Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φωνῇ [127]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φωνῇ


000-00-00 Serial Number=0901958585
Commentaria in Isaiam Ante [Go Back]  
 [00072]  Λόγου γὰρ ἐστερη μένα ταῦτα καὶ νοῦ τὸν τροφέα γινώσκει καὶ τῆς ἐπιμελείας μεταλαγχάνοντα εὐγνωμόνως περὶ τὸν ταύτης διάκειται χορηγόν, καὶ οἶδε μὲν τὸν βοηλάτην ὁ βοῦς, εἴκει δὲ τῇ τούτου φωνῇ, τρέχει δὲ εἰς τὴν συνήθη φάτνην ὁ ὄνος·
 [00722]  Ἀλαλάζειν εἰώθασιν ἐν τοῖς πολέμοις, τοὺς ἀντιπαραταττο μένους τῇ κοινῇ φωνῇ δεδιττόμενοι.
 [00726]  Ἐνταῦθα καὶ τὸ πλῆθος ἔδειξε καὶ τοὺς λόχους |105 b| κύμασιν ἐοικότας καὶ τῇ φωνῇ κατακτυ ποῦντας τῶν ἀντιπάλων τὰς ἀκοάς.
 [01168]  τὸ γὰρ παταχρὴ Σύρων μέν ἐστιν ὄνομα, σημαίνει δὲ τῇ Ἑλλάδι φωνῇ τὰ εἴδωλα.
 [01599]  ἡ μὲν γὰρ νῦν Φιλαδέλφεια προσαγορευομένη ἐστὶ δὲ πόλις τῆς Ἀραβίας λαμπρά Ἀμμὰν μέχρι καὶ τήμερον τῇ ἐπιχωρίῳ καλεῖται φωνῇ, Μωὰβ δὲ ἡ Χαραχμωβά, τῇ δὲ Ἀρειοπόλει πελάζει.
 [01646]  Τοῖς πολεμίοις ταῦτα ὁ προφητικὸς λόγος παρεγγυᾷ καὶ παρακαλεῖν ἀλλήλους καὶ τὸ δέος ἐξελάσαι καὶ τῇ πολεμικῇ δεδίττεσθαι φωνῇ καὶ τὰ πολεμικὰ σημεῖα εἰς τὸ ὕψος ἆραι.
 [01748]  Γιώρας τῇ Ἑλλάδι φωνῇ ὁ προσήλυτος ἑρμηνεύεται·
 [02625]  Καὶ ἐὰν παύσηται ὁ τρύγητος, [14οὗτοι] φωνῇ βοήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ὑμνοῦντες τὸν ἐνδοξασμὸν τοῦ κυρίου ἅμα.
 [04085]  Πρὸς ταῦτα μέντοι ἀπεκρίναντο οἱ περὶ τὸν Ἐλιακ ὶμ παρακαλοῦντες μὴ τῇ Ἑβραίων ἀλλὰ τῇ Σύρων κεχρῆσθαι φωνῇ·
 [05994]  Ὑπακουσάτω τῇ φωνῇ τοῦ παιδὸς αὐτοῦ.
 [06233]  [8Φωνὴ] τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοῖς πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιών.
 [06818]  Τὰς τοῦ λαοῦ παρανομίας ἐλέγξαι τῷ προφήτῃ παρεγγυᾷ τῶν ὅλων ὁ κύριος καὶ μὴ κρύβδην τοῦτο καὶ λάθρᾳ ποιῆσαι ἀλλ' ἀναφανδὸν δρᾶσαι παρακε λεύεται μεγάλῃ χρώμενον τῇ φωνῇ.
 [07303]  ∆ιὸ καὶ ἐν τῇ Ἑβραίων φωνῇ τὸ ἱμάτιον σωτηρίου ἱμάτιον ἰεσῶα καλεῖται, τουτέστιν Ἰησοῦ.
000-00-00 Serial Number=0079871953
De incarnatione domini Ante [Go Back]  
 [00025]  τοῦτο δὲ τὸν χοῦν δηλοῖ τῇ Ἑβραίων φωνῇ.
000-00-00 Serial Number=0470631361
De providentia orationes decem Ante [Go Back]  
 [00118]  Βλέπε τοιγαροῦν κἀνταῦθα τοῦ Θεοῦ τὴν πρόνοιαν, ἐφεστῶσαν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις φωστῆρσι, καὶ οἷόν τινι φωνῇ παρακελευομέ νην δᾳδουχεῖν τοῖς ἀνθρώποις, καὶ οὐχ ἁπλῶς δᾳδου χεῖν, ἀλλὰ κατὰ χρόνου διανομήν.
 [00759]  Ἕτερα δέ σοι τούτων πάλιν στεγανώτερα μεμηχάνηται πρὸς τὴν αὐτὴν τούτων τῶν ζώων ἄγραν, ἃ τῇ γῇ μὲν ἐφαπλοῖς, βόθρον δὲ ὀρύττων, ὕδατος τοῦτον πληροῖς, χειροήθεις δὲ ὄρνι θας ἐφιστᾷς τοῖς δικτύοις, ἵνα τῇ ὄψει καὶ τῇ φωνῇ τοὺς ὁμογενεῖς ἐφελκύσωνται.
 [01546]  Οἱ δὲ γεννά δαι ἐκεῖνοι, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαὴλ, οἱ τοῦ νόμου τρόφιμοι, οἱ τῆς Ἀβραμιαίας πίστεως κληρο νόμοι, οἱ τῆς εὐσεβείας ἀθληταὶ, οἱ τῆς χάριτος πρόδρομοι, οἱ τῆς πίστεως πρόμαχοι, οἱ δοῦλοι τὰ σώματα, καὶ τὰ φρονήματα ἐλεύθεροι, οἱ αἰχμάλω τοι, καὶ βασιλέων τὰς ψυχὰς ὑψηλότεροι, οὐ μόνον ἑκόντες οὐ προσεκύνησαν τῇ εἰκόνι, ἀλλὰ καὶ κατ ηγορηθέντες, ἅτε δὴ τὸ κελευσθὲν οὐ ποιήσαντες, ἀπολογίαν μὲν οὐδεμίαν προσφέρουσιν, ἄντικρυς δὲ ἀπαγορεύουσι τὴν προσκύνησιν, καὶ μεγάλῃ βοῶσι φωνῇ·
000-00-00 Serial Number=0212354600
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02359]  τῇ δὲ πάντα φωνῇ μόνα τὰ καλὰ καὶ τὰ ἀγαθὰ συμ περιλαμβάνεσθαι.
000-00-00 Serial Number=0182680488
Eranistes Ante [Go Back]  
 [03139]  Καὶ γὰρ Ἰσαὰκ τῇ τοῦ πατρὸς προθυ μίᾳ κατασφαγεὶς ἐξ ἧσπερ ἡμέρας ὁ μεγαλόδωρος τοῦτο προσέταξε γενέσθαι, τῇ τρίτῃ τυπικῶς ἀνεβίω τῇ τοῦ φιλανθρώπου φωνῇ·
 [03142]  {ΕΡΑΝ.} Καὶ σὺ τὰ περὶ τοῦ τύπου διηγούμενος τὸν Ἰσαὰκ ἔφης ἀναβιῶναι τῇ θείᾳ φωνῇ.
 [03783]  Κύριον γὰρ αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, τῇ δεικτικῇ φωνῇ πρὸς τὸ ἀνθρώπειον αὐτοῦ καὶ ὁρώμενον πᾶσι προδήλως ἀπε ρειδόμενος.
000-00-00 Serial Number=0872716010
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00339]  ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
 [01810]  τοῦτο δὲ καὶ τῇ Ἑβραίων καὶ τῇ Σύρων ἑρμηνεύεται φωνῇ.
000-00-00 Serial Number=0437069893
Graecarum affectionum curatio Ante [Go Back]  
 [00204]  Ὑμῖν γὰρ εἰ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων, μὴ ζητεῖν νέων μηδένα ἐᾶν, ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος πάντας [1.68] ξυμφωνεῖν, ὡς πάντα καλῶς κεῖται.
 [02967]  ἡμῖν δὲ ἀρκεῖ τῶν πραγμάτων ἡ μαρτυρία, γεγωνοτάτῃ κεχρημένη φωνῇ καὶ τὸ τῶν χρηστη [10.43] ρίων διελέγχουσα ψεῦδος.
 [03248]  ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιά σεως·
 [03598]  [11.72] Ὅτι μὲν οὖν ἀψευδὴς οὗτος ὁ λόγος, τὰ πράγματα βοᾷ, μεγίστῃ κεχρημένα φωνῇ·
000-00-00 Serial Number=0528126895
Historia ecclesiastica Ante [Go Back]  
 [00556]  πλείστων δῆτα ὑφ' ἑκατέρου τάγματος προτεινο μένων πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ' ἑκάστου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἦν καὶ ἡδύς, τοὺς μὲν συμ πείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ' εὖ λέγοντας ἐπαι νῶν, πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ἕως ὅτε ὁμογνώμονας καὶ [55] ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο, ὡς ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν.
 [02163]  Καὶ ὁ τῶν ἀσωμάτων δὲ τὸν βίον ἐν σώματι μιμησάμενος, Ἰου [3] λιανὸν λέγω τὸν Σάβαν ἐπίκλην τῇ Σύρων φωνῇ προσαγορευόμενον, οὗ τὴν πολιτείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ, σπουδαιο τέραν τῷ θεῷ τῶν ὅλων ἱκετείαν προσέφερε, τὰς τοῦ δυσσεβοῦς ἐκείνου μεμαθηκὼς ἀπειλάς.
 [02709]  πείσθητε, τάλανες, λέγων μεγάλῃ τῇ φωνῇ, τῷ τῶν Ἀρει ανῶν φρονήματι πείσθητε·
 [02862]  καὶ οὗτος μὲν τῇ Σύρων κεχρημένος φωνῇ τῆς πνευματικῆς χάριτος τὰς ἀκτίνας ἠφίει·
000-00-00 Serial Number=0840099931
Historia religiosa Ante [Go Back]  
 [00206]  [2.1] Ἰουλιανὸς, ὃν Σάβαν ἐπίκλην οἱ ἐπιχώριοι τιμῶντες ὠνόμαζον τὸν δὲ πρεσβύτην τῇ ἑλλάδι φωνῇ σημαίνει τὸ ὄνομα , ἐν τῇ πάλαι μὲν Παρθυαίων, νῦν δὲ Ὀσροηνῶν ὀνομαζομένῃ, τὴν ἀσκητικὴν καλύβην ἐπήξατο·
 [00594]  Παρ' αὐτὰ δὲ τοῦ ὑψηλοῦ ὄρους τὰ κράσπεδα, κώμη τίς ἐστι μεγίστη καὶ πολυάνθρωπος, τῇ δὲ ἐγχωρίῳ φωνῇ Τελεδὰν αὐτὴν ὀνομάζουσιν.
 [00703]  Πρὸς ἕω γὰρ τῆς ἐξ ἀρχῆς παγείσης ἀσκητικῆς καλύβης καὶ πρὸς ἑσπέραν καὶ μεσημβρίαν ἐστὶν ἰδεῖν ταύτης τῆς φιλοσοφίας τὰ ἔκγονα οἷόν τινας ἀστέρας περὶ σελήνην χορεύοντας καὶ τοὺς μὲν τῇ ἑλλάδι, ἄλλους δὲ τῇ ἐγχωρίῳ φωνῇ τὸν ποιητὴν ἀνυμνοῦντας.
 [00728]  [5.5] Οὕτω τῶν ὁμογλώττων γυμναζομένων τε καὶ ἀγω νιζομένων καὶ τῇ ἑλλάδι φωνῇ τὸν θεὸν ἀνυμνούντων, ἔλαβεν ἔρως ταυτησὶ τῆς πολιτείας καὶ τοὺς τῇ ἐγχωρίῳ κεχρημένους φωνῇ·
 [00732]  Καὶ παρ' ἐκεῖνο τὸ καταγώγιον ἕτερον οἰκοδομήσας ἐκεῖ τούτους διάγειν ἐκέλευσε, νεών τινα θεῖον κατασκευάσας εἰς ὃν καὶ τούτους κἀκείνους συνιέναι προσέταξεν ἀρχομένης τε καὶ ληγούσης ἡμέρας ἵνα καὶ τὴν ἑσπερινὴν καὶ τὴν ἑωθινὴν ὑμνῳδίαν κοινῇ προσφέρωσι τῷ θεῷ, διχῇ μὲν διῃρημένοι καὶ τῇ οἰκείᾳ ἕκαστοι κεχρημένοι φωνῇ, ἐκ διαδοχῆς δὲ τὴν ᾠδὴν ἀναπέμποντες.
 [01038]  Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν, εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης;
 [01075]  Ἠιδέσθη, καίπερ ἀναίσχυντος ὤν, ὁ ἀλάστωρ τοῦ ἁγίου τὴν ἐπιείκειαν καὶ φωνῇ μεγίστῃ χρησάμενος ἐβόα ὡς τῷ ὄρει μὲν τῷ Ἀμάνῳ σχολάζω, τοῦτον δὲ κατὰ τὴν ὁδὸν θεασάμενος ὕδωρ ἀπό τινος πηγῆς ἀρυόμενόν τε καὶ πίνοντα, οἰκη τήριον οἰκεῖον πεποίηκα.
 [01185]  Καὶ τοῖς πρὸς αὐτὸν ἀφικνουμένοις τῇ πραείᾳ καὶ γλυκείᾳ κεχρημένος φωνῇ, πολλὰς μὲν περὶ φιλαδελφίας, πολλὰς δὲ περὶ ὁμονοίας τε καὶ εἰρήνης προσέφερε παραινέσεις·
 [01496]  εἶτα κατὰ μικρὸν τῆς θείας ἥψατο λειτουργίας μετρίᾳ φωνῇ κεχρημένος.
 [01758]  Καί ποτε νύκτωρ ἧκέ τις βοῶν ἀλιτήριος δαίμων καὶ τῇ σύρᾳ κεχρημένος φωνῇ·
 [02318]  Ὁ δὲ τῇ ἑλλάδι χρησάμενος φωνῇ Κίλιξ γὰρ τὸ γένος ἐτύγχανεν ὤν·
000-00-00 Serial Number=0336248696
Interpretatio in Danielem Ante [Go Back]  
 [00168]  Φορθομμὶν δὲ τὰς παρθένους ἐκάλεσε τῇ Ἑβραίων φωνῇ·
 [00683]  Ἐπειδὴ γὰρ συνῆλθον ἅπαν τες, Ὁ κήρυξ, φησὶν, ἐβόα ἐν ἰσχύϊ (τουτέστι, με γίστῃ χρώμενος τῇ φωνῇ
 [01257]  τοῦτο γὰρ ἑρμηνεύεται τῇ Ἑλλάδι φωνῇ.
 [01661]  εἶτα τοῦτον αὐτὸν διακοσμήσας τὸν τρόπον, τῇ τοῦ κήρυκος χρώμενος φωνῇ τοὺς ὑπηκόους ἐδίδα σκεν, ὡς τρίτον αὐτὸν τῆς βασιλείας ἀπέφηνεν ἄρχοντα.
 [01829]  Καὶ σπουδῇ ἦλθεν ἐπὶ τὸν λάκκον τῶν λεόντων (κʹ.) Καὶ ἐν τῷ ἐγγίζειν αὐτὸν τῷ λάκκῳ, τουτ έστι, μηδέπω παρ' αὐτὸν γενόμενος, τῷ ∆ανιὴλ ἐν φωνῇ ἰσχυρᾷ ἐβόησε, καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε τῷ ∆ανιήλ.
 [02092]  Ὅτι ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχ αγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς οἱ ζῶντες οἱ παραλειπόμενοι ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·
 [02379]  Τὸ φελμουνὶ τὸν τινὰ σημαίνει τῇ Ἑλλάδι φωνῇ·
 [02399]  Ἤκουσα δὲ καὶ ἑτέρου τινὸς ἀνθρωπείᾳ χρωμένου φωνῇ, καὶ κελεύσαντος τὸν παρεστῶτά μοι, ὃν καὶ Γαβριὴλ ὠνόμασεν, ἑρμηνεῦ σαί μοι τῆς ἀποκαλύψεως τὰ αἰνίγματα.
 [02950]  Βαδδεὶμ δὲ τῇ Ἑλλάδι φωνῇ τὰ βύσσινα σημαίνεται.
 [02992]  Σημαίνει δὲ τὸ ∆ανιὴλ τῇ Ἑλλάδι φωνῇ κρίσιν Θεοῦ·
000-00-00 Serial Number=0989098787
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00294]  ∆ιδάσκει δὲ ἡμᾶς καὶ τὸν ἐκεῖθεν φερόμενον κτύπον, νῦν μὲν πλήθει ὑδάτων ἀπεικάζων, νῦν δὲ φωνῇ παρεμβολῆς·
 [01108]  κεκράξονται εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, καὶ οὐ μὴ εἰσακούσω αὐτῶν.
 [01116]  Καὶ ἀνακέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων·
 [01210]  τουτέστιν, Εἰ κάσαις ἂν τὸν ἦχον τῇ τοῦ ἱκανοῦ καὶ δυνατοῦ Θεοῦ [81.893] φωνῇ·
 [01272]  καὶ αὐτὴ γὰρ ἡ τούτων προσηγορία τῇ Ἑλλάδι φωνῇ τὸ πλῆθος σημαίνει τῆς γνώσεως.
 [01316]  καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ, καὶ εἶπα·
 [02800]  Θαιμὰν μεσημβρία ἐστὶ τῇ Ἑλλάδι φωνῇ, ∆αροὺμ δὲ τὸν λίβα σημαίνει, τὸ δὲ Ναγὲβ τὸν νότον·
 [02937]  ταύτην δὲ τὴν τοῦ Ἀμμάν φασί τινες εἶναι τὴν νῦν ἐν τῇ Ἀραβίᾳ Φιλαδελφίαν κα λουμένην, ἥτις μέχρι νῦν Ἀμμὰν τῇ ἐπιχωρίῳ φωνῇ προσαγορεύεται.
 [03702]  Ἡ γὰρ Τύρος Σὸρ τῇ ἐπιχωρίῳ προσαγορεύεται φωνῇ.
 [04376]  τὸ δὲ Σεὶμ τῇ Ἑλλάδι φωνῇ ἐν ἰσχύϊ δηλοῖ.
 [06039]  Τὸ δὲ Ἀριὴλ σημαίνει τῇ Ἑβραίων φωνῇ ὄρος Θεοῦ, ἢ κατ' ἄλλην ἑρμηνείαν, φῶς Θεοῦ·
000-00-00 Serial Number=0294159353
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00292]  Ὀψὲ φωνῇ αὐτῆς ὠλόλυζε.
 [00589]  οὕτω γὰρ καὶ μέχρι τοῦ παρόντος τῇ ἐπιχωρίῳ καλεῖται φωνῇ.
 [01502]  Τοιοῦτος ἦν ὁ Ῥαψάκης, τῇ Ἑβραίων κεχρημένος φωνῇ, καὶ κατὰ τοῦ Θεοῦ βλασφημῶν·
 [02651]  Σουαρεὶμ δὲ ἔστι τῇ Ἑβραίων φωνῇ τὰ ἐν ταῖς ὕλαις φυόμενα, τουτέστι τὰ ἄγρια, τὰ ἀνεπιμέλητα, τὰ φυτουργίας οὐκ ἀξιού μενα, τὰ εἰς βρῶσιν ἄχρηστα.
 [02839]  Τὸ δὲ Φασὲκ τὸ Πάσχα ἑρμηνεύεται τῇ Ἑλλάδι φωνῇ.
 [03093]  Τοῦτο τὸ ὄνομα καὶ ἐν τοῖς πρόσ θεν ἐντέθεικε, τῇ τῶν Ἑβραίων αὐτὴν καλέσας φωνῇ Ἰωσεδέκ.
 [04012]  Βαραδὰδ γὰρ ἐκαλεῖτο τῇ Σύρων φωνῇ·
000-00-00 Serial Number=0525645137
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00516]  Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου.
 [00520]  Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῇ κραυγῇ μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
 [02380]  Τῷ ἰκρίῳ δὲ προσηλωμένος ταύ την ὁ ∆εσπότης προήκατο τὴν φωνὴν, αὐτῇ χρη σάμενος τῇ Ἑβραίων φωνῇ, ἡλὶ, ἡλὶ, λεμὰ σα βαχθανί;
 [03239]  Εἶτα δείκνυσιν, ὁποῖα κατώρθωσαν τῇδε τῇ φωνῇ κρατυνθέντες.
 [04838]  Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.
 [04842]  Τοῦτο δὲ καὶ ὁ Ἀκύλας ᾐνίξατο, Εἰσελεύσομαι ἐν συσκίῳ, παραβιβάζων αὐτοὺς ἕως οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ αἰνέσεως καὶ εὐ χαριστίας ὄχλου ἑορτάζοντος.
000-00-00 Serial Number=0578685343
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00058]  Τῇ γὰρ ἀληθείᾳ, καὶ τῇ τῶν πραγ μάτων μαρτυρίᾳ, καὶ ταῖς παντοδαπαῖς θαυμα τουργίαις, οἷόν τινι φωνῇ χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξε, καὶ δέους αὐ τῶν ἐνέπλησε τὰς ψυχάς.
 [00092]  Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλα λάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
 [00115]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
 [00141]  ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως·
 [02405]  προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.
 [02828]  Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
 [04106]  Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι.
 [05383]  καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
000-00-00 Serial Number=0614572048
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01426]  Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, καὶ φωνῇ ψαλμοῦ.
 [01434]  Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης.
 [02601]  Τοῦτον δέ φασι Κρόνον καλεῖσθαι τῇ Ἑλλάδι φωνῇ.
 [02690]  Προσήκει δὲ τὸν λαὸν ἅπαντα τὸ Ἀμὴν τῇ τῶν ὑμνούντων ἐπιφέρειν φωνῇ.
 [03388]  τὸ γὰρ Ἀλ ληλούϊα, ὡς καὶ ἤδη ἡρμηνεύκαμεν, Αἰνεῖτε τὸν Κύριον, ἐπὶ τῇ Ἑλλάδι φωνῇ.
 [04197]  Οὐ παντός ἐστι ταύτῃ χρήσασθαι τῇ φωνῇ·
 [04199]  ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς, σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ.
 [04656]  Οὐ πάντες ταύτῃ κεχρῆσθαι δυνά μεθα τῇ φωνῇ.
 [04659]  Ἐὰν τοίνυν ἐκείνης ἀπαλ λαγέντες, τοὺς θείους προελώμεθα νόμους, ταύτῃ κε χρῆσθαι δυνάμεθα τῇ φωνῇ.
 [06417]  Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
 [06491]  Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
 [06493]  Πῶς γὰρ ἂν ἐκέκραξε φωνῇ χρησάμενος ὁ κρυπτόμενος, καὶ λαθεῖν προθυμούμενος;
 [07149]  Πληθυντικῶς δὲ τοὺς οὐρανοὺς ὠνόμασεν, οὐ πολλοὺς τούτους εἰδὼς, ἀλλὰ τῇ Ἑβραίων ἀκολουθήσας φωνῇ·
000-00-00 Serial Number=0609389961
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01824]  Βαραδὰδ γὰρ κέκλη ται τῇ Ἑβραίων καὶ τῇ Σύρων φωνῇ, καὶ ἔστιν οὐ πατὴρ, ἀλλ' υἱὸς τοῦ Ἀζαὴλ, ὡς ἡ τετάρτη τῶν Βασιλειῶν ἱστορία διδάσκει.
 [01867]  Ῥαβαὰθ δὲ καλεῖ τοῦ Ἀμμὰν τὴν μητρόπολιν, ἣ νῦν ἐν τῇ Ἀραβίᾳ Φιλαδέλφεια μὲν τῇ Ἑλλάδι φωνῇ, Ἀμμὰν δὲ τῇ Σύρων προσαγορεύεται.
 [02531]  οὕτω γὰρ ὁ νότος προσαγορεύεται τῇ Ἑβραίων φωνῇ.
 [02738]  πάντας δὲ οὐ μόνον ἄνδρας καὶ γυναῖκας ἀσιτίᾳ προσέχειν, ἀλλὰ καὶ τῶν ἀλόγων προσέταξε τὰ γένη μηδεμιᾶς ἀπολαῦσαι τροφῆς, ὡς ἂν τῷ λιμῷ πιεζομένων, καὶ τῶν μὲν μυκωμένων, τῶν δὲ βληχομένων, καὶ ἑκάστων τῇ οἰκείᾳ κεχρημένων φωνῇ, θερμότερα μὲν οἱ ἄνθρωποι προσενέγκαιεν δάκρυα, ἀνοίξαιεν δὲ τοῦ Θεοῦ τὰς τοῦ ἐλέου πηγάς.
 [02792]  Προσ έταξεν ὁ Θεὸς κήτει, οὐ φωνῇ θείᾳ τοῦτο γεγενῆ σθαι λέγων, ἀλλὰ βουλῇ·
 [04850]  Λέγει δὲ αὐτὸν ἐν αὐτῷ λαλεῖν, ἐπειδὴ οὐ λόγοις ἐκέχρητο, καὶ φωνῇ κινήσει γλώττης καὶ ἀέρος ἀντιτυπίᾳ διαρθρουμένῃ, ἀλλ' ἔνδοθεν ἐνηχουμένῃ, καὶ ἐν αὐτῷ τυπουμένη.
 [05982]  Ἄγγελος δὲ τῇ Ἑλλάδι καλεῖται φωνῇ, Μαλαχίας δὲ τῇ Ἑβραίων.
000-00-00 Serial Number=0255002141
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01071]  Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες, νῦν δὲ ἡμεῖς ὑμνοῦντες τῇ ὡσαννὰ φωνῇ καὶ τῇ τοῦ ἀλληλούια κεχρήμεθα, τίς ἐστιν ἡ τούτων ἑρμηνεία;
 [01817]  οὐκ ἐναν τιοῦται δὲ τῇ προφητικῇ τε καὶ ἀποστολικῇ φωνῇ τὸ πρὸς τὴν [121] ἀνατολὴν ποιεῖν ἡμᾶς τὰς εὐχάς·
000-00-00 Serial Number=0615467846
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00180]  εἰ δὲ καὶ φωνῇ τινι δημιουργῶν ἐχρήσατο, δῆλον ὡς οὐ τῶν ἀψύχων ἕνεκα στοιχείων, ἀλλὰ τῶν ἀοράτων χάριν δυνάμεων·
 [00207]  εὕροι δ' ἄν τις τοιαῦτα πολλὰ καὶ παρὰ τῇ Ἑλλάδι φωνῇ·
 [00914]  τὰ ἑβραίων παιδία οὐ τῇ ἑβραίᾳ ἔστιν εὑρεῖν εὐθὺς κεχρημένα φωνῇ, ἀλλὰ τῇ ἐκείνων παρ' οἷς ἐγεννήθησαν·
 [00916]  μανθάνει δὲ διὰ τῶν γραμμάτων τὴν θείαν γραφήν, τῇ ἑβραΐδι γεγραμμένην φωνῇ.
 [00920]  ἐκεῖνον γὰρ μόνον ἐν τῇ προτέρᾳ μεῖναι φωνῇ καὶ ἐκεῖθεν ἑβραίους ὀνομασ θῆναι Ἐγὼ δὲ οἶμαι ἑβραίους ὀνομασθῆναι ἐκ τοῦ τὸν πατριάρχην Ἀβραὰμ ἀπὸ τῆς χαλδαίων χώρας εἰς τὴν Παλαιστίνην ἐλθεῖν τὸν Εὐφράτην πο ταμὸν διαβάντα·
 [00921]  ἑβρα γὰρ τῇ σύρων φωνῇ διάβασις ὀνομάζεται·
 [00933]  ἀλλ' οὐδεὶς τούτων τῇ ἑβραΐδι χρῆται φωνῇ.
 [01366]  ἡ γὰρ πηγὴ αἰνὰ καλεῖται τῇ Σύρων φωνῇ.
 [03244]  ἑπτά, γάρ φησιν, ἑβδομάδας ἐτῶν ἀριθμήσεις, καὶ διαγ γελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν τῇ δεκάτῃ τοῦ μηνὸς τῇ ἡμέρᾳ τοῦ ἐξιλασμοῦ ·
 [03671]  καθάπερ γὰρ οἱ κατάσκοποι τῷ τῶν ἐθνῶν ἐκείνων, ἃ κατασκοποῦσι, καὶ σχήματι κέχρηνται καὶ φωνῇ, οὕτως ὁ Θεὸς λόγος τὴν ἀνθρωπείαν περιθέμενος φύσιν, καὶ τῇ ταύτης γλώττῃ χρησάμενος, τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν.
 [03831]  ∆εδίττεται αὐτὸν καὶ τῇ τῆς ὄνου φωνῇ παρὰ φύσιν γεγενημένῃ καὶ τῇ τοῦ ἀγγέλου θεωρίᾳ, ἵνα γνῷ πόσην ὁ Θεὸς τοῦ λαοῦ ποιεῖται κηδεμονίαν.
 [03894]  ὁ γὰρ τὴν ὄνον ἀνθρωπείᾳ χρή σασθαι φωνῇ παρὰ φύσιν κελεύσας, οὗτος καὶ διὰ τῆς γλώττης τοῦ μάν τεως τὰ ἐσόμενα προηγόρευσεν.
 [04026]  συνεχῶς μέντοι διδάσκει αὐτοὺς καὶ ὡς οὐρανόθεν αὐτοῖς ὁ τῶν ὅλων διελέχθη Θεός, καὶ ἐκ μέσου τοῦ πυρὸς φωνῇ κεχρημένος νενομοθέτηκεν, ἵνα μηδεμίαν εἰκόνα κατασκευάσωσι τοῦ ἀοράτου Θεοῦ.
 [04529]  τὸ γὰρ Κάδης τῇ ἑβραίων φωνῇ τὸν [263] ἅγιον δηλοῖ.
 [05231]  ὥσπερ γὰρ ὀσροη νοὶ καὶ σύροι καὶ εὐφρατήσιοι καὶ παλαιστῖνοι καὶ φοίνικες τῇ σύρων χρῶνται φωνῇ, πολλὴν δὲ ὅμως ἡ διάλεξις ἔχει διαφοράν, οὕτως ἑβραῖοι μὲν ἦσαν αἱ δυοκαίδεκα φυλαί, εἶχον δέ τινα ὡς εἰκὸς ἰδιώματα, ὥσπερ ἀμέλει καὶ αὕτη.
000-00-00 Serial Number=0079663992
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02172]  προπύλαιον, ὅπερ Αἰ λὰμ ὠνόμασται τῇ Ἑβραίων φωνῇ, ἰσόμετρον μὲν εἶχε τῷ πλάτει τοῦ ναοῦ τὸ μῆκος, δέκα δὲ πήχεων τὸ εὖρος.
 [02789]  Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ἅμα, μή ποτε ἀδολεσχία τις αὐτῷ ἐστι·
 [02851]  Ἀμοῤῥαῖος γὰρ τῇ Ἑβραίων φωνῇ καὶ ὁ κατοικῶν ὀνομάζεται.
 [03627]  τῇ γὰρ Ἑβραΐδι φωνῇ χρώμενος ἐποιεῖτο τοὺς λόγους·
 [03629]  Ἐκεῖνος δὲ μαθὼν ἀνιᾷν τοὺς ἄρχοντας τὸ τὸν λαὸν ἐπαΐειν τῶν λεγομένων, τῇ Ἑβραίων φωνῇ χρώμενος τὰς δυσ σεβεῖς ἐκείνας βλασφημίας ἐτόλμησε, τοῖς ψευδω νύμοις θεοῖς τὸν ἀληθινὸν ἀπεικάσας Θεόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»