Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χρείαν [217]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χρείαν


000-00-00 Serial Number=0309139729
Commentaria in Isaiam Ante [Go Back]  
 [00064]  Ἡ δὲ γῆ ἤνεγκε μὲν αὐτοῖς ἐν τῇ ἐρήμῳ τῶν ὑδάτων τὴν χρείαν, προσήνεγκε δὲ ἐν Παλαιστίνῃ τῶν παντοδαπῶν καρπῶν τὴν ἀφθονίαν.
 [00491]  σχοινίον δέ σοι πληρώσει τῆς ζώνης τὴν χρείαν.
 [00527]  Ἡνίκα τὸν Ἰσραὴλ ὁ θεὸς ἠλευθέρωσε τῆς Αἰγυπτίων δουλείας, ἦγεν αὐτὸν νεφέλης ἐπικειμένης καὶ νύκτωρ μὲν δᾳδουχούσης καὶ τοῦ φωτὸς χορηγούσης τὴν χρείαν, μεθ' ἡμέραν δὲ σκηνὴν καὶ ὄροφον μιμουμένης καὶ τῆς ἡλιακῆς ἀκτῖνος τὸ λυποῦν ἀπειργούσης.
 [00779]  τοῦτο δὲ γενόμενον περιττὴν τῶν θυρῶν ἐδείκνυ τὴν χρείαν·
 [01022]  Μετὰ τὴν ἀπὸ τῆς Ἰουδαίας τοῦ Ναβουχοδονόσορ ἐπάνοδον συνηθροίσθησαν ὅσοι διαπεφεύγασι καὶ πενίᾳ πλείστῃ συμβιοτεύσαντες ἐν τῇ Ἰουδαίᾳ διέτριβον ἀπὸ θρεμμάτων ὀλίγων τὴν ἀναγκαίαν ποριζόμενοι χρείαν.
 [01025]  δὴ χάριν καὶ τὰ ὀλίγα πρόβατα τὴν χρείαν ἐπλήρου.
 [01654]  ἀλλὰ κατὰ τὸ ἰδίωμα τῆς θείας γραφῆς, ὥσπερ τὸ ἀνάθημα καὶ ἐπὶ τοῦ ἄγαν ἁγίου καὶ ἀφιερωμένου τῷ θεῷ τίθησι τὰ θεῖα λόγια καὶ μέντοι καὶ ἐπὶ τοῦ ἄγαν ἐναγοῦς καὶ βεβήλου ἀνάθημα γὰρ καλοῦμεν καὶ τὰ τῷ θεῷ προσφε ρόμενα καὶ τοὺς διά τινα παρανομίαν τῆς ἐκκλησίας ἐκβαλλομένους , οὕτως ἁγίους οὐ μόνον τοὺς ἀφιερωμένους τῷ θεῷ ἀλλὰ καὶ τοὺς εἴς τινα χρείαν ἀφωρισμένους καλεῖ.
 [01702]  [17Ἰδοὺ] ἐπεγείρω ὑμῖν τοὺς Μήδους οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν.
 [02583]  τὴν γὰρ παρανόμως καὶ δυσσεβῶς πάλαι πολιτευομένην ἔφη προσοίσειν τῆς ἐμπορίας τὰ κέρδη τοῖς ἐσχολακόσι τῇ τοῦ θεοῦ θερα πείᾳ , ὥστε αὐτοὺς ἐκ τούτων καὶ τῆς τροφῆς τὴν χρείαν καὶ τὴν περιβολὴν ἔχειν.
 [02727]  τοῖς ἀδικουμένοις βοήθειαν, τοῖς ἀθυμοῦσι ψυχαγωγίαν, πᾶσι τοῖς δεομένοις τὴν χρείαν.
 [03188]  Ἐν ταύταις γὰρ χρὴ διαφερόντως ἔνδον ἔχειν τῶν περιβόλων τῶν ἀναγκαίων τὴν χρείαν.
 [05193]  Χριστοὺς ἡ θεία γραφὴ προσαγορεύει οὐ μόνον τοὺς χριομένους ἀλλὰ καὶ τοὺς εἴς τινα χρείαν ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ἀφοριζομένους.
 [05235]  Καὶ ὡς καὶ φωτός εἰμι καὶ σκότους δημιουργὸς καὶ τούτων ἑκάτερον διὰ τὴν τῶν ἀνθρώπων παρήγαγον χρείαν, οὕτω |156 b| καὶ τὴν δουλείαν τοῦ Ἰσραὴλ εἰς ὠφέλειαν ἐπήγαγον καὶ τὴν ἐλευθερίαν διὰ φιλανθρωπίαν ἐδωρησάμην.
 [07181]  χρυσῷ γὰρ καὶ ἀργύρῳ πεποικιλμένοι διαλάμπουσιν, οὐχ ἵνα τοῦ θεοῦ τὴν χρείαν πληρώσωσιν ἀλλ' ἵνα τῶν εὐσεβῶν τὸ φιλότιμον δείξωσιν.
 [07778]  Οὐ τῆς ὑμετέρας δέομαι συνεργίας ὁ ταῦτα πάντα τεκτη νάμενος λόγῳ καὶ οὐ διὰ τὴν ἐμαυτοῦ χρείαν ἀλλὰ διὰ τὴν τῶν ἀνθρώπων εὐεργεσίαν πεποιηκώς.
000-00-00 Serial Number=0997366607
De incarnatione domini Ante [Go Back]  
 [00016]  Πρὸ δὲ τούτων ὥσπερ τινὰ παστάδα χαριεστάτην ἄνωθεν ἐξέτεινεν οὐρανὸν, λειμῶνας ἀστέρων ἐγκαταπήξας, χρείαν τε ὁμοῦ καὶ τέρψιν παρέχοντας·
000-00-00 Serial Number=0676033139
De providentia orationes decem Ante [Go Back]  
 [00076]  Ἐπισκέψα σθε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τῶν ὁρωμένων τὴν φύσιν, τὴν θέσιν, τὴν τάξιν, τὴν στάσιν, τὴν κίνη σιν, τὸν ῥυθμὸν, τὴν ἁρμονίαν, τὴν ὥραν, τὸ κάλλος, τὸ μέγεθος, τὴν χρείαν, τὴν τέρψιν, τὴν ποικιλίαν, τὴν ἀλλοίωσιν, τὴν εἰς τὸ αὐτὸ πάλιν ἐπάνοδον, τὴν ἐν φθαρτοῖς διαμονήν.
 [00120]  Καὶ ἔστιν ἰδεῖν οἷόν τινας ἀδελφὰς, τὴν ἡμέραν φημὶ καὶ τὴν νύκτα, παρ' ἀλλήλων δανειζομένας εἰς χρείαν τῶν ἀνθρώπων τὸν χρόνον, καὶ πάλιν εὐγνω μόνως ἀποδιδούσας.
 [00132]  Οὕτως ἅπας ἡμῶν ὁ βίος διὰ τούτων ὁδεύει, καὶ χρείαν οὐκ ἐλάττω τῆς ἡμέρας ἡ νὺξ τοῖς ἀνθρώποις παρέχει.
 [00139]  Τοσαύτην ἡμῖν καὶ τοιαύτην ἡ νὺξ παρέχει τὴν χρείαν.
 [00151]  Ὥστε καὶ ταύτην παρέχει τὴν χρείαν ἡ νὺξ, καὶ [83.569] τοὺς ἀνθρώπους διαναπαύουσα, ἀδεῶς τὴν τρο φὴν παρέχει τοῖς θηρίοις πορίζεσθαι.
 [00154]  Ποίαν δὲ τοῖς ἀνθρώ ποις χρείαν πληροῖ;
 [00177]  Ἐπειδὴ τοίνυν εἶδες ἡλίου καὶ σελήνης τὴν χρείαν, καὶ νυκτὸς καὶ [83.572] ἡμέρας τὰς ἰσομέτρους διαδοχὰς, καὶ τὴν ἐντεῦθεν τοῖς ἀνθρώποις προσφερομένην ὠφέλειαν, βλέπει μοι καὶ τῶν ὡρῶν τοῦ ἔτους τὴν τερπνοτάτην καὶ χρειωδε στάτην χορείαν.
 [00187]  Ποίαν δὲ χρείαν ἡμῖν αἱ τῶν ὡρῶν μεταβάσεις ποιοῦσι;
 [00190]  ∆ιὰ τοῦτο ἡ χειμέριος ὥρα, ἵνα σε τὸν ἀχά ριστον διαθρέψῃ, ἵνα σοι τῷ ἀγνώμονι παράσχῃ τῶν ἀναγκαίων τὴν χρείαν.
 [00197]  Βλέπε καὶ τῶν ἀστέρων τὴν φύσιν, τὴν θέσιν, τὴν τάξιν, τῶν σχημάτων τὴν ποικιλίαν, τὴν τέρψιν, τὴν χρείαν, τὴν χορείαν, τὰς ἐπιτολὰς, τὰς δύσεις·
 [00198]  τούτους ὁ τῶν ὅλων ∆ημιουργὸς πεποίηκεν, οὐχ ἵνα μόνον τὸ ζοφῶδες τῆς νυκτὸς φωτίζωσι, καὶ ἐν ἀσελήνῳ νυκτὶ τοῦ φωτὸς τοῖς ἀνθρώποις τὴν χρείαν παρέχωσιν, ἀλλ' ἵνα καὶ ὁδίτην παραπέμπω σι, καὶ τοὺς πλέοντας ξεναγῶσιν.
 [00211]  Οἱ ταῖς τῆς Προνοίας ἡνίαις ἀπιστοῦντες, καὶ τὸν οὐρανοῦ καὶ γῆς κόσμον ἡνιόχου δίχα μετὰ τοσαύτης ἁρμονίας καὶ τάξεως φέρεσθαι λίαν ἀνοήτως ἰσχυρι ζόμενοι, ἐοικέναι μοι δοκοῦσιν, ὥσπερ ἄν τις ἐν νηῒ καθήμενος, καὶ τὸ πέλαγος διαπεραιούμενος, καὶ τὸν κυβερνήτην ὁρῶν τῶν οἰάκων ἐπειλημμένον, καὶ τὰ πηδάλια πρὸς τὴν χρείαν κινοῦντα, καὶ νῦν μὲν τὸ δεξιὸν φέροντα, νῦν δὲ τὸ εὐώνυμον μεταφέροντα, καὶ τὸ σκάφος πρὸς οὓς ἂν ἐθέλῃ λιμένας ἰθύνοντα, ἀρνοῖτο, προφανῶς οὕτω ψευδόμενος, καὶ ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος, μήτε κυβερνήτην ἐπὶ τῆς πρύμνης ἑστάναι, μήτε πηδάλια τὸ σκάφος ἔχειν, μήτε τῇ κινήσει τῶν οἰάκων ἰθύνεσθαι, ἀλλ' αὐτόματον φέρεσθαι, καὶ τῆς τῶν κυμάτων οὕτω περιγίνεσθαι ῥύμης, καὶ τῇ τῶν πνευμάτων ἐμβολῇ διαμάχεσθαι, καὶ μήτε ναυτῶν ἐπικούρων δεῖσθαι, μήτε κυβερνήτου τὸ κοινῇ συμφέρον τοῖς ἐρέταις προστάττοντος.
 [00212]  Ἐναργῶς γὰρ καὶ οὗτοι, καὶ λίαν προφανῶς, τὸν ἁπάντων ∆εσπότην ὁρῶντες ἣν ἐποίη σεν ἰθύνοντα κτίσιν, καὶ πάντα ἐν ῥυθμῷ καὶ τάξει ἄγοντά τε καὶ φέροντα, καὶ τὴν ἁρμονίαν ἑκά στῳ τῶν γινομένων ἐμπρέπουσαν, κάλλος ὁμοῦ καὶ χρείαν ἐν ἁπάσῃ θεωροῦντες τῇ κτίσει, καὶ ἐν ἑκά στῳ δὲ μορίῳ ταύτης ἄμφω ταῦτα διαλάμποντα, ἑκόντες τυφλώττουσι, μᾶλλον δὲ ὁρῶντες ἀναισχυν τοῦσι, καὶ τὰ δῶρα τῆς Προνοίας λαμβάνοντες, οἷς λαμβάνουσι λοιδοροῦνται, καὶ δι' ὧν ἀπολαύουσι, τῷ Κηδεμόνι πολεμοῦσιν.
 [00230]  Τούτου χάριν ὁ τῆς ζωῆς ἡμῶν συνεργὸς ἀὴρ, ὃν ἀναπνέοντες διαζῶμεν ἅπαντες, ὁ κοινὸς οὗτος θησαυρὸς, καὶ πενομένων καὶ ἐπὶ πλούτῳ βρενθυομένων, οἰκετῶν καὶ δεσποτῶν, ἰδιωτῶν καὶ βασιλέων, ὃν οὐ μᾶλλον τοῦ πένητος ἀναπνέουσιν οἱ τῇ ἁλουργίδι κοσμούμενοι, ἀλλὰ τῇ ἰσομοιρίᾳ κατὰ τὴν τούτου χρείαν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τετίμηται, οὐ μόνον ἡμᾶς εὐφραίνει ταῖς ἀναπνοαῖς, καὶ ταῖς αὔραις, καὶ τῇ τοῦ ὑετοῦ χορηγίᾳ, ἀλλὰ καὶ ἀνιᾷ τῷ κρυμῷ, διδάσκων ἡμᾶς, ὡς οὐκ ἀρκεῖ μόνος εἰς ζωογονίαν, καὶ τῶν ζώντων τὴν θερα πείαν.
 [00241]  Καὶ τὰ ὄρη δὲ αὐτὰ πρὸς τὴν χρείαν τῶν ἀνθρώπων διεῖλεν ὁ Ποιητὴς, καὶ εἰς κρημνοὺς διαστήσας βα θεῖς, τοῖς χειμερίοις ὕδασι τὰς πορείας ἐμηχανή σατο, καὶ τοῖς ἀνθρώποις εὐπόρους ἐν ταῖς δυσχω ρίαις τὰς ὁδοὺς ἐτεκτήνατο.
 [00263]  Τοσαύτην καὶ ἐν τοῖς θερμοῖς ὕδασι χρείαν ὁ κηδεμών σοι προτέθεικε·
 [00299]  Οὔτε γὰρ εἴασεν ὁ κηδεμὼν ἕκαστον τμῆμα τῆς γῆς ἅπασαν τοῖς ἀνθρώποις φέρειν τὴν χρείαν, ἵνα μὴ τὸ ἀνεν δεὲς τῇ φιλίᾳ λυμήνηται.
 [00312]  δασμοφορεῖ γάρ σοι τῶν εἰρημένων ἕκα στον, καὶ οἷόν τινα φόρον προσφέρει τὴν χρείαν·
 [00395]  Οὕτως ἀκραιφνῶς καθαρὰν τὴν τροφὴν ἐκεί νην γενομένην, καὶ ὁμοιωθεῖσαν τῷ ἥπατι, καὶ εἰς αἵματος μεταβᾶσαν φύσιν, ἡ κοίλη παραλαβοῦσα φλὲψ, χορηγεῖ μὲν τῇ καρδίᾳ τὴν χρείαν, ἄνεισι δὲ ἄνω, καὶ εἰς πολλὰς διασχιζομένη φλέβας, τρέφει μὲν τὸν θώρακα, τρέφει δὲ ὤμους, καὶ χεῖρας, ἀφ ικνεῖται δὲ μέχρις ὀνύχων, περιπλέκεται τῷ τραχήλῳ, καταλαμβάνει τὴν κεφαλὴν, κάτεισιν εἰς γλουτοὺς, καὶ μηροὺς, καὶ γόνατα, καὶ σκέλη, καὶ πόδας, καὶ ἁπαξαπλῶς, ἅπαν τὸ τοῦ σώματος περινοστεῖ μό ριον, καὶ οὐδὲν τῶν ζώντων μελῶν ταύτης ἀποστερεῖ τῆς ἀρδείας.
 [00410]  Τίς τῶν φιλοτίμων πώποτε, καὶ λίαν εὐπό ρων, οἰκίαν δειμάμενος, οὕτως ὁλκῶν ὑδραγωγῶν προμηθεῖται, καὶ κρουνοῖς ἀφθονίαν ἐπινοεῖ, καὶ κρήνας καὶ ληνοὺς εἰς τέρψιν παρασκευάζει, ὡς ὁ ∆ημιουργὸς τῶν ὅλων τὴν λογικὴν ταύτην οἰκίαν τε κτηνάμενος, τοσούτοις αὐτὴν καὶ τηλικούτοις περι εστοίχισεν ἀγγείοις χορηγοῦσι τὴν χρείαν;
 [00451]  Τί με δεῖ λέγειν περὶ χειρῶν, ὧν τὴν χρείαν αἱ παντοδαπαὶ κηρύττουσι τέχναι;
 [00456]  Ταύτην ὁ τρά χηλος τὴν χρείαν παρέχει τῷ σώματι.
 [00484]  Ἀλλὰ καὶ τῶν ἀσταχύων τὴν φύσιν, ἐμβρόντητε, διὰ τὴν σὴν χρείαν πεποίηκε.
 [00521]  Φαινόμενος δὲ καὶ τό τε μέγεθος, τό τε κάλλος ὑποδεικνὺς, καὶ τῆς ὀροφῆς τοῖς ἀνθρώ ποις παρέχων τὴν χρείαν, σιγῶν κηρύττει τὸν Ποιη τὴν, καὶ τὰς ἁπάντων γλώττας εἰς ὑμνῳδίαν κινεῖ·
 [00527]  Οὕτως, «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·» οὕτως, «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν·» οὐ φωνὴν ἀφιεῖσαι, οὐδὲ διὰ γλώττης φθεγγόμεναι, ἀλλὰ διηνεκῶς ἀλλήλας διαδεχόμεναι, καὶ πρὸς τὴν τῶν ἀνθρώπων χρείαν ὑπ' ἀλλήλων πλεονεκτούμεναι·
 [00531]  Αἱ μὲν γὰρ γλῶτται τὸ διάφορον ἔχουσι, μία δὲ φύσις τὴν αὐτὴν παρὰ τούτων δρέπεται χρείαν.
 [00549]  Ἀλλ' ὅμως καὶ τούτων τὴν χρείαν ἀναγκαίαν ἔδειξεν ὁ λόγος·
 [00551]  καὶ γὰρ καὶ τούτων τὴν χρείαν οἱ τούτων ἐψιλωμένοι διδάσκουσι.
 [00553]  ἔπειτα δὲ καὶ ἕτερα ἄττα ἐπινοοῦσι κα λύμματα, τὴν ἐκείνων χρείαν ἀποπληροῦντα.
 [00561]  τοὺς δὲ ἤδη τῆς γνώσεως ἀρξα μένους, καὶ τῶν μελῶν ἑκάστου τὴν χρείαν δεδιδαγ μένους, εὖ μάλα καὶ λίαν καλῶς τούτῳ τῷ διαζώματι κατεκόσμησεν, ὥσπερ ἐρυθριῶντας ἐφ' οἷς οὐκ ἔδει καλύπτουσα·
 [00577]  Καιρὸς γὰρ ἤδη λοιπὸν ἐπὶ τὰς χεῖρας ἐλ θεῖν, ὧν τὴν μνήμην τῇ προτεραίᾳ παραλιπόντες, ὑπεσχόμεθα σήμερον τούτων ἑρμηνεῦσαι τὴν χρείαν.
 [00596]  Τὴν δὲ τῶν ὁπλῶν ἢ τῶν χηλῶν χρείαν ἐπείσακτον ἔχει.
 [00625]  Πῶς ἔγνω διαπλάττειν ἐκ ταύτης, πυρὶ καὶ πνεύματι συνεργῷ κεχρημένος, ἐκπωμά των εἴδη μυρία, φιάλας, καὶ κύλικας, καὶ βομβύ λους, καὶ ἀμφορίσκους, καὶ ἔπιπλα, καὶ ἕτερα σκεύη πρὸς πᾶσαν χρείαν βρωτῶν καὶ ποτῶν ἐπι τήδεια;
 [00670]  Θεωρήσας τοιγαροῦν διὰ τοῦ λόγου, ὅσης περὶ τὴν δημιουργίαν τῆς προνοίας ἀπήλαυσας, ὁπόσας σοι τέχνας καὶ ἐπιστήμας οὐ μόνον εἰς τὸ ζῇν, ἀλλὰ καὶ εἰς τὸ εὖ ζῇν ἐδωρήσατο, πολλῇ φιλοτιμίᾳ περὶ τὴν σὴν χρησάμενος θεραπείαν, ὅσην σοι κεχάρισται φορὰν ἀγαθῶν, ὅπως θυμήρη σοι τὸν βίον ταῖς ἀπὸ τῶν τε χνῶν πραγματεύηται χρείαις, ὅτι σοι οὐ μόνον τὴν χρείαν, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας ἐπιῤῥεῖν παν ταχόθεν ἐμηχανήσατο, ἔκβαλε τὴν ἀχαριστίαν τῆς γλώττης, δίδαξον αὐτὴν εὐφημεῖν, ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν.
 [00681]  Καὶ τεχνῶν δὲ ὀλίγων τὴν σοφίαν ὁμοῦ καὶ τὴν χρείαν δήλην πεποίηκεν, ὧν ὁ νοῦς ὁ ἀνθρώπειος εὑρετὴς ἐγένετο.
 [00751]  Καὶ κωλύει μέν σου τὸν τῦφον καὶ τὴν ἀλαζονείαν τὸ σμικρότατον ἐκεῖνο ζωΰφιον, λόγου δίχα σοὶ παρεσχηκὸς τὴν τοῦ παρα δείγματος χρείαν.
 [00766]  καὶ τὰ μυρία τῶν ἰχθύων γένη σοὶ πρό κειται εἰς ἀπόλαυσιν, τῆς ἁλιευτικῆς σοι τέχνης τούτων παρεχούσης τὴν χρείαν.
 [00837]  Τούτου χάριν καὶ θῆρας ἀγρίους, καὶ ἑρπετῶν ὁ Ποιητὴς ἐδημιούργησε γένη, ὅπως σου τὸ νεανικὸν καὶ θρασὺ παιδαγωγήσῃ πρὸς ἀρετὴν, καὶ τῷ φόβῳ τῶν θηρίων, εἰς χρείαν σε καταστήσῃ τῆς θείας ἐπι κουρίας.
 [00954]  ἀλλὰ καὶ στέργει καὶ θαυμάζει τὸν Ποιητὴν, οὕτω σοφῶς ἕκαστα διακρίναντα, καὶ ἑκάστῳ τὴν ἁρμότ τουσαν ἀπονείμαντα χρείαν, καὶ τὴν ἰδίαν κοινὴν ποιησάμενον.
 [00978]  ἀλλὰ δυοῖν θά τερον ἀνάγκη, ἢ τῶν ἀνθρώπων ἕκαστος πᾶσαν μετὰ σπουδῆς μετῄει διὰ τὴν χρείαν τέχνην, ἢ ἅπαν τες ἂν κατὰ ταυτὸ τῇ σπάνει τῶν ἀναγκαίων δι εφθάρημεν Ὅτι δὲ πάσας ἄνθρωπον ἕνα μετελθεῖν τέχνας τῶν ἀδυνάτων, οὐ δεῖ λόγων, μαρτυρούσης τῆς πείρας.
 [01036]  ὁ δὲ ἕστηκε προσδιαλεγόμενος, καὶ τὴν χρείαν τῇ παρουσίᾳ ση μαίνων.
 [01041]  Ἃ γὰρ ἐκεῖνος ὡς ἄχρηστα ἔχει, ταῦτα διὰ τῆς τέχνης αὕτη μεταποιοῦσα, ἀναγ καῖα δείκνυσι, καὶ πρὸς πᾶσαν ἐπιτήδεια χρείαν.
 [01049]  Παρ' ἀλ λήλων γὰρ καὶ οὗτοι κἀκεῖνοι τὸ ἐνδέον λαμβάνον τες, ἀναπληροῦσι τὴν χρείαν.
 [01093]  καὶ τὰς θυ σίας δὲ τὰς νομικὰς ἡνίκα προσέφερον οἱ προσφέρον τες, οὐχ ὡς χρείαν δήπουθεν ἀναπληροῦντες ἔφε ρον, ἀλλ' ὑπὲρ τῶν μυρίων εὐεργεσιῶν, ὧν [83.668] ἐδέχοντο, τὴν δυνατὴν χάριν ἐκτίνειν πειρώμενοι.
 [01151]  Οὐκοῦν ἡ μὲν ἁμαρτία τῶν νόμων τὴν χρείαν εἰσήγαγεν·
 [01182]  διαιρεθεῖσα δὲ τῷ χρόνῳ εἰς δουλείαν καὶ δεσποτείαν, καὶ τούτοις κἀ κείνοις τὸν αὐτὸν φυλάξασα χαρακτῆρα, κατηγορεῖ μὲν τῆς ἁμαρτίας, ταύτην εἰσαγούσης τὴν χρείαν, τοῦ δὲ Ποιητοῦ καὶ ἐνταῦθα τὴν ἰσότητα δείκνυσιν.
 [01513]  ἀλλ' ἐκείνους μὲν τῆς ὠμότητος ἐβδελύττετο, τούτοις δὲ τὴν αὐτάρκη προσέφερε χρείαν, τῆς οἰ κείας ἀσφαλείας τὴν ἐκείνων προαιρούμενος σωτη ρίαν, καὶ θάνατον ἡγούμενος τὴν ἄνευ ἐκείνων ζωήν.
 [01606]  Ἀπεδείξαμεν δὲ, σὺν Θεῷ φάναι, καὶ τῶν ζώων ἡμέρων τε καὶ ἀγρίων τὴν χρείαν, καὶ πλούτου καὶ πενίας τὸ χρήσιμον, δουλείας καὶ δεσποτείας τὸ ἀναγκαῖον·
 [01731]  Κοινῇ τῶν ὠδίνων λυθέντων εἰς τόνδε τὸν βίον ἐξεληλύθαμεν, καὶ τοῦδε τοῦ φωτὸς [83.732] ἀπηλαύσαμεν, καὶ τοῦ ἀέρος τὴν χρείαν ἐσπάσαμεν·
 [01820]  ὧν τὴν χρείαν καὶ τὴν ἐνέργειαν, πολλοὶ μὲν τῶν περὶ ταῦτα δεινῶν διεξελ θεῖν ἐπειράθησαν, ἡττηθέντες δὲ τῆς τοῦ ∆ημιουρ γοῦ σοφίας, εἰς ὑμνῳδίαν τὸν λόγον ἐπέραναν·
 [02213]  Πάντα γὰρ εἰς χρείαν ἐγένετο.».
000-00-00 Serial Number=0597492039
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00249]  Ἐπαινῶ μὲν οὖν καὶ διὰ ταῦτα, ἐπαινῶ δὲ πλέον ὅτι μοι πρόξενος καὶ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων γεγένηται, καὶ διὰ τὴν χρείαν ἡμᾶς τῶν ἀναγκαίων παρ' αὐτὴν καλέσασα, παρεσκεύασε τῇ θειοτάτῃ καὶ πάντων ἐμοὶ φιλτάτῃ προσδιαλεχθῆναι κεφαλῇ.
000-00-00 Serial Number=0398239851
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00474]  τὴν γὰρ ἐκείνων μητρόπολιν πάλαι κοσμήσας, νῦν οὐ πόλιν, οὐχ ἑστίαν ἔχει, οὐ τῶν ἀναγκαίων τὴν χρείαν.
 [00487]  πλοῦτος δὲ πολὺς καὶ ῥέων ὑπὲρ τὴν χρείαν.
 [00523]  σύνεστι γὰρ αὐτῷ καὶ ἡ τοῦ βίου κοινωνός, καὶ τὰ παι δία, καὶ θεράποντες, οὐ διὰ χρείαν μόνην, ἀλλὰ καὶ διὰ φιλαν θρωπίαν συνόντες·
 [00537]  Παράσχοι δὲ ὁ φιλάν θρωπος ∆εσπότης πορίσαι αὐτὸν καὶ τῇ πόλει χρείαν καὶ τῇ λαμπρότητί σου πρόφασιν εὐδοξίας.
 [00570]  Ἐπειδὴ δὲ κινδυνεύει τῆς θεόθεν ἐγχειρισθείσης μοι πόλεώς τε καὶ χώρας ἄρδην ἀπολέσθαι τὰ λείψανα, συκο φαντίας κατὰ τῆς γεγενημένης ἐποψίας παρά τινων τολμη θείσης, συγγνώσεται, εὖ οἶδα, τῇ τόλμῃ τῶν γραμμάτων ἡ ὑμετέρα μεγαλοπρέπεια, τοῦ τε πράγματος τὴν χρείαν, καὶ τοῦ γράφοντος τὸν σκοπὸν ἐξετάζουσα.
 [00943]  Οὕτως οἱ θεῖοι ἀπόστολοι πᾶ σαν περινοστοῦντες τὴν οἰκουμένην ἐκήρυττον, οὐκ οἰκίαν ἔχοντες, οὐ κλίνην, οὐ στρωμνήν, οὐ τράπεζαν, οὐκ ἄλλην τινὰ τῶν ἀναγκαίων χρείαν·
 [00988]  Ὅταν ὁ κυβερνήτης τι πάθῃ, ἢ ὁ πρωρεύς, ἢ τῶν ναυτῶν ὁ πρῶτος τὴν ἐκείνου χρείαν πληροῖ, οὐκ αὐτοχειροτόνητος κυβερνήτης γινόμενος, ἀλλὰ τῆς τοῦ σκάφους προμηθούμε νος σωτηρίας.
 [01520]  Οἱ δὲ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες σῶμα μόνον ἀνειληφέναι τὸν Θεὸν Λόγον φασίν, αὐτὸν δὲ τῆς ψυχῆς ἐν τῷ σώματι πληρῶσαι τὴν χρείαν.
 [02498]  Τοῦ νοῦ γάρ, φησί, τὴν χρείαν ἡ θεότης ἐπλήρου.
 [02921]  Ὁ δὲ Θεός μου πληρώσαι πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ .
000-00-00 Serial Number=0988122880
Eranistes Ante [Go Back]  
 [01441]  {ΕΡΑΝ.} Οὐ σοφώτερον ἐμαυτὸν τῶν ἁγίων διδασκάλων ὑπείληφα, ἀλλ' οὐχ εὑρίσκω τὴν τοῦ ὀνόματος χρείαν.
 [01921]  Ὁ μέντοι κύριος ἀμφιβαλλόντων ἔτι τῶν μαθητῶν, καὶ τροφὴν ᾔτησε, καὶ λαβὼν ἔφαγεν, οὔτε φαντασίᾳ τὴν τροφὴν ἀναλίσκων, οὔτε τοῦ σώματος τὴν χρείαν πληρῶν.
 [04264]  Σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός, τοῖς ἄλλοις σώμασι συγγενές, τοῦ ὕπνου τὴν χρείαν δεξά μενον, καὶ ὁ τῆς συγχύσεως λόγος ἀποδέδεικται μῦθος.
 [04398]  καὶ εἰ μὲν φάναι τολμήσαιεν, ὡς τοῦ σώματος προσηλωμένου τὴν ὀδύνην ἡ θεία φύσις ὑπέμεινε, μανθανέτωσαν ὡς οὐ ψυχῆς χρείαν ἡ θεία φύσις ἐπλήρου.
000-00-00 Serial Number=0179594398
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00685]  Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες·
 [01917]  Οὐ χρείαν γὰρ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες·
000-00-00 Serial Number=0909318030
Graecarum affectionum curatio Ante [Go Back]  
 [00702]  καὶ μὲν δὴ καὶ τῶν δακτύλων αἱ σκυταλίδες ἀφηρμοσμέναι τε ἀλλήλων καὶ διεσκεδασμέναι, οὐ τὴν αὐτὴν ἔχουσιν εὐπρέπειάν τε καὶ χάριν καὶ χρείαν, ὅσην ξυμπεφυκυῖαί τε ἀλλήλαις καὶ ξυνηρμοσμέναι ἔχουσαί τε καὶ [2.93] ἐπιτελοῦσαι ὁρῶνται.
 [00785]  καὶ φθινούσης δὲ ταύτης, οἱ ἀστέρες τήνδε πληροῦσι [3.10] τὴν χρείαν.
 [00818]  τῇ κτίσει τὼ ὀφθαλμὼ προσφέροντες, ἀγάμεθα μὲν ταύτης καὶ τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν ἀναβλύζουσαν χρείαν, καταλιπὼν δὲ ταῦτα ὁ νοῦς πρὸς ἐκεῖνόν γε τρέχει τὸν ταῦτα σοφῶς τεκτη [3.]
 [00844]  Καὶ τὸν ∆ιόνυσον δέ, ὡς πρῶτον ἄμπελον πεφυτευκότα καὶ τὸν ταύτης καρπὸν ἀποθλίψαντα καὶ δείξαντα τοῦ οἴνου τὴν χρείαν, τῷ τῶν ἄλλων θεῶν ξυνέταξαν ὁρμαθῷ.
 [01262]  εἰς χρείαν γὰρ ἀνθρώπων γεγένηνται.
 [01334]  Οὕτως οἱ ποταμοὶ τρέχουσιν ὥσπερ ἐτάχθησαν ἐξ ἀρχῆς, καὶ ἀναβλύζουσιν αἱ πηγαί, καὶ τὰ φρέατα χορηγεῖ τοῖς ἀνθρώποις τὴν χρείαν, καὶ αἱ τοῦ ἔτους ὧραι ἀλλήλας εὐρύθμως διαδέχονται, [4.59] καὶ τὴν ἰσότητα τιμῶσαι τοῦ πλείονος οὐκ ἐφίενται.
 [01733]  καὶ αὖ πάλιν τῶν μορίων ἁπάντων τὴν χρείαν, καὶ τῶν φαινομένων καὶ τῶν κεκρυμμένων, καὶ τὴν μνήμην πάμπολλα καὶ διάφορα δεχομένην καὶ μὴ ξυγχέουσαν, ἀλλ' ἀκήρατα ταῦτα διατηροῦσαν καὶ προφέρουσαν, ὁποῖά περ ἐδέξατο πάλαι καὶ πρόπαλαι, καὶ τὰς πολλὰς ἐπιστήμας οὐ λυμαινομένας ἀλλήλαις, ἀλλ' ἑκάστην εἰς [5.82] καιρὸν δεικνυμένην.
 [01860]  [6.30] Καθάπερ γὰρ αἱ πόλεις τρέφουσι τοὺς δημίους, ὥστε τοὺς ἀνδροφόνους καὶ τοιχωρύχους καὶ τοὺς ἄλλα ἄττα παρανομοῦντας διὰ τούτων κολάζειν, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν, ἀλλὰ καὶ λίαν μισοῦσαι τὴν τοῦ βίου προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν, οὕτως ὁ τοῦ κόσμου πρύτανις, οἷα δημίους τινὰς γίνεσθαι ξυγχωρεῖ τοὺς τυράννους, ὥστε διὰ τούτων ποινὴν τοὺς ἀσεβοῦντας καὶ παρανομοῦντας εἰσπράττειν·
 [02056]  καὶ ἀὴρ καὶ θάλαττα καὶ ποταμοὶ καὶ πηγαὶ καὶ νεφῶν ὠδῖνες καὶ δρόσοι καὶ αὖραι, καὶ μέντοι καὶ φυτὰ κάρπιμά τε καὶ ἄκαρπα καὶ ζῷα χερσαῖά τε καὶ πτηνὰ καὶ νηκτὰ καὶ ἀμφίβια καὶ βοτανῶν γένη μυρία καὶ ὕλαι μεταλλικαὶ τῷ γένει τῶν ἀνθρώ [6.76] πων τὴν χρείαν προσφέρουσιν.
 [03653]  Καὶ τὸ σῶμα δὲ ὡσαύτως δεῖται μὲν ὀφθαλμῶν ὁρώντων καὶ τὰς ἄλλας ποδηγούντων αἰσθήσεις, δεῖται δὲ καὶ ποδῶν μεταβαινόντων καὶ τὸ σῶμα φερόντων καὶ χειρῶν ἐργαζομένων καὶ τοῖς μορίοις ἅπασι καὶ τροφὴν καὶ [12.3] πόσιν καὶ τὴν ἄλλην χρείαν ποριζουσῶν.
000-00-00 Serial Number=0245232582
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01147]  τὸν δὲ νοῦν ἄλλο τι παρὰ τὴν ψυχὴν εἶναι λέγων, οὐκ ἔφησεν ἀνειλῆφθαι, ἀλλ' ἀρκέσαι τὴν θείαν φύσιν εἰς τὸ πληρῶσαι τοῦ νοῦ τὴν χρείαν.
 [01343]  Καὶ γὰρ καὶ τὸ σκότος, εἰ καὶ τοῦ φωτὸς ἀπολείπε ται, ἀλλ' οὖν χρείαν τοῖς ἀνθρώποις ἀναγκαίαν προσ φέρει·
 [01378]  οὕτω γὰρ δεῖ πληρωθῆναι πᾶσαν δικαιοσύνην), κατεδέξατο, ἅτε δὴ ἄνθρωπος ὢν, καὶ τὴν χρείαν τῆς προσευχῆς, καὶ τὸν Πατέρα διδάξαι τοὺς ἀποστόλους ἀπήγγειλεν·
 [01967]  Ὥσπερ γὰρ νῦν βουληθέντος αὐτοῦ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ δη μιουργεῖται, καὶ ἡ φύσις τοῖς ἐξ ἀρχῆς παρ' αὐτοῦ τεθεῖσιν ὅροις ἀκολουθεῖ, οὕτως τότε ἀνθρώπινον ἐκ τῆς γῆς ἐθελήσαντος αὐτοῦ συνεπάγη σῶμα, καὶ ὁ πηλὸς ἐγένετο σὰρξ, καὶ αἷμα, καὶ δέρμα, καὶ πιμελὴ, καὶ νεῦρα, καὶ φλέβες, καὶ ἀρτηρίαι, καὶ ἐγκέφαλος, καὶ μυελὸς, καὶ τὰ τῶν ὀστῶν ὑπερείσματα, καὶ τῶν ὀφθαλμῶν οἱ χιτῶνες, καὶ τῆς γλήνης ἡ καθαρότης, καὶ τῶν ἀκοῶν οἱ ἑλικοειδεῖς πόροι, καὶ τῶν ὀδμῶν ἡ ἀντίληψις, καὶ τὸ λογικὸν τοῦ στόματος ὄργανον, ἐν ᾧ οἱ μὲν ὀδόντες τῶν χορδῶν πληροῦσι τὴν χρείαν, [83.480] ἡ δὲ γλῶττα μιμεῖται τὸ πλῆκτρον, ὁ δὲ νοῦς τὴν τοῦ μουσικοῦ δεξιάν.
 [01970]  Ἑλλήνων δὲ οἱ σοφοὶ, Σω κράτης, καὶ Ἱπποκράτης, καὶ Πλάτων, καὶ Ξενοφῶν, καὶ Ἀριστοτέλης, καὶ Γαληνὸς, καὶ μυρίοι ἕτεροι, ὑπεράγανται μὲν τὴν τοῦ ἀνθρωπίνου σώματος ἁρ μονίαν, θαυμάζουσι δὲ ἑκάστου μορίου τὴν χρείαν, καὶ ὁμολογοῦσιν ἡττᾶσθαι τὸν ἐπαινοῦντα λόγον τῆς ἐν τῷδε τῷ ζώῳ θεωρουμένης τοῦ τῶν ὅλων ἀριστο τέχνου σοφίας.
 [02028]  Τῶν γὰρ ἄγαν ἀτοπωτάτων, πεποιηκέναι μὲν αὐτὸν τὰ σύμπαντα λέγειν, οὐ διὰ χρείαν οἰκείαν, ἀλλὰ μό νην φιλανθρωπίαν, ἀμελεῖν δὲ ὧν ἐποίησε, καὶ πε ριορᾷν τὴν κτίσιν οἷόν τι σκάφος ἀνερμάτιστόν τε καὶ ἀκυβέρνητον ὑπὸ τῶν ἐναντίων ἀνέμων τῇδε κἀκεῖσε πεμπόμενον, καὶ σκοπέλοις καὶ ῥάχεσι προσρηγνύμενον.
 [02097]  Ἄρειος δὲ καὶ Εὐνόμιος, σῶμα μὲν αὐτὸν ἔφασαν εἰληφέναι, τὴν θεότητα δὲ τῆς ψυχῆς ἐνηργηκέναι τὴν χρείαν.
 [02750]  ∆ιαῤῥήδην δὲ ἐδίδαξεν ἐν τούτοις τῆς παρθενίας τὴν χρείαν.
 [02997]  Οὐ γὰρ χρείαν ἔχουσιν·
000-00-00 Serial Number=0349732578
Historia ecclesiastica Ante [Go Back]  
 [00590]  πολλά τε φλυαρῶν εἰσῆλθεν εἰς καθέδρας, ὡς διὰ χρείαν τῆς γαστρός, καὶ ἐξαίφνης, κατὰ τὸ γεγραμμένον, πρηνὴς γενόμενος ἐλάκησε μέσος , καὶ πεσὼν εὐθὺς ἀπέψυξεν ἀμφοτέρων τε τῆς κοινωνίας καὶ τοῦ ζῆν ἀπεστερήθη.
 [00634]  περὶ δὲ τῶν κιόνων εἴτ' οὖν μαρμάρων, ἃ δἂν νομίσειας εἶναι τιμιώτερά τε καὶ χρησιμώτερα, αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι σπούδα σον, ἵν' ὅσων δἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σοῦ γράμματος ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ·
 [01221]  ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε.
 [01369]  Ἀλλ' ὁ δρόμος τῶν δημοσίων οὐχ ὑποστήσεται τὴν χρείαν τῆς τῶν ἐπισκόπων παρόδου.
 [01371]  Οὐ χρείαν ἔχει τὰ ἐκκλησιαστικὰ δημοσίου δρόμου·
 [01405]  χρείαν γὰρ ἔχει δοῦναι τοῖς στρατιώταις αὐτοῦ.
 [01409]  χρείαν γὰρ αὐτῶν ἔχει εἰς τὴν τῶν στρατιωτῶν ἐξοδίασιν.
 [01410]  ἐὰν δὲ μὴ χρείαν ἔχῃ ὁ βασιλεύς, δότω αὐτὰ Αὐξεντίῳ καὶ Ἐπικτήτῳ·
 [01411]  χρείαν γὰρ ἔχουσιν αὐτῶν.
 [03171]  ἐπειδὴ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς ἐκκλησίας ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον (συνδεδραμή κειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτων τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ σύνοδον πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως πα ρασκευασάμενοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τῶν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμενοι, μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν μήτε προακούσαντες ὅλως πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα μήτε πρὸς παρασκευὴν μακροτέρας ἀπο δημίας ἐνδιδούσης καιρὸν μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοι νωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι καὶ τὰς παρ' αὐτῶν συγκατα θέσεις λαβεῖν), ἐπειδὴ ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ δεύτερον ἦν, εἴς τε τὴν τῶν πραγ μάτων ἐπανόρθωσιν καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπό δειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακόν, Εὐσέβιον [292] καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες·
 [03379]  αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων καὶ ἅπαντα τὰ μέλη λελωβημένων παντοδαπὴν ἐποι εῖτο φροντίδα, οὐκ οἰκέταις οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ' αὐτουργὸς γιγνομένη καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνου μένη καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα.
000-00-00 Serial Number=0637001634
Historia religiosa Ante [Go Back]  
 [00042]  Οὕτω τῆς γαστρὸς τὸν κόρον ἐξήλασαν καὶ τοιαῦτα λαμβάνειν ἐδίδαξαν οἷα οὐχ ἡδονήν, ἀλλὰ χρείαν ἐπλήρου, καὶ ταῦτα τοσαῦτα ὅσα τὸν ἐκ λιμοῦ κωλύειν ἠδύνατο θάνατον.
 [00043]  Οὕτω τὴν γλυκεῖαν τοῦ ὕπνου τυραννίδα κατέλυσαν καί, τὰ βλέφαρα τῆς τούτου δουλείας ἐλευθερώσαντες, κρατεῖν ἀντὶ τοῦ δουλεύειν ἐπαίδευσαν καὶ δέχεσθαι τὴν παρ' αὐτοῦ χρείαν, οὐχ ὅταν αὐτὸς ἐπίῃ, ἀλλ' ὅταν αὐτοὶ καλῶσιν εἰς βραχεῖαν ἐπικουρίαν τῆς φύσεως.
 [00089]  τῶν γὰρ ἀγρίων δένδρων τοὺς αὐτοφυεῖς συλλέγων καρποὺς καὶ τῶν βοτανῶν τὰς ἐδωδίμους καὶ λαχανώδεις, ἐκ τούτων ἐδίδου τῷ σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα, τὴν τοῦ πυρὸς παραιτούμενος χρείαν.
 [00418]  τοσοῦτος δὲ ἦν ὁ σταθμὸς ὡς μηδὲ παιδίῳ ἄρτι θηλῆς ἀπαλλαγέντι τὴν χρείαν πληροῦν.
 [00698]  Ἅπαντα δὲ τοῦτον τὸν χρόνον ὕδατος μεταλαχεῖν οὐκ ἠνέσχετο, οὐκ ἐκεῖνα ἐσθίων ἃ τοῖς τὸ μὴ πίνειν ἐπιτηδεύουσι προσφέρεσθαι σύνηθες ὑγροτέρων γὰρ οὗτοι σιτίων ἀπολαύειν εἰώθασιν , ἀλλὰ τῶν αὐτῶν τοῖς ἄλλοις ἀπολαύων σιτίων, ἐσθίων δὲ βραχέα, καὶ ὅσα βραχεῖαν ἐντίθησι δύναμιν, περιττὴν ἡγεῖται τὴν τοῦ ὕδατος χρείαν.
 [00699]  Σιδήρῳ δὲ βαρεῖ τὴν ὀσφὺν ἐζωσμένος κάθηται μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ τῆς ἡμέρας τὸ πλέον ἢ ἑστηκὼς ἢ ἐπὶ τῶν γονάτων κείμενος τὴν τῆς εὐχῆς τῷ δεσπότῃ λειτουργίαν προσφέρει, τῆς δὲ κατακλίσεως παντελῶς τὴν χρείαν ἠρνήθη·
 [00726]  Καθά περ γὰρ ἐν ταῖς πολιτικαῖς ἀγοραῖς ὁ μὲν ἄρτων ἐστὶ πρατήρ, ὁ δὲ λαχάνων, ὁ δὲ ἱματίων ἔμπορος, ἄλλος δὲ ὑποδημάτων δημιουργός, παρ' ἀλλήλων δὲ τὴν χρείαν ἐρανιζόμενοι θυμηρέστερον βιοτεύουσιν, ὁ μὲν γὰρ ἱμάτιον διδοὺς ἀντιλαμβάνει ὑπόδημα, ὁ δὲ λάχανον ὠνούμενος ἀποδίδοται ἄρτον·
 [00753]  Ἐλαίου δὲ κατὰ τὸν τῆς πεντηκοστῆς καιρὸν τὴν χρείαν μεταλαμβάνοντες πάλιν παραιτοῦνται αὐτοῦ τὴν μετάληψιν.
 [01131]  Καὶ ἐπειδὴ παραθαλασσίδιον ἦν τὸ χωρίον καὶ πορθμεῖον ὕστερον κατασκευάσας, τούτῳ εἰς τὴν τῶν ἀγωγίμων ἐκέχρητο χρείαν, καὶ ἐκκομίζων τῶν συνοίκων τὰ ἔργα καὶ εἰσκομίζων τὰ δέοντα.
 [01135]  καὶ γὰρ ἄτοπον τοὺς μὲν ἐν βίῳ στρεφομένους καὶ παιδία καὶ γυναῖκας ταλαιπωρουμένους καὶ πονοῦντας ἀποτρέφειν, καὶ πρὸς τούτοις καὶ φόρους εἰσφέρειν καὶ δασμοὺς ἀπαιτεῖσθαι καὶ τῷ θεῷ προσφέρειν τὰς ἀπαρχὰς καὶ τῶν προσαιτῶν εἰς δύναμιν θεραπεύειν τὴν ἔνδειαν, ἡμᾶς δὲ τὴν ἀναγκαίαν ἐκ τῶν πόνων μὴ πορίζεσθαι χρείαν καὶ ταῦτα εὐτελεῖ μὲν τροφῇ καὶ βραχείᾳ, εὐτελεῖ δὲ ἐσθῆτι χρωμένους , ἀλλὰ καθῆσθαι εἴσω τὰς χεῖρας ἔχοντας καὶ τὰ τῶν ἀλλοτρίων χειρῶν καρπουμένους.
 [01153]  καὶ εἴσω τοῦ μοναστηρίου διὰ τοῦ ὑδραγωγοῦ γενόμενον καὶ εἰς πᾶσαν χρείαν πλουσίως χορηγοῦν, εἰς τὴν παρα κειμένην θάλατταν ἐκκρίνεται καὶ δείκνυται μέχρι δεῦρο τοῦ μεγάλου Θεοδοσίου ἡ μωσαϊκὴ χάρις ἐνεργοῦσα.
 [01312]  Καὶ οὕτω σφόδρα ἤμβλυνε τὴν τῆς ὀρέξεως ἀμετρίαν ὡς εἰς τὸν ἔπειτα χρόνον βραχύ τι μορίον ὄρνιθος καθ' ἑκάστην ἡμέραν τὴν τῆς τροφῆς αὐτῇ χρείαν πληροῦν.
 [01528]  Καὶ γὰρ ὁ τοσοῦτος Ἠλίας πρῶτον μὲν ἀπὸ τοῦ χειμάρρου τὴν χρείαν ταύτην ἐπλήρου, ἔπειτα δὲ καὶ πρὸς τὴν Σαραφθίαν χήραν παραγενόμενος ὕδωρ αὐτῷ πρῶτον κομισθῆναι προσέταξεν, εἶθ' οὕτω τὸν ἄρτον ἐπήγγειλεν.
 [01529]  Ἀλλ' ὁ θαυμάσιος οὗτος ἀνὴρ οὔτε ἄρτου κατὰ τὸν τῆς ἀρχιερωσύνης μετέλαβε χρόνον οὔτε ὀσπρίων οὔτε λαχάνων ὁμιλησάντων πυρί, οὐχ ὕδατος ὃ τῶν τεττάρων στοιχείων πρῶτον παρὰ τοῖς τὰ τοιαῦτα δεινοῖς εἶναι δόξασιν ἐνομίσθη διὰ τὴν χρείαν·
 [01531]  Ἐν δὲ τῇ ὥρᾳ τῆς ὀπώρας, ἐκείνη τὴν χρείαν ἐπλήρου·
 [01623]  Ἄρτος δὲ καὶ ἅλες ὀλίγοι τῆς τροφῆς αὐτῷ τὴν χρείαν ἐπλήρουν.
 [01697]  θερμοῦ γὰρ οὐδενὸς μεταλαγχάνειν ἠνείχετο, παντελῶς τοῦ πυρὸς τὴν χρείαν ἀπαρνησάμενος.
 [02010]  ∆ρυὸς δὲ ῥίζαν βαρυτάτην κομίσαι αὐτῷ τινα κελεύσας, ὡς εἰς ἑτέραν δῆθεν χρείαν δεόμενος, ταύτην καὶ νύκτωρ ἐπετίθει τοῖς ὤμοις καὶ ἐπικειμένης προσηύχετο καὶ μεθ' ἡμέραν ἀπολαύων σχολῆς.
000-00-00 Serial Number=0160387337
Interpretatio in Danielem Ante [Go Back]  
 [00135]  Πεῖσαι τοίνυν βουλόμενος Ἰουδαίους, ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ πρὸς τὴν ἐκεί νων ἀσθένειαν συγκατιὼν, τὰς παρ' αὐτῶν προσ φερομένας θυσίας ἐδέχετο, εἰκότως ἀποστραφεὶς αὐ τοὺς καὶ αἰχμαλωσίᾳ παραδοὺς, καὶ τὰ ὑπ' αὐτῶν προσενεχθέντα σκεύη, δι' ὧν αὐτὸν θεραπεύειν ἐνό μιζον, σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν.
 [00727]  Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι.
 [01154]  Τοῦτον τοίνυν ὁ τῶν ὅλων Θεὸς εἰς εὐσέβειαν ποδηγῆσαι θελήσας, πολλὰ πολλάκις σωτήρια προσενήνοχε φάρμακα, καὶ πρῶτον μὲν ἐν τῷ δευτέρῳ τῆς βασιλείας ἔτει, ὄναρ αὐτῷ τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν, εἶτα τῇ λήθῃ τοῦ ἐνυπνίου εἰς χρείαν τοῦ προφήτου κατέστησεν·
 [01776]  παρὰ μόνου δὲ τοῦ βασιλέως ἐν ἁπάσαις ταύταις ταῖς ἡμέραις ἐπαγγέλλειν τὴν χρείαν.
000-00-00 Serial Number=0872151613
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00189]  ὡς εἶναι δῆλον, ὅτι οὐκ αὐτὰς ἐθεώρουν τῶν ἀοράτων τὰς φύσεις οἱ θεσπέσιοι προ φῆται, ἀλλ' εἰκάσματά τινα καὶ ἐκτυπώματα εἰς χρείαν ἑκάστην ὑπὸ τοῦ μεγαλοδώρου δεικνύμενα·
 [00314]  Πανταχοῦ καὶ τὸ ὁμοίωμα, καὶ τὸ ὡς προστίθησι, διδάσκων ἡμᾶς μὴ μέχρι τούτου ἑστάναι, ἀλλ' εἰδέναι ὡς τῶν ὀπτάσεων ἑκάστη πρὸς τὴν χρείαν ἁρμόζεται.
 [00333]  δείκνυσι δὲ τὰς ὄψεις, πρὸς τὴν χρείαν ταύτας ἀνατυπῶν·
 [01019]  ποτὲ μὲν γὰρ αὐτῷ φοβερῶς, ποτὲ δὲ ἡμέρως ἐπιφαίνεται, πάντα πρὸς τὴν χρείαν οἰκονομῶν·
 [01230]  Οὐ τοίνυν τοιαύτη τῶν ἀοράτων δυνάμεων ἡ φύσις, ἀλλὰ πρὸς τὴν χρείαν ὁ ∆εσπότης τὰς τοιαύτας οἰκονομε
 [01270]  οὐκ ἂν δὲ ἡ φύσις μεταβολὴν ἐδέξατο, ἀλλὰ πρὸς τὴν χρείαν ἡ θεωρία ἐξετυπώθη·
 [03900]  Ταῦτα, φησὶν, οἱ Ῥόδιοι τὴν θάλατταν διαπλέοντες ἐκόμιζόν σοι, καὶ τὴν τούτων ἀνεπλήρουν σοι χρείαν.
 [05045]  Πρὸς τοὺς εὐπόρους ὁ λόγος εἰς ἀσωτίαν κατακεχρημένους τῷ πλούτῳ, καὶ μὴ μόνον τὴν χρείαν ἐξ αὐτοῦ καρπουμένους, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας·
 [05776]  καὶ ὅτι οὐ δεηθήσονται ξύλων τομῆς, ἀλλ' ἐν ἑπτὰ ἔτεσιν ἀρκέσει αὐτοῖς εἰς τὴν χρείαν τὰ προειρημένα ὅπλα.
 [06113]  Ταῦτα δὲ πάντα, φησὶ, δώσει ὁ λαὸς τῷ ἀφηγουμένῳ εἰς τὴν χρείαν τῶν θυσιῶν, ὡς κἀν ταῖς ἑορταῖς καὶ ταῖς νουμη νίαις, κἀν τοῖς Σάββασιν ὑπ' αὐτοῦ τὰς ἱερουργίας πληροῦσθαι, καὶ ἱλάσκεσθαι τὸν Θεὸν ὑπὲρ τοῦ λαοῦ.
000-00-00 Serial Number=0578594625
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00042]  Τὸ δὲ ἡγίασα, ἀντὶ τοῦ ἀφώρισα τέθεικεν Εἶτα λέγει καὶ τὴν χρείαν, δι' ἣν αὐτὸν ἐξελέξατο.
 [01596]  ∆ιὰ μέντοι τῶν ἑξῆς, καὶ τοῦ περιζώμα τος ἑρμηνεύει τὴν χρείαν.
 [02598]  χρείαν δὲ κρατήρων ἐπλήρουν·
000-00-00 Serial Number=0871558070
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00061]  Ἐπειδὴ γὰρ χοροὺς συστησάμενος ὁ μέγας ∆αβὶδ τῷ Θεῷ τὴν ὑμνῳ δίαν προσέφερεν, οὐκ αὐτῷ χρείαν τινὰ πληρῶν, ἀλλὰ τῷ λαῷ προξενῶν ὠφέλειαν, δηλονότι μετά τινος ἁρμοδίας καὶ τοὺς χοροὺς ᾄδειν, καὶ τοὺς τοῖς ὀργάνοις κεχρημένους σύμφωνον παρεσκεύασε παρέχεσθαι τὴν ἠχήν.
 [01521]  Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
 [02116]  Πρὸς γὰρ τὴν χρείαν τῶν ἀνθρώπων ἡμέρα καὶ νὺξ αὐξανόμεναί τε καὶ μειούμεναι, καὶ παρ' ἀλλήλων τὸν χρόνον δανειζόμεναι, καὶ πάλιν ἀλλήλαις τὸ χρέος ἐκτιν νύουσαι, τὴν ἐφεστῶσαν αὐταῖς ὑποδεικνύουσι προ μήθειαν.
 [03784]  Ἐκεῖ τοίνυν Ἀβιμέλεχ τῷ ἱερεῖ συγγενόμενος, ἔκρυψε τὴν φυγὴν, ἀπεστάλθαι δὲ εἴρηκεν ὑπὸ τοῦ βασιλέως εἴς τινα χρείαν σπουδαίαν, καὶ ζητήσας ἄρτους, ἑτέρους μὲν οὐχ εὗρε, μόνους δὲ τοὺς τοῖς ἱερεῦσιν ἀπονενεμημέ νους, καὶ τούτους ἔλαβεν, δεδωκότος τοῦ ἱερέως παρὰ τὸ δόγμα τοῦ νόμου.
 [03790]  Ἐπειδὴ τοίνυν φεύγων, οὐκ ἐγνώρισε τῷ ἱερεῖ τὴν φυγὴν, ἀλλὰ βασιλικὴν ἔφη χρείαν ἐξανύειν τινὰ, ἠλλοιῶσθαι τὸ πρόσ ωπον λέγεται, ὡς μὴ τῇ συνήθει χρησάμενος ἀληθείᾳ [ἕτερον δὲ πρόσωπον ἀντὶ τοῦ εἰωθότος ἀνειληφώς].
000-00-00 Serial Number=0943290293
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00482]  Μὴ τοίνυν ἡγοῦ τὴν ἐμὴν χρείαν πληροῦν·
 [02552]  Πρὸς γὰρ τὴν χρείαν τῶν μανθανόντων ἐχορηγεῖτο τοῖς διδασκάλοις ἡ χά ρις.
 [04298]  Ἡ γὰρ αὐτὴ νεφέλη μεθ' ἡμέραν μὲν τὸ τῆς ἀκτῖνος λυπηρὸν ἀπεκρούετο, νύκτωρ δὲ τοῦ πυρὸς παρεῖχε τὴν χρείαν.
 [04311]  καὶ μετὰ τοσαύτας εὐεργεσίας πεῖραν λαβεῖν ἠβούλοντο τῆς θείας δυνάμεως, καὶ τροφῆς δεηθέντες, οὐ λαβεῖν τὴν χρείαν ἐζήτησαν, ἀλλ' ὡς ἀδυνάτου τοῦ Θεοῦ κατηγόρησαν.
000-00-00 Serial Number=0313725948
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02006]  καὶ τὴν ἐντεῦθεν φυομένην εἰς καιρὸν δίδωσι χρείαν.
 [02054]  Εἶτα τὴν τούτων ὑποδείκνυσι χρείαν.
 [02059]  Καὶ τοῦτο τῆς θείας Προνοίας τεκμήριον μέγιστον, τὸ μὴ μόνον τῶν ἀν θρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων τὴν χρείαν πλη [80.1700] ροῦν.
 [02074]  Φύεται γὰρ ἡ πόα, καὶ διατρέ φει τὰ κτήνη, τὰ εἰς χρείαν ἀνθρώπων γεγενημένα·
 [02078]  Ἀλλ' ὅμως διὰ τὴν τῶν ἀν θρώπων χρείαν καὶ τὰ κτήνη ταύτης ἀπολαύει τῆς προμηθείας.
 [02092]  ∆ιεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν τοῖς ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν.
 [02107]  Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει·
 [02132]  Τὸ δὲ, Ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς, ἀντὶ τοῦ, Καὶ τούτοις ἡ θεία Πρόνοια παρέχει τὴν χρείαν.
 [02146]  Εὗρε γὰρ καὶ τὴν ὑπό τινων δυσσεβῶν διαβαλλομένην νύκτα σφόδρα χρησιμωτάτην, καὶ τὰ ἄκαρπα ξύλα χρείαν ἑτέραν εἰσφέροντα·
 [02175]  Παρὰ σοῦ, φησὶν, εἰς καιρὸν ἅπαντα τὴν χρείαν κομίζεται.
 [02452]  νύκτωρ δὲ πυ ροειδὴς αὐτοῖς γινομένη, τοῦ φωτὸς αὐτοῖς ἐχο ρήγει τὴν χρείαν.
 [02539]  Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσέμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θερα πόντων.
 [02616]  Πενθοῦντι γὰρ τὴν ἀδελφὴν προσελθόντες, μετὰ πολλῆς ἀταξίας τὴν χρείαν ἐξ ῄτησαν.
 [02865]  Τὰ δὲ πάλαι ἔρημα ἔθνη, καὶ οὐδὲ βραχεῖαν ἐσχηκότα λιβάδα, τοῖς τῆς διδασκαλίας ὕδασι περικλύζεται, ὑπὲρ τὴν χρείαν τὰ λογικὰ δεχόμενα ῥεύματα.
 [05716]  Παρέξω δὲ καὶ τοῖς δεομένοις τῶν ἀναγ καίων τὴν χρείαν.
 [05964]  Εἰκότως δὲ τοῖς ῥητοῖς ἅπασι τὸν αἰώνιον ἔλεον ὁ μεγαλογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδη μιούργησεν ὁ φιλάνθρωπος ἅπαντα.
 [06733]  Ὅταν γὰρ ἴδωσιν ὑπὲρ τὴν χρείαν τὰ δοχεῖα πεπληρωμένα, εἰς ἕτερα πάλιν τὰ περιττὰ μεταφέρουσι·
 [06818]  Εἰς νοῦν γὰρ λαβὼν, ὅπως τῶν ἀνθρώπων τὴν φύσιν διέπλασεν, ὅσης τιμῆς τε καὶ προμηθείας ἠξίωσεν, ὅτι πᾶσαν τὴν ὁρωμένην κτίσιν αὐτοῖς προσφέρειν τὴν χρείαν ἐνομοθέτησεν, ὅτι καθ' ἑκάστην ἡμέραν πλημμελούντων ἀνέχεται, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὐ μόνον οἰκτίρμονα καλεῖ, ἀλλὰ καὶ ἐλεήμονα, καὶ μα κρόθυμον, καὶ πολυέλεον.
 [06849]  ἀλλὰ διδάσκει ὡς ἕκαστον παρ' αὐτοῦ τὴν κατάλλη λον ὑποδέχεται χρείαν.
 [07018]  Εἶτα τὴν ἐντεῦθεν φυομένην δείκνυσι χρείαν.
 [07026]  ἀλλ' ἡ διὰ τὴν χρείαν κραυγὴ μιμεῖται τὴν αἴτησιν.
000-00-00 Serial Number=0133022010
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01157]  Πρὸς δὲ τούτῳ δηλοῖ, ὅτι Καὶ διαφόροις ἀποκαλύψεσιν ἐχρησάμην, οὐ τὴν ἐμὴν φύσιν ὑπο δεικνὺς (ἀόρατος γὰρ αὕτη), ἀλλὰ πρὸς τὴν χρείαν ἐκτυπῶν τὴν θεωρίαν.
 [02407]  καὶ ταῦτα τοῦ μεγάλου Μωσέως διὰ πρέσβεων τοῦτο λιπαρή σαντος, καὶ ὑποσχομένου, ὡς οὐκ ἐκκλινοῦσι δεξιὰ, οὐδὲ ἀριστερὰ, ἀλλ' ὁδῷ βασιλικῇ βαδιοῦνται, καὶ αὐτοῦ τοῦ ὕδατος τὴν χρείαν ὠνούμενοι.
 [03123]  Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.
 [04239]  Τῆς γὰρ τῶν ἀνθρώπων ἕνεκα δυσσεβείας τε καὶ παρανομίας, καὶ τὰ διὰ τούτους γεγενημένα, καὶ εἰς τὴν τού των χρείαν πεποιημένα τῶν ἀλόγων γένη καταν αλώσω.
 [04811]  ἀλλὰ κατὰ χρείαν ἑκάστην ἐκτυποῖ τούτων τὴν θεωρίαν ὁ τούτων καὶ τῶν ἁπάν των ∆εσπότης.
000-00-00 Serial Number=0820824742
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00270]  ˉʹ Εἰ διὰ τὴν ἡμετέραν χρείαν ἡ κτίσις γέγονεν, ἡμεῖς δὲ ἄφθαρτοι ἀνιστάμεθα καὶ ἀνενδεεῖς, πῶς οὐκ ἄχρηστος ἡ τῆς κτίσεως ἀφθαρσία;
 [00811]  εἰ γὰρ ἁπλῶς διὰ τὴν νέ κρωσιν ἐμυσάττοντο τῶν νεκρῶν τὰ σώματα, οὐκ ἄρα ἐχρῆν τοῖς τῶν ζῴων νεκρῶν σωμάτων μέρεσι κεχρῆσθαι πρὸς τὴν τῶν ζών των χρείαν, ὡς τοῖς δέρμασι καὶ τοῖς κέρασι καὶ τρίχαις καὶ χολαῖς καὶ τοῖς στέασι καὶ ταῖς σαρξίν, ἅτινα οὐδεὶς λόγος δύ ναται ὑπεξελεῖν τῆς προσούσης αὐτοῖς νεκρώσεως.
 [00812]  εἰ δὲ νεκρὰ μὲν καὶ ταῦτα, οὐ μυσαττόμενα δὲ διὰ τὴν ἐξ αὐτῶν χρείαν, πῶς οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ καθαρὰ μὲν ἡγεῖσθαι ταῦτα διὰ τὴν ἐξ αὐτῶν χρείαν, μυσάττεσθαι δὲ τῶν ἁγίων μαρτύρων τὰ σώματα καὶ τοὺς τάφους ὑπὸ Ἑλλήνων, φυλακτικὰ ὄντα ἀν θρώπων τῆς τῶν δαιμόνων ἐπιβουλῆς καὶ ἰαματικὰ νοσημάτων τῶν κατὰ τὴν τῶν ἰατρῶν τέχνην ὄντων ἀνιάτων;
 [01431]  καὶ ἐπὶ μὲν τοῦ Ἠλία πρὸς τὴν χρείαν ἐγέ νετο τοῦ ἐλαίου ἡ ἐπίδοσις, ἐπὶ δὲ τοῦ Ἑλισσαίου καὶ ὑπὲρ τὴν χρείαν.
 [01536]  Εἰ διὰ τὴν ἡμετέραν χρείαν κατ' ἀρχὰς ἡ παραγωγὴ τῆς κτίσεως γέγονε, καὶ διὰ τὴν ἡμετέραν ὁμοίως χρείαν τὰ μὲν φθείρεται, τὰ δὲ ἀφθαρσίαν ἐν τῇ συντελείᾳ ἐνδύεται, οἷον κτήνη μὲν καὶ θηρία καὶ πετεινὰ φθείρεται, οὐρανὸς δὲ καὶ γῆ φθορᾶς ἀπαλλάσσεται, καὶ τὰ μὲν φθείρεται, ὡς ἀνενδεοῦς ἡμῶν ἀνισταμένου τοῦ σώματος, ἐν ἀφθαρσίᾳ δὲ τὰ δηλωθέντα μένει στοιχεῖα, [ὡς] τῶν πραχθέντων ἡμῖν μελλόντων ἡμῶν ἐν αὐτοῖς κομίζεσθαι τὴν ἀντίδοσιν, ἀὴρ καὶ θάλαττα πῶς οὐκ ἄχρηστα, εἰ τότε μένοιεν ἄφθαρτα, οὔτε εἰς πνοὰς οὔτε ἐμπορίας οὔτε ἰχθυοφαγίας ἢ ἑτέρας τινὸς βοηθείας [ἕνεκα] χρῃζόντων ἡμῶν ἐξ αὐτῶν διὰ τὸ ἀνενδεές, ὡς ἔφην, τοῦ σώματος;
 [01834]  εἰ δὲ προετίμησεν ὁ μὲν Ἄβελ τῆς οἰκείας χρείας τὸν θεόν, ὁ δὲ Κάιν τὴν ἰδίαν χρείαν τοῦ θεοῦ, δῆλον ἄρα ὅτι ἕκα στος αὐτῶν τῆς ἐκ τῶν οἰκείων καρπῶν ἔχρῃζε θεραπείας.
 [02076]  καὶ ἐπειδὴ διὰ τὴν προλεχθεῖσαν χρείαν γέγονε τῶν ἀλό γων ἡ φύσις, διὰ τοῦτο δῆλον ὅτι, ἀγαθῆς οὔσης τῆς χρείας, ἀγαθή ἐστι καὶ ἡ φύσις.
 [02171]  ἑκατέροις δὲ διὰ τὴν ἐγχειρισθεῖσαν αὐτοῖς χρείαν ἐδόθη τοῦ θεοῦ ἡ τάξις καὶ ἡ προσηγορία.
000-00-00 Serial Number=0507843792
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00201]  εἶτα ὡς ἄνωθεν ἐπικείμενος, καὶ τοῦ προτέρου οὐρανοῦ τὴν χρείαν ἡμῖν πληρῶν, οὐρανὸς προ σωνομάσθη.
 [00296]  μηδεὶς τοίνυν αὐτὸ καθ' ἑαυτὸ τὸ θηρίον ἐξετάζων ἐπιμεμφέσθω τῷ ποιητῇ, ἀλλὰ τὴν χρείαν ἐπιζητείτω.
 [00297]  ἐπεὶ καὶ τὸ σῶμα τὸ ἀνθρώπινον πολλὴν ἔχει καὶ ὥραν καὶ ἁρμονίαν καὶ τῶν μωρίων τὴν χρείαν·
 [00305]  οὕτω πάλιν εἴ τις μίαν τῶν δακτύλων ἐκτέμῃ σκυταλίδα, ὄψεται παντελῶς αὐτὴν ἄχρηστον, ἀλλὰ συνημμένη πλείστην παρέχει τῷ σώματι χρείαν.
 [00314]  ἀλλ' εἰ τῷ κοινῷ συντελεῖ τινα χρείαν·
 [00372]  ἵνα τὰ μὲν ἄψυχά τε καὶ ἔμψυχα τούτῳ προσφέρῃ, ὥσπερ τινὰ φόρον, τὴν χρείαν·
 [00388]  καὶ οὕτως ἑκάστη τέχνη παρὰ τῶν ἄλλων τεχνῶν τὴν [26] οἰκείαν ἐρανίζεται χρείαν·
 [01150]  ἐκείνης γὰρ τὸ ὕδωρ ἀρυομένης, καὶ ταῖς καμήλοις προσφερούσης τὸ νᾶμα, ἀνέμενεν οὗτος ἰδεῖν εἰ πάσαις παρέχει τὴν χρείαν κατὰ τὴν αἴτησιν·
 [01941]  Πρῶτον ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ τῷ ποταμῷ, καὶ θεὸν τοῦτον ἐνόμιζον, τὴν τῶν νεφῶν αὐτοῖς παρέχοντα χρείαν·
 [03566]  μάλα τοίνυν εἰκότως τῇ ἐκείνων ἀχαριστίᾳ τὴν θείαν συνῆψε φιλοτιμίαν ὁ συγγραφεὺς τὰ περὶ τοῦ μάννα διηγησάμενος, καὶ ὅτι οὐ μόνον ἄρτου χρείαν, ἀλλὰ καὶ ὄψου ἐπλήρου·
 [03954]  δι' ἀβάτων γὰρ αὐτοὺς καὶ ἀνύδρων ὁδηγήσας χωρίων, ἀφθόνως αὐτοῖς τὴν τῶν ἀναγκαίων ἐχορήγησε χρείαν.
 [04014]  ταῦτα πάντα, φησίν, εἰς χρείαν ὑμετέραν πεποίηκεν ὁ Θεός·
 [04018]  ταῦτα φησίν, εἰς τὴν τῶν ἀνθρώπων κατεσκεύασεν χρείαν ὁ ποιητής·
 [05173]  ἀλλ' ἱερέως χρείαν ἐπλήρωσε, καὶ ῥάβδῳ πατάξας τὴν πέτραν, ὡλοκαύτωσε τὴν θυσίαν παραδόξῳ πυρί.
 [05277]  ∆ηλοῖ καὶ τοῦτο τῶν τοιούτων νόμων οὐ πᾶσιν ἀναγκαίαν τὴν χρείαν.
 [05282]  ἀλλ' ὅμως ὁ τοῦ νόμου νομοθέτης ἐντεῦθεν αὐτῷ, καὶ οὐκ ἄλλοθεν, παρέσ χε τὴν τοῦ ὕδατος χρείαν.
000-00-00 Serial Number=0633004904
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00254]  Ὁ ∆εσπότης γὰρ Θεὸς καὶ Θεοῦ καὶ βασιλέως ἐπλήρου τὴν χρείαν·
 [02296]  Οἰκοδόμησον οἶκόν μοι, οἶκον εὐπρεπῆ σεαυτῷ, τοῦ κατοικεῖν ἐπὶ κενότητος Οὐδὲ γὰρ αὐτὸς ἐδεῖτο τῆς τοιαύτης οἰκοδομίας, ἀλλὰ διὰ τὴν τῶν ἀνθρώπων χρείαν οἰκοδομηθῆναι προσέταξεν.
 [03116]  ἵνα τῆς χαράδρας πόῤῥωθεν ἐνεχθείσης, πληρωθῶσιν οἱ βόθροι τοῦ ὕδατος, καὶ τὴν χρείαν παράσχωσι τῷ στρατῷ.
 [03200]  Τοσαύτης δὲ αὐτοῖς εὐλογίας μετέδωκεν, ὡς καὶ τῶν ἑκατὸν πληρῶσαι τὴν χρείαν, καὶ μετὰ τὸν ἐκείνων κόρον ἱκανοὺς περιττεῦσαι.
 [03263]  Ἡ κόπρος τῶν περιστερῶν ποίαν χρείαν ἐπλήρου;
 [04046]  Τὴν ἐμαυτοῦ, φησὶ, χρείαν πλη ρῶ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»