Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ψυχαγωγῶν [20]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ψυχαγωγῶν


000-00-00 Serial Number=0592178285
Commentaria in Isaiam Ante [Go Back]  
 [00158]  Ἐκείνης τοίνυν αὐτοὺς ἀπαλλάξαι τῆς πλάνης βουληθεὶς ὁ θεὸς καὶ θυσιῶν καὶ μουσικῶν ὀργάνων ἠνείχετο, τὴν ἐκείνων ὑπερείδων ἀσθένειαν καὶ τὴν μειρακιώδη γνώμην ψυχαγωγῶν.
000-00-00 Serial Number=0638912559
De providentia orationes decem Ante [Go Back]  
 [01442]  Ἐπειδὴ τοίνυν τὰ πλεῖστα τῶν τῆς ψυχῆς κινημάτων ἐν τοῖς προσώποις παραδηλοῦται, ὁ θαυμάσιος ἐκεῖνος ἀθλητὴς, οἷόν τισιν ἀγγέλοις τῆς ψυχῆς χρώμενος τοῖς προσώποις, τοὺς ἀθυμοῦντας διετέλει ψυχαγωγῶν.
000-00-00 Serial Number=0716910422
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00267]  [33] ..., ἔλαβεν ἐξουσίαν καὶ τῶν ὑπάρχων πρῶτος ἀναγορευθείς, ἀλλ' ὅτι σοφίας γέμων ἀνήρ, εὐεργετεῖν ἐπιστάμενος, τιμῶν ἀρετήν, ἄρχειν εἰδώς, ἀκλινῆ τὰ τῆς δίκης κατέχων στάθμια, ζυγοῦ περὶ τὸ δίκαιον ἀκριβέστερος, ἐλεεῖν τοὺς ἀρχομένους ἐσπουδακώς, φιλανθρωπίᾳ συμβούλῳ κεχρημένος, τὰς πόλεις ἀνεγείρων κειμένας, τὰ τούτων βουλευτήρια ψυχοῤῥαγοῦντα καὶ μόνοις ὀνόμασιν γνωριζόμενα πρὸς ζωὴν ἐπανάγων, τοὺς κεκτημένους καὶ συντελεῖν ἠναγκασμένους καὶ λοιπὸν ἀπει πόντας ψυχαγωγῶν τῇ τῆς ἐξουσίας δυνάμει, καὶ ἁπαξαπλῶς πάντα ποιῶν, ἃ τὸν τῶν ὅλων πρύτανιν θεραπεύει Θεὸν καὶ τὸν πάντων ἡμερώτατον βασιλέα·
000-00-00 Serial Number=0265814781
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00953]  Ταῦτα δὲ διεξῆλθον, οὐκ ἐκ τῆς τῶν ἀλόγων εἰκόνος εἰς ὑπομονὴν καὶ καρτερίαν τὴν ὑμετέραν φιλοθεΐαν ἀλείφων, ἀλλ' ἐμαυτὸν ἐπὶ τῇ ἀθυμίᾳ ψυχαγωγῶν, καὶ πείθων, ὡς οὐ καταλείψετε τοῦ Χριστοῦ τὴν ποίμνην τῶν λύκων ἐπιόντων ἀποίμαντον·
 [02441]  Τοῦτο δὲ καὶ αὐτὸς ὁ Κύριος προτεθέσπικεν, τοὺς ἱεροὺς αὑτοῦ ψυχαγωγῶν μαθητάς.
000-00-00 Serial Number=0957907856
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01084]  Καὶ τῷ Ἰωσὴφ δὲ ἐξανδραπο δισθέντι καὶ δούλῳ γενομένῳ, κἀν τῇ δεσποτικῇ συνῆν οἰκίᾳ, κἀν τῷ δεσμωτηρίῳ παρῆν, καὶ παντα χοῦ διὰ τῶν δικτύων παρακύπτων ψυχαγωγῶν αὐτὸν διετέλει.
 [01108]  Οὕτω καὶ ὁ νυμφίος ἐνταῦθα τὴν Ἐκκλησίαν αὐτοῦ κάμνουσαν ἐν τοῖς πειρασμοῖς ψυχαγωγῶν καὶ παραμυθούμενος, καὶ ἐκ τῶν θυρί δων παρακύπτων, καὶ ἀπὸ τῶν δικτύων ἐκκύπτων, παρακαλεῖ αὐτὴν ἀναστῆναι, καὶ πρὸς αὐτὸν ἀναπτῆ ναι.
000-00-00 Serial Number=0802710176
Graecarum affectionum curatio Ante [Go Back]  
 [03211]  Ἐπειδὴ γὰρ ἐκ τοῦ σπέρματος ἐκείνων τὴν ἀνθρωπείαν φύσιν λαβὼν ὁ Μονογενὴς ἐνηνθρώπησεν, ἐνανθρωπήσας δὲ καὶ τὴν οἰκονομίαν τελέσας εἰς ἅπασαν τὴν οἰκουμένην τοὺς ἀπο στόλους ἐξέπεμψε καὶ προσέταξε μαθητεῦσαι πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, πιστεύσαντα δὲ τὰ ἔθνη τῆς σωτηρίας ἀπέλαυσεν, εἰκότως ἄρα καὶ τῷ Ἁβραὰμ καὶ τοῖς ἐξ ἐκείνου τήνδε παρέσχε τὴν εὐλογίαν, καὶ αὐτοῖς δῆλα ποιῶν τὰ ἐσόμενα καὶ τὸ μέγεθος τοῦ γέρως ἐπιδεικνὺς καὶ τοὺς τῶν θείων ἐπαΐοντας λογίων τῇ τῆς σωτη ρίας ἐλπίδι ψυχαγωγῶν.
000-00-00 Serial Number=0692558587
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02490]  Καὶ Θεσσαλονικεῦσι δὲ λίαν ἐπὶ τοῖς τελευτῶσιν ἀθυμοῦσι ψυχαγωγῶν, τὸν περὶ τῆς ἀνα στάσεως αὐτοῖς προσενήνοχε λόγον.
000-00-00 Serial Number=0187747240
Interpretatio in Ezechielem Ante [Go Back]  
 [05303]  Ῥᾴδιον ἦν καὶ λίαν εὐπετὲς, πάσῃ τῇ γῇ τοῦ Ἰσραὴλ συντόμως ἐπαγγείλασθαι τὰ ἀγαθὰ, ἀλλὰ κατ' εἶδος καὶ ὀρῶν, καὶ φαράγγων, καὶ βουνῶν, καὶ πόλεων, καὶ τῶν ἄλλων ἁπάντων μέμνηται, τοὺς διὰ τὴν ἐρημίαν ἀθυμοῦντας ψυχαγωγῶν.
000-00-00 Serial Number=0895479620
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02767]  Ἐπιμένει δὲ αὐτὴν ταῖς χρησταῖς ἐπαγγελίαις ψυχαγωγῶν.
000-00-00 Serial Number=0129887462
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01297]  Σὺ δὲ ἀπὸ τοῦ τῆς φύσεως ὕψους φαινόμενος τῆς σῆς ἀξιοῖς κηδεμονίας τοὺς ὑπ' ἐκείνων πολεμουμένους, νῦν μὲν ψυχαγωγῶν ἐν ταῖς θλίψεσι, μετὰ βραχὺ δὲ τελείαν τὴν σωτηρίαν δω ρούμενος.
 [05078]  Τὰ λυπηρὰ προειρηκὼς ὁ προφητικὸς λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ, τὰ θυμήρη λοιπὸν προαγο ρεύει, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν, καὶ διδάσκων, ὅτι καὶ νικήσουσι, καὶ διαρκέσουσι, καὶ τῆς παρὰ τοῦ Θεοῦ τεύξονται βοηθείας, ἕως ἂν ἐξ αὐτῶν ὁ ἀγαπητὸς Υἱὸς κατὰ σάρκα βλαστήσῃ, καὶ τὴν και νὴν ἀλλοίωσιν τοῖς ἔθνεσι πραγματεύσηται.
000-00-00 Serial Number=0541348994
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03633]  Ταῦτα ὡς τοῦ Θεοῦ τῶν ὅλων εἰρηκότος, ὁ προφη τικὸς τέθεικε λόγος, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν.
000-00-00 Serial Number=0400409222
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02443]  οὐ γὰρ ἀδίκως τοῦτο γε νέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦν τας παιδεύων, καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν.
000-00-00 Serial Number=0230394065
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02055]  Οὕτω τὰ θυμήρη μηνύσας, εἰς τἀναντία μεταφέρει τὸν λόγον, τούτοις μὲν φοβῶν, ψυχαγωγῶν δὲ ἐκείνοις, καὶ προσέχειν ἐκθύμως τῇ μετανοίᾳ παρασκευάζων.
000-00-00 Serial Number=0456442952
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01259]  ψυχαγωγῶν δὲ ὅμως αὐτήν, ἠνέσχετο τῆς αἰτήσεως, ᾔτησε αὐτὸν τῇ παιδίσκῃ μιγῆναι, ἵνα τὸ ἐξ αὐτῆς φυόμενον οἰκεῖον ἀποκαλέσῃ παιδίον.
 [01494]  Οὐ τάφου φροντίζων, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ γένος ψυχαγωγῶν καὶ διδάσκων ὡς ἅπαντας αὐτοὺς ὁ δεσπότης Θεὸς μεταστήσει τῆς Αἰ γύπτου καὶ τὴν ἐπηγγελμένην αὐτοῖς ἀποδώσει γῆν·
 [02703]  ἐπισημήνα σθαι δὲ προσήκει, ὡς καὶ τὴν προσφερομένην σεμίδαλιν, καὶ τοὺς κλιβανίτας ἄρτους καὶ τοὺς ἐσχαρίτας καὶ τὰ ἀπὸ τηγάνου λάγανα, θυσίαν καλεῖ, ψυχαγωγῶν τῷ ὀνόματι τοὺς πενίᾳ συζῶντας, ἵνα μὴ δυσχεραίνωσιν ὡς ζῴων σπανίζοντες.
000-00-00 Serial Number=0817786038
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01031]  Τοῦτο καὶ ὁ Ἐλκανᾶ δεδήλωκε τὴν Ἄνναν ψυχαγωγῶν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»