Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φέρεσθαι [23]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φέρεσθαι


000-00-00 Serial Number=0887458026
De providentia orationes decem Ante [Go Back]  
 [00045]  οἱ δὲ, ἐπιμελεῖσθαι μὲν ἔφασαν, σμικρολόγως δὲ τοῦτο ποιεῖν, καὶ τῇ σελήνῃ περιορίζειν τὴν πρόνοιαν, τὸ δὲ λοιπὸν τοῦ κόσμου μέρος ὡς ἔτυχε φέρεσθαι, τῇ τῆς εἱμαρμένης ἀνάγκῃ δουλεύειν ἠναγκασμένον.
 [00211]  Οἱ ταῖς τῆς Προνοίας ἡνίαις ἀπιστοῦντες, καὶ τὸν οὐρανοῦ καὶ γῆς κόσμον ἡνιόχου δίχα μετὰ τοσαύτης ἁρμονίας καὶ τάξεως φέρεσθαι λίαν ἀνοήτως ἰσχυρι ζόμενοι, ἐοικέναι μοι δοκοῦσιν, ὥσπερ ἄν τις ἐν νηῒ καθήμενος, καὶ τὸ πέλαγος διαπεραιούμενος, καὶ τὸν κυβερνήτην ὁρῶν τῶν οἰάκων ἐπειλημμένον, καὶ τὰ πηδάλια πρὸς τὴν χρείαν κινοῦντα, καὶ νῦν μὲν τὸ δεξιὸν φέροντα, νῦν δὲ τὸ εὐώνυμον μεταφέροντα, καὶ τὸ σκάφος πρὸς οὓς ἂν ἐθέλῃ λιμένας ἰθύνοντα, ἀρνοῖτο, προφανῶς οὕτω ψευδόμενος, καὶ ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος, μήτε κυβερνήτην ἐπὶ τῆς πρύμνης ἑστάναι, μήτε πηδάλια τὸ σκάφος ἔχειν, μήτε τῇ κινήσει τῶν οἰάκων ἰθύνεσθαι, ἀλλ' αὐτόματον φέρεσθαι, καὶ τῆς τῶν κυμάτων οὕτω περιγίνεσθαι ῥύμης, καὶ τῇ τῶν πνευμάτων ἐμβολῇ διαμάχεσθαι, καὶ μήτε ναυτῶν ἐπικούρων δεῖσθαι, μήτε κυβερνήτου τὸ κοινῇ συμφέρον τοῖς ἐρέταις προστάττοντος.
 [00256]  Τῷ δὲ Ποιητῇ ῥᾴδιον, οὐκ εἰς ἀκρώρειαν μόνον, ἀλλὰ καὶ εἰς ἀέρα μέσον ἀνασπᾶσαι τῶν ὑδάτων τὴν φύσιν, καὶ τὴν πικρὰν γλυκᾶναι, καὶ πῆξαι τὴν λελυμένην, καὶ λῦσαι τὴν δεδεμένην, καὶ τὴν συνεχῆ διακρῖναι, καὶ τὴν ῥοώδη στῆσαι, καὶ τὴν κάτω φέρεσθαι πεφυκυῖαν ἀνατρέχουσαν δεῖξαι, καὶ τὴν ψυχρὰν δίχα πυρὸς θερμῆναι.
 [00309]  Σὺ δὲ τῆς πο λυθέου πλάνης ἀπηλλαγμένος καὶ πάντα τὰ ὁρώμενα ὁμολογῶν εἶναι ποιήματα, καὶ τὸν τούτων Ποιητὴν προσκυνῶν, ἐκβάλλεις αὐτὸν ὧν ἐποίησε, καὶ πόῤῥω που καθίζεις τῆς κτίσεως, καὶ τὸν τοσοῦτον κόσμον ἀκυβέρνητον εἶναι λέγεις, καὶ οἷόν τι σκάφος ἀνερ μάτιστον ὡς ἔτυχε φέρεσθαι.
 [01142]  Ἐπειδὴ γὰρ ἡ φύσις πρὸς τὸ χεῖρον ἐξώκειλε, καὶ ὁ νοῦς τοῖς πάθεσι περικλυσθεὶς, ὑποβρύχιός τε γενόμενος, οἷόν τι σκάφος ἀνερμάτιστον, ἀτάκτως φέρεσθαι τὸ σῶμα κατέλιπεν, ἀναγκαίως ἐδεήθημεν νόμων, καθάπερ τινὸς ἀγκύρας, ἱστώσης τὸ σκάφος, καὶ τὴν ἐπὶ πρόσω φορὰν κωλυούσης, καὶ συγχωρούσης ἀναδῦναι τὸν κυβερνήτην, καὶ τῶν οἰάκων ἐπιλαβέ σθαι.
 [01291]  Εὑρίσκομεν δὲ τὸν τῶν ὅλων Θεὸν, δι' ὑπερβολὴν τῆς τῶν ἀνθρώπων πονηρίας τὰς ἡνίας ἐῶντα πολλάκις καὶ φέρεσθαι τῶν ἀνθρώπων ὡς ἂν θέλωσι συγχωροῦντα τὸ γένος.
000-00-00 Serial Number=0623434663
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00122]  Εἰ μή σου τῷ κάλλει τῆς ψυχῆς ἡ τοῦ δόγματος ἐλυμήνατο πρόληψις, καὶ τὸ ὀπτικὸν τοῦ εὐθέος παρατρέψασα ἑτέρωσε πεποίηκε φέρεσθαι, πασῶν ἀρίστην τῶν ἐν βίῳ ἀναστρεφομέ νων ἔφην ἂν τεθεᾶσθαι.
 [00330]  Καὶ γὰρ πεῖραν αὐτοῦ εἰλήφαμεν πλείονα, ἐπειδὴ καὶ τῆς ἡμετέρας πατρίδος κινεῖν τοὺς οἴακας εἴληχε καὶ παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον ἐξ οὐρίων φέρεσθαι τὸ σκάφος σοφῶς κυβερνῶν παρεσ κεύασεν.
000-00-00 Serial Number=0402260125
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02189]  Ὑγιαίνειν μὲν γὰρ αὐτὴν ἐν τοῖς θείοις δόγμασι πεπιστεύκαμεν, καὶ τὴν περὶ ἡμᾶς διασώζειν ἀγάπην νομίζομεν, διὰ μόνην δὲ δειλίαν συμπερι φέρεσθαι τῷ καιρῷ.
000-00-00 Serial Number=0543017626
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01020]  Φασὶ δὲ καὶ τὰς ἐλάφους τῶν ἑρπυστικῶν θηρίων ἀναιρετικὰς εἶναι, καὶ τοὺς ὄφεις, καὶ τοὺς ἔχεις, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πόᾳ παραπλησίως ἐσθίειν, καὶ μηδεμίαν ἐντεῦθεν ἀπο φέρεσθαι βλάβην.
000-00-00 Serial Number=0376543462
Historia ecclesiastica Ante [Go Back]  
 [02175]  πρὸς δὲ τούτοις δέον πάντοθεν πορίζειν τοῖς στρατιώταις τὴν ἀναγκαίαν τροφήν, οὔτε ἐκ τῆς οἰκείας ταύτην προσέταξε φέρεσθαι, οὔτε τὴν πολεμίαν ληϊζόμενος παρεῖχε τὴν ἀφθονίαν·
000-00-00 Serial Number=0046070933
Historia religiosa Ante [Go Back]  
 [00046]  Ὁ γὰρ ἡνίοχος τούτου, καὶ μουσικὸς, καὶ κυβερνήτης, ἄριστα μὲν κατέχων τὰς ἡνίας ἐν τάξει φέρεσθαι τοὺς ἵππους ἀνέπεισε·
 [01425]  Ὁ δὲ τὴν ἱκετείαν δεξάμενος καὶ ταύτην τῷ δεσπότῃ προσενεγκὼν ἔλυσε τῶν τροχῶν τοὺς ἀοράτους δεσμοὺς καὶ φέρεσθαι συνήθως τὸ ὄχημα παρεσκεύασεν.
 [02146]  Ἐγὼ δὲ οὐδὲ τῆς θείας ἄνευ οἰκονομίας ταύτην ὑπολαμ βάνω γεγενῆσθαι τὴν στάσιν, οὗπερ εἵνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶτταν καὶ μὴ ἐπιτρέπειν ὡς ἔτυχε φέρεσθαι, σκοπεῖν δὲ ὡς πολλάκις τοιαῦτα ὁ δεσπότης τῶν ῥᾳθυμοτέρων εἵνεκεν ὠφελείας ἐμηχανήσατο.
000-00-00 Serial Number=0714673579
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00430]  τοῦτο γὰρ διὰ τοῦ παροιστρήσουσι ᾐνίξατο, ἐκ μεταφορᾶς τῶν βοῶν, οὓς ὁ οἶστρος νεμομένους ἐλαύνει, καὶ φέρεσθαι κατὰ κρημνῶν ἀναγκάζει πολ λάκις·
 [02395]  ἀλλ' εἴασεν ἂν τοὺς ἀνθρώπους, ὡς ἂν θέλωσι, φέρεσθαι·
000-00-00 Serial Number=0114810467
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04605]  αἱμάτων δὲ ὀχετοὺς κατὰ τῆς γῆς παρασκευάζουσι φέρεσθαι, τάφου δὲ ἀξιοῦ σθαι τοὺς σφαττομένους οὐ συγχωροῦσιν.
 [04926]  Εἴασα δὲ αὐτὸν τοῖς οἰκείοις φέρεσθαι λογισμοῖς, ὡς ἀνερμάτιστον καὶ ἀκυβέρνητον σκάφος·
000-00-00 Serial Number=0384065330
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [07083]  Ἀλλὰ πάλιν βουληθεὶς τὸ παγὲν ὕδωρ διαλύει ῥᾳδίως, καὶ κρουνηδὸν φέρεσθαι τοῦτο ποιεῖ.
000-00-00 Serial Number=0104804158
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00402]  Οἶστρός ἐστι μυῖά τις ταῖς βουσὶν ἐπιοῦσα, καὶ τοσαύτην αἴσθησιν ἐμποιοῦσα τοῖς δή γμασιν, ὡς τὰς ὑπ' ἐκείνης νυττομένας μήτε τῆς τῶν βουκόλων ἀνέχεσθαι φωνῆς, μήτε ταῖς ἄλλαις συννέμεσθαι βουσὶν, ἀλλὰ θέειν ἁπλῶς, καὶ κατὰ κρημνῶν ἔστιν ὅτε φέρεσθαι.
 [04312]  Ἐνταῦθα τῶν τὴν Πρόνοιαν ἐκβαλλόν των κατηγορεῖ, καὶ ὡς ἔτυχε φέρεσθαι τὰ πράγ ματα λέγειν τολμώντων·
000-00-00 Serial Number=0544577420
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02714]  ἀπαγορεύει καὶ μέλι προσ φέρεσθαι τῷ βωμῷ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»