ τῶν πάντων ἀνθρώπων μιγνυμένου ταῖς θυγατράσιν;
 [03217]  ὅπερ κάλυμμα περιαιρεῖται τοῦ θεοῦ δωρουμένου, ἐπὰν ἐπακούσῃ τῷ παρ' ἑαυτὸν πάντα ποιήσαντι καὶ διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γυμνάσαντι πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ καὶ ἐν τῇ εὐχῇ συνεχέστατα φήσαντι·
 [04084]  Καὶ οὗτοι, ἐπὰν κινήσωσιν ἀπὸ τῶν ἀνατολῶν ἑαυτοὺς ἀλλότρια ἀνατολῶν φρονοῦντες, εὑρισκέτωσαν πεδίον ἐν γῇ Σενναάρ, ὅπερ ἑρμηνεύεται ὀδόντων ἐκτιναγμὸς κατὰ σύμβολον τοῦ ἀπολλύναι αὐτοὺς τὰ δι' ὧν τρέφονται, καὶ κατοικείτωσαν ἐκεῖ.
 [04326]  [5.51] Ἀλλ' ἐπεὶ κατὰ τὸ δυνατὸν ἡμῖν λέλεκται πρὸς τὸν Κέλσον κατηγοροῦντα Ἰουδαίων καὶ τοῦ λόγου αὐτῶν τὰ ἐκκείμενα, φέρε τὰ ἑξῆς ἐκθέμενοι παραστήσωμεν ὅτι οὔτε ἀλαζονευόμεθα ἐπαγγελλόμενοι εἰδέναι τὸν μέγαν θεὸν οὔτε γοητείᾳ, ὡς Κέλσος οἴεται, ὑπήχθημεν Μωϋσέως ἢ καὶ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ἀλλ' ἐπ' ἀγαθῷ τέλει καὶ τοῦ ἐν Μωϋσεῖ θεοῦ ἀκούομεν καὶ τὸν μαρτυρούμενον ὑπ' αὐτοῦ θεὸν Ἰησοῦν ὡς υἱὸν θεοῦ παρεδεξάμεθα, τὰ ἄριστα ἐλπίζοντες, ἐπὰν κατὰ τὸν λόγον αὐτοῦ βιώσωμεν.
 [05573]  [7.12] Οἴεται δὲ καὶ τοὺς ἀπὸ τῶν προφητῶν ἀπολογου μένους περὶ τῶν κατὰ τὸν Χριστὸν μηδὲν μὲν δύνασθαι πρὸς ἔπος λέγειν, ἐπὰν φαίνηταί τι πονηρὸν ἢ αἰσχρὸν ἢ ἀκάθαρτον λεγόμενον περὶ τοῦ θείου ἢ μιαρόν.
 [05847]  Ἀλλὰ καὶ ἐπὰν λέγῃ ὁ σωτὴρ ἡμῶν·
 [06026]  [7.52] Μὴ ἀγανακτείτω δὲ Κέλσος, ἐπὰν χωλοὺς λέγωμεν καὶ τὰς βάσεις τῆς ψυχῆς πεπηρωμένους τοὺς ἐπὶ τὰ νομι ζόμενα ἱερὰ ὡς ἀληθινὰ ἱερὰ σπεύδοντας καὶ μὴ ὁρῶντας ὅτι οὐδὲν βαναύσων ἔργον δύναται εἶναι ἱερόν.
 [06631]  [8.42] Οὐκ οἶδα δ' ὅπως ὁ Κέλσος ἄκων ἐνέπεσεν εἰς τό, οὓς πρὸ βραχέος ὕμνησε δαίμονας ἢ θεούς, νῦν τῷ ἔργῳ ἀποδεικνύναι φαυλοτάτους εἶναι καὶ τιμωρουμένους μᾶλλον ἀμυντικῶς ἤπερ κολάζοντας διορθωτικῶς, ἐπὰν αὐτοῖς λοιδορῆταί τις.
 [06785]  Φαμὲν δὲ καὶ πρὸς ταῦτα ὅτι εὔλογος ἐξαγωγὴ οὐδεμία ἡμῖν εἶναι δοκεῖ εἰ μὴ ἡ δι' εὐσέβειαν καὶ ἀρετὴν μόνη, ἐπὰν ὑπὸ τῶν δικάζειν νομιζομένων ἢ ἐξουσίαν τοῦ ζῆν ἡμῶν ἔχειν δοκούντων τὸ ἕτερον προτείνηται, ἢ τὸ ζῆν μετὰ τοῦ παρὰ τὰ διατεταγμένα ὑπὸ τοῦ Ἰησοῦ πράττειν ἢ τὸ ἀπο θνῄσκειν μετὰ τοῦ πείθεσθαι τοῖς λόγοις αὐτοῦ.
 [06803]  [8.57] Κέλσος μὲν οὖν οἴεται τῷ βίῳ λειτουργεῖν τὰ πρέποντα, μέχρι ἂν τῶν δεσμῶν ἀπολυθῶσιν ἄνθρωποι, ἐπὰν κατὰ τὰ νενομισμένα τοῖς πολλοῖς τὰς θυσίας τις ἀποδιδῷ ἑκάστῳ τῶν κατὰ πόλιν νομιζομένων θεῶν, οὐ νοήσας τὸ ἀληθῶς πρέπον ὑπὸ τῆς ἀκριβοῦς εὐσεβείας ὑπολαμβανόμενον·
 [06947]  Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς, ἐπικρατήσαντος, ὡς οἴονται, τοῦ ἰσχυροτέρου τῶν ἄλλων στοιχείου, τὴν ἐκπύρωσίν <φασιν> ἔσεσθαι πάντων εἰς πῦρ μεταβαλλόντων, ἡμεῖς δὲ τῆς λογικῆς φύσεώς φαμεν ὅλης κρατῆσαί ποτε τὸν λόγον καὶ μεταποιῆσαι πᾶσαν ψυχὴν εἰς τὴν ἑαυτοῦ τελειότητα, ἐπὰν ἕκαστος ψιλῇ χρησάμενος τῇ ἐξουσίᾳ ἕληται ἃ βούλεται καὶ γένηται ἐν οἷς εἵλατο·
000-00-00 Serial Number=0186704695
De oratione Ante [Go Back]  
 [00487]  ὥσπερ οὖν τὸν ζητοῦντα τὰς ἡλιακὰς ἀκτῖνας οὔτε παροῦσα οὔτε ἀποῦσα ἡ τῶν σωμάτων σκιὰ εὐφραίνει ἢ λυπεῖ, ἔχοντα τὸ ἀναγκαιότατον, ἐπὰν πεφωτισμένος ἤτοι ἐστερη μένος ᾖ τῆς σκιᾶς ἢ πλεῖον ἢ ἔλαττον ἔχῃ τῆς σκιᾶς·
 [00539]  ἀψευδὴς γὰρ πᾶς ὁ τοῦ Ἰησοῦ λόγος καὶ, εἰ δεῖ βιαζόμενον εἰπεῖν, ἀψευδέστερος γίνεται, ἐπὰν μετὰ τοῦ συνήθους αὐτοῦ ὅρκου λέγη ται.
 [00750]  ἐπὰν δὲ, «ὡς ἐν οὐρανῷ» τὸ θέλημά» ἐστι τοῦ θεοῦ, καὶ ἡμῖν τοῖς «ἐπὶ γῆς» κατορθωθῇ, ὁμοιωθέντες τοῖς ἐν οὐρανοῖς20, ἅτε φορέσαντες παραπλησίως ἐκείνοις «τὴν εἰκόνα τοῦ ἐπουρανίου,» «βασιλείαν» [20οὐρανῶν] κληρονομήσομεν, [20τῶν] μεθ' ἡμᾶς «ἐπὶ γῆς» καὶ ἡμῖν, γενομένοις «ἐν οὐρανῷ20,» ὁμοιωθῆναι εὐχομένων.
 [00775]  ἐπὰν οὖν λέγηται·
 [00830]  ἐπὰν δὲ ἀναδιδῶται, πληροῦ ται τὸ «ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ.».
 [00939]  ἐπὰν δὴ καὶ τὰ εἰς ἡμᾶς ὑφ' ἡμῶν αὐτῶν ὀφειλόμενα μὴ πράττωμεν, βαρύτερον ἡμῖν τὸ ὄφλημα γίνεται.
 [00970]  ἐπὰν οὖν ἀπὸ τῶν πλείστων ἡμῖν ὀφει λετῶν ἀσθενέστερόν τινες περὶ τὴν ἀπόδοσιν τῶν πρὸς ἡμᾶς καθη κόντων ἀναστραφῶσι, φιλανθρωπότερον ποιήσομεν ἀμνησικάκως ἐνεχθέντες πρὸς αὐτοὺς καὶ ἰδίων μεμνημένοι ὀφειλῶν, ὅσας πολ λάκις παραλελοίπαμεν οὐ μόνον πρὸς ἀνθρώπους ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν θεόν.
 [01132]  τὸ γὰρ ἐλλεῖπον διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν, ἐπὰν πάντα τὰ καθ' ἑαυτοὺς ἐπιτελέσωμεν, πληρώσει ὁ θεὸς, ὁ «τοῖς ἀγαπῶσιν» αὐτὸν «πάντα» συνεργῶν «εἰς ἀγαθὸν, τοῖς κατὰ» τὴν ἀψευδῆ πρό γνωσιν αὐτοῦ, ὅ τι ποτὲ ἔσονται παρ' αὑτοὺς, προεωραμένοις.
 [01163]  ἐπὰν ἔχωσιν ἐν ἑαυτοῖς ποταμοὺς «ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον,» τοὺς μὴ ἐῶντας ἰσχῦσαι τὸ «0τοῦ πονηροῦ» ἀλλὰ εὐχερῶς αὐτὸ λύοντας τῷ κατακλυσμῷ τῶν ἐνθέων καὶ σωτηρίων λογισμῶν, ἐντυπουμένων ἀπὸ τῶν τῆς ἀληθείας θεωρημάτων τῇ τοῦ ἀσκοῦντος εἶναι πνευματικοῦ ψυχῇ.
000-00-00 Serial Number=0722642899
De principiis Ante [Go Back]  
 [00278]  καὶ πολλοὶ τῶν νῦν Αἰγυπτίων καὶ Ἰδουμαίων τῷ Ἰσραὴλ προσελθόντες, ἐπὰν καρποφορήσωσιν ἐπὶ πλεῖον, «εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου», οὐκ ἔτι Αἰγύπτιοι καὶ Ἰδουμαῖοι εἶναι λελο γισμένοι ἀλλ' ἐσόμενοι Ἰσραηλῖται·
 [00367]  ἀλλὰ καὶ ἐπὰν ἡ κατασκευὴ τῆς σκηνῆς ἀναγινώσκηται, πειθόμενοι τύπους εἶναι τὰ γεγραμμένα ζητοῦσιν ᾧ δυνήσονται ἐφαρμόσαι ἕκαστον τῶν κατὰ τὴν σκηνὴν λεγομένων·
 [00523]  [4.3.8] Εἰ δὲ πληκτικά ἐστι τὰ περὶ τοῦ Ἰσραὴλ καὶ τῶν φυλῶν καὶ τῶν δήμων αὐτοῦ ἡμῖν εἰρημένα, ἐπὰν φάσκῃ ὁ σωτήρ·
000-00-00 Serial Number=0988790691
Exhortatio ad martyrium Ante [Go Back]  
 [00087]  καλὴ γὰρ ἡ πρὸς τοὺς ἀσεβεῖς λόγους κώφωσις, ἐπὰν ἀπογινώσκωμεν τὴν τῶν τὰ χείρονα λεγόντων ἐπανόρθωσιν.
 [00631]  «οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον εὐθέως μετὰ χαρᾶς λαμβάνουσι, καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, ἐπὰν γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθέως σκανδαλίζωνται·» κατὰ δὲ τὸν Λουκᾶν·
000-00-00 Serial Number=0505960107
Expositio in Proverbia Ante [Go Back]  
 [00537]  φίλοι δὲ αὐτοῦ γίνονται ἐπὰν τοῖς δικαίοις προσδράμωσιν, ἐξομολογούμενοι τὰς πράξεις αὑτῶν τὰς πονηράς·
000-00-00 Serial Number=0195113480
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00102]  ὁ θυμὸς οὐκ ἀπεστράφη, οὐχ ἁπλῶς ἀλλ' ἕως ἂν ποιήσῃ αὐτό, ὡς ἀποστρέφοντος ἐπὰν ποιήσῃ.
000-00-00 Serial Number=0843168497
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00069]  ἐπὰν οὖν τις τὸ τούτων ἀσκητικὸν ἀπολέσας συγχυθῇ, πᾶσαι αὗται αἱ ὁδοὶ πεν θοῦσιν οὐχ ὁδευόμεναι, πανηγύρεως μὲν ὑπαρχούσης ταῖς προειρη μέναις ὁδοῖς, ὅτε ὁδεύονται ἐξεταζόμεναι καί, ἵν' οὕτως εἴπω, δια βαινόμεναι·
 [00085]  ἐπὰν οὖν ἀμελήσῃ τις, μετὰ τὸ κτήσασθαι εὐπρέπειαν καὶ ἀξίωμα, τῆς τε τού των συνοχῆς καὶ τῆς τοῦ πλούτου τοῦ θείου αὐξήσεως, ἀπορρεῖ καὶ ἐξέρχεται τὰ τέως κόσμος αὐτῆς τυγχάνοντα.
000-00-00 Serial Number=0439958036
Fragmenta in Psalmos Ante [Go Back]  
 [00900]  Καὶ ἐπὰν λέγῃ ἐπιστρεπτικὰ, τῷ βέλει τούτῳ τιτρώσκει τὸν συνετὸν ἀκροατήν.
 [03256]  ἐπὰν δὲ μακρύνῃ τις ἑαυτὸν ἀπὸ Χρισ τοῦ, τότε καὶ ἀπὸ Θεοῦ μακρύνεται κατ' ἀ ναλογίαν ου ἑαυτὸν μακρύνει·
 [04004]  ὁ δὲ φόβος ουτος, φησὶ, γενήσεται, ἐπὰν ἀ ρέσῃ σοι τὴν Σιὼν οἰκοδομήσειν, καὶ τὴν σὴν πάλιν δόξαν ἐν τῷ ναῷ δεῖξαι, η ἐπεὶ ἀσθε νείας τοῦ Θεοῦ κατεγίνωσκον, ὡς μὴ ἰσ χύοντος τῆς δουλείας ἐκσπᾶσαι Ιούδαν.
 [04407]  Τρίτον τὸ ἐκέκραξα λέγεται, καὶ ὁ ἑξῆς στίχος, ἐπὰν κραξάντων ἡμῶν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι [ινα] ἐπακούσας ῥύσηται ἡ μᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, καὶ στήσῃ τὴν τῶν πειρασμῶν καταιγίδα εἰς αυραν, καὶ ἡσυ χάσῃ τὰ καθ' ἡμῶν κύματα τοῦ βίου.
 [05155]  Ταῦτά φησιν, ὡς δυνατοῦ οντος τοῦ ηδη ἀνειληφότος λόγον ἀληθείας, ἀποθέσθαι αὐ τὸν, περιελόντος αὐτὸν τοῦ Θεοῦ ἐκ τοῦ στό ματος τοῦ ηδη αὐτὸν ἀνειληφότος, ἐπὰν ὁ ηδη διδάσκων, ἀνάξιον ἑαυτὸν ποιήσῃ τοῦ λόγου·
000-00-00 Serial Number=0964225650
Homiliae in Lucam Ante [Go Back]  
 [00473]  παρεστῶσα τῷ σταυ ρῷ καὶ βλέπουσα τὰ γενόμενα καὶ ἀκούουσα τῶν φωνῶν τῶν φονευ τῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυ ρίαν, μετὰ τὴν ἀπόρρητον γνῶ σιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, [17.107] καὶ σοῦ οὖν αὐτῆς τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ κυρίου γενήσεταί τις περὶ τὴν ψυχὴν σάλος καὶ ἅψεταί τις διάκρισις, τοῦτ' ἔστιν ἡ «ῥομφαία», ἐπὰν ἴδῃς τὸν τηλικοῦτον σταυρούμενον καὶ θάνατον ἀνθρώπινον ἀναδεχόμενον.
000-00-00 Serial Number=0635014117
In Jeremiam Ante [Go Back]  
 [00036]  ἐπὰν γὰρ πέμψῃ τὸν ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα, ὁ δὲ ἀμπελὼν φέρῃ ἀντὶ «σταφυλῆς» «ἀκάνθας», «τί ποιήσει» ὁ θεὸς ἢ «ταῖς νεφέλαις ἐντελεῖται τοῦ μὴ βρέξαι ὑετὸν» ἐπὶ τὸν ἀμπελῶνα;
 [00780]  καὶ κατὰ τὸν ἔνατον Ψαλμὸν «ἐνεδρεύει ἐν ἀποκρύφῳ, ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ», καὶ ἐνεδρεύει οὗτος ὁ λέων οὐχ ἡμέρας, ἀλλ' ἐπὰν γένηται νύξ·
 [00827]  μαστιγοῖ δὲ τὸν μὲν μακάριον πονοῦντα ἐπὶ ταῖς μάστιξι, καθικνεῖται γὰρ αὐτοῦ τὰ λεγόμενα, καὶ οὐκ ἐξευτελίζει τὸν ἐλέγχοντα ἀπ' αὐτοῦ, ἐπὰν δέ τις εὑρεθῇ, ἵν' οὕτως εἴπω, ἀναίσθητος, λεχθήσεται περὶ αὐτοῦ·
 [01004]  «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», διὰ δὲ τὸν οὐράνιον, ἐπὰν «φορέσῃς τὴν εἰκόνα τοῦ ἐπουρανίου», οὐκέτι ἁρμόσει λέγεσθαι·
 [01072]  καὶ ὥσπερ κτῶμαι τὸν «ἕνα πολύτιμον μαργαρίτην» διὰ τῶν πολ λῶν μαργαριτῶν, οὕτως ἔρχομαι ἐπὶ τὸν θησαυρὸν τῶν θησαυρῶν, «τὸν κύριον τῶν κυρίων, τὸν βασιλέα τῶν βασιλέων», ἐπὰν γένωμαι ἄξιος τῶν πνευμάτων τῶν ἀπὸ θησαυρῶν τοῦ θεοῦ·
 [01682]  Εἶτα ἐπὰν ἐπακούσωμεν καὶ ἐνωτισώμεθα, προστάσσει ἡμῖν·
 [01713]  τὸν διδόντα «δόξαν τῷ θεῷ» θέλει διδόναι «δόξαν τῷ θεῷ» φωτὸς ὄντος, ὡς οὐ δυναμένης δόξης ἀπαγγέλλεσθαι τοῦ θεοῦ, ἐπὰν συσκοτάσῃ καὶ γένηται σκότος.
 [01780]  ἐπὰν δὲ ἔλθῃ τις ἐπὶ τὰ ὄρη τὰ σκοτεινά, ἴδωμεν τί ἐστιν ἐκεῖ·
 [01913]  καὶ εἰ βούλεταί τις στείλα σθαι τὴν ἰατρικήν, οὐκ ἀγανακτήσει οὐδ' ἀμελήσει τοῦ βουλήματος τῆς τέχνης ἧς ἀνείληφεν, ἐπὰν ᾖ μετὰ τῶν τοιούτων ὡς προειρήκαμεν.
 [02210]  ἐπὰν δὲ ὁ βίος μου γένηται δυσμί μητος, ὥστε με τηλικοῦτον γενέσθαι, ὡς μηδένα παραπλήσιον εἶναί μου τῷ ἤθει, τῷ λόγῳ, ταῖς πράξεσι, τῇ σοφίᾳ, τότε δύναμαι λέγειν παρὰ τὸ μόνος εἶναι τοιόσδε καὶ μηδένα μιμήσασθαί με τὸ «κατὰ μόνας ἐκαθήμην».
 [02532]  ἔστω γὰρ ἀπολαμβάνειν με τὰς ἁμαρτίας πρῶτον, ἵνα ἐπὰν <ἀπο>λάβω τὰς ἁμαρτίας, μετὰ τοῦτο πληρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον·
 [02607]  οὐκοῦν οὐ τὰ ἴδια κτίσματα συνάγει ὁ διάβολος, οὐχὶ ἃ ἐγέννησε συνάγει, ἀλλ' ἐπὰν φωνήσῃ, συνάγει τὰ ἄλλου κτίσματα καὶ ποιεῖ αὐτὰ ἴδια.
 [02739]  ἐπὰν δὲ μετὰ τὸν ἐνεστῶτα αἰῶνα ἥκωμεν, πρὸς τῷ τέλει γενόμενοι τῆς ζωῆς, ἔπειτα πυρωθέντες ἤτοι ὑπὸ τοῦ πυρὸς τῶν πεπυρωμένων τοῦ πονηροῦ βελῶν γενώμεθα ὁτιπ<οτ>οῦν γινόμεθα ἢ ὑπὸ τοῦ θείου πυρός (ἐπεὶ καὶ «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον» ἐστίν), ἐὰν γενώμεθά φημι ὑπὸ τοιοῦδε ἢ τοιοῦδε πυρὸς ὅτιποτ' ἂν γενώμεθα, ἐὰν συντριβῶμεν, εἴτε ἀπὸ τοῦ καλὰ σκεύη γεγονέναι συνετρίβημεν καὶ ἀπολώλαμεν εἴτε ἀπὸ τοῦ μοχθηρὰ σκεύη γεγονέναι, οὐκ ἀνακτιζόμεθα οὐδὲ ἐπιδέχεται ἡμῶν ἡ κατασκευὴ βελτίωσιν.
 [02823]  εἰ γὰρ τὸ πήλινον ἀγ γεῖον διέπεσεν ἀπὸ τῶν χειρῶν τοῦ κεραμέως καὶ ἀπὸ τῆς αὐτῆς ὕλης τοῦ πηλοῦ τοῦ αὐτοῦ ποιεῖ «αὐτὸ ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ», δύναται ὁ κεραμεὺς θεὸς τῶν σωμάτων ἡμῶν, ὁ δημιουργὸς τῆς κατασκευῆς ἡμῶν, ἐπὰν διαπέσῃ τοῦτο καὶ συντριβῇ καθ' οἵαν δήποτε αἰτίαν, ἀναλαβεῖν αὐτὸ καὶ ἀνακαινῶσαι καὶ ποιῆσαι αὐτὸ ὡραιότερον καὶ βέλτιον «ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι».
 [02951]  σὺ δὲ πείσῃ τὰ τῆς ὀργῆς καὶ τὰ τοῦ θυμοῦ, γενόμενος ἐν δυσυπομονήτοις διὰ τὴν κακίαν πόνοις, ἐπὰν παιδεύῃ τῇ λεγομένῃ ὀργῇ τοῦ θεοῦ.
 [02974]  ἐπὰν οὖν τις βαλὼν «ἐπ' ἄροτρον τὴν χεῖρα» στραφῇ εἰς τὰ ὀπίσω, «ὀπίσω τῶν ἀποστροφῶν» αὐτοῦ πορεύσεται·
 [03061]  καὶ ἐπὰν δοθῇς εἰς μετοικίαν, πεσοῦνται οἱ φίλοι σου μαχαίρᾳ.
000-00-00 Serial Number=0329374790
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00073]  Ἐπιδημήσαντος δὲ τὰ ἐν τοῖς ἀβά [162] τοις τοῦ ναοῦ τεθεώρηται τῷ βλέποντι «τὸ καταπέτασμα» τὸ ἀλη θινὸν «σχιζόμενον ἄνωθεν ἕως κάτω» ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον, ἐπὰν ὁ «ἀναπεσὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος ἐγερθῇ».
000-00-00 Serial Number=0813614547
Philocalia Ante [Go Back]  
 [00264]  ἀλλὰ καὶ ἐπὰν ἡ κατασκευὴ τῆς σκηνῆς ἀνα γινώσκηται, πειθόμενοι τύπους εἶναι τὰ γεγραμμένα, ζη τοῦσιν ᾧ δυνήσονται ἐφαρμόσαι ἕκαστον τῶν κατὰ τὴν σκηνὴν λεγομένων·
 [00488]  [1.24] Εἰ δὴ πληκτικά ἐστι τὰ περὶ τοῦ Ἰσραὴλ καὶ τῶν φυλῶν καὶ τῶν δήμων αὐτοῦ ἡμῖν εἰρημένα, ἐπὰν φάσκῃ ὁ σωτήρ·
 [00628]  Ὁ διαιρῶν παρ' ἑαυτῷ φωνὴν καὶ σημαινόμενα καὶ πράγματα, καθ' ὧν κεῖται τὰ σημαινόμενα, οὐ προσκόψει τῷ τῶν φωνῶν σολοικισμῷ, ἐπὰν ἐρευνῶν εὑρίσκῃ τὰ πράγ ματα, καθ' ὧν κεῖνται αἱ φωναὶ, ὑγιῆ·
 [00629]  καὶ μάλιστα ἐπὰν ὁμολογῶσιν οἱ ἅγιοι ἄνδρες τὸν λόγον αὐτῶν καὶ τὸ κή ρυγμα οὐκ ἐν πειθοῖς σοφίας εἶναι λόγων, ἀλλ' ἐν ἀπο δείξει πνεύματος καὶ δυνάμεως.
 [00708]  καὶ ἐπὰν ἀνοίξῃ οὐκέτι οὐδεὶς ἀπορίαν δύναται τῇ ἀπ' αὐτοῦ σαφηνείᾳ προσενεγκεῖν·
 [00828]  οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας λέγηται·
 [01237]  ὅθεν καὶ Παῦλος, ἐπὰν μανθάνειν μέλλῃ τὰ θειότερα, ἔξω τοῦ καθ' ἡμᾶς περιγείου κόσμου γίνεται καὶ εἰς τρίτον οὐρανὸν ἁρπάζεται, ἵνα τὰ ἐκεῖθεν ἄρρητα ῥήματα ἀκοῦσαι δυνηθῇ.
 [01665]  χριστιανοὶ δὲ κατὰ τὸ δυνατὸν αὐτοῖς προβασανίσαντες τῶν ἀκούειν σφῶν βουλομένων τὰς ψυχὰς, καὶ κατ' ἰδίαν αὐτοῖς προ επᾴσαντες, ἐπὰν δοκῶσιν αὐτάρκως οἱ ἀκροαταὶ πρὶν εἰς τὸ κοινὸν εἰσελθεῖν ἐπιδεδωκέναι πρὸς τὸ θέλειν καλῶς βιοῦν, τὸ τηνικάδε αὐτοὺς εἰσάγουσιν, ἰδίᾳ μὲν ποιήσαντες τάγμα τῶν ἄρτι ἀρχομένων καὶ εἰσαγομένων καὶ οὐδέπω τὸ σύμ βολον τοῦ ἀποκεκαθάρθαι ἀνειληφότων·
 [01677]  ἀποκρύπτομεν δὲ καὶ παρασιωπῶμεν τὰ βαθύ τερα, ἐπὰν ἁπλουστέρους θεωρῶμεν τοὺς συνερχομένους καὶ δεομένους λόγων τροπικῶς ὀνομαζομένων γάλα.
 [02494]  καὶ πολλοὶ τῶν νῦν Αἰγυπτίων καὶ Ἰδουμαίων τῷ Ἰσραὴλ προσελθόντες, ἐπὰν καρποφορήσωσιν ἐπὶ πλεῖον, εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου, οὐκ ἔτι Αἰγύπτιοι καὶ Ἰδουμαῖοι εἶναι λελογισμένοι ἀλλ' ἐσόμενοι Ἰσραηλῖται·
 [02588]  καὶ οὗτοι, ἐπὰν κινήσωσιν ἀπὸ τῶν ἀνατολῶν ἑαυτοὺς ἀλλότρια ἀνατολῶν φρονοῦντες, εὑρισκέτωσαν πεδίον ἐν γῇ Σενναὰρ, ὅπερ ἑρμηνεύεται Ὀδόντων ἐκτιναγμὸς κατὰ σύμβολον τοῦ ἀπολλύναι αὐτοὺς τὰ δι' ὧν τρέφονται, καὶ κατοικείτωσαν ἐκεῖ.
 [02815]  καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένα·
000-00-00 Serial Number=0596429944
Philocalia sive Ecloga Ante [Go Back]  
 [00204]  Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσί, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένα·
000-00-00 Serial Number=0728879750
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00087]  ἐπιδημήσαντος δὲ τὰ ἐν τοῖς ἀβάτοις τοῦ ναοῦ, τεθεώρηται τῷ βλέποντι τὸ καταπέτασμα τὸ ἀληθινὸν σχιζόμενον ἄνωθεν ἕως κάτω ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον, ἐπὰν ὁ ἀναπε σὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος ἐγερθῇ.
000-00-00 Serial Number=0326342344
Selecta in Ezechielem Ante [Go Back]  
 [00122]  Γίνεται τοίνυν οὕ τως σκοπὸς, ἐπὰν πρὸς τοῖς προειρημένοις γίνεται ἐπί τινα χεὶρ Κυρίου·
 [00396]  Καὶ ἐπὰν δὲ μὴ ἱκανοὶ συμβου λεύειν, μηδὲ ὑπὲρ τοῦ κοινοῦ τὰ δέοντα σκοπεῖν προ καθέζωνται, λεκτέον ὅτι ἀπώλετο βουλὴ ἐκ πρεσβυ τέρων.
000-00-00 Serial Number=0237018526
Selecta in Psalmos Ante [Go Back]  
 [01018]  ἀνθρωπικώτερον μὲν, ἐπὰν, τὸν προκαταρ ξάμενόν τι κακοποιεῖν ἀποστραφεὶς, ἀμύνεσθαι βού ληται·
 [03226]  καὶ ἐπὰν τὸ σπέρμα αὐτῶν ἀπο λέσῃ ἀπὸ υἱῶν ἀνθρώπων (ἔκλιναν γὰρ οἱ μισοῦν τες Κύριον κακὰ εἰς αὐτὸν, καὶ διελογίσαντο βουλὰς, ἃς στῆσαι οὐ δύνανται)·
 [03227]  καὶ ἐπὰν μετὰ ταῦτα θῇ αὐτοὺς φεύγοντας νῶτον, τότε ἑτοιμάσει τὸ πρόσω πον αὐτῶν ἐν τοῖς περιλοίποις, ἵνα καὶ ἐν τούτοις μετὰ τοὺς τοσούτους ἀνέσεως τύχωσι, καὶ θεωρή σωσι.
 [05386]  Ἀνοίγει ὁ Χριστὸς κεκλεισμένον ἐν ἀσαφείᾳ τὸ πρόβλημα ἑαυ τοῦ, ἐπὰν εὕρῃ ἐναρμόνιον ὄργανον, καὶ σκεῦος ἐκλο γῆς, ὃ καλεῖ ψαλτήριον·
 [05963]  ἐπὰν δὲ παρέλθοι, καὶ ἀνύπαρκτος γένηται, οὐκέτι ἐλπίσει ἐν σκιᾷ, ἀλλ' ἐν αὐτῷ.
 [07482]  Ὅτε πᾶσα φωνὴ ἡμῶν κατὰ Θεόν ἐστι, τότε ἐπὰν γένηται πρὸς αὐτὸν ἡ φωνὴ ἡμῶν, προσέχει ἡμῖν ἀμίαντον ἔχουσι τὴν φωνήν.
 [08965]  Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τὸ τἀληθῆ, ἐπὰν ὅλως μὴ δεῖ ἀπαγγέλλειν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»