Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φιλοσοφίας [89]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φιλοσοφίας


000-00-00 Serial Number=0747477770
Commentaria in Isaiam Ante [Go Back]  
 [03818]  Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;» ∆ιελή λε<γ>κται γὰρ καὶ τῆς Ἑλληνικῆς φιλοσοφίας τὸ ψεῦδος καὶ τῆς Φαρισαϊκῆς διδασκαλίας ὁ φθόνος.
000-00-00 Serial Number=0505350530
De providentia orationes decem Ante [Go Back]  
 [00913]  ὅτι δὲ ἡ πενία φιλοσοφίας ἐστὶ συνεργὸς, καὶ οὐδ' ἂν ἄλλως τις τὴν τελεωτάτην κατορθώσειεν ἀρετὴν, αὐτίκα μαθησόμεθα.
000-00-00 Serial Number=0433087230
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00055]  Σὺ μὲν, ὦ ἄριστε, συγγινόμενος, ἀεὶ τὴν ἐκ ῥητορικῆς καὶ φιλοσοφίας πεποιημένην πανδαισίαν προσφέρεις, καὶ τῆς Ἀτθίδος μελίττης χαριέστερα ὑφαίνων τὰ τοῦ λόγου κηρία, καὶ γλυκύτερα νάματα ἐνιείς, ἑστιᾶν ἡμᾶς εἴωθας φιλοτίμως.
 [00271]  Γέγραφα γὰρ ἤδη τῷ ὑμετέρῳ μεγέθει, ἔτι τοῦ βασιλέως ὑπαγορεύοντι τοὺς νόμους, ἱκετεύων ἀπαλλαγῆναι τὸν εὐλαβέστατον καὶ θεοφι λέστατον Ἐυθάλιον τὸν πρεσβύτερον τοῦ τῆς πραιτούρας Τελέσματος, ἄνδρα φιλοσοφίας ἁπάσης μεστὸν τῆς τε ἐν γράμμασι τῆς τε ἐν πράγματι, καὶ βραχέα κεκτημένον, μόλις αὐτῷ καὶ οἰκείοις ἀποχρῶντα.
 [00497]  ἵλεών τε γὰρ τὸν Θεὸν ἕξομεν, καὶ κατὰ τὸν πα ρόντα βίον τῆς παρ' αὐτοῦ προμηθείας ἀπολαυσόμεθα, κἀν τῷ μέλλοντι τὰς ἀῤῥήτους ἐκείνας ἀντιδόσεις ἀποληψόμεθα, καὶ ἣν προεπέμψαμεν θυγατέρα, στεφηφοροῦσαν ὀψόμεθα, καὶ ἐν τῷ παρόντι βίῳ τὴν παρὰ πάντων εὔκλειαν καρπωσόμεθα, καὶ ἀρχέτυπον φιλοσοφίας τοῖς ὠφελεῖσθαι βουλομένοις ἐσόμεθα.
 [00511]  Χάριν τοίνυν ὁμολόγησον, ὦ φιλόχριστε, τῷ δεσπότῃ Χριστῷ, ὅτι πολ λοῖς αὐτὴν ἀρετῆς εἴδεσι τελειώσας, εἰς τὸν ἄλυπον μετατέ θεικε βίον, εὐφραινομένην καὶ χαίρουσαν καὶ τοῖς κλαίουσι χαλεπαίνουσαν καὶ γυμνασίαν νόμισον εἶναι φιλοσοφίας τὸν τῆς θυγατρὸς χωρισμόν, καὶ πεῖσαι σαυτὴν ὡς εἰς μακροτέραν ἐξεδήμησε γῆν, ζῶσα τῷ Θεῷ καὶ τῆς ἀρετῆς τὰς ἀντιδόσεις προσμένουσα.
000-00-00 Serial Number=0233312190
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00052]  Τοῦτο τῆς φιλοσοφίας τὸ εἶδος εὑρήσομεν κἀν τῇ Παλαιᾷ.
 [00276]  ∆εξάσθω τοίνυν ἡ θεοσέβειά σου τῆς ἐμῆς ταπεινώσεως τὴν παράκλησιν, ἵνα τὸν τῶν ὅλων θεραπεύσῃς ∆εσπότην, γενναίως ἐνεγκοῦσα τὰ λυπηρὰ καὶ γυναιξὶν ὁμοῦ καὶ ἀνδράσι φιλοσοφίας ὑπόδειγμα γενομένη.
 [00438]  φέρει γὰρ γενναίως τὴν συμφοράν, καὶ τὴν τῆς εὐπραξίας μεταβολὴν ἀφορμὴν ποιεῖται φιλοσοφίας, καὶ τῶν ὅλων τὸν Πρύτανιν ἀνυμνεῖ, καὶ τοῦτο συμφέρον ὑπείληφεν, ὅπερ ἐκεῖνος ἢ γενέσθαι προσέταξεν, ἢ γινόμενον οὐκ ἐκώλυ σεν.
 [02215]  Σύμφορα γὰρ ταῦτα καὶ λυσιτελῆ, καὶ φιλοσοφίας πρόξενα, καὶ στεφάνων τοῖς καρτεροῦσι παρεκτικά.
 [02330]  Θαυ μάζουσι γὰρ ἅπαντες τῆς πίστεως τὴν ὀρθότητα, τὴν τοῦ βίου λαμπρότητα, τὴν εὐστάθειαν τῆς ψυχῆς, τὴν τῶν ἠθῶν ἁρμονίαν, τὸ τῆς συνουσίας ἐπαγωγὸν καὶ γλυκύ, καὶ τἄλλα ὅσα τὸν τέλειον ὑπογράφει τῆς φιλοσοφίας τρόφιμον.
000-00-00 Serial Number=0519832134
Graecarum affectionum curatio Ante [Go Back]  
 [00054]  καὶ τοῦτον ἔχουσι τὸν τύφον ἄνδρες οὐδ' εἰς ἄκρον τῆς Ἑλληνικῆς φιλοσοφίας ἐληλακότες, ἀλλ' ὀλίγων τινῶν, τὸ δὴ λεγόμενον, ἄκροις χείλεσι γεγευμένοι καὶ σμικρὰ ἄττα ἔνθεν κἀκεῖθεν ἠρανισμένοι.
 [00067]  Σωκράτης δὲ ὁ Σωφρονίσκου, τῶν φιλοσόφων ὁ ἄριστος, οὐδὲ παρὰ γυναικῶν μαθεῖν τι χρήσιμον ὑπέλαβε φιλοσοφίας ἀνάξιον·
 [00144]  Καὶ γὰρ Πορφύριος ἐκεῖ νος, ὁ τὸν πρὸς ἡμᾶς ἐκθύμως ἀναδεξάμενος πόλεμον, ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας οὕτως ἔφη·
 [00688]  Καὶ ταῦτα δέ, ὡς ἔφην, ἐκ τῆς τῶν Ἑβραίων φιλοσοφίας τε καὶ θεολογίας σεσύληται.
 [00929]  Καὶ τοῦτο δεδήλω κεν ὁ Πορφύριος ἐν τῷ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ξυγγράμ [3.60] ματι·
 [01055]  Καὶ οἱ μὲν κατὰ ξυμμορίας οἰκοῦντες δημιουργοῦσιν ἐν ταῖς ψυχαῖς τὰ τῆς φιλοσοφίας ἀγάλματα, οἱ δέ, κατὰ δύο καὶ τρεῖς διάγοντες, οἱ δὲ καὶ μόνοι καθειργμένοι καὶ τὼ ὀφθαλμὼ τῷ κάλλει τῶν ὁρω μένων ἐπιτέρπεσθαι διακωλύοντες, σχολὴν τῷ νῷ παρέχουσιν [3.94] ἐπεντρυφᾶν τῇ θεωρίᾳ τῶν νοητῶν.
 [01912]  Ὥσπερ γὰρ οἱ πονηρίᾳ ξυζῶντες καὶ τὰ καλούμενα ἀγαθὰ πονηρίας ἀποφαίνουσιν ὄργανα, οὕτως οἱ τῆς ἀρετῆς ἐρῶν τες καὶ τὰ κακὰ νομιζόμενα φιλοσοφίας τῆς ἀληθοῦς κατα σκευάζουσιν ὕλας.
 [02426]  Κινδυνεύουσι γάρ φησιν ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν καὶ [8.46] τεθνάναι.
 [02848]  Καὶ ὁ Πορφύριος δὲ ἐν τῷ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας καὶ ταῦτα ἔφη·
 [02882]  [10.21] Ὅτι δὲ καὶ ἀναγκαζομένους ὑπ' ἀνθρώπων καὶ τοὺς χρησμο λόγους θεοὺς προλέγειν φησὶν ὁ Πορφύριος, ἃ προλέγουσιν, εὐπετὲς τῷ βουλομένῳ μαθεῖν ἐξ ἐκείνου αὐτοῦ τοῦ ξυγγράμμα τος, ὃ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ἐπέγραψε·
 [02965]  Ξυνήγαγε δὲ τούτους οὐ μόνον ὁ Πορφύριος ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἀλλὰ καὶ ὁ κυνικὸς Οἰνό μαος, διελέγχων τῶν χρησμολόγων τὸ ψεῦδος.
 [03280]  Οὗτος τῇ μητρὶ φιλοσο φούσῃ ξυνών, φιλοσοφίας ὡς πλεῖστον μετείληχεν.
 [03283]  Ἀλλ' ἐκείνῳ μὲν ἤρκεσεν εἰς μετου σίαν φιλοσοφίας καὶ μόνα τῆς μητρὸς τὰ παιδεύματα·
 [03451]  Οὐ γὰρ πτεροῦται πρὸ τοσούτου χρόνου, πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας.
 [03471]  [11.45] Οὗτοι ἀληθῶς ἄξιοι τῆς φιλοσοφίας οἱ λόγοι.
 [03657]  Οὐ τὸν ὕθλον, ὦ ἄνδρες, στέργων, ἀλλὰ διὰ τῶνδε τῶν εἰκόνων τῆς τελεωτάτης φιλοσοφίας τὰς ὕλας ἐπιδεικνύς.
 [03784]  Οἱ δὲ τῆς εὐαγγελικῆς ἐρασθέντες φιλοσοφίας πόρρωθεν τῶν πολιτικῶν θορύβων γεγένηνται·
 [03861]  οὕτως δὲ αὐτὸν ὁ τῆς φιλοσοφίας ἐπυρπόλησεν ἔρως, ὡς ὀνομαστότατον γενέσθαι καὶ παρὰ πᾶσιν ἀοίδιμον.
 [03936]  Εἰ γὰρ δὴ κατὰ τὸν Πορ φύριον καὶ περὶ τὰ ἀφροδίσια ὁρμητικῶς εἶχε καὶ δύο γυναιξὶ κατὰ ταὐτὸν ὁμιλῶν οὐκ ἐλάμβανε κόρον, ἀλλὰ καὶ ταῖς κοιναῖς ἀνέ δην ἐχρῆτο καὶ τῶν ἐν ταῖς παλαίστραις γυμνουμένων νέων κατὰ τὸν Πλάτωνα τὴν θέαν ἠσπάζετο καὶ δυσόργητος ἦν καὶ μόγις ᾄττοντα κατέχειν ἠδύνατο τὸν θυμὸν καὶ λοίδορον εἶχε τὴν γλῶτ ταν καὶ ἀχαλίνωτον, ποῖον ἄρα εἶδος φιλοσοφίας μετῄει;
 [03937]  [12.70] Ὅτι δὲ καὶ Πλάτωνος κατηγοροῦσι τῶν παλαιῶν τινες ὡς πολλὰ πεποιηκότος φιλοσοφίας ἀνάξια, ἀκούσατε Ξενοφῶντος λέγοντος ἐν τῇ πρὸς Αἰσχίνην ἐπιστολῇ·
 [03956]  [12.74] Ταῦτα καὶ ὅσα τοιαῦτα καὶ ἐπαινοῦμεν καὶ φιλοσοφίας εἶναι ἄξιά φαμεν.
 [03989]  Ὅταν γὰρ τοὺς εὐαγγελικοὺς ἐπιδείξωμεν νόμους πολλῷ τῆς Ἑλληνικῆς φιλοσοφίας ὄντας ὑψηλοτέρους, τηνικαῦτα ὑμεῖς τοὺς μὲν νόμους ἐπαινεῖτε, τοὺς δὲ τούτους παραβαίνοντας ἀδεῶς εἰς μέσον προφέρετε καὶ δι' ἐκείνων πειρᾶσθε διαβάλλειν τοὺς [12.82] νόμους.
000-00-00 Serial Number=0286187828
Historia ecclesiastica Ante [Go Back]  
 [00731]  τότε τις Τύριος τῆς θύραθεν φιλοσοφίας μετέχων, τὴν ἐσχάτην Ἰνδίαν ἱστορῆσαι ποθήσας, σὺν δύο μειρακίοις ἀδελφιδοῖς ἐξεδήμησεν·
 [02201]  Μάξιμος δέ τις ἦν κατ' ἐκεῖνο καιροῦ φιλοσοφίας μὲν πρόσχημα περικείμενος, γοητείᾳ δὲ χρώμενος καὶ προλέγειν τὰ μέλλοντα σεμνυνόμενος.
 [02850]  Ἦσαν δὲ καὶ ἄλλοι κατ' ἐκεῖνον τὸν καιρὸν τὰς τῆς μοναχικῆς φιλοσοφίας ἀφιέντες μαρμαρυγάς·
 [02937]  Περὶ τῆς Παυλίνου φιλονεικίας, καὶ τῆς Ἀπολιναρίου τοῦ Λαο δικέως καινοτομίας, καὶ τῆς Μελετίου φιλοσοφίας τε καὶ φιλο θεΐας.
 [03608]  Ἀλλ' οὐκ ἤνεγκεν ὁ φθόνος τὰς τῆς ἐκείνου φιλοσοφίας μαρ μαρυγάς, ἀλλὰ ταῖς οἰκείαις χρησάμενος μηχαναῖς τὴν βασιλεύουσαν πόλιν, μᾶλλον δὲ τὴν οἰκουμένην ἅπασαν, τῆς ἐκείνου γλώττης ἐστέρησε καὶ φρενός.
000-00-00 Serial Number=0046874166
Historia religiosa Ante [Go Back]  
 [00019]  Ἡμεῖς δὲ βίον μὲν συγγράφομεν φιλοσοφίας διδάσκαλον καὶ τὴν ἐν οὐρανοῖς πολιτείαν ἐζηλωκότα·
 [00053]  οὐ γὰρ ἂν καλῶς ἔχοι, εἰ ὅτι τελέως ἄνδρες ἐγένοντο φιλοσοφίας τῆς ἀληθοῦς ἐρασταὶ διὰ τοῦτο μηδὲ μειόνων τύχοιεν ἐπαίνων.
 [00259]  Ἐπίσημος δὲ καὶ περίβλεπτος ἦν οὐ τοῖς αὐτόθι μόνοις, ἀλλὰ καὶ τοῖς ἐν τῇ Συρίᾳ τῆς φιλοσοφίας φροντιστηρίοις, ἐν οἷς καὶ ἐτελεύτα βιώσας, ὡς λέγεται, τέτταρα καὶ ἑκατὸν ἔτη.
 [00300]  Καὶ πολλοὺς μὲν καὶ ἄλλους φιλοσοφίας πρὸς ἑαυτὸν εἵλκυσεν ἀθλητάς, εἵλκυσε δὲ καὶ τὸν μέγαν Ἀκάκιον, τὸν πάνυ λέγω, τὸν πολυθρύλητον, ὃς διέπρεψε μὲν ἐν μοναχικῇ πολιτείᾳ, λαμπρὰς δὲ τῆς ἀρετῆς τὰς ἀκτῖνας ἐξέπεμψεν, ἀρχιερωσύνης ἀξιωθεὶς καὶ τὴν Βέροιαν ποιμαίνειν λαχών.
 [00429]  δύο τοίνυν φιλοσοφίας ἐν ταύτῃ φροντιστήρια κατεσκεύασε μέγιστα, τὸ μὲν τῆς αὐτοῦ προσηγορίας ἐπώνυμον, τὸ δὲ τοῦ θαυ μαστοῦ Συμεώνου, ὃς πεντήκοντα ἐτῶν ἀριθμὸν ἐν ταύτῃ τῇ φιλοσοφίᾳ διέλαμψεν.
 [00566]  [3.20] Τῆς τούτου φιλοσοφίας ἀπώνατο καὶ Βασίλειος ὁ θαυμάσιος ὁ πολλοῖς ὕστερον χρόνοις παρὰ τὴν Σελευκόβηλον πόλις δὲ αὕτη τῆς Συρίας τὸ μοναχικὸν δειμάμενος καταγώγιον καὶ λάμψας μὲν ἐν πολλοῖς καὶ ἄλλοις εἴδεσιν ἀρετῆς, λάμψας δὲ διαφερόντως ἐν τῷ θεοφιλεῖ τῆς ἀγάπης κτήματι, καὶ τῷ θείῳ τῆς φιλοξενίας κατορθώματι.
 [00587]  Ὡς ἂν δὲ μή τις ὑπολάβῃ τόπῳ περιγεγράφθαι τὴν ἀρετὴν καὶ μόνην εἶναι τὴν ἔρημον εἰς τοιαύτης προσόδου φορὰν ἐπιτηδείαν, φέρε λοιπὸν εἰς τὴν οἰκουμένην μεταβῶμεν τῷ λόγῳ καὶ δείξωμεν τῇ τῆς φιλοσοφίας κτήσει ἥκιστα ταύτην ἐμποδὼν γιγνομένην.
 [00596]  Ἐν ταύτῃ φιλοσοφίας φροντιστήριον Ἀμμιανός τις ἐδείματο, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις ἀρετῆς εἴδεσι λάμπων, φρονήματι δὲ ὅτι μάλιστα μετρίῳ τοὺς ἄλλους ἐπλεονέκτει.
 [00662]  Τοῦ δὲ Ἰακώβου, οὗ καὶ ἤδη πρόσθεν ἀπεμνημόνευσα, ἐν κεφαλαίῳ τούτου διδάξας τὴν ἀρετήν, καὶ νῦν δὲ τῆς ἄκρας αὐτοῦ φιλοσοφίας τεκμήριον ἐναργὲς ἀποδείξω.
 [00676]  Καθῆστο παρ' ἡμᾶς ὁ θεῖος ἐκεῖνος ἀνὴρ τοὺς περὶ φιλοσοφίας λόγους ἀνακινῶν καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἄκρον ἐπιζητῶν.
 [00689]  [4.12] Πολλοὺς δὲ καὶ ἄλλους ἐραστὰς τῆς φιλοσοφίας ταύτης καὶ ζηλωτὰς ἐν ἐκείνῃ τῇ καλύβῃ γεγενημένους τεθέαμαι, τοὺς μὲν ἐν ἀκμῇ τοῦ σώματος, τοὺς δὲ καὶ ἐν γήρᾳ βαθεῖ·
 [00700]  οὐδεὶς γὰρ αὐτὸν κατακλιθέντα μέχρι καὶ τήμερον ἐθεάσατο πώποτε, ἀλλὰ καὶ τοῦ χοροῦ κορυφαῖος ἀποφανθεὶς καὶ προστατεύειν λαχὼν τοῦτον ἅπαντα φέρει προθύμως τὸν πόνον, ἀρχέτυπον ἑαυτὸν φιλοσοφίας τοῖς ὑπηκόοις ἅπασι προτιθείς.
 [00703]  Πρὸς ἕω γὰρ τῆς ἐξ ἀρχῆς παγείσης ἀσκητικῆς καλύβης καὶ πρὸς ἑσπέραν καὶ μεσημβρίαν ἐστὶν ἰδεῖν ταύτης τῆς φιλοσοφίας τὰ ἔκγονα οἷόν τινας ἀστέρας περὶ σελήνην χορεύοντας καὶ τοὺς μὲν τῇ ἑλλάδι, ἄλλους δὲ τῇ ἐγχωρίῳ φωνῇ τὸν ποιητὴν ἀνυμνοῦντας.
 [00750]  [5.9] Καὶ τί δεῖ λέγειν περὶ Θεοτέκνου καὶ τοῦ μετ' ἐκεῖνον Γρηγορίου, τοῦ μὲν ἐν νεότητι πᾶν εἶδος φιλοσοφίας συνειληχότος καὶ μετὰ τῆς προγονικῆς εὐκλείας ἀποδεδημη κότος, τοῦ δὲ ἔτι καὶ τήμερον ἐν γήρᾳ βαθεῖ ὡς ἐν ἀκμάζοντι πονοῦντος τῷ σώματι.
 [00760]  [6.1] Συμεώνην δὲ τὸν πρεσβύτην εἴ τις ἑκὼν παραλίποι καὶ λήθῃ τῆς ἐκείνου φιλοσοφίας παραδοίη τὴν μνήμην, ἀδικίας ἂν εἰκότως καὶ βασκανίας οὐ φύγοι γραφὴν ὡς μήτε ἐπαινεῖν ἐθέλων τὰ ἀξιέπαινα μήτε τοῖς ὠφελεῖσθαι βουλομένοις εἰς μίμησιν τὰ ἀξιέραστα προτιθείς.
 [00827]  [6.13] Ἐπανελθὼν δὲ δύο φιλοσοφίας ᾠκοδόμησε φροντισ τήρια, ἓν μὲν εἰς τὴν ῥαχίαν τοῦ ὄρους περὶ οὗ προειρήκαμεν, θάτερον δὲ κάτω παρ' αὐτὰ τῆς ὑπωρείας τὰ κράσπεδα.
 [00868]  [8.2] Ἐκεῖθεν δὲ καταλαμβάνει τὴν Ἀντιόχειαν ὑπὸ τῆς αἱρετικῆς ζάλης χαλεπῶς κυκωμένην καὶ πρὸ τοῦ ἄστεως ἔν τινι καταχθεὶς φροντιστηρίῳ φιλοσοφίας καὶ τῆς ἑλλάδος φωνῆς μαθὼν ὀλίγα ἄττα ῥημάτια εἷλκε μὲν ὅτι πλείστους εἰς τὴν τῶν θείων λογίων ἀκρόασιν·
 [00996]  Ἑπτὰ δέ, ὥς φασιν, ἐξ ὠδίνων ἔτη παρὰ τοῖς γονεῦσι τραφεὶς τὸν λοιπὸν ἅπαντα βίον ἐν τοῖς τῆς φιλοσοφίας διετέλεσεν ἄθλοις·
 [01182]  [11.3] Ταύτας δίκην μελίττης ἐκ τῶν θείων ἐκείνων λειμώνων τὰς ἀρετὰς συναθροίσας τὸ τῆς ἀληθοῦς φιλοσοφίας κατε σκεύασε μέλι.
 [01216]  Ὡς δὲ πολλοὺς περὶ φιλοσοφίας ἐκινήσαμεν λόγους ἐγὼ μὲν γὰρ ἐπυνθανόμην, αὐτὸς δὲ ἡμῖν ἀνέπτυσσε τὰ ζητούμενα καὶ ἔδει λοιπὸν ἐπανιέναι οἴκαδε, ἱκέτευον αὐτὸν δοῦναι τὰ τῆς εὐλογίας ἐφόδια.
 [01222]  [12.5] Τὸ δὲ ἐν τοσούτῳ φιλοσοφίας ὕψει τοσαύτην ἔχειν φρονήματος μετριότητα πρεσβύτην ἄνδρα τεσσαράκοντα γὰρ ἐν ἀσκήσει διηνυκὼς ἐτύγχανεν ἔτη , τίς ἂν ἀξίως θαυμάσειεν;
 [01238]  Μεταπεμ ψάμενος τοίνυν τὸν τῆς πόλεως πρόεδρον ἦν δὲ ὁ μέγας Ἀλέξανδρος, τὸ τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς ἀρετῆς τὸ ἀρχέτυπον, ἡ ἀκριβὴς τῆς φιλοσοφίας εἰκών·
 [01449]  Οἶδα, λέγων, ὦ πάτερ, καὶ τῆς σῆς φιλοσοφίας τὸ ὕψος καὶ τὴν τῆς ἐμῆς πενίας ὑπερβολήν, ἀλλὰ τῆς ἀρχιερωσύνης τὴν οἰκονομίαν πεπιστευμένος, ταύτῃ τὰς χειροτονίας, ἀλλ' οὐκ ἐκείνῃ προβάλλομαι.
 [01473]  Πόνοις δὲ οὐ τοῖς εἰωθόσιν ἐχρῆτο μόνοις, ἀλλὰ καὶ ἑτέρους ἐπενόει, τῆς φιλοσοφίας συναθροίζων τὸν πλοῦτον.
 [01479]  Ταύτῃ χρώμενος τῇ γεωργίᾳ πολλὰ φυτὰ φιλοσοφίας ἀπέφηνε καὶ τὸν νῦν ἐν τῇ Κύρρου χώρᾳ τεθηλότα παράδεισον αὐτὸς τῷ θεῷ κατεφύτευσε.
 [01561]  Χρόνον δὲ τούτοις συνδιατρίψας καὶ εὖ καὶ καλῶς τῆς φιλοσοφίας τὴν ἐπιστήμην παραλαβὼν τὸν μονήρη βίον ἠσπάσατο·
 [01619]  ἀποφράτ τειν γάρ μοι τὴν θύραν ἐκέλευε, καὶ εἰσιόντα δὲ περιεπτύσσετο καὶ μακροὺς περὶ φιλοσοφίας ἐξέτεινε λόγους.
 [01636]  Ὁ ἐκείνου τοίνυν ὁμώνυμος καὶ ὁμότροπος τῆς τῶν ἔτι περιόντων ἀγωνιστῶν πρωτευέτω συμμορίας, οὐκ ἐπειδὴ τῆς προσηγορίας ἐστὶ κοινωνός, ἀλλ' ὅτι καὶ τὴν ἐκείνου ἐζήλωκεν ἀρετὴν καὶ παράδειγμα φιλοσοφίας αὐτὸς τοῖς ἄλλοις ἐγένετο.
 [01703]  εἶδος γὰρ καὶ τοῦτο φιλοσοφίας.
 [01871]  [3] Ἤκουσεν ἅμα καὶ ἔφυγεν, οὔ τε τῆς δεσποτικῆς προσηγορίας τὴν δύναμιν φέρων οὔτε τῆς οἰκετικῆς φιλοσοφίας τὴν αἴγλην βλέπειν δυνάμενος.
 [01891]  Τοῖς δὲ ἄλλοις ταυτησὶ τῆς φιλοσοφίας ἐρασταῖς καὶ θριγκία καὶ θύραι εἰσὶ καὶ ἡσυχίας ἀπόλαυσις, καὶ ἀνοίγνυσιν ἐθελήσας ὁ καθειργμένος καὶ ἀναβάλλεται ὅσον βούλεται καὶ τῆς θείας ἐμφορεῖται θεωρίας ὅσον ἐθέλει·
 [01896]  [21.33] Ἐμοὶ δὲ καὶ περὶ τούτου πρὸς αὐτὸν γεγένηνται λόγοι καί τινας ἔφην ἀσχάλλειν ἐξελαθέντας καὶ εὐλογίας μὴ μετασχόντας, καὶ ὅτι πρέπον εἴη τοὺς τούτου χάριν ἀφικνουμένους καὶ πολλῶν ἡμερῶν ὁδὸν ἐξανύοντας μὴ ἀχθομένους ἐπανιέναι, ἀλλὰ θυμηδίας ἐμφορουμένους καὶ τοῖς τῆς σῆς φιλοσοφίας διηγήμασιν ἑστιῶντας τοὺς ἀγνο οῦντας.
 [02023]  [24.8] Ἀλλ' ὅμως καὶ τῆς χάριτος ἀφιεὶς τὰς ἀκτῖνας καὶ παντοδαποῖς κατορθώμασι βρίθων καὶ ὁσημέραι συλλέγων τῆς φιλοσοφίας τὸν πλοῦτον, οὕτως ἐστὶ τὸ φρόνημα μέτριος ὡς ἑκάστου τῶν ὡς αὐτὸν ἀφικνουμένων ἄμφω τὼ πόδε περιπτύσσεσθαι καὶ τὸ μέτωπον ἐπιτιθέναι τῇ γῇ εἴτε στρατιώτης εἴτε χειροτέχνης εἴτε ἄγροικος εἴη.
 [02032]  Τὸν ἐν τοσούτῳ τοίνυν ὕψει φιλοσοφίας τοσαύτην ἔχοντα φρονήματος μετριότητα ποῖος ἂν λόγος εἰς ἀξίαν εὐφημίαν ἀρκέσειεν;
 [02047]  Καὶ τροφὴ γὰρ αὐτῷ ἡ αὐτὴ καὶ ἐσθὴς καὶ ἤθους μετριότης καὶ φιλοξενία καὶ φιλαδελφία, ἡμερότης τε καὶ πρᾳότης καὶ ἡ πρὸς τὸν θεὸν ὁμιλία καὶ ἡ ἀκροτάτη πενία καὶ ἡ τῆς ἀρετῆς περιουσία καὶ τῆς φιλοσοφίας ὁ πλοῦτος καὶ τἄλλα πάντα ὅσα περὶ τῆς ἱερᾶς ἐκείνης διεξήλθομεν κεφαλῆς.
 [02050]  [25.2] Πολλοὶ δὲ καὶ ἄλλοι τὴν τούτου ἐζήλωσαν ἀρετήν, καὶ πλήρης οὐχ ἡ ἡμετέρα μόνη, ἀλλὰ καὶ αἱ γειτονεύουσαι πόλεις καὶ κῶμαι τῆς τοιᾶσδε φιλοσοφίας.
 [02054]  δύνανται γάρ, ἢν ἐθελήσωσιν, αὐτόπται τῆς τούτων γενέσθαι φιλοσοφίας·
 [02055]  τοῖς δ' ἐσομένοις καὶ τῆς τούτων οὐ μεταλαγχάνουσι θέας ἀρκεῖ καὶ ταῦτα εἰς ὠφέλειαν τῆς τούτων φιλοσοφίας τὸν χαρακτῆρα δεικνύντα.
 [02085]  Εὐσεβωνᾶς γὰρ καὶ Ἀβιβίων τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας ἱκανῶς ἀπολαύσαντες τόδε τὸ τῆς φιλοσοφίας ᾠκοδομήσαντο φροντιστήριον.
 [02309]  [28.2] Ἐπειδὴ δὲ καὶ τοῦτο δράσαντες οἱ ἀλιτήριοι δαίμονες οὐκ ἐδεδίξαντο τῆς φιλοσοφίας τὸν ἀθλητήν, καὶ ἕτερα αὖθις προσέφερον μηχανήματα.
 [02330]  Ταῖς δὲ τούτων εἴη πρεσβείαις καὶ τοῦτον μετὰ τῆς αὐτῆς νίκης τῶν ἀγώνων τὸ τέρμα καταλαβεῖν καὶ ἡμᾶς, ὑπὸ τούτων κἀκείνου βοηθουμένους, ἐραστὰς γενέσθαι θερμοὺς τῶν τῆς φιλοσοφίας ἀγωνισμάτων.
 [02377]  Τὴν οὖν ἐν τοσούτῳ πλούτῳ φιλοσοφίας τοῖς ἐν ἐσχάτῃ ζῶσι πενίᾳ παραπλησίως δακρύουσαν καὶ ὀλοφυρομένην καὶ στενάζουσαν, ποῖος ἂν ἀξίως ἐπαινέσειε λόγος;
 [02385]  [30.5] Μυρία δὲ τοιαῦτα καὶ ἀριθμὸν νικῶντα φιλοσοφίας ἐστὶ φροντιστήρια οὐκ ἐν τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ κατὰ πᾶσαν τὴν ἕω.
 [02398]  Τούτου γὰρ εἵνεκα καὶ διαφόρων ἐμνημονεύσαμεν βίων καὶ γυναικῶν διηγήματα τοῖς τῶν ἀνδρῶν προστεθήκαμεν ἵν' ἔχωσι καὶ πρεσβύται καὶ νέοι καὶ γυναῖκες φιλοσοφίας ἀρχέτυπα, καὶ τὸν καταθύμιον ἕκαστος ἐκματτόμενος βίον ἔχῃ κανόνα τινὰ καὶ γνώμονα τοῦ οἰκείου τὸν ἐν τῷ διηγήματι κείμενον.
 [02413]  Προσήκει δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος ἐρευνῆσαι, καὶ ζητῆσαι, καὶ καταμαθεῖν ἀκριβῶς πόθεν ὁρμώμενοι τήνδε τὴν πολιτείαν ἠσπάσαντο, καὶ ποίοις χρώμενοι λογισμοῖς αὐτὴν κατέλαβον τῆς φιλοσοφίας τὴν κορυφήν·
 [02415]  [31.2] Οὐδεὶς γὰρ τῶν τῆς φιλοσοφίας ταύτης ἀμοίρων τὴν τούτων καρτερίαν ἐπεδείξατο πώποτε.
 [02458]  Οὐδεὶς τοίνυν τῶν ἔξω τῆς τούτων φιλοσοφίας, τὴν τούτων ἐπιδέδεικται καρτερίαν.
000-00-00 Serial Number=0773054898
Interpretatio in Danielem Ante [Go Back]  
 [00087]  ἵν' ἔχοντες τῆς νομικῆς πολιτείας ἀκριβεῖς διδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην, ἀλλ' ἔχω σιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα.
000-00-00 Serial Number=0007293463
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04533]  Τοῦ γὰρ Κυρίου νενικηκότος αὐτὸν, καὶ τῆς δυναστείας καὶ τῆς τυ ραννίδος ἔξω πεποιηκότος, οἱ πάλαι λοιμοὶ, καὶ τοῦ Θεοῦ ἀλλότριοι οἱ ἐκ τῶν ἐθνῶν, τῷ θείῳ κηρύγ [81.1125] ματι πεπιστευκότες, παντελῶς αὐτὸν ἐξωλόθρευσαν, καὶ πρόῤῥιζον αὐτοῦ τὴν τυραννίδα ἀνέσπασαν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἔνθα πρότερον εἶχε τὰ τεμένη καὶ τοὺς βωμοὺς, τὰς τῆς φιλοσοφίας ἱδρυσάμενοι στήλας.
 [05857]  καὶ πρὸς τούτοις νεκρῶν ἀνάστασιν, καὶ κρίσιν, καὶ ἀντίδοσιν ἀγαθῶν καὶ τῶν ἐναντίων, οὐρανῶν βασιλείαν, τὴν ἐν γεέννῃ τιμωρίαν, τῆς ἀρετῆς τὰ μαθήματα, τὰ τῆς φιλοσοφίας διδάγματα, καὶ τὰ ἄλλα, ὅσα τό τε θεῖον Εὐαγγέλιον περιέχει, καὶ τὰ ἱερὰ τῶν ἀποστόλων συγγράμματα.
000-00-00 Serial Number=0753735483
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00752]  εἰς ἔλεγχον μὲν τῆς ἐκείνου πονηρίας, ἀπόδειξιν δὲ τῆς οἰκείας φιλοσοφίας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»