0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἁμαρτημάτων [158]


000-00-00 Serial Number=0358382046
Commentarii in Genesim Ante [Go Back]  
 [00145]  ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ, καταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δό ξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ' αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ αἰτία γένηται τῶν ἁμαρτημάτων·
000-00-00 Serial Number=0626312017
Commentarii in Romanos Ante [Go Back]  
 [00078]  *** [144] Εἴπερ νόμον ἐνθάδε νομίζομεν μόνον λέγεσθαι τὸν Μωσέως, ἀπροσλογώ τατα ἂν φάσκοι ὁ ἀπόστολος τὸ διὰ τοῦτο τοῖς ἐν τῷ νόμῳ λαλεῖν τὸν νόμον ὅσα λέγει ἵνα μηδεὶς ἀνθρώπων τόπον ἀπολογίας ἔχῃ περὶ τῶν ἑαυτοῦ ἁμαρτημάτων·
 [00131]  περιέ μενεν γὰρ τὸν νῦν καιρὸν ἵνα μὴ τάχιον γινόμενος ἱλαστήριον ὁ τηλικοῦτος ὑπὲρ ὀλιγωτέρων | γένηται ἱλαστήριον *** καὶ γέγονεν τότε τοῦ ἱλαστηρίου ἔργον καὶ τῆς τοῦ Θεοῦ δικαιοσύνης ἔνδειξις, δεηθέντων τῶν πραγμάτων τῆς ἀπ' ἀμφοτέρων ὠφελείας μετὰ τὸ πειραθῆναι μυρίων ὅσων προγενομένων ἁμαρτημάτων κατὰ πάρεσιν † αριθμων *** Ὁμολογουμένως δὲ πολλαχοῦ ἃ φέρει ὁ ἀπόστολος νοήματα ἀπὸ τῶν θη σαυρῶν φέρει νόμου | καὶ προφητῶν *** καὶ ἔοικέν γε τὸ <ἐν> Ἐξόδῳ ἱλαστήριον [158] ἀναφέρειν οὐκ ἐπ' ἄλλον τινὰ ἢ τὸν Σωτῆρα·
 [00146]  Οὐκοῦν αἵματι ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης τῆς συνα γωγῆς ἵνα | ἀφεθῇ αὐτοῖς *** ἐν αὐτῷ ἐστιν καὶ τὸ ἱλαστήριον καὶ ἀρχιερεὺς καὶ τὸ θυόμενον ὑπὲρ τοῦ λαοῦ *** ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι, ἱλαστήριον δὲ διὰ τὴν πάρεσιν τῶν γεγο νότων ἁμαρτημάτων, ἵνα πάρεσις γένηται τῶν προγεγονότων ἁμαρτημάτων, τουτέστιν συγχώρησις | καὶ ἄφεσις, τοῖς πιστεύουσιν *** ἐκ γὰρ τῶν παρα κειμένων λέξεων τοῦ τε πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυ μίας καὶ ἡ μεταξὺ αὐτῶν ὀνομασθεῖσα ἀνοχὴ ‖ ··αινει παρὰ τὸ ἀνέχεσθαι πεποιημένη *** καὶ δικαιῶν τὸν ἐκ πίστεως, τουτέστιν τὸν πιστεύοντα εἰς Ἰησοῦν καὶ διὰ Ἰησοῦ τῷ Θεῷ, καὶ οὐκ ἄτοπ̣όν γε προλαβόντας εἰς τὸ «δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ» εἰπεῖν [ὅτι] ὥσπερ Ἀβραὰμ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαι|οσύνην, οὕτως τοῖς πιστεύσασιν εἰς τὸν Ἰησοῦν ἢ εἰς τὸν Θεὸν διὰ τοῦ Ἰησοῦ λογίζεται ὁ Θεὸς τὴν πίστιν εἰς δικαιοσύνην, καὶ οὕτω δικαιοῖ τὸν ἐκ πίστεως Ἰησοῦ *** εἰ μὴ ἄρα ἡ μὲν οὐσία αὐτοῦ ἱλαστήριον, ἡ δὲ ἐνέργεια ἱλασμός *** | τούτων δὲ τὴν τάξιν οἶμαι αἰνίττεσθαι τὸ Λευιτικόν, πρῶτον μὲν νομοθετοῦν περὶ δώρων, δεύτερον δὲ περὶ θυσιῶν σωτηρίου καὶ τρίτον περὶ ψυχῆς ἁμαρτούσης ἀκουσίως *** [Ρom.
 [00457]  ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης [3.26] αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ [3.27] πίστεως Ἰησοῦ.
000-00-00 Serial Number=0771679819
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00227]  πλήθους δὲ ὄντων ἁμαρτημάτων, οὐ πάντως ἕκαστος ἔνοχός ἐστι τοῖς ἅπασιν, ἀλλ' οἱ μὲν τῷδε τῷ ἁμαρτήματι οἱ δὲ τῷδε, καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν.
000-00-00 Serial Number=0425603271
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00403]  «Ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αἵματι αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ».
 [00674]  [1.35.257] Καὶ γὰρ ἄτοπον ὑπὲρ ἀνθρωπίνων μὲν αὐτὸν φάσκειν ἁμαρτημάτων γεγεῦ σθαι θανάτου, οὐκ ἔτι δὲ καὶ ὑπὲρ ἄλλου τινὸς παρὰ τὸν ἄνθρωπον ἐν ἁμαρτήμασι γεγενημένου, οἷον ὑπὲρ ἄστρων, οὐδὲ τῶν ἄστρων πάντως καθαρῶν ὄντων ἐνώπιον τοῦ θεοῦ, ὡς ἐν τῷ Ἰὼβ ἀνέγνωμεν·
 [00964]  [2.11.80] Καὶ μήποτε οὐ πάντως διὰ τὸ τιμιώτερον εἶναι τὸ πνεῦμα τὸ ἅγιον τοῦ Χριστοῦ οὐ γίνεται ἄφεσις τῷ εἰς αὐτὸ ἡμαρτηκότι, ἀλλὰ διὰ τὸ Χριστοῦ μὲν πάντα μετέχειν τὰ λογικά, οἷς δίδοται συγγνώμη μεταβαλλομένοις ἀπὸ τῶν ἁμαρτημάτων, τοῦ δὲ ἁγίου πνεύματος τοὺς κατηξιωμένους μηδεμιᾶς εὔλογον εἶναι συγγνώμης τυχεῖν, μετὰ τηλικαύτης καὶ τοιαύτης συμπνοίας τῆς εἰς τὸ καλὸν ἔτι ἀποπίπτοντας καὶ ἐκτρεπομένους τὰς τοῦ ἐνυπάρχοντος πνεύματος συμβουλίας.
 [05271]  οὐ γὰρ ὁ μὲν νῦν μετὰ τὸν φωτισμὸν καὶ τὰς λοιπὰς εἰς αὐτὸν τοῦ θεοῦ εὐεργεσίας ἁμαρτάνων ἀνασταυροῖ τὸν υἱὸν τοῦ θεοῦ διὰ τῶν ἰδίων ἁμαρτημάτων ἐφ' ἃ ἐπαλινδρόμησεν, οὐδὲν τῆς κοινότερον λεγομένης σωματικῆς πρὸς τὸ σταυρῶσαι τὸν υἱὸν τοῦ θεοῦ ἐνεργείας ἐπιτελῶν, οὐχὶ δὲ καὶ πρότερον τοῦτο ἐγίνετο καὶ ὁ ἁμαρτάνων μετὰ τὸ ἀκοῦσαι θείων λόγων προεσταύρου τὸν υἱὸν [20.12.91] τοῦ θεοῦ.
 [05809]  οὐκ ὤκνησαν οὖν καὶ τὰ νομισθέντα ἂν ἐλάχιστα εἶναι τῶν ἁμαρτημάτων δαιμονίοις προσάψαι οἱ φήσαντες τὴν ὀξυ [20.36.328] χολίαν δαιμόνιον εἶναι, ὁμοίως δὲ καὶ τὴν καταλαλιάν.
 [06163]  καὶ περιεστώς γε οὗτος <ὁ> ὄχλος ἐθαύμασεν ὅτι δυσώδης ἀπὸ τῶν πρὸς θάνατον ἁμαρτημάτων τις γεγενημένος καὶ ἀποθανὼν τῇ ἀρετῇ ἐπαλινδρόμησεν ἐπ' αὐτήν·
 [06174]  ᾧ ὁ πειθό μενος ἐξέρχεται, τοὺς ἀξίους τῆς νεκρότητος δεσμοὺς ἐκ τῶν προ τέρων ἁμαρτημάτων περικείμενος καὶ τὴν ὄψιν περιδεδεμένος ἔτι, καὶ μήτε βλέπων μήτε πορευθῆναι δυνάμενος μήτε τι ἐνεργῆσαι διὰ τοὺς τῆς νεκρότητος δεσμούς, ἕως Ἰησοῦς κελεύσῃ τοῖς λῦσαι αὐ τὸν δυναμένοις καὶ ἀφιέναι αὐτὸν ἀπιέναι.
 [06179]  ὅτε ἔστιν ἰδεῖν τὸν ἀκολουθοῦντα τῷ Ἰησοῦ τίνα τρόπον ὁ τοιοῦτος ἐξέρχεται μὲν διὰ τὴν Ἰησοῦ φωνήν, ἔτι δὲ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων δεδεμένος καὶ ἐσφιγμένος, διὰ μὲν τὴν μετάνοιαν καὶ τὸ ἀκηκοέναι τῆς Ἰησοῦ φωνῆς ζῶν, διὰ δὲ τὸ μηδέπω ἀπολελύσθαι τῶν τῆς ἁμαρτίας δεσμῶν μηδὲ ἤδη δύνασθαι ἐλευθέροις ἐπιβαίνειν τοῖς ποσίν, ἀλλὰ μηδὲ ἐνεργεῖν ἀπολελυμένως τὰ διαφέροντα, δεδεμένος τοὺς πόδας [28.7.58] καὶ τὰς χεῖρας δεσμοῖς νεκρῶν κειρίαις.
 [06699]  ἐνορῶν δὲ διαφοραῖς ἁμαρτημάτων καὶ κατανοῶν τὰ ὡς μὲν πρὸς τὸ ἀκριβὲς καὶ τὸ ἐρρωμένον τοῦ λόγου ἁμαρτήματα, πρὸς δὲ τοὺς πολλοὺς οὐδὲ νομιζόμενα εἶναι ἁμαρτή ματα, ὄψει τίνα ἐστὶν ἐφ' οἷς δέονται οἱ πόδες τοῦ νίψασθαι ὑπὸ [32.2.16] τοῦ Ἰησοῦ.
 [06725]  τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα πορνεύσηται, τοῦ δεῖνα, καὶ ἵνα ἀποστερήσῃ, τοῦ δεῖνα, καὶ ἵνα δοξομανῶν εἰδωλο λατρείαν ἀναδέξηται τὴν τῶν δοκούντων εἶναι ἐπ' ἀξιώματος, τοῦ δεῖνα, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἁμαρτημάτων ἅπερ ὁ διάβολος βάλλει εἰς τὴν γυμνὴν τοῦ θυρεοῦ τῆς πίστεως καρδίαν·
 [06783]  τούτων γὰρ γενομένων τῶν ἁμαρτημάτων, νίψεως πάλιν ἐδέοντο οἱ μολυνθέντες τῶν μα θητῶν πόδες, οὓς ἤρξατο νίπτειν ἡνίκα ἐγείρεται ἐκ τοῦ δείπνου, συνετέλεσεν <δὲ> τὸ νίπτειν καθαρίσας αὐτοὺς οὐκέτι μολυνθησομένους.
 [06804]  τοῦ δὲ τοιούτου εἴδους τῶν ἁμαρτημάτων ὁ βίος πεπλήρωται τῶν ἐν τῷ πιστεύειν προτιθεμένων μὲν τὰ κρείττονα, διὰ δὲ ἄγνοιαν τὰ ἐπὶ [32.5.59] τὸ ἐναντίον φέροντα λεγόντων ἢ καὶ πραττόντων.
 [06880]  τὸ μὲν γὰρ [7ἐὰν] τόδε τὸ πταῖσμα ποιήσεις, οὐχ ἕξεις μέρος μετ' ἐμοῦ7 χώραν <ἂν> εἶχε λεγόμενον περὶ τῶν προφανῶς ἁμαρτημάτων·
000-00-00 Serial Number=0381252348
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00440]  Ἄκουε γὰρ ἐν τούτοις τοῦ «καὶ» συνδέσμου, πλέκοντος καὶ συμπε πλεγμένον ποιοῦντος ἐκ διαφόρων ἁμαρτημάτων, καθὸ οἱ μέν εἰσιν ἀσθενεῖς, ἕτεροι δὲ ἄρρωστοι πλέον ἢ ἀσθενεῖς, καὶ ἄλλοι παρ' ἀμφοτέρους οἱ κοιμώμενοι.
 [00689]  Καλῶς οὖν ἐπιφέρει <τού>τοις ὅτι, ἐπὰν ἐκλυθεὶς ἀπὸ τῶν ἁμαρτημάτων ὁ λαὸς καὶ ἐκστὰς μανῇ κατ' αὐτοῦ, οἷς καὶ κραιπαλήσει κατ' αὐτοῦ «πνεύματι κατανύξεως», ὃ ποτισθήσεται ὑπὸ τοῦ κυρίου καμμύοντος αὐτῶν τοὺς ὀφθαλμοὺς ὡς ἀναξίους τοῦ βλέπειν, καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν τῶν ἐπαγγελλομένων βλέπειν τὰ κρυπτὰ τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων, καὶ ἐπὰν καμμύσωσιν αὐτῶν οἱ ὀφθαλμοί, τότε αὐτοῖς ἔσται τὰ προφητικὰ ῥήματα ἐσφραγισμένα καὶ ἐπικεκρυμμένα·
 [00704]  Εἰ γὰρ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόμενον ἐκ τοῦ στόματος, καὶ μάλιστα ἐπεὶ καὶ ἐν τῷ κατὰ τὸν Μᾶρκον ταῦτα ἔλεγεν ὁ σωτὴρ «καθα ρίζων πάντα τὰ βρώματα», δῆλον ὅτι οὐ κοινούμεθα μὲν ἐσθίοντες ἃ Ἰουδαῖοί φασι, τῷ γράμματι τοῦ νόμου δουλεύειν ἐθέλοντες, εἶναι ἀκάθαρτα, τότε δὲ κοινούμεθα ὅτε, δέον τὰ χείλη ἡμῶν δεδέσθαι «αἰσθήσει» καὶ ποιεῖν ἡμᾶς οἷς λέγομεν «ζυγὸν καὶ σταθμόν», λέγομεν μὲν τὰ παρα τυχόντα, διαλογιζόμεθα δὲ τὰ μὴ δέοντα, ἀφ' ὧν ἡ πηγὴ ἡμῖν ἔρχεται τῶν ἁμαρτημάτων.
 [00974]  ἀνήγαγε γὰρ αὐτοὺς ἅμα ἑαυτῷ ἐπὶ τὴν ὑπὲρ τὸν νό μον θείαν πολιτείαν, τὸν περιέχοντα (ὡς πρὸς τοὺς ἀτελεστέρους καὶ ἔτι ἁμαρτάνοντας) θυσίας περὶ ἀφέσεως ἁμαρτημάτων.
 [01101]  καὶ τοῦτο δὲ χρὴ εἰδέναι ὅτι, ὥσπερ αἱ πόλεων πύλαι ὀνόματα ἔχουσιν ἑκάστη οἰκεῖα, τὸν αὐτὸν τρόπον αἱ τοῦ ᾅδου πύλαι ὀνομασθεῖεν ἂν κατὰ τὰ εἴδη τῶν ἁμαρτημάτων·
 [01144]  εἰ δὲ «σει ραῖς τῶν ἁμαρτημάτων αὐτοῦ ἔσφιγ κται» ***, μάτην καὶ δεσμεῖ καὶ λύει.
 [01442]  ἀλλ' οὐ φήσει ὅ γε τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀναφέρειν μεμαθη κὼς ἐπὶ τὸν πατέρα τῆς ἁμαρτίας διάβολον, χωρὶς ἐκείνου ἢ τοὺς ἀποστόλους ἐσκανδαλίσθαι ἢ τὸν Πέτρον ἠρνῆσθαι πρὸ τῆς ἀλεκ τοροφωνίας ἐκείνης τρίς.
 [01931]  Ὁ μὲν ἐπερεισάμενος τῇ λέξει <καὶ τὴν> ὑπερβάλλουσαν τοῦ Ἰησοῦ φιλ ανθρωπίαν παριστὰς φήσει ὅτι, τῶν ῥητῶν διαφορὰν ἁμαρτημάτων οὐχ ὑποβαλλόντων, περισσὸν ποιήσουσι καὶ παρὰ τὴν χρηστότητα τοῦ Ἰησοῦ οἱ προσυπακούοντες ἐπὶ τῶν ἐλατ τόνων <μόνων> ἁμαρτημάτων ταῦτα χώραν ἔχειν λέγεσθαι.
 [01936]  ὥσπερ οὖν φαντασίᾳ τῆς εἰς ὑπερβολὴν <χρηστό τητος> Χριστοῦ ἐπιτριβῆς ἀφορμὰς παρεῖχεν ὁ ἐπὶ παντὸς ἁμαρτήματος λέγων τὰ τοιαῦτα εἰρῆσθαι, κἂν φόνος ᾖ τὸ ἁμάρτημα ἢ φαρμα κία ἢ παιδοφθορία ἤ τι τῶν τηλι κούτων, οὕτως ἐκ τοῦ ἐναντίου ὁ τὸν ἀδελφὸν διαστειλάμενος ἀπὸ τοῦ ὀνομαζο μένου ἀδελφοῦ διδάξαι ἂν τὸν ἐπ' ἐλάττοσι τῶν ἀνθρωπίνων ἁμαρτημάτων μὴ ἐπι στρέφοντα μετὰ τὸν ἔλεγχον ὡς ἐθνικὸν καὶ τελώνην λογισθῆναι ἐπὶ ἁμαρτήμασι τοῖς «μὴ πρὸς θάνα τον» ἢ (ὡς ὠνόμασεν ἐν Ἀριθμοῖς ὁ νόμος) τοῖς μὴ θανατηφόροις·
 [02038]  κατὰ δὲ τὰ ἔτι χείρονα ἐν τῷ ἀριθμῷ τῷ μὴ ἔχοντι ἄφεσιν ἁμαρτημάτων.
 [02042]  καὶ ταῦτα διδάσκειν ἡμᾶς βούλεται ἡ παραβολὴ παριστᾶσα ὅτι καὶ τῶν ἤδη συγχωρηθέντων ἡμῖν ὑπὸ τοῦ θεοῦ ἁμαρτημάτων, ἐφ' οἷς ἄφεσιν εἰλήφαμεν, ἔκπραξις γέ νοιτ' ἂν καὶ μετὰ τὴν ἄφεσιν, εἰ μὴ ἀφίοιμεν τοῖς ἡμᾶς ἠδικηκόσι τὰ ἁμαρτήματα αὐτῶν, ὡς μηδὲ τὴν τυχοῦσαν μνήμην ἔτι ἐν ἡμῖν καταλείπεσθαι τοῦ ἠδικῆσθαι.
 [02182]  πάντες γὰρ ἅμα διδασκόμεθα πείσεσθαι, οἱ ἄφεσιν ἁμαρτημάτων εἰληφότες καὶ μὴ συγχωροῦντες τοῖς ἀδελφοῖς, τὰ τοῦ συγχωρηθέντος καὶ μὴ συγχωρήσαντος τῷ <συν>δούλῳ.
 [02224]  οὐκ ἔξεστιν, ὡς καὶ μετὰ ἁμαρτημάτων ἐπιτρέποντι συν οικεῖν ἄνδρα γυναικί.
 [02365]  τηλικού των γὰρ ἀνέχεσθαι ἁμαρτημάτων, ἃ ἔοικε χείρονα εἶναι μοιχείας καὶ πορνείας, ἄλογον εἶναι δόξει·
 [02689]  ὁ ταύτῃ παρι στάμενος τῇ δόξῃ φήσει πεπλη ρῶσθαι τὸν ἁμαρτωλὸν πνευμά των κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων·
 [02693]  ὡς γὰρ «ἡ εἰρήνη» τῶν ἀποστόλων πρὸς αὐτοὺς ἀνακάμπτει, ἐὰν μὴ «υἱὸς εἰρήνης» τύχοι εἶναι ὁ ἀκούων τὸ «εἰρήνη» ὑμῖν, οὕτως ἡ πορνεία καὶ πάντα τὰ ἁμαρ τήματα [πάντα] ἀνακάμψαι ἂν πρὸς τοὺς αἰτίους τῶν ἁμαρτημάτων πτω χούς, καὶ ἔστι μὴ διστάσαι περὶ τοῦ <εὐθέ ως> τέλειον γίνεσθαι τὸν οὕτω πωλή σαντα πάντα τὰ ἀποδεδομένα ὑπάρ χοντα καὶ δόντα πτωχοῖς.
 [02867]  Ἀλλὰ κατὰ μὲν ταῦτα πρώτους ἀποδεδώκαμεν τοὺς σωθησομένους, ἐσχάτους δὲ τοὺς μὴ ἀξίους τῆς τοι αύτης τῶν σωθησομένων τάξεως ἀλλὰ κολάσεως καὶ τοῦ ἐγκαταλει φθῆναι, ἤτοι ἕως «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ» ἢ ἕως ἐκπληρώσωσι τὰ περὶ τῶν ἰδίων ἁμαρτημάτων.
 [03159]  καθὸ δὲ ἄφεσιν λαμβάνει ἁμαρτημάτων ὁ ὑπομείνας, βάπτισμά ἐστιν·
 [03160]  εἰ γὰρ τὸ βάπτισμα ἄφεσιν ἁμαρτη μάτων ἐπαγγέλλεται, καθὼς παρει λήφαμεν περὶ τοῦ ἐν ὕδατι καὶ πνεύματι βαπτίσματος, ἄφεσιν δὲ λαμβάνει ἁμαρτημάτων καὶ ὁ τὸ τοῦ μαρτυρίου ὑπομείνας βάπτισ μα, βάπτισμα τὸ μαρτύριον εὐ λόγως λέγοιτ' ἄν.
 [03161]  Ὅτι δὲ ἄφεσις ἁμαρτημάτων γίνεται <παντὶ> τῷ τὸ μαρτύριον ὑπομείναντι, δῆλον ἐκ τοῦ «πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς».
 [03509]  χρείαν δὲ αὐτῶν ἔχει ἐπιβαίνων αὐτοῖς, λελυμένοις ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἄφεσιν αὐτῶν εἰληφόσι·
 [04146]  καὶ τότε παύσεται ὁμοιου μένη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, ὅταν παυσαμένου ζή λου καὶ ἔριδος καὶ τῶν λοιπῶν παθῶν καὶ ἁμαρτημάτων καὶ τοῦ «κατὰ ἄνθρωπον» περιπατεῖν, ἄξιοι γενώμεθα ἀκοῦσαι ἀπὸ τοῦ θεοῦ·
000-00-00 Serial Number=0199546814
Contra Celsum Ante [Go Back]  
 [00500]  [1.47] Ἐβουλόμην δ' ἂν Κέλσῳ, προσωποποιήσαντι τὸν Ἰουδαῖον παραδεξάμενόν πως Ἰωάννην ὡς βαπτιστὴν βαπτίζοντα τὸν Ἰησοῦν, εἰπεῖν ὅτι τὸ Ἰωάννην γεγονέναι βαπτιστήν, εἰς ἄφεσιν ἁμαρτημάτων βαπτίζοντα, ἀνέγραψέ τις τῶν μετ' οὐ πολὺ τοῦ Ἰωάννου καὶ τοῦ Ἰησοῦ γεγενημένων.
 [00957]  Μὴ πολλοὺς οὖν ἀλλὰ μηδ' ὀλίγους ἀλλὰ κἂν ἕνα δεικνύτω ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος τοιοῦτον, ὁποῖος ἦν ὁ Ἰησοῦς, λόγον καὶδόγματα μετὰ τῆς ἐν αὐτῷ δυνάμεως βιωφελῆ ἐπεισάγοντα τῷ γένει τῶν ἀνθρώπων καὶ ἐπιστρέφοντα ἀπὸ χύσεως ἁμαρτημάτων.
 [01429]  Οὐδὲ γὰρ δύναταί τις παραστῆσαι γοήτων ἔργον ἐπιστρέψαν ψυχὰς ἀπὸ τῶν πολλῶν ἐν ἀνθρώποις ἁμαρτημάτων καὶ τῆς κατὰ τὴν κακίαν χύσεως.
 [02431]  Καὶ ταῦτα προκηρύττουσιν οἱ καθάρσια ἁμαρτημάτων ὑπισχνού μενοι.
 [02444]  Ἐπεὶ δὲ καὶ ἡ χάρις τοῦ θεοῦ ἐστι μετὰ πάντων τῶν ἐν ἀφθαρσίᾳ ἀγαπώντων τὸν διδάσκαλον τῶν τῆς ἀθανασίας μαθημάτων, ὅστις ἁγνὸς οὐ μόνον ἀπὸ παντὸς μύσους ἀλλὰ καὶ τῶν ἐλαττόνων εἶναι νομιζομένων ἁμαρτημάτων, θαρρῶν μυείσθω τὰ μόνοις ἁγίοις καὶ καθαροῖς εὐλόγως παραδιδόμενα μυστήρια τῆς κατὰ Ἰησοῦν θεοσεβείας.
 [02498]  Ἡμεῖς δέ, εἴ τις κατανοήσαι ἡμῶν εὐγνωμόνως τὸ ἄθροισμα, πλείονας ἔχομεν παραστῆσαι τοὺς οὐκ ἀπὸ χαλεποῦ πάνυ βίου, ἤπερ τοὺς ἀπὸ ἐξωλεστάτων ἁμαρτημάτων ἐπιστρέψαντας.
 [03918]  Οἰκονομούμενος δ' ὁ λόγος ἁρμόζοντα πλήθεσιν ἐντευξομένοις τῇ γραφῇ ἐπικεκρυμμένως μετὰ σοφίας λέγει τὰ σκυθρωπὰ εἰς φόβον τῶν μὴ δυναμένων ἄλλως ἐπιστρέψειν ἀπὸ τῆς χύσεως τῶν ἁμαρτημάτων·
 [04394]  Οὐδὲν γάρ μοι φαίνεται συμβάλλεσθαι αὐτῷ πρὸς ὃ βούλεται, καὶ μάλιστα ἐπεὶ οὐδεὶς μὲν ἐκείνων περὶ τοῦ γένους τῶν ἀνθρώ πων ἠγωνίσατο, ἵν' αὐτὸ ἐπιστρέψῃ ὅση δύναμις ἀπὸ τῶν ἁμαρτημάτων.
 [05341]  οὐχ ὁρῶν πῶς λέγομεν εἶναι πῦρ τὸν θεὸν ἡμῶν, καὶ τίνων ἀναλωτικόν, ὅτι ἁμαρτημάτων καὶ τῆς κακίας.
 [05553]  οὕτω γὰρ κἂν ἠγωνίασεν ἀνασκευάσαι τὰ εἰρημένα καὶ δεῖξαι ὅτι οὐκ ἔνθεοι ἦσαν οἱ λόγοι, περιέ χοντες ἐπιστροφὴν ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἔλεγχον τῶν τότε ὄντων καὶ πρόγνωσιν περὶ τῶν μελλόντων.
 [06604]  [8.40] Καὶ ἡμεῖς μὲν ὅ τι ποτὲ περὶ κολάσεως λέγοντες καὶ διὰ τῆς περὶ κολάσεως διδασκαλίας πολλοὺς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφομεν·
000-00-00 Serial Number=0376438320
De oratione Ante [Go Back]  
 [00154]  «ὁ μείζων δουλεύσει τῷ ἐλάττονι,» μάτην περὶ ἀφέσεως ἁμαρτημάτων ἀξιοῦμεν ἢ περὶ τοῦ πνεῦμα ἰσχύος λαβεῖν, ἵνα «πάντα» ἰσχύσωμεν ἐνδυναμοῦντος ἡμᾶς Χριστοῦ.
 [00224]  ἀλλ' οὐδὲ ἀφέσεως ἁμαρτημάτων οἷόν τε τυχεῖν τὸν εὐχόμενον, μὴ ἀπὸ τῆς καρδίας ἀφιέντα τῷ πεπλημμεληκότι καὶ συγγνώμης τυχεῖν ἀξιοῦντι ἀδελφῷ.
 [00987]  ὁ δὲ ἐμπνευσθεὶς ὑπὸ τοῦ Ἰησοῦ ὡς οἱ ἀπόστολοι καὶ «ἀπὸ τῶν καρπῶν» γινώσκεσθαι δυνάμενος, ὡς χωρήσας τὸ πνεῦμα τὸ ἅγιον καὶ γενόμενος πνευματικὸς τῷ ὑπὸ τοῦ πνεύματος ἄγεσθαι τρόπον υἱοῦ θεοῦ ἐφ' ἕκαστον τῶν κατὰ λόγον πρακτέων, ἀφίησιν ἃ ἐὰν ἀφῇ ὁ θεὸς καὶ κρατεῖ τὰ ἀνίατα τῶν ἁμαρτημάτων, ὑπηρετῶν ὥσπερ οἱ προφῆται ἐν τῷ λέγειν οὐ τὰ ἴδια ἀλλὰ τὰ τοῦ θείου βουλήματος τῷ θεῷ οὕτω καὶ αὐτὸς τῷ μόνῳ ἐξουσίαν ἔχοντι ἀφιέναι θεῷ.
 [00993]  χρήσιμον δὲ παράδειγμα ἀπὸ τοῦ νόμου λαβεῖν πρὸς τὸ νοηθῆναι τὴν δι' ἀνθρώπων ἄφεσιν ὑπὸ θεοῦ γινο μένην ἀνθρώποις ἁμαρτημάτων.
 [00994]  οἱ κατὰ νόμον ἱερεῖς κωλύονται περί τινων προσφέρειν ἁμαρτημάτων θυσίαν, ἵνα ἀφεθῇ τοῖς, περὶ ὧν αἱ θυσίαι, τὰ πλημμελήματα.
 [00996]  οὕτω τοι γαροῦν καὶ οἱ ἀπόστολοι καὶ οἱ τοῖς ἀποστόλοις ὡμοιωμένοι, ἱερεῖς ὄντες κατὰ τὸν «μέγαν» «ἀρχιερέα,» ἐπιστήμην λαβόντες τῆς τοῦ θεοῦ θεραπείας, ἴσασιν, ὑπὸ τοῦ πνεύματος διδασκόμενοι, περὶ ὧν χρὴ ἀναφέρειν θυσίας ἁμαρτημάτων καὶ πότε καὶ τίνα τρόπον, καὶ γι νώσκουσι, περὶ ὧν οὐ χρὴ τοῦτο ποιεῖν.
 [00997]  ὁ γοῦν ἱερεὺς Ἠλεὶ ἁμαρ τάνοντας ἐπιστάμενος τοὺς υἱοὺς Ὀφνεὶ καὶ Φινεὲς, ὡς μηδὲν δυνά μενος εἰς ἄφεσιν ἁμαρτημάτων αὐτοῖς συνεργῆσαι, καὶ τὸ ἀπογινώ σκειν τοῦτ' ἔσεσθαι ὁμολογεῖ δι' ὧν φησιν·
 [01178]  [31.3] καὶ ἡ γονυκλισία δὲ ὅτι ἀναγκαία ἐστὶν, ὅτε τις μέλλει τῶν ἰδίων ἐπὶ θεοῦ ἁμαρτημάτων κατηγορεῖν, ἱκετεύων περὶ τῆς ἐπὶ τούτοις ἰάσεως καὶ τῆς ἀφέσεως αὐτῶν, εἰδέναι χρὴ ὅτι σύμβολον τυγχάνει τοῦ ὑποπεπτωκότος καὶ ὑποτεταγμένου, Παύλου λέγοντος·
000-00-00 Serial Number=0887939095
De principiis Ante [Go Back]  
 [00173]  εἰ πάντως τῶν σαφεστέρων ἀκούσαντες οἵδε τινὲς ἐπιστρέφουσι, καὶ οὕτως ἐπιστρέφουσιν, ὥστε ἀξίους αὐτοὺς γενέσθαι ἀφέσεως ἁμαρτημάτων, οὐκ ἔστι δὲ ἐπ' αὐ τοῖς τὸ ἀκοῦσαι τῶν σαφεστέρων λόγων, ἀλλ' ἐπὶ τῷ διδάσκοντι, καὶ διὰ τοῦτο οὐκ ἀπαγγέλλει αὐτοῖς σαφέστερον, «μήποτε ἴδωσι καὶ συνῶσιν», οὐκ ἔστιν ἐπ' αὐτοῖς τὸ σωθῆναι·
 [00179]  φανερῶς γὰρ καὶ κατὰ τὸ εὐαγγέλιον ὁ σωτὴρ δείκνυται, ὡς αὐτοὶ φάσκουσιν ἐπὶ τῶν προτέρων, διὰ τοῦτο σαφῶς μὴ φθεγγόμενος, ἵνα μὴ ἐπιστρέψωσιν οἱ ἄνθρωποι, καὶ ἐπι στρέψαντες ἀφέσεως ἁμαρτημάτων ἄξιοι γένωνται·
 [00189]  τάχα δὲ καὶ τίνοντες δίκας τῶν προτέρων ἁμαρτημάτων, ὧν εἰς τὴν ἀρετὴν ἐπλημμέλησαν καταλιπόντες αὐτήν, οὐδέπω τὸν πρέποντα χρόνον ἐκπεπληρώκεσαν τῷ καταλειπομένους αὐτοὺς ἀπὸ τῆς θείας ἐπισκοπῆς, ἐπὶ πλεῖον ἐμφορηθέντας τῶν ἰδίων ἃ ἔσπειραν κακῶν, ὕστερον εἰς βεβαιοτέραν μετάνοιαν καλεῖσθαι, οὐ ταχέως περιπεσουμένους οἷς πρότερον περιπεπτώκεσαν τὸ ἀξίωμα ἐνυβρί σαντες τῶν καλῶν καὶ τοῖς χείροσιν ἑαυτοὺς ἐπιδεδωκότες.
 [00355]  τ Πῶς ἀναγνωστέον καὶ νοητέον τὴν θείαν γραφήν [4.2.1] Μετὰ τὸ ὡς ἐν ἐπιδρομῇ εἰρηκέναι περὶ τοῦ θεοπνεύστους εἶναι τὰς θείας γραφὰς ἀναγκαῖον ἐπεξελθεῖν τῷ τρόπῳ τῆς ἀνα γνώσεως καὶ νοήσεως αὐτῶν, πλείστων ἁμαρτημάτων γεγενημένων παρὰ τὸ τὴν ὁδὸν τοῦ πῶς δεῖ ἐφοδεύειν τὰ ἅγια ἀναγνώσματα τοῖς πολλοῖς μὴ εὑρῆσθαι.
 [00540]  [00540] > [4.3.10] Τάχα δὲ ὥσπερ οἱ ἐντεῦθεν κατὰ τὸν κοινὸν θάνατον ἀποθνῄσκοντες ἐκ τῶν ἐνταῦθα πεπραγμένων οἰκονομοῦνται, εἰ κριθεῖεν ἄξιοι τοῦ καλουμένου χωρίου «ᾅδου», τόπων διαφόρων τυγχάνειν κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων·
000-00-00 Serial Number=0414410889
Dialogus cum Heraclide Ante [Go Back]  
 [00255]  καὶ ὁ ἔσω ἄνθρωπος ἀντιλαμβάνεται εὐωδίας δικαιοσύνης καὶ δυσωδίας ἁμαρτημάτων ἄλλοις μυκτῆρσιν, εὐωδίας μὲν ὡς ὁ ἀπόστολος διδάσκει λέγων·
 [00259]  Ὥσπερ οὖν τοῖς [19] μυκτῆρσιν ἀντιλαμβανόμεθα αἰσθητῆς εὐωδίας καὶ αἰσθητῆς δυσωδίας, οὕτως κατὰ τὸν ἔσω ἄνθρωπον ἔστιν ἀντίλημψις τοῦ ὑγιαίνοντος κατὰ τὰ θεῖα αἰσθη τήρια, εὐωδίας δικαιοσύνης, ἣν εἶχεν ὁ ἀπόστολος, καὶ δυσωδίας ἁμαρτημάτων.
000-00-00 Serial Number=0089573145
Enarrationes in Job Ante [Go Back]  
 [00341]  Οὕτως ἀπὸ τῶν ἁμαρτημάτων πυρέττων τις ἐκκαίεται.
 [00601]  Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου·
 [00803]  Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτημάτων ἡμῶν.
000-00-00 Serial Number=0987853467
Exhortatio ad martyrium Ante [Go Back]  
 [00282]  ἡμεῖς ὑπὲρ ἡμετέρων ἁμαρτημάτων δίκας τίνοντες, ἵν' ἐν τοῖς πόνοις καθαρισθῶμεν, ἑκουσίως «ταῦτα πάσχομεν».
 [00345]  [30] Ὑπομνησθῶμεν δὲ καὶ ὧν ἡμαρτήκαμεν, καὶ ὅτι οὐκ ἔστιν ἄφεσιν ἁμαρτημάτων χωρὶς βαπτίσματος λαβεῖν, καὶ ὅτι οὐκ ἔστι δυνατὸν κατὰ τοὺς εὐαγγελικοὺς νόμους αὖθις βαπτίσασθαι ὕδατι καὶ πνεύματι εἰς ἄφεσιν ἁμαρτημάτων, καὶ ὅτι βάπτισμα ἡμῖν δίδο ται τὸ τοῦ μαρτυρίου·
 [00352]  ὡς γὰρ οἱ τῷ κατὰ τὸν Μωϋσέως νόμον θυσιαστη ρίῳ προσεδρεύοντες διακονεῖν ἐδόκουν δι' αἵματος «τράγων καὶ ταύρων» ἄφεσιν ἁμαρτημάτων ἐκείνοις, οὕτως αἱ ψυχαὶ «τῶν πεπελεκισμένων» ἕνεκεν τῆς μαρτυρίας Ἰησοῦ, μὴ μάτην τῷ ἐν οὐρανοῖς θυσιαστηρίῳ παρεδρεύουσαι, διακονοῦσι τοῖς εὐχομένοις ἄφεσιν ἁμαρτημάτων.
000-00-00 Serial Number=0459211230
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00200]  τῷ τὸν συνιέντα τὰς ῥίζας καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας «παραπτώματα» δύνασθαι ἂν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς «ἁμαρτίαις.».
 [00486]  ἄλλος δέ τις μηδὲν ἡγούμενος διαφέρειν τὸ χαριζόμενοι ἑαυτοῖς τοῦ «χαριζό μενοι ἀλλήλοις,» ἰσοδυναμοῦν οἰήσεται λέγεσθαι τ<ῷ> χαριζόμενοι ἀλλήλοις μάλιστα διὰ τὸ καθὼς ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν, καὶ ἐνέγ<ξ>ει ταῦτα ἐπὶ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, λέγων δεῖν ἡμᾶς ἀφιέναι τοῖ εἰ ἡμᾶ ἁμαρτά νουιν, ὡ καὶ ἡμῖν ἀφῆκε τὰ ἁμαρτήματα ὁ Θεός.
 [00571]  μήποτ' οὖν ἐπείπερ ἔστι καὶ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπερ ἐπὶ κρείττονος τετηρήκαμεν λέγεσθαι, ἔστι δέ τι καὶ δεύτερον ἡ ψυχὴ τὸ καὶ νόσου καὶ θανάτου ἐκ τῶν ἁμαρτημάτων δεκτικόν, τὸ μὲν ἔγειρε ὁ καθεύδων λέγεται διὰ τὸ πνεῦμα, τὸ δὲ ἀνάστα ἐκ τῶν νεκρῶν διὰ τὴν ψυχήν·
000-00-00 Serial Number=0734041750
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00099]  ἀπορρεῖ γὰρ τὰ δόγματα τῶν ἀμελούντων, ἐκθλιβόμενα ὑπὸ τῶν χώραν ἰσχόντων ἁμαρτημάτων παρὰ τῷ τῶν κρειττόνων ἀμελοῦντι, οὐδα μῶς ἴσχοντα τὴν ἐκ λόγου βοήθειαν.
 [00102]  αὐτὴ δὲ ἐφ' οἷς πέπονθε διὰ τὰ ἁμαρτήματα, σάλῳ καὶ ἀτιμίᾳ τῇ ἀπὸ τῶν ποτε δοξαζόντων περιπεσοῦσα, στενάζουσα οὐκέτι εἰς τὸ ἔμπροσθεν ἐλήλυθε τῶν ἁμαρτημάτων, ἀλλὰ μειώσασα αὐτὰ ὀπίσω ἀνακεχώρηκεν.
 [00106]  [22] ∆ηλοῖ τὴν ἀνακοπὴν τῶν ἁμαρτημάτων τῆς Ἱερουσαλήμ, οὐκέτι «τοῖς ἔμπροσθεν ἐπεκτεινομένης» τῶν πταισμάτων οὐδὲ ἐν τῇ νομῇ τῶν ἁμαρτημάτων γινομένης, ἀλλ' ἀποστρεφομένης
000-00-00 Serial Number=0280338764
Fragmenta in Psalmos Ante [Go Back]  
 [00590]  ουπω δὲ τῆς ἀληθινῆς ἀμπέλου τὸν οινον, καὶ ἀναπαύεται διὰ λυτροῦ παλιγγενεσίας, ἀποτιθέμενος τὸ τῶν ἁμαρτημάτων φορτίον.
 [00952]  Οὐκ εστιν εἰπεῖν ταῦτα τοὺς μὴ τῶν ἰδίων ἁμαρτημάτων αἰσθανομένους·
 [00958]  Πάλιν ἐκεῖνος αἰσθάνεται τῆς δυσωδίας τῶν ἰδίων ἁμαρτημάτων, ὁ τὴν χοιρώδη ζωὴν ἀποθέμενος, καὶ θείαν αισθησιν ἐκ τοῦ λό γου λαβὼν τοῦ Θεοῦ.
 [00962]  Εὰν δέ που ἀπόθηται ὁ ἁμαρτωλὸς, ιν' ουτως οὐ νομίζων τὴν χοί ρων αισθησιν, ἀναλαμβάνῃ ἐκ τοῦ λόγου τοῦ Θεοῦ αισθησιν, ὡς αἰσθάνεσθαι τῆς δυσ ωδίας τῶν ἰδίων ἁμαρτημάτων, θέλει ουν παραστῆναι τὸν μετανοοῦντα λέγοντα·
 [03016]  Ακουε Παύλου περὶ τῶν μικροτέ ρων λέγοντος ἁμαρτημάτων·
 [05809]  ∆ιώκουσιν αἱ δυνάμεις αἱ ἀντικεί μεναι, κινοῦσαι πρὸς ἁμαρτίαν, διὰ οἰκείων, διὰ γυναικὸς μαχίμου τε καὶ γλωσσώδους, δι' οἰκέτου ἀτάκτου, δι' ἑτέρων πολλῶν, δι' αὐτῶν τῶν ἁμαρτημάτων·
 [05868]  Ασκητέον ουν τὴν δειλιὰν, τὴν ἀπὸ τῶν λόγων τοῦ Θεοῦ, ιν' ἀποστῶμεν ἀ πὸ τῶν ἁμαρτημάτων, καὶ μάλιστα τῆς φο βερᾶς ἁμαρτίας τοῦ ἀρνήσασθαι τὸν ὑπὲρ ὑμῶν ἀποθανόντα.
 [05886]  πόλεμος οὐχ απτεται τῆς ψυχῆς αὐτοῦ, οὐδὲν γὰρ τῶν ἁμαρτημάτων ἐκκαίει τὴν ψυχὴν αὐτοῦ, καὶ ατε εἰρήνην εχων, τοιοῦτος γεγένηται, ινα ὑπὸ μηδενὸς ετι σκανδαλισθήσεται·
000-00-00 Serial Number=0216582000
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00151]  ἀλλὰ μὴν πᾶσαν σκιὰν καὶ εἰκόνα περιέγραψεν, καὶ πάντων ἁμαρτημάτων ἄφεσιν παρέχει τοῖς προσφεύγουσι διὰ μετανοίας αὐτῷ.
 [00203]  πλὴν εἰ καὶ διὰ Μωσέως ὁ νόμος δίδοται, ἀλλά γε «Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ «ἐγένετο», τῆς χάριτος δι' ἀφέσεως ἁμαρτημάτων κωλυούσης τὴν ἐκ τοῦ νόμου κατὰ τῶν ἁμαρτωλῶν κόλασιν·
 [00520]  καὶ οἱ νοητοὶ δὲ ὄφεις θανάτῳ τοὺς ἀνθρώπους ὑπέβαλον δι' ἁμαρτημάτων;
 [00726]  δι' ἀμ φοῖν δὲ πρὸς ἐπίστασιν ἄγων θειοτέρας ὑπολήψεως, μονονουχὶ λέγων «Εἰ τὸν Ἰακὼβ ἄγεις ἐν μείζονι τιμῇ καὶ θαυμασίῳ κατορθώ ματι, ἐπεὶ παρέσχεν ὑμῖν ὕδωρ ἐξ οὗ πάλιν ὁ πίνων εἰς τὴν αὐτὴν ἐπαναστρέφει δίψαν, τίνα ἄν σε λογίσασθαι χρὴ ὃς ὕδωρ παρασχεῖν ἐστὶ δυνατὸς οὐ σωματικὴν δίψαν ἐν ὀλίγῳ χρόνῳ πραΰνον, ἀλλὰ δυνάμενον τῷ πιόντι πηγὴ χρηματίσαι ὕδατος ἀεννάου, καὶ παρέχειν ῥεῖθρα σωτηρίας, ἃ τοῖς ἀρυσαμένοις καταρδεύει καὶ προξενεῖ ζωὴν τὴν αἰώνιον;» ὥσπερ γὰρ τὸ ὕδωρ θεραπεύει μὲν τὴν δίψαν κα θαίρει δὲ τὸν ἔξωθεν τοῦ σώματος μολυσμόν, οὕτω καὶ τὰ νοερὰ καὶ οὐράνια τῆς διδασκαλίας τοῦ Ἰησοῦ νάματα καὶ ἡ περὶ αὐτοῦ θειοτέρα ὑπόληψις ἰᾶται μὲν τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν, καθαίρει δὲ τὴν ψυχὴν τῶν ῥυπασμάτων, ἣν ἁμαρτημάτων κατερρύπωσεν μολυσ μὸς καὶ λογισμὸς ζοφώδης δυσσεβούντων δοξασμάτων.
 [00995]  τάχα δὲ κατὰ τοῦτο εἰς καθαίρεσιν τῶν τῇ φύσει τοῦ σώματος ἀκολουθησάντων ἁμαρτημάτων τεσσαρά κοντα νηστεύει Μωσῆς ἡμέρας, ὁμοίας δὲ καὶ Ἡλίας, καὶ ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων ὁ σωτήρ.
 [01259]  «Σειραῖς τῶν «ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται», τουτέστιν κολάζεται.
000-00-00 Serial Number=0619949460
Homiliae in Job Ante [Go Back]  
 [00186]  [370] Εἰκὸς γὰρ, διὰ τὸ ἀναρίθμητόν σου τῶν ἁμαρτημάτων καὶ τὸ πλῆθός σου τῶν πταισ μάτων, ταῦτά σοι ἐπεληλυθέναι.
 [00247]  Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου·
 [00285]  οὐ γὰρ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τοῦτο χωρὶς ἁμαρτημάτων λέγω.
000-00-00 Serial Number=0961055577
Homiliae in Lucam Ante [Go Back]  
 [00413]  Τὰ παιδία βαπτίζεται «εἰς ἄφεσιν ἁμαρτημάτων».
 [00476]  τότε ἀπεκαλύφθησαν, ἵνα ἀποκαλυ φθέντας αὐτοὺς ἀφανίσῃ ὁ ὑπὲρ τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀποθνῄ σκων.
 [00782]  [35.203] «λεπτὸν» δέ ἐστι τὸ ἐλάχιστον ἁμάρτημα, «κοδράντης» δέ, ὡς ὁ Ματθαῖός φησιν, τὸ πλῆθος τῶν ἁμαρτημάτων.
000-00-00 Serial Number=0721611738
In Jeremiam Ante [Go Back]  
 [00081]  «Μὴ οὖν βασι λευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι», βλέπων δὲ καὶ τὰ πολλὰ εἴδη τῶν ἁμαρτημάτων, τροπολόγει καὶ τὰ ἔθνη καὶ τὰς βασιλείας, τὰ φαῦλα τὰ ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὄντα, ἅτινα ἐκριζοῦται καὶ κατασκάπτεται ὑπὸ τῶν δεδομένων εἴτε Ἱερεμίᾳ εἴτε ᾡτινιοῦν λόγων τοῦ θεοῦ·
 [00212]  μία βασιλεία ἐστὶν αὐτὸ <τὸ> γενικὸν ἁμάρτημα τῆς πλεονεξίας καὶ τῆς ἀποστερήσεως, καὶ εἰσὶ πολλαὶ βασιλεῖαι ἐν τοῖς πολλὰ εἴδη ἔχουσιν ἁμαρτημάτων, εἶτα καθ' ἕκαστον τῶν ἁμαρτω λῶν νόει μοι τὰ ἔθνη τὰ ὑπὸ τὴν βασιλείαν, ὡς εἰπεῖν, ὅτι ὁ δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν πορνείαν, ὁ δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν ἀπο στέρησιν, τῆς κατὰ τὴν καταλαλιάν, τῆς κατὰ τὴν ὀργήν.
 [00309]  ∆ιὰ τοῦτο τὰς διαφορὰς τῶν ἁμαρτημάτων ἐπιστάμενος ὁ ἐν τῷ Ἡσαΐᾳ κύριος ὅρα πῶς λέγει τὸ «ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως», ῥύπον καὶ αἷμα, ῥύπον <πνεύματι> κρίσεως, αἷμα πνεύματι καύσεως.
 [00361]  κατηγορεῖ γὰρ τῶν ἁμαρτιῶν τοῦ Ἰσραὴλ ὡς λόγος, καί φησιν ὅτι τοσούτων ἁμαρτημάτων γεγενημένων τῷ Ἰσραήλ, ἀκούσασα ἡ Ἰούδα συναγωγὴ τὰ ἐκείνων πταίσματα καὶ τίνα τρόπον πεποίηκα αὐτοὺς γενέσθαι ἐν αἰχμαλωσίᾳ, οὐκ ἐπαιδεύθη, ἀλλὰ προσέθηκε ταῖς ἁμαρτίαις, ὥστε διὰ τὴν προσθήκην τῶν ἁμαρτημάτων συγκρινομένων τοῖς ἁμαρτήμασι τοῦ Ἰσραὴλ δικαιοσύνην εὑρῆσθαι ἐν τῷ Ἰσραὴλ παρὰ τὸν Ἰούδαν.
 [00373]  μετὰ τοσαῦτα δὲ ἃ ἐποίησε τῷ Ἰσραήλ, ἐξαποστείλας αὐτόν, δοὺς βιβλίον ἀποστασίου, δέον παιδευθῆναι τὴν Ἰούδα συναγωγὴν ἐξ ὧν πεπόνθασιν ἐκεῖνοι, οἳ δὲ οὐ μόνον οὐκ ἐπαιδεύθη σαν, ἀλλὰ προσέθηκαν τοῖς ἁμαρτήμασιν, ὥστε τὰ ἁμαρτή ματα τῆς Ἰσραὴλ συναγωγῆς συγκρίσει τῶν ἁμαρτημάτων τῆς συναγωγῆς τοῦ Ἰούδα δικαιοσύνην εἶναι δοκεῖν, «καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς·
 [00407]  [4.4] Ἐὰν οὖν λέγῃ ὡς πρῶτον ἐξαπέστειλα διὰ τὰ ἁμαρτή ματα τὸν Ἰσραὴλ καὶ ἐξαπέστειλα εἰς μετοικίαν αὐτόν, ὁ δὲ Ἰούδας ἀκούων τὰ γενόμενα τῷ Ἰσραὴλ οὐκ ἐπέστρεψε, λέγει περὶ τῶν ἡμετέρων ἁμαρτημάτων.
 [00561]  εἶτα ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων, ἐν οἷς καὶ οἱ πατέρες ἡμῶν γεγόνασιν καὶ ἡμεῖς αὐτοὶ εἰδω λολατροῦντες, φαμέν·
 [00643]  Καὶ ἡμεῖς οὖν ἐξομολογησώμεθα τὰς ἁμαρτίας, εἴθε μὴ χθιζάς, εἴθε μὴ τριθημερινάς, ἀλλ' εἴθε ἐξομολογούμενοι ἐξομολογησώμεθα περὶ ἁμαρτημάτων πρὸ πεντεκαίδεκα ἐτῶν γεγενημένων, τῷ μηκέτι ἁμαρτίαν ἔχειν μετ' ἐκεῖνα ἐπὶ πεντεκαίδεκα ἔτη·
 [00644]  εἰ δὲ χθὲς ἡμάρ τομεν, οὔπω ἀξιόπιστοί ἐσμεν ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων ἡμῶν, οὐδὲ χώραν ἔχει ἀπαλειφθῆναι τὰ ἁμαρτήματα ἡμῶν ταῦτα.
 [00935]  οὐ κτίσαντα τὸν κόσμον, ἀλλὰ ἀλλότριον τοῦ κυρίου τῆς κακίας, ἀλλότριον τῶν παρόντων ἁμαρτημάτων.
 [01216]  ὅταν γὰρ εὑρεθῇ ἔν τισι χρηματίζουσιν ἀπὸ τῆς ἐκκλησίας «σύνδεσμος ἀδικίας» καὶ σύνδεσμος τῶν ἁμαρτημάτων, ὥστ' ἂν ἐφαρμόσαι ἐπὶ τοῦ ἁμαρτωλοῦ τὸ «σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγε ται», λέγοι ἂν ὁ θεός·
 [01582]  εἰ δὲ βούλει τολμηρότερόν με εἰπεῖν, ἔστω ἐν τῇ δεξιᾷ χειρὶ τοῦ θεοῦ τὸ ποτήριον τῶν ἔργων σου τῶν ἀγαθῶν, εἶτα ἔστω τὸ ποτήριόν σου τῶν ἁμαρτημάτων ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ θεοῦ.
 [01585]  οὔτε γὰρ μόνον δύνασαι πιεῖν τὸ τῶν ἀγαθῶν ποτήριον, ὡς οὐ μόνον ἀγαθὰ ἔργα πεποιηκώς, οὔτε δύνασαι πιεῖν μόνον τὸ τῶν ἁμαρτημάτων ποτήριον, χρηστὰ γάρ σοι πέπρακταί τινα.
 [01588]  κατὰ τὴν ἀναλογίαν γάρ, ὡς προεῖπον, τῶν ἁμαρτημάτων συγκρινομένων τοῖς ἀγαθοῖς ἀμβλύνεταί πως ἢ οὐκ ἀμβλύνεται ὁ ἀπὸ τοῦ ποτηρίου τῆς ὀργῆς † ποσῶς διδομένης ἑκάστῳ τῶν ἁμαρτημάτων.
 [01648]  <τίς> τῶν φαύλων καὶ διὰ τοὺς φόβους τῶν κολαστηρίων παυομένων τῶν ἁμαρτημάτων οὐκ ἐπιτριβήσεται, οὐ χείρων ἔσται;
 [01758]  διδόασιν <μὲν οὖν τινες δόξαν τῷ θεῷ>, οὐ διδόασι δὲ δόξαν τῷ θεῷ οἱ τὰ ἐναντία τῇ δόξῃ τοῦ θεοῦ ποιοῦντες διὰ τῶν ἁμαρτημάτων.
 [02060]  οὐκοῦν ἀνέλαβε τὴν ἀσθένειαν τῶν ἁμαρτημάτων ἡμῶν καὶ ἐφόρεσεν ἡμᾶς καὶ ἦλθε πρὸς τοὺς καταρωμένους αὐτόν, καὶ ἡ ἰσχὺς αὐτοῦ ἐξέλιπεν ἀπὸ τῶν καταρωμένων ἀπ' οὐρανῶν καταβαίνοντος.
 [02478]  [16.5] ἵν' οὖν μὴ ὑπολαμβάνωσιν οἱ ἁλιευθέντες καὶ μετὰ ταῦτα εἰς τὰ ὄρη ἐλθόντες, ὅτι ἐκ δικαιοσύνης αὐτοῖς ταῦτα γεγένηται, ὑπομιμνῄσκει οὐ μόνον ἐκείνους, ἀλλὰ καὶ ἡμᾶς ὁ λόγος τῶν προτέρων ἁμαρτημάτων.
 [02489]  τίς οὐκ ἀπολήψεται τὰς ἁμαρτίας ἢ ὁ μετὰ τὸ πιστεῦσαι καὶ λαβεῖν ἄφεσιν ἁμαρτημάτων (ὡς ἀκοῦσαι τοῦ Ἰησοῦ λέγοντος·
 [02491]  εἰ δὲ μετὰ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων καὶ τὴν οἰκονομίαν τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἁμαρτάνοιμεν, ὥσπερ ἡμεῖς οἱ πολλοὶ οἱ μὴ τελειω θέντες ὡς οἱ ἀπόστολοι, μετὰ τὸ ἁμαρτάνειν δὲ καὶ σὺν τῷ ἁμαρ τάνειν τινὰ δεόντως πράττοιμεν, τί ἡμᾶς περιμένει, κατανοητέον.
 [02586]  ἐγυμνώθη μου τὸ στῆθος καὶ ἡ καρδία ἔχουσα τὰ γράμματα ἐγγεγραμμένα τῆς ἁμαρτίας «ἐν τῷ γραφείῳ τῷ σιδηρῷ, τῷ ὄνυχι τῷ ἀδαμαντίνῳ», καὶ πάντες ἀναγινώ σκουσιν ἐν τῷ στήθει μου καὶ ἐν τῇ καρδίᾳ μου τοὺς τύπους μου τῶν ἁμαρτημάτων.
 [02853]  ἐξελέξατο ὁ θεὸς τοὺς πατέρας, ἐπαγγελίαν δέδωκεν αὐτοῖς, ἐξήγαγε λαὸν ἐκ τοῦ γένους τῶν πατέρων ἀπὸ Αἰγύπτου, ἐμακροθύμησεν ἐπ' αὐτοῖς ἁμαρτάνουσιν, ἐπαίδευσεν αὐτοὺς ὡς πατήρ, εἰσήγαγεν αὐτούς, ἔδωκεν αὐτοῖς γῆν ἐπαγγελίας, ἔπεμψεν αὐτοῖς προφήτας κατὰ καιρούς, ἐπαίδευσε καὶ ἐπέστρεψεν αὐτοὺς ἀπὸ τῶν ἁμαρτημάτων.
 [02985]  βίον γὰρ συγκρίνωμεν ἐκείνων τῶν ἡμαρτηκότων τῷ βίῳ τῶν ἐπιστρεψάντων καὶ πιστευσάντων, καὶ εἰσόμεθα ὅτι ἐκεῖνοι μὲν φρικτὰ πεποιήκασι «τὸν κύριον τῆς δόξης» ἀποκτείναντες, οὗτοι δέ, ἐκείνων φρικτὰ ποιησάντων, ἐπέ στρεψαν πρὸς αὐτόν, ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ κόσμου ὑπ' ἐκείνων ἀναιρεθέντα καὶ ἀποθανόντα.
 [03146]  μέλλει μετοικίζεσθαι κατὰ τὴν ἀξίαν τῶν ἁμαρτημάτων ὁ Πασχὼρ οὗτος εἰς Βαβυλῶνα, οὐ μόνος, ἀλλὰ καὶ μετὰ τῶν φίλων αὐτοῦ.
 [03185]  ἐὰν οὖν εἰδῇς ἐν τιμῇ ὢν καὶ κληθεὶς εἰς τὴν τιμὴν πάλιν σεαυτὸν διὰ τῶν ἁμαρτημάτων ὑβρίσῃς, τὴν τιμὴν τῆς Ἱερουσαλὴμ παραλαμ βάνει ὁ Βαβυλώνιος βασιλεύς.
 [03662]  ὧν ἁμαρτημάτων ἐὰν μὴ τάχιον ἀπαλλαγῶμεν, ἐν τούτοις ἐσόμεθα.
000-00-00 Serial Number=0775819719
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00161]  «Καιρὸς» δὲ πάλιν καὶ τῆς τῶν ἁμαρτημάτων ἐκκοπῆς καὶ ἀφέσεως «διὰ λουτροῦ παλιγγενεσίας».
000-00-00 Serial Number=0543066382
Philocalia Ante [Go Back]  
 [00236]  [1.8] Μετὰ τὸ ὡς ἐν ἐπιδρομῇ εἰρηκέναι περὶ τοῦ θεο πνεύστους εἶναι τὰς θείας γραφὰς, ἀναγκαῖον ἐπεξελθεῖν τῷ τρόπῳ τῆς ἀναγνώσεως καὶ νοήσεως αὐτῶν, πλείστων ἁμαρτημάτων γεγενημένων παρὰ τὸ τὴν ὁδὸν τοῦ πῶς δεῖ ἐφοδεύειν τὰ ἅγια ἀναγνώσματα τοῖς πολλοῖς μὴ εὑρῆσθαι.
 [00510]  Τάχα δὲ ὥσπερ οἱ ἐντεῦθεν κατὰ τὸν κοινὸν θάνατον ἀποθνήσκοντες ἐκ τῶν ἐνταῦθα πεπραγμένων οἰκονομοῦνται, εἰ κριθεῖεν ἄξιοι τοῦ καλουμένου χωρίου ᾅδου, τόπων διαφόρων τυγχάνειν κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων·
 [02289]  Ἐγώ σε πονηρὸν ἐποίησα, καὶ Ἐγώ σοι αἴτιος γέγονα τῶν τηλικούτων ἁμαρτημάτων.
 [02353]  Εἰ πάντως τῶν σαφεστέρων ἀκούσαντες οἵδε τινὲς ἐπιστρέφουσιν, καὶ οὕτως ἐπιστρέφουσιν ὥστε ἀξίους αὐτοὺς γενέσθαι ἀφέσεως ἁμαρτημάτων, οὐκ ἔστι δὲ ἐπ' αὐτοῖς τὸ ἀκοῦσαι τῶν σαφεστέρων λόγων ἀλλ' ἐπὶ τῷ διδάσκοντι, καὶ διὰ τοῦτο οὐκ ἀπαγγέλλει αὐτοῖς σαφέστερον, μήποτε ἴδωσι καὶ συνιῶσιν·
 [02364]  φανερῶς γὰρ καὶ κατὰ τὸ εὐαγγέλιον ὁ σωτὴρ δείκνυται, ὡς αὐτοὶ φάσκουσιν ἐπὶ τῶν προτέρων, διὰ τοῦτο σαφῶς μὴ φθεγγόμενος ἵνα μὴ ἐπιστρέψωσιν οἱ ἄνθρωποι καὶ ἐπιστρέψαντες ἀφέσεως ἁμαρτημάτων ἄξιοι γένωνται·
 [02375]  τάχα δὲ καὶ τίνοντες δίκας τῶν προτέρων ἁμαρτημάτων, ὧν εἰς τὴν ἀρετὴν ἐπλημμέλη σαν καταλιπόντες αὐτὴν, οὐδέπω τὸν πρέποντα χρόνον ἐκπεπληρώκεσαν·
 [02740]  ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ προκαταπε σεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ' αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ αἰτία γένηται τῶν ἁμαρτημάτων·
 [03480]  εἰ δὲ μὴ μάτην, αἴτιος ἐτύγχανε τῶν ἁμαρτημάτων τῶν κατὰ τὴν ἀπείθειαν ὁ Φαραώ·
 [03545]  οὐ γὰρ καθάπερ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης, ἕως εἰς τέλος ἀφιεμένων αὐτῶν τῶν ἁμαρτημάτων ὕστερον αὐτοὺς ἐκδικῇ, οὕτως καὶ ἐφ' ἡμῶν ἔκρινεν·
000-00-00 Serial Number=0639214575
Philocalia sive Ecloga Ante [Go Back]  
 [00130]  «Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν·» ἀλλ' οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων, ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ προκαταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ' αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ αἰτία γένηται τῶν ἁμαρτημάτων·
 [00631]  εἰ δὲ μὴ μάτην, αἴτιος ἐτύγχανε τῶν ἁμαρτημάτων τῶν κατὰ τὴν ἀπείθειαν ὁ Φαραώ·
 [00694]  οὐ γὰρ καθάπερ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης, ἕως εἰς τέλος ἀφιεμένων αὐτῶν τῶν ἁμαρτημάτων ὕστερον αὐτοὺς ἐκδικῇ, οὕτως καὶ ἐφ' ἡμῶν ἔκρινεν·
000-00-00 Serial Number=0594605446
Scholia in Apocalypsem Ante [Go Back]  
 [00041]  νοήσομεν δὲ τοῦτο χρησάμενοι παραδείγματι, φέρε εἰπεῖν, κρίσει λαοῦ μετὰ τῶν ἐπισκόπων καὶ κρίσει υἱῶν μετὰ τοῦ πατρὸς καὶ κρίσει μανθανόντων μετὰ τοῦ διδασκάλου, ὅτε ποτὲ μὲν ὁ λαὸς τὴν αἰτίαν τῶν ἁμαρτημάτων αὐτοῦ δείξει παρὰ τῶν ἐπισκόπων γεγονέναι, ποτὲ δὲ ὁ ἐπίσκοπος, παραστήσας πάντα τὰ παρ' ἑαυτοῦ πεποιηκέναι <μηδὲ> ἐλλελοιπέναι τι τῶν ἐπιβαλλόντων σπουδαίῳ ἄρχοντι, τῶν ἐγκλημάτων ἔνοχον ἀποδείξει τὸν λαόν.
000-00-00 Serial Number=0684426486
Scholia in Lucam Ante [Go Back]  
 [00470]  Οὐδὲ γὰρ μετενοήσαμεν ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν.
 [00698]  Καὶ τὸν κονιορτὸν, τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν, ἀπομαξόμεθα ὑμῖν Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς δικαίως ἂν εἰς ὑμᾶς ἐπανέλθῃ.
000-00-00 Serial Number=0484482408
Scholia in Matthaeum Ante [Go Back]  
 [00209]  Ὁ δὲ Κύριος ἐπιτείνει τοῦτο ἐν τῷ αὐτῷ τρόπῳ, ἀναλόγως γὰρ μονάδος πρὸς δεκάδας καὶ ἑκατοντάδας, ὡς τὸν ὑπερβάντα τὰ κοσμικὰ μηκέτι ἔχειν ἄφεσιν τῶν ἁμαρτημάτων·
000-00-00 Serial Number=0063257515
Selecta in Ezechielem Ante [Go Back]  
 [00341]  πλοκὴν δέ φησι τὴν ἀναπλήρωσιν τῶν ἁμαρτημάτων.
000-00-00 Serial Number=0827603579
Selecta in Psalmos Ante [Go Back]  
 [02815]  Ἐπὰν οὖν τὰ περὶ πάντων τῶν ἁμαρτημάτων κρίματα πάντα πρὸ ὀφθαλμῶν τις ἔχῃ, ἐρεῖ·
 [03062]  [12.1245] Τοῦ αὐτοῦ «Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος» Ἁγνεία ἐστὶν ἁμαρτημάτων ἀποχὴ, καὶ ὁ φόβος ἁγνὸς, ὡς ἁγνοῦς ποιῶν·
 [07065]  Χωρίζεται δὲ ἡμῶν διὰ τὸ δυσῶδες τῶν ἡμετέρων ἁμαρτημάτων, καθώς φησι προφήτης ἕτερος·
 [08656]  Ἀνάπαυσις τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποκοπή·
 [08658]  Ὅθεν καὶ τὸ βά πτισμα, ὡς ἀπαλλαγὴν ἁμαρτημάτων ἔχον, «ὕδωρ ἀναπαύσεως» ὁ ∆αυῒδ προσηγόρευσε.
 [08727]  ∆εσμοὶ δὲ καὶ αἱ προσγινό μεναι σειραὶ τῶν ἁμαρτημάτων·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»