Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φιλανθρωπίας [137]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φιλανθρωπίας


000-00-00 Serial Number=0803961277
Commentaria in Isaiam Ante [Go Back]  
 [00010]  Τοῦτο τῆς φιλανθρωπίας τὸ πέλαγος ἐπιστάμενος ἀνοίγω τὸ στόμα καὶ τοὺς κρουνοὺς ἀναμένω.
 [03985]  Τῇ κρίσει τοίνυν κατὰ τῶν πολεμούντων ἡμῖν δαιμόνων ἐχρήσατο, ἡμᾶς δὲ οἴκτου καὶ φιλανθρωπίας ἠξίωσεν.
 [04313]  καὶ τούτου χάριν ὁ θεὸς τήν τε νόσον ἐπήγαγε καὶ τῆς τελευτῆς τὴν ψῆφον δέδωκεν, μετὰ δὲ τ οῦτό φησι τῆς θείας φιλανθρωπίας ἐπέτυχε καὶ τῆς ζωῆς τὸ δῶρον δεξάμενος εἶπεν·
 [06486]  Ἔχουσα τοίνυν ἐνέχυρον τὴν προτέραν διαθή κην πίστευσον ὡς καὶ σὺ διηνεκῶς τῆς ἐμῆς φιλανθρωπίας ἀπολαύσῃ, καὶ βεβαίαν σοι τὴν εἰρ ήνην φυλάξω καὶ οὐκέτι τοῦτο διαλύσω τὸ συνοικέσιον.
 [07427]  Ἐλέου γὰρ καὶ φιλανθρωπίας ἡ τῆς ἐνανθρωπήσεως χάρις.
 [07580]  Εἰ ἡμεῖς φιλανθρωπίας φησὶν ἀνάξιοι οἱ σὸς λαὸς χρηματίσαντες, τὴν πόλιν φειδοῦς διὰ τὸν ταύτης ἀξίωσον οἰκιστήν·
000-00-00 Serial Number=0491417587
De incarnatione domini Ante [Go Back]  
 [00071]  Ὅτι φιλανθρωπίας γέμει ἡ τοῦ Θεοῦ ἐναν θρώπησις.
000-00-00 Serial Number=0258333325
De providentia orationes decem Ante [Go Back]  
 [00201]  Ὢ τῆς ἀῤῥή του φιλανθρωπίας! Ὢ τῆς ἀφράστου σοφίας! Τίς ἂν ἀξίως θαυμάσειε τῆς τοῦ Θεοῦ προνοίας τὸ ἀγαθὸν, τὸ δυνατὸν, τὸ ἐν ἀπόροις εὔπορον, τὸ ἐν ἀμηχάνοις εὐμήχανον, τὴν μεγαλουργίαν, τὴν εὐπορίαν;
 [00573]  Αἰσχύντητι τοιγαροῦν τῆς θείας φιλανθρωπίας τὴν ἀμετρίαν·
 [00644]  Ἵνα γὰρ μὴ μεγαλοφρονῇς ἐπὶ τῇ τῶν παντοδαπῶν τεχνῶν σοφίᾳ, μηδὲ νεανιεύῃ τῷ πλήθει τοῦ πλούτου, διὰ σκωλήκων ὁ κηδεμών σε παιδεύει, ὡς οὐ τῆς σῆς ἐστι ταῦτα δυνάμεως, ἀλλὰ τῆς θείας φιλανθρωπίας τὰ δῶρα.
 [01739]  τὰς ἐμὰς χεῖρας εἰς οὐρανὸν ἐκτείνουσα, τῆς σῆς φιλανθρωπίας ἐδρέπετο τοὺς καρπούς·
 [01922]  Οὐ γὰρ ἠθέλησεν ἐξουσίᾳ μόνῃ τὴν ἐλευθερίαν ἡμῖν χαρί σασθαι, οὐδὲ ἔλεον μόνον ὁπλίσαι κατὰ τοῦ ἐξανδρα ποδίσαντος τῶν ἀνθρώπων τὴν φύσιν, ἵνα μὴ ἄδικον ἐκεῖνος προσαγορεύῃ τὸν ἔλεον, ἀλλὰ μηχανᾶται πόρον καὶ φιλανθρωπίας γέμοντα, καὶ δικαιοσύνῃ κεκοσμημένον.
000-00-00 Serial Number=0657232106
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00023]  Ἐμοὶ δὲ μέγιστον ἀγαθὸν τὸ τῆς θείας ἐπὶ τοῖς ἐπταισμένοις φιλανθρωπίας τυχεῖν·
 [00179]  Ἡ δὲ ὑμετέρα μεγαλοπρέπεια τὸ πρακτέον σκοπήσασα καὶ τὸ εἰκὸς ἐν τοῖς εἰρημένοις εὖ οἶδ' ὅτι μεταδώσει φιλανθρωπίας, ἅτε δὴ ταύτης παρὰ τοῦ Θεοῦ τῶν ὅλων ποθοῦσα τυχεῖν.
 [00528]  Εἰ μὲν ἠγνόεις, ὦ φίλη μοι κεφαλή, τὸν δεῖνα καὶ τὸν ἐκείνου τρόπον καὶ βίον, εἰκότως τὸν ἔλεον ἀνευφήμεις καὶ τῆς φιλανθρωπίας διεξῄεις ἐπαίνους·
 [00549]  Μετὰ γὰρ τηλικαύτης μαρτυρίας εἰς τὸ δικαστήριον εἰσιὼν πείσει τοὺς δικάζοντας πάντας τῆς φιλανθρωπίας μόνης τὴν ψῆφον ἐξενεγκεῖν.
000-00-00 Serial Number=0799097776
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00415]  ∆ιηνεκῶς μὲν αἱ τῆς ∆εσποτικῆς φιλανθρωπίας πηγαὶ τοῖς πιστεύουσι διαβλύζουσι τἀγαθά·
 [00447]  πολ λοῖς δὲ ξένοις ἀνεπέτασε τὰς θύρας τῆς οἰκίας, τῆς ἑτέρων δὲ φιλανθρωπίας οὐκ ἤλπισεν ἐπιδεήσεσθαι.
 [00529]  Ἂν δὲ δὴ καὶ σύνεσις ἀποχρῶσα προσῇ, καὶ φιλανθρωπίας τῷ ταύτης δεομένῳ προστίθηται ψῆφος, πολλαπλάσια τοῖς ὑπηκόοις ἐκ τῶν ἀρχείων ἀναβλυστάνει καλά.
 [00592]  ὃς τὴν ἡσυχίαν περὶ πλείστου ποιούμενος, ἐπιστέλλειν μὲν οὐκ ἀνέχεται, εὔχεται δὲ ταύτης ἀπολαῦσαι τῆς φιλανθρωπίας τὴν πόλιν, ἣν καὶ γειτονεύων λαμπρύνει καὶ ταῖς εὐχαῖς περιφράττει.
 [00602]  ὅτι τῆς ἐπαρχίας πάσης κουφισμὸν δεξαμένης, οὐδέποτε αὕτη φιλανθρωπίας ἀπέ λαυσε, καίτοι βαρύτατον φορτίον ἐπικείμενον ἔχουσα.
 [01294]  Εἰς ταύτην γὰρ ἔχομεν τὴν ἐλπίδα τῆς σωτηρίας καὶ διὰ ταύτης τυχεῖν προσδοκῶμεν φιλανθρωπίας.
 [01330]  τὴν δέ γε δογματικὴν τῶν ἀποστόλων διδασκα λίαν μέχρι τοῦ παρόντος ἀλώβητον ἐφυλάξαμεν, καὶ διὰ ταύτην μόνην οἴκτου τυχεῖν καὶ φιλανθρωπίας ἐν τῇ τῆς ∆εσποτικῆς ἐπιφανείας ἐλπίζομεν ἡμέρᾳ.
000-00-00 Serial Number=0045314729
Eranistes Ante [Go Back]  
 [00987]  Εἰ γὰρ τοσαῦτα ταπεινὰ καὶ ἀνθρώπινα, καὶ αὐτοῦ καὶ τῶν ἀποστόλων εἰρηκότων περὶ αὐτοῦ, ὅμως ἴσχυσεν ὁ διάβολος πεῖσαί τινας τῶν ἀθλίων καὶ ταλαιπώρων [109] ἀνθρώπων ἀρνήσασθαι τῆς οἰκονομίας τὸν λόγον, καὶ τολμῆσαι εἰπεῖν ὅτι σάρκα οὐκ ἔλαβε, καὶ τὴν πᾶσαν τῆς φιλανθρωπίας ὑπό θεσιν ἀνελεῖν·
 [01686]  ἐπὶ δὲ τοῦ δεσπότου Χριστοῦ τὸ ὅλον εὐδοκίας ἐστί, καὶ φιλανθρωπίας καὶ χάριτος.
 [02807]  Εἰ δ' αὐθαίρετον τὸ πάθος καὶ ὁ θάνατος ἐθελούσιος κηρύσσε ται παρ' ἡμῶν, οὐ κατηγορεῖν ἡμῶν, ἀλλ' ὑμνεῖν προσήκει τὴν τῆς φιλανθρωπίας ὑπερβολήν.
 [04201]  Τό, Ὁ λόγος σὰρξ ἐγένετο, οὐ τροπῆς, ἀλλὰ τῆς ἀφάτου φιλανθρωπίας ὑπάρχει δηλωτικόν.
 [04203]  Καὶ ὁ λόγος σὰρξ ἐγένετο, ὥσπερ ἐκπληττόμενος καὶ θαυμάζων τῆς φιλανθρωπίας τὴν ἀπληστίαν.
000-00-00 Serial Number=0228721976
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00351]  Τοῦτο γάρ ἐστι τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ θείας φιλανθρωπίας ὁ κολοφὼν, ἡ ἄῤῥητος ἀγαθότης, ὁ ἀμέτρητος ἔλεος, ὁ ἀστάθμητος οἶκτος, ἡ ἄφραστος ἀγάπη, τὸ ἀνέχε σθαι τὸν ποιητὴν, καὶ πλάστην, καὶ δημιουργὸν, καὶ Κύριον, καὶ Θεὸν, καὶ ∆εσπότην, καὶ ἀεὶ ὡσαύτως ἔχοντα, τὸ πήλινον τοῦτο ζῶον, καὶ παθητὸν, καὶ φθαρτὸν, καὶ ἀγνῶμον, καὶ ἄχρηστον, μὴ μόνον ἀπαλ λάξαι θανάτου, καὶ διαβολικῆς τυραννίδος, ἀλλὰ καὶ ἐλευθερίαν δωρήσασθαι, καὶ μὴ μόνον ἐλευθέρους ἀποφῆναι, ἀλλὰ καὶ υἱοὺς καταστῆσαι·
 [00355]  ∆ιὰ τοῦτο τοίνυν Ἆσμα τῶν ᾀσμάτων προσαγορεύεται τὸ βιβλίον, ὡς τὰ μείζω τοῦ Θεοῦ ἀγαθότητος εἴδη διδάσκον [81.53] ἡμᾶς, καὶ τὰ ἐνδότατα, καὶ ἄδυτα, καὶ ἁγίων ἅγια τῆς θείας ἡμῖν φιλανθρωπίας ἀποκαλύπτον μυστήρια.
 [00535]  καὶ τῆς ἀῤῥήτου φιλανθρωπίας αὐτὴν ἀναμιμνήσκων, φησὶν, Ὅτι αὐτός ἐστι Κύ ριος καὶ Θεός σου, καὶ προσκυνήσεις αὐτῷ.
000-00-00 Serial Number=0099825919
Graecarum affectionum curatio Ante [Go Back]  
 [02070]  Τοσαύτῃ γὰρ ἐχρήσατο φιλανθρωπίας ὑπερβολῇ, ὡς ἀπιστεῖσθαι παρ' ὑμῶν καὶ τῶν παραπλησίων ὑμῖν, ὅτι δὴ ὁ μονογενὴς τοῦ Θεοῦ υἱός, ὁ πρὸ τῶν αἰώνων Θεὸς Λόγος, ὁ τῶν ὅλων δημιουργός, τὴν ἀνθρωπείαν φύσιν λαβὼν ἐνηνθρώπησε καὶ τὴν ἡμετέραν [6.83] ἐπραγματεύσατο σωτηρίαν.
 [03080]  Κἀκεῖνα δὲ μακροθυμίας, καὶ ταῦτα φιλανθρωπίας·
000-00-00 Serial Number=0660037041
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01212]  ἀλλ' εὑρὼν ὄργανον πᾶσαν, ὡς εἰπεῖν, ἀθρόως αὐτοῦ τὴν τέχνην ὑποδεχόμενον, ἐν τῷ τῆς ὀρθοδοξίας προσχήματι, τὴν ἄρνησιν τῆς θεότητος ὁμοῦ καὶ φιλανθρωπίας τοῦ Μονογε νοῦς παρεισάγει, τὸ ἁπλοῦν καὶ ἀτεχνολόγητον τῆς πίστεως ἡμῶν Ἑλληνικοῖς συνταράττων σοφίσμασι.
 [02146]  Ὑπερβαίνει, φησὶν, ἡ τῆς φιλανθρωπίας φιλοτιμία τὸ δίκαιον.
 [02165]  ∆είξας δὲ ἐν τούτοις τὸ τῆς φιλανθρωπίας ἀστάθμητον, πάλιν ἐπὶ τὸν τοῦ λόγου μεταβαίνει λόγον.
 [02348]  Ἔστι δὲ εὑρεῖν καὶ τοὺς περὶ τῶν προ σηλύτων γεγραμμένους νόμους, πάσης φιλανθρωπίας μεστούς.
 [02995]  Καὶ πᾶσα δὲ τοῦ Κυρίου διδασκαλία καὶ πρᾶξις, τὴν τῶν ἁμαρτω λῶν ἰατρείαν διδάσκουσι, καὶ οἱ κληθέντες τελῶναι, καὶ ἡ προσελθοῦσα πόρνη, καὶ ὁ πιστεύσας λῃστὴς, καὶ τῆς φιλανθρωπίας οἱ λόγοι·
000-00-00 Serial Number=0146334827
Historia ecclesiastica Ante [Go Back]  
 [00617]  οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων, ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας.
 [00811]  τούτους ἀγάπα ἁρμοδίως τῆς αὐτοῦ φιλανθρωπίας.
 [02691]  ἐφ' οἷς εὖ οἶδ' ὅτι θαυμάσετε καὶ μενεῖτε ἐπὶ πολὺ σὺν ἡμῖν ἀχανεῖς, ἐξιστά μενοι τῆς φιλανθρωπίας τὸν κύριον ὅτι μὴ ἄρδην τὸ ὅλον συνέστει λεν.
 [02698]  ὃς ἐν τοῖς Ἰουλιανοῦ καιροῖς τὴν Βηρυτίων ἐκκλησίαν ἐμπρήσας (Φοινίκων δ' αὕτη πόλις ἐπιφανής), ἐπὶ τοῖς τοῦ τῆς [253] μακαρίας μνήμης Ἰοβιανοῦ χρόνοις ἐξ οἰκείων ταύτην ἀνορθῶσαι κατηναγκάσθη, ὀλίγου καὶ τὴν κεφαλὴν τμηθείς, εἰ μὴ φιλανθρωπίας ἐκ πολλῆς περιδρομῆς ἔτυχε βασιλικῆς.
 [02726]  Ἀποκακήσας τοιγαροῦν ταῖς τῶν βασάνων δι' ἐπινοίας χαλεπῆς προσβολαῖς, ἁπάντων τῶν λαῶν ὀδυρομένων ποικίλως διὰ πολλὰ τῷ θρήνῳ, ὁ πικρὸς καὶ πάσης ἀποδέων φιλανθρωπίας, τὰ συνήθη πάλιν πρὸς ἀταξίαν συναθροίσας πλήθη, ἐπὶ κρίσιν αὐτούς, μᾶλλον δὲ ἕωλον κατάκρισιν, καλεῖ πρὸς τῷ τῆς θαλάσσης λιμένι, πολυωνήτων συνήθως κατ' αὐτῶν ἐπαφιεμένων τῶν βοῶν παρὰ τῶν εἰδωλολατρῶν καὶ τῶν Ἰουδαίων.
 [03018]  οἷον γάρ τισι σταθμοῖς καὶ ζυγοῖς οἴκτῳ καὶ δικαιοσύνῃ χρώμενος ὁ φιλάνθρωπος, ὅταν ἴδῃ τινὰ τῷ μεγέθει τῶν πλημμελη μάτων ὑπερβάλλοντα τῆς φιλανθρωπίας τὰ μέτρα, τῇ δικαίᾳ τιμω ρίᾳ κωλύει τὴν ἐπὶ τὰ πρόσω φοράν.
 [03643]  οὗτος Πορφύριον διεδέξατο, ὃς μετὰ Φλαβιανὸν τοὺς οἴακας ἐκείνους παραλαβὼν πολλὰ μνημεῖα φιλανθρωπίας κατέλιπεν.
 [03726]  εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα·
000-00-00 Serial Number=0124148011
Historia religiosa Ante [Go Back]  
 [00155]  τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος καὶ τὴν ἐκείνου πονηρίαν ὑφορωμένου καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν, ἄλλοι τινὲς τῶν ἁπλότητι συνεζηκότων πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες καὶ τὸν τῶν ὅλων θεόν.
 [01505]  Ὑπεραγασθέντες δὲ οἱ τὰ δεινὰ ἐκεῖνα ἐργασάμενοι τῆς φιλανθρωπίας τὸν ἄνδρα, αἰτοῦσι μὲν τῶν τετολμημένων συγγνώμην, προστάτην δὲ αὐτῶν γενέσθαι παρακαλοῦσιν·
 [02205]  Καὶ ἄλλοτε δὲ τῆς καλουμένης κάμπης τὴν προσβολὴν προεδήλωσε, καὶ ὡς οὐδὲν μέγα λυμανεῖται, τῆς θείας φιλανθρωπίας ἀκολουθούσης τῇ τιμωρίᾳ.
000-00-00 Serial Number=0068088830
Interpretatio in Danielem Ante [Go Back]  
 [00887]  ∆ιὰ ταῦτα, φησὶν, οἴκτου ἡμᾶς καὶ φιλανθρωπίας ἀξίωσον·
 [00894]  Ταύτης γὰρ εἰς ἡμᾶς γινομένης φιλανθρωπίας, καταλυθήσεται μὲν τῶν ἐναντίων τὸ θράσος, σβεσθήσεται δὲ αὐ τῶν ἡ λύττα, καὶ φρόνημα αὐτῶν τὸ ὑψηλὸν συν τριβήσεται, καὶ γνώσονταί σε μόνον εἶναι Κύριον καὶ Θεὸν, ὑπὸ πάσης ἄξιον ὑμνεῖσθαι τῆς οἰκουμέ νης·
 [01066]  τοὺς μὲν γὰρ οἰκείους θεράποντας ἀκραιφνεῖς διεφύλαξεν, αὐτὸν δὲ τέως δίκας τῆς μανίας οὐκ εἰσεπράξατο, ἐπιμείναντα δὲ τῇ δυσσεβείᾳ μετὰ βραχὺ μετρίως ἐκόλασεν, εἶτα μετανοίᾳ χρησάμενον φιλανθρωπίας ἠξίωσεν.
 [01352]  Βούλει, φησὶ, φιλανθρωπίας ἀπολαῦσαι;
 [01651]  Ἐπειδὴ τοίνυν, φησὶ, ὑπερέβης τῆς φιλανθρωπίας τοὺς ὅρους, δέχου τὴν θείαν ἀπόφασιν.
 [02622]  Καὶ ἐπειδὴ ἡμεῖς ἡμάρτομεν, καὶ τῆς σῆς φιλανθρωπίας ἀναξίους ἡμᾶς αὐτοὺς ἀπεφήναμεν, τὴν σὴν πόλιν ἱκετεύομεν τῆς σῆς ἀξιωθῆναι φειδοῦς, καὶ τὸ ὄρος ἐκεῖνο, ὃ διὰ τῆς σῆς ἐπιφανείας ἅγιον ἀπέφηνας.
 [02630]  Τὰ σαυτῷ, φησὶ, πρέποντα ποίησον, ∆έσποτα, καὶ μὴ τὰς ἡμετέρας λογίσῃ παρανομίας, ἀλλὰ τὰς ἀεν νάους τῆς σῆς φιλανθρωπίας πηγάς.
 [02706]  Πρὸ μὲν γὰρ τούτου μυρία τε τολμηκότες κακὰ ἔδοσαν μὲν δίκας, καὶ ἔτισαν τιμω ρίας ὑπὲρ ὧν ἐπλημμέλησαν, ἀλλὰ πάλιν συγγνώμης ἀπολαύσαντες φιλανθρωπίας ἠξιώθησαν·
 [02875]  Οὐκοῦν καὶ ὁ χρόνος, καὶ αἱ προσηγορίαι τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς ἡμῖν προεσήμαναν παρουσίαν, εἰς ὃν πεπιστευκότες, καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν προσμένοντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἐν ἡμέρᾳ διαγνώσεως τυχεῖν ἱκετεύσωμεν·
000-00-00 Serial Number=0041625261
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00417]  αὐτὸς δὲ ὁ δίκαιος κρι τὴς, καὶ παρ' αὐτῶν τῶν κολαζομένων δέχεται τὴν νικῶσαν, ὡς πᾶν εἶδος φιλανθρωπίας παραστή σας, καὶ μηδένα πόρον ἀκίνητον εὐεργεσίας κατα λιπών.
 [02787]  οὔτε γὰρ ὑμεῖς φιλανθρωπίας ἄξιοι, ἢ συγ γνώμης, παρανόμοις ἐπιτηδεύμασιν ἐντραφέντες·
 [03578]  Ἐπειδὴ γὰρ ὁ Ἰσραηλίτης λαὸς ἐν τάξει νύμφης τῷ ∆εσπότῃ συνῆπτο, ἔμελλε δὲ οὕτως παραδίδοσθαι ἀνδραποδισμῷ καὶ σφαγῇ, καὶ ὁ θεῖος νεὼς ἐμπίπρασθαι, τύπον τινὰ τῶν ἐσομένων δίδωσι τὸν προφήτην, καὶ τῆς γυναικὸς ἐξαπιναίως θανούσης, παρεγγυᾷ μήτε θρηνῆσαι, μήτε δακρύ σαι, μὴ πένθιμον σχῆμα λαβεῖν, μὴ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, ἀλλὰ σιγῇ στενάξαι, δεικνὺς, ὡς αὐτὸς οὐδεμιᾶς τοὺς αὐτῷ συνημμένους ἀξιώσει φιλανθρωπίας, παρὰ γνώμην δὲ ὅμως αὐτοῖς ἐπάξει τιμωρίαν·
 [04835]  Τοσαύτης, φησὶ, παρ' ἐμοῦ προκειμένης ἀγαθότητος καὶ φιλανθρωπίας, διαβάλ λειν τὰς ἐμὰς τολμῶσιν οἰκονομίας, ὡς οὐκ ὀρθάς.
000-00-00 Serial Number=0392439306
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01630]  Ἐν αὐτῇ γὰρ τῇ τιμωρίᾳ παρακαλοῦντες φιλανθρωπίας οὐ τεύξεσθε.
 [03854]  Ἔδειξε καὶ διὰ τῆς τιμωρίας, καὶ διὰ τῆς φιλανθρωπίας, ὡς αὐτός ἐστι Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτὸν, καὶ ὅτι οὐχὶ Ἰουδαίων μόνον ἐστὶ Θεὸς, ἀλλὰ πάντων ἀνθρώπων.
 [04579]  Πέλαγος ἔχεις φιλανθρωπίας, ἄβυσσον ἔχεις ἐλέου, ὄρεξον τοῦτον τοῖς δεομένοις·
000-00-00 Serial Number=0463227153
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00553]  Τῆς γὰρ σῆς ἀπολαύουσα φιλανθρωπίας, καὶ τῇ σῇ δεξιᾷ φρουρουμένη, τὴν διηνεκῆ σοὶ προσφέρω προσκύνησιν ἐν τῷ ἀφιε ρωμένῳ τῇ σῇ δόξῃ ναῷ, τὸν σὸν ἀεὶ περιφέρουσα φόβον·
 [00643]  ∆ιόπερ τῆς σῆς φιλανθρωπίας ἀπολαῦσαι παρακαλῶ, ἵνα διὰ ταύτης τὴν ἴασιν δέξωμαι.
 [00666]  εἶτα παιδεύει τὸν ἀκροατὴν, ὅτι μετὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖ καὶ τὰ ἡμέτερα ἕπεσθαι.
 [00736]  Ὁ καιρὸς γὰρ οὐ φιλανθρωπίας, ἀλλὰ δικαίας ὀργῆς.
 [00879]  Καὶ αὕτη δέ φησι τῆς σῆς φιλανθρωπίας τε καὶ δυνάμεως ἀπόδειξις ἀκριβὴς, τὸ τὴν εὐτελῆ τῶν ἀνθρώπων φύσιν τοσαύτης ἐμπλῆσαι σοφίας, ὥστε μὴ μόνον τῶν χερσαίων ζώων, ἀλλὰ καὶ τῶν πτηνῶν, καὶ νηκτῶν, καὶ ἀμφιβίων κρατεῖν, καὶ τὰ ὑψηλότερα καὶ βαθύτερα ταῖς ἐπινοίαις θηρεύειν·
 [01317]  Νύ κτωρ καὶ μεθ' ἡμέραν τρυχόμενος διατελῶ, καὶ τοὺς λογισμοὺς στρέφων τε καὶ ἀνελίττων, ποτὲ μὲν ἀπολαύσεσθαι φιλανθρωπίας ἐλπίζω, ποτὲ δὲ ἀμφιβάλλω εἰ τεύξομαι·
 [01663]  Οὐ μάτην τοῖσδε λόγοις ἐχρησάμην, ἀλλὰ πεῖραν τῆς σῆς ἔχων φιλανθρωπίας·
 [01695]  πᾶσαν γὰρ φυσικὴν ἀποκλείσαν τες, φησὶν, εὐσπλαγχνίαν, καὶ οὐδεμίαν χώραν τοῖς τῆς φιλανθρωπίας λογισμοῖς δεδωκότες, φθέγγονται μὲν ὑψηλὰ καὶ ὑπέρογκα·
 [02799]  ταύ της καὶ νῦν ἀπολαῦσαι τῆς ἀγαθότητος ἱκετεύω, καὶ μνήμην σοι γενέσθαι τῆς σῆς φιλανθρωπίας, μὴ τῆς ἐμῆς ἁμαρτίας·
 [02807]  μὴ οὖν ἐκείνων τῶν ἁμαρτημάτων μνησθῇς, ἀλλὰ τῆς σῆς φιλανθρωπίας, δι' ἧς καὶ τότε ἀγνοοῦντας φιλανθρωπίᾳ χρησάμενος ἠλέησας.] Ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.
 [02837]  Ἐγὼ τοίνυν, φησὶν, ἵλεών σε γενέσθαι ταῖς ἐμαῖς ἁμαρ τίαις παρακαλῶ, οὐ διὰ τὴν σπουδαίαν μου μετα μέλειαν, ἀλλὰ δι' ἣν ἔχεις φιλανθρωπίας προσηγο ρίαν, καὶ ἐπειδὴ τοῦ σοῦ ὀνόματος τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα.
 [02884]  Εἰ μὴ δοκῶ, φη σὶν, ἄξιος εἶναι φιλανθρωπίας, τοσούτοις προσπα λαίων κακοῖς, τὴν ἄδικον γοῦν τῶν πολεμίων ἀπ έχθειαν θεασάμενος, φιλανθρωπίας μετάδος.
 [03688]  ἡμᾶς δὲ φειδοῦς καὶ φιλανθρωπίας ἠξίω σεν.
000-00-00 Serial Number=0068673670
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00585]  Τὰ γὰρ μεγά λα τῶν τραυμάτων ἰσομέτρων δεῖται φαρμάκων, καὶ ὁ χαλεπῇ νόσῳ περιπεσὼν, πλείονος χρῄζει κηδεμονίας, καὶ ὁ μεγάλα πλημμελήσας μεγάλης φιλανθρωπίας δεῖται.
 [00710]  Τῆς σῆς πάλιν ἀπολαύων φιλανθρωπίας ἀρχέτυπον ἔσομαι μετανοίας τοῖς τὸν παράνομον βίον ἀσπαζομένοις·
 [01260]  ∆ικαίας, φησὶν, ἀπολαύσας φιλανθρωπίας, τῆς τῶν πολεμίων ἀπηλ λάγην θηριωδίας.
 [01262]  τὴν δὲ ἀλήθειαν τῷ ἐλέῳ συν έζευξε, τὸ δίκαιον τῆς φιλανθρωπίας δεικνύς.
 [01516]  Προλαμβάνεις ἀεὶ τὰς αἰτήσεις, ὦ ∆έσποτα, καὶ διὰ φιλανθρωπίας ὑπερβολὴν οὐκ ἀναμένεις τὰς ἱκε τείας.
 [02951]  Μὴ τοῖς ἐμοῖς πλημ μελήμασι μετρήσῃς τὴν τιμωρίαν, ἀλλὰ τῷ ἀμε τρήτῳ τῆς σῆς φιλανθρωπίας ἐλέῳ.
 [02966]  μηδὲ κλείσῃς μοι τῆς φιλανθρωπίας τὴν θύραν.
 [02987]  ∆ιὰ γοῦν τὰ παρ' ἐκείνων ὀνείδη, τῆς σῆς μοι μετάδος, ∆έσποτα, φιλανθρωπίας.
 [04117]  Νύκτωρ ἡσυχίαν ἄγων τὰς χεῖρας ἐξ έτεινον, τυχεῖν φιλανθρωπίας ἀντιβολῶν, καὶ οὐ δι ήμαρτον τῆς ἐλπίδος.
 [04882]  Ἐστέναξας ἐν Αἰγύπτῳ τοῖς πόνοις ταλαιπω ρούμενος, καὶ παραυτίκα φιλανθρωπίας ἠξίωσα.
 [05255]  οὗ δὴ χάριν ἀντιβολοῦσι τελείως τυχεῖν τῆς φιλανθρωπίας.
 [05267]  ∆ιὰ δὴ τοῦτο τὸν Θεὸν ἱκετεύουσι, τα χεῖαν αὐτοῖς διὰ φιλανθρωπίας παρασχεῖν σωτηρίαν.
 [05293]  Ἁμαρτάνουσι μὲν, καὶ μεταμελείᾳ χρωμένοις, χορηγοῦσι τὸν ἔλεον οἱ τῆς φιλανθρωπίας κρουνοὶ, τοῖς δὲ τὴν ἀλήθειαν ἀσπαζομένοις ἐπικλύζουσι τοῦ ἐλέου τὰ νάματα.
 [05452]  Ἐπειδὴ φιλανθρωπίας ὑπάρχεις πηγὴ, καὶ οἴ κτου, καὶ ἐλέους προχέεις τὰ νάματα, πρόσεστι δέ σοι καὶ ἀλήθεια, καὶ κρίνεις τοὺς πονηρίᾳ συ [80.1561] ζῶντας·
 [05529]  Τίνες δὲ τούτων οἱ μὴ κατα λαβόντες καὶ τὴν κάτω Ἱερουσαλὴμ διὰ τὸ προσκυνῆ σαι τοὺς ἐπιφανεστάτους καὶ σεπτοὺς τόπους, ἐν οἷς οὐ μόνον ὁ ἐκ Θεοῦ Θεὸς σαρκωθεὶς, ἀλλὰ καὶ ποσὶ φιλανθρωπίας ἐβάδισε.
000-00-00 Serial Number=0236403942
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00019]  Τίνες δὲ τούτων οἱ μὴ κατα λαβόντες καὶ τὴν κάτω Ἱερουσαλὴμ διὰ τὸ προσκυνῆ σαι τοὺς ἐπιφανεστάτους καὶ σεπτοὺς τόπους, ἐν οἷς οὐ μόνον ὁ ἐκ Θεοῦ Θεὸς σαρκωθεὶς, ἀλλὰ καὶ ποσὶ φιλανθρωπίας ἐβάδισε.
 [00127]  Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς, καὶ ἐν τῷ τάφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς αἰσθέσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆναι;
 [00476]  ζῶσι τοίνυν μετάδος φιλανθρωπίας.
 [00608]  Μὴ ἐπὶ πλεῖστον, ∆έσποτα, παρίδῃς ὀδυνωμένους, ἀλλὰ δέξαι τὴν ἱκε τείαν, καὶ φιλανθρωπίας τοὺς σοὺς ἀξίωσον δούλους.
 [01056]  Παραυτίκα γὰρ τὴν σὴν ἐπικαλούμενος πρόνοιαν, καὶ τὴν οἰκείαν διδάσκων ἀσθένειαν, τῆς σῆς φιλανθρωπίας ἀπήλαυον.
 [01439]  ἵνα μὴ τῇ κενῇ δόξῃ τὸν τῆς φιλανθρωπίας λυμήνῃ καρπόν.
 [01900]  Τούτων δὲ, φησὶν, αἴτιον τῶν ἀγαθῶν ἡ τῆς θείας ἀγαθότητος ἄβυσσος, ὁ ἀμέ τρητος ἔλεος, τῆς φιλανθρωπίας τὸ πέλαγος.
 [02660]  Ἐπάγων γὰρ τὴν παι δείαν πάλιν μετεδίδου φιλανθρωπίας·
 [02857]  Ἐν πάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τοῦ ἱεροῦ καθηγουμένου συλλόγου, ἅπας ὁ λαὸς τὸν εὐεργέτην ὑμνεῖ, τῆς θείας φιλανθρωπίας τὰς θαυματουργίας διεξιών.
 [04349]  Πάντες γὰρ ἐνδεεῖς τῆς θείας φιλανθρωπίας, καὶ ὁ αὐτὴν κατειληφὼς τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυ φὴν, ταύτης δεῖται διηνεκῶς.
 [04551]  Ἀλλὰ φιλανθρωπίας λοιπὸν καὶ ψυχαγωγίας καιρός.
 [05113]  Καὶ τὸ μέγεθος τῆς ἀνίας ἐδίδαξε τὸ προοίμιον, καὶ τὴν τῆς θείας φιλανθρωπίας ὑπερβολήν.
 [06812]  ἀνθρωπίνῃ δὲ χρησάμενος γλώττῃ, καὶ τυχεῖν οὐ δυνάμενος τοῦ ποθουμένου, πλείονα πάλιν συνάπτει ὀνόματα, καὶ προλέγει τῆς γενεᾶς τῆς ἐσομένης τὸ εὔγνωμον, ὅτι τοῖς θείοις ἐντρυφῶσα λογίοις, καθάπερ τινὰς ἐρυγὰς προσφέρει τὴν τῆς θείας φιλανθρωπίας διήγησιν.
 [07033]  Οὐ μόνον δὲ τούτων προμη θεῖται σπουδαίως, ἀλλὰ καὶ τῶν περιπεπτωκότων ἁμαρτίαις, μεταμελείᾳ δὲ χρησαμένων, καὶ στηρι χθέντων τῇ τῆς φιλανθρωπίας ἐλπίδι.
 [07248]  Πολ λῆς ἡμᾶς, φησὶ, φιλανθρωπίας ἠξίωσε, καὶ τὴν οἰκείαν ἡμῖν ἔδειξεν ἀγαθότητα.
000-00-00 Serial Number=0468503654
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00138]  τοῦτο διδάσκων, ὡς οὐκέτι τὸν Ἰσραὴλ ἀξιώσει φιλανθρωπίας.
 [00195]  Καὶ αὐτὴ δὲ ἡ τιμω ρία φιλανθρωπίας μεστή·
 [00315]  Ἀληθείας γὰρ, φησὶν, ἐστὲ καὶ φιλανθρωπίας ἔρημοι, καὶ γνώσεως θείας ἐστερημένοι·
 [00524]  Ἐγὼ μὲν γὰρ, φησὶ, πάσης ὑμᾶς ἀξιῶσαι φιλανθρωπίας ἐθέλω·
 [00649]  Καὶ ταῦτα δὲ εἰρηκὼς οὐκ ἀμνημονεῖ τῆς οἰ κείας φιλανθρωπίας, ἀλλὰ θρῆνόν τινα ὑπὸ πατρικῆς φιλοστοργίας αὐτοῖς προσφέρει.
 [01032]  Τούτοις αὐτοῖς καταπλή ξας, πάλιν τοῖς τῆς φιλανθρωπίας κέχρηται λόγοις, τῇ ποικιλίᾳ τῆς διαλέξεως ὠφέλειαν αὐτοῖς μηχανώμενος.
 [01061]  Τοσαύ της τοίνυν φιλανθρωπίας ἀπολαύοντες, ιʹ.
 [01457]  Ἐπειδὴ δὲ, φησὶ, ἡμεῖς ἀνάξιοι τῆς παρὰ σοῦ φιλανθρωπίας τυχεῖν, φειδοῦς τινος ἀπολαυσάτω τὰ κτήνη μυκώ μενα καὶ βληχώμενα, Ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων.
 [02666]  Ἐγὼ γὰρ, φησὶν, ὁ πάλαι νομίζων ἐν Ἱεροσολύμοις μόνον αὐτὸν ἐπι φαίνεσθαι τοῖς προφήταις, καὶ ἐν τῇ κοιλίᾳ τοῦ κή τους ηὗρον παρόντα, καὶ προσενεγκὼν ἱκετηρίαν τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀπήλαυσα.
 [03517]  Οὐκέτι φιλανθρωπίας, φησὶ, μεταδώσει ὑμῖν ὁ τῶν ὅλων Θεὸς, ἀλλὰ τὸν ὄλεθρον ἐπάξει.
 [03713]  Ἀσεβείᾳ γὰρ καὶ παρανομίᾳ συζῶσα λαμπρά τις εἶναι καὶ περιφανὴς ἐδόκεις τοῖς οὐκ ὀρθῶς κρίνειν ἐπισταμένοις τῶν πραγμάτων τὴν φύσιν, καὶ τὸν Ποιητὴν καὶ Σωτῆρα καταλιποῦσα, ὃς φιλανθρωπίας σε πλείστης μεταμεληθεῖσαν ἠξίωσε, τῇ γοητείᾳ σαυτὴν ἀνατέθεικας, καὶ δι' ἐκείνης ἅπαντα διετέλεσας δρῶσα.
 [04565]  Ἡ τῶν ἀνθρώπων σωτηρία μόνης ἤρτηται τῆς θείας φιλανθρωπίας·
 [05070]  αἱ δὲ ἐπαρυστρίδες, αἱ τὸ ἔλαιον ἐπιχέουσαι, τὴν ἄφθονον φιλοτιμίαν τῆς τοῦ Θεοῦ φιλανθρωπίας σημαίνουσιν.
 [05166]  Οὐδὲ γὰρ καθάπερ, φησὶ, τῇ Ἱερουσα λὴμ ῥητὸν ὥρισα χρόνον εἰς ἐρημίαν, εἶτα πάλιν αὐτὴν φειδοῦς ἠξίωσα καὶ συγγνώμης, οὕτω καὶ τῇ Βαβυλῶνι μεταδώσω φιλανθρωπίας·
 [05663]  Ἐν ἐκείνῳ γὰρ διὰ τῆς με τανοίας οἱ προσιόντες, ὡς ἐν χωνευτηρίῳ τινὶ νεουρ γοῦνται, τὸν τῆς ἁμαρτίας ἰὸν ἀποβάλλοντες, καὶ τῆς θείας φιλανθρωπίας τυγχάνοντες.
 [05958]  ἀντὶ τοῦ, φιλανθρωπίας οὐδεμιᾶς ἀπολαύσουσιν.
000-00-00 Serial Number=0503832936
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00004]  ἀλλ' εὑρὼν ὄργανον, πᾶσαν ὡς εἰπεῖν ἀθρόως αὐτοῦ τὴν τέχνην ὑποδεχόμενον, ἐν τῷ τῆς ὀρθοδοξίας προσχήματι τὴν ἄρνησιν τῆς θεότητος ὁμοῦ καὶ φιλανθρωπίας τοῦ Μο νογενοῦς παρεισάγει, τὸ ἁπλοῦν καὶ ἀτεχνολόγητον τῆς πίστεως ἡμῶν Ἑλληνικοῖς συνταράττων σοφί σμασι.
 [00036]  Ἡμεῖς τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παν ταχοῦ πειθόμενοι δόγμασι, κατὰ τὴν παράδοσιν τῶν ἁγίων Πατέρων, τὸν Θεὸν Λόγον, τὸν τοῦδε τοῦ παν τὸς ∆ημιουργόν τε καὶ Κύριον, τὸν μονογενῆ τοῦ Πατρὸς Υἱὸν, τὸν προαιώνιον, τὸν ἀμιγῆ σώματος καὶ πάντων ὅσα σώματος, τὸν πάντα ὄντα ὅσα καὶ ὁ Πατὴρ, πλὴν ἑνὸς μόνου τοῦ εἶναι Πατὴρ, πιστεύο μεν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὑπὸ τῆς αὑτοῦ κινη θέντα φιλανθρωπίας, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐκ τῆς ἁγίας Παρθένου, ὁμοούσιον τῇ τικτούσῃ σάρκα λαβόντα καὶ γενόμενον ἄνθρωπον, γεννηθῆναι Θεὸν μετὰ τοῦ προσλήμματος, οὐχ ὅπερ ἦν ἀποβαλόντα (τροπῆς γὰρ πάσης τὸ θεῖον ἐλεύθερον), ἀλλὰ προσει ληφότα τὸ γενέσθαι καὶ ἄνθρωπον.
000-00-00 Serial Number=0390459836
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01563]  τὴν μὲν γὰρ θυγατέρα τοῦ ἱερέως πορνεύσασαν διὰ πυρὸς ἀναλίσκει, τὴν δὲ τοῦ λαϊκοῦ ἀνδρὸς διὰ λίθου, τὴν δὲ ὕπανδρον διὰ ξίφους, καὶ οὐδαμοῦ ἰσχὺς τῷ νόμῳ ἐκ φιλανθρωπίας διὰ βαπτισμῶν τε καὶ [100] θυσιῶν σῶσαι τῶν τοιούτων τινά.
 [01663]  Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τῷ ἡμαρτηκότι ὁ νόμος οὐ δίδωσι, πῶς ἐν τῇ ρηʹ ἐρωτήσει προτέ τακται τῆς χάριτος ὁ νόμος, ὡς ταύτης ἑτοιμότερος καὶ φιλαν θρωπότερος εἰς ἄφεσιν ἁμαρτημάτων τοῖς ἁμαρτάνουσιν, οὓς καθ' ἑκάστην ἡμέραν διὰ τοῦ βαπτίσματος καὶ διὰ τῆς τῶν ἀλόγων θυσίας τῆς μέμψεως ἀπολύει, νῦν δὲ ἐν τῇ προκειμένῃ ἐρωτήσει ῥανὶς οὐχ ὑπολέλειπται τῷ νόμῳ φιλανθρωπίας, ἀλλὰ συνέζευκται αὐτῷ τὸ ἀσύγγνωστον, κίνδυνον ἐπάγον τῷ ἡμαρτηκότι ἀπαραί [108] τητον;
000-00-00 Serial Number=0190234900
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02553]  ὅθεν ἠναγκάσθη δια γλύψαι τὸν μόσχον καὶ τοιούτῳ δὲ σκοπῷ χρησάμενος, τῆς θείας ἐδεήθη φιλανθρωπίας, ὥστε τὴν τιμωρίαν διαφυγεῖν.
 [03063]  καὶ τῆς ἀρρήτου τοῦ δεσπότου φιλανθρωπίας, δι' ἣν τὰς ἐνδί κους τιμωρίας διαφυγόντες εἰς τὴν ἐπηγγελμένην εἰσεληλύθασι γῆν.
 [03288]  ἐδίδαξε δὲ διὰ τούτων τὰς τῆς φιλανθρωπίας αἰτίας.
000-00-00 Serial Number=0099442422
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00436]  Ἔδει γὰρ συνιδεῖν τὸν ἠλίθιον, ὡς μία σταγὼν τῆς θείας φιλανθρωπίας πᾶσαν τὴν ἀγαθότητα τῶν ἀνθρώπων νικᾷ.
 [00650]  καὶ τούτων δὲ ὡσαύτως ἐπισχεθέντων ὑπὸ τῆς χά ριτος, ὕστερον αὐτὸς ἀπελήλυθε, καὶ τετύχηκε καὶ αὐτὸς τῶν τῆς φιλανθρωπίας δεσμῶν.
 [01904]  Τῆς φιλανθρωπίας τοίνυν, ἀλλ' οὐ τῆς ἀδυναμίας, ὁ χρόνος.
 [02899]  Καὶ διατί φιλανθρωπίας ἀπῃτήθη δίκας;
 [04557]  Ἀλλὰ τῆς φιλανθρωπίας ἡ ἄβυσσος μετέδωκε καὶ τούτῳ τῶν τοῦ ἐλέους κρουνῶν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»