Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φάρμακα [36]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φάρμακα


000-00-00 Serial Number=0409576237
De providentia orationes decem Ante [Go Back]  
 [00339]  Ἐπειδὴ τοίνυν παγχά λεπος καὶ δυστράπελος τῶν τὴν κτίσιν προνοίας ἀποστερεῖν ἐπιχειρούντων ἡ νόσος, δύο μὲν αὐτοῖς ἤδη φάρμακα προηνέγκαμεν, ἐκ τῶν τῆς κτίσεως μορίων ταῦτα κεράσαντες·
 [00653]  Τούτων τοιγαροῦν τὰς μὲν ἡμεῖς ὀψοποιούμεθα, τὰς δὲ τῶν ἀλόγων ἐσθίει τὰ ποηφάγα, τὰς δὲ ἰατρῶν συλλέγοντες παῖδες, τὰ ἀλεξίκακα κατασκευάζουσι φάρμακα, καὶ τὸ εἰς ἐδωδὴν ὀλέθριον, ἀλεξίκακον γίνεται φάρ μακον.
 [01067]  Καὶ ἐν ὥρᾳ μὲν χειμῶνος, ἐν ἀλεει νοῖς οἴκοις κατάκειται, ἐπὶ στρωμνῆς μαλακῆς καλινδούμενος, ἱματίοις πολλοῖς καὶ θερμοῖς ἐνει λημ[μ]ένος, ἐσχάρας ἔχων περικειμένας, καὶ τῷ κρυμῷ πολεμούσας, φάρμακα μυρία τῇ νόσῳ μαχό μενα, ἰατρῶν ὑποσχέσεις ψυχαγωγούσας, φίλους παρ όντας, καὶ τῶν παθῶν τὰς ἀκίδας τῇ διαλέξει συ λῶντας.
 [01312]  Ὅτι μὲν οὖν καὶ πενία καὶ πλοῦτος ἀναγκαῖα τῷ βίῳ καὶ χρήσιμα, καὶ δουλείαν δέ τινα καὶ δεσποτείαν, καθάπερ τινὰ φάρμακα, τοῖς ἕλκεσι τῆς ἁμαρτίας ὁ τῶν ψυχῶν προσήνεγκεν ἰατρὸς, τὴν θείαν χάριν συνεργὸν ἐσχηκότες, ἱκανῶς ἀπεδείξα μεν.
000-00-00 Serial Number=0473706007
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00163]  Κατέλαβε γὰρ τὴν βασι λίδα ὁ θαυμάσιος ἡμῶν υἱὸς Φίλιππος καὶ διδάξει τὴν ὑψηλο τάτην ἀρχὴν τῆς πόλεως τὰ παθήματα καὶ λήψεται πάντως ἀλεξίκακα φάρμακα, τὸν ἐπηρτημένον διαλύοντα κίνδυνον.
000-00-00 Serial Number=0226568162
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00217]  Οὐδὲ γὰρ τῶν ἰατρῶν οἱ σοφώτατοι ἐν τῇ τῶν πυρετῶν ἀκμῇ τὰ ἀλεξίκακα προσφέρουσι φάρμακα·
000-00-00 Serial Number=0069727302
Graecarum affectionum curatio Ante [Go Back]  
 [00047]  καὶ μὲν δὴ καὶ ὡς ἀρρωστοῦντας καταιονήσωμεν καὶ τὰ σωτήρια καὶ παιώνια προσενέγκωμεν φάρμακα.
 [00383]  Καὶ ὥσπερ οἱ τὰ σώματα θεραπεύοντες ἐκ τῶν ἰοβόλων θηρίων ὀνησιφόρα κατασκευάζουσι φάρμακα, καὶ τῶν ἐχιδνῶν τὰ μὲν ἀποβάλλοντες, τὰ δὲ ἕψοντες, πολλὰς διὰ τού των ἐξελαύνουσι νόσους, οὕτως καὶ ἡμεῖς, τὰ τῶν ὑμετέρων ποιητῶν καὶ ξυγγραφέων καὶ φιλοσόφων πονήματα μεταχειρισά μενοι, τὰ μὲν ὡς δηλητήρια καταλείπομεν, τὰ δὲ τῇ τῆς διδα σκαλίας ἐπιστήμῃ διασκευάσαντες, ἀλεξιφάρμακον ὑμῖν θεραπείαν προσφέρομεν·
 [02063]  Ὥσπερ γὰρ οὐρανόθεν διαλεχθῆναι τοῖς ἀνθρώποις δυνάμενος καὶ τοὺς ῥᾳστώνῃ ξυ ζῶντας δεδίξασθαι, τοῦτο μὲν οὐ πεποίηκεν, εἰδὼς οὐ χωροῦσαν τοῦτο τῶν ἀνθρώπων τὴν φύσιν, ἀλλ' ὀλιγάκις μὲν ἐπεφάνη, ξυμμέτρους τοῖς ὁρῶσι τὰς ἐπιφανείας ποιούμενος, ἀεὶ δὲ δι' ἀνθρώπων ἀνθρώποις καὶ νομοθετῶν καὶ παραινῶν διετέλεσεν, ὑπουργοῖς τῶν λόγων καὶ διακόνοις χρώμενος τοῖς προφήταις, Οὕτω δὴ ὕστερον πᾶσιν ἀνθρώποις προσενεγκεῖν ἐθελήσας τὰ σωτήρια φάρμακα, οὐκ ἀγγέλοις ὑπηρέταις οὐδ' ἀρχαγγέλοις ἐχρήσατο οὐδ' οὐρανόθεν γεγωνοτάτην καὶ πᾶσιν ἀνθρώποις ξύμμετρον ἀφῆκε φωνήν, ἀλλ' ἐν μήτρᾳ παρθενικῇ τὴν ἀνθρω πείαν ἑαυτῷ περιπήξας σκηνήν, προῆλθεν ἐκεῖθεν ἄνθρωπος ὁρώμενος καὶ Θεὸς προσκυνούμενος, ἐκ μὲν τῆς τοῦ Πατρὸς οὐσίας πρὸ τῶν αἰώνων γεγεννημένος, ἐκ δὲ τῆς παρθένου λαβὼν [6.80] τὸ φαινόμενον, πρόσφατος ὁ αὐτὸς καὶ αἰώνιος.
 [02071]  Καίτοι καὶ τοὺς ἰατροὺς ἐκείνους θαυμάζετε, οἳ οὐκ ἄλλοις προσφέρειν τὴν θεραπείαν κελεύου σιν, ἀλλ' αὐτοὶ τῆς ἀμπεχόνης γυμνούμενοι καὶ τὸν χιτωνίσκον διαζωσάμενοι τὸν σίδηρον μεταχειρίζουσι καὶ τὴν τομὴν ἐπιφέρουσι καὶ δυσοσμίας ἀνέχονται καὶ τοῦ ἰχῶρος δέχονται τὰς ῥανίδας καὶ καταιονῶσι τῇ σπογγιᾷ καὶ τὰ φάρμακα ἐπιπάττουσι καὶ τἄλλα [6.84] δρῶσιν, ὅσα τῆς ἰατρικῆς τέχνης ὁ νόμος διαγορεύει.
 [02078]  Πολλὰ γὰρ δὴ καὶ διάφορα προσενεγκὼν φάρμακα, διὰ μὲν τῆς κτίσεως καὶ τῆς φύσεως πᾶσιν ἀνθρώποις, διὰ δὲ νόμου καὶ προφητῶν Ἑβραίοις, ὕστερον τὸ παναλκὲς τοῦτο καὶ σωτήριον προσενήνοχε φάρμακον [6.87] καὶ τὴν νόσον ἐξήλασεν.
 [04022]  [12.92] Ἐπειδὴ τοίνυν τοσαύτη τῶν παρανομούντων διαφορά, οὐ χρεὼν ἅπασι χαλεπαίνειν ὁμοίως, ἀλλὰ τοὺς μὲν προδήλως τὸν συώδη βίον ἀσπαζομένους μυσάττεσθαι, τοῖς δὲ ἄλλοις καὶ ξυμβουλεύειν καὶ παραινεῖν καὶ χεῖρα ὀρέγειν καὶ θεραπεύειν ἐπιμελῶς καὶ προσφέρειν τῆς ὑγιείας τὰ φάρμακα·
000-00-00 Serial Number=0422513068
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00755]  ἐπειδὴ δὲ δυσίατον εἶδον τὸ πάθος, πάλιν τὴν Ἀντιόχειαν προθύμως κατέλαβον, καὶ πάλιν ἤπια προσήνεγκαν φάρμακα, καὶ παραινοῦντες, καὶ παρακαλοῦντες, καὶ τῶν γε γενημένων ἀναμιμνήσκοντες συνθηκῶν.
 [02057]  Τὴν μέσην τοίνυν ἔχει τάξιν, καθάπερ τὰ φάρμακα.
 [02062]  Οὕτω δὴ καὶ τὴν εὐπραξίαν, καὶ τὴν δυσπρα γίαν, οἱ μὲν σοφῶς κυβερνῶντες σωτήρια κατα σκευάζουσι φάρμακα·
 [02725]  Τῶν γὰρ αἱρε τικῶν τὰ δηλητήρια φάρμακα προορῶν, κατασκευά ζει τὴν προφυλακτικὴν θεραπείαν.
 [02942]  Καὶ τῷ Ναβουχοδο νόσορ ὁ μακάριος ∆ανιὴλ τὰ τῆς μετανοίας προσενή νοχε φάρμακα.
 [02988]  Οὕτως Γαλάτας παρατρα πέντας τῆς πίστεως, καὶ μετὰ τὴν κλῆσιν τῆς χάριτος καὶ τὴν τῶν θείων μυστηρίων ἀπόλαυσιν, τὴν περιτομὴν δεξαμένους, καὶ τῶν νομικῶν παρα τηρήσεων ἀσπασαμένους τὴν φυλακὴν, ἐπανάγει πρὸς τὴν σωτηρίαν, καὶ τὰ τῆς μετανοίας αὐτοῖς ἐπιτίθησι φάρμακα, καὶ ἀφίησι μητρὸς φιλοστόργου φωνήν·
000-00-00 Serial Number=0154866219
Historia ecclesiastica Ante [Go Back]  
 [02876]  ἀντιρρόπους γὰρ τῷ μεγέθει τοῦ κλύδωνος ἔδωκε κυβερνήτας τῶν ὅλων ὁ πρύτανις, καὶ τῇ τῶν πολέμων σφοδρότητι τὴν τῶν στρατηγῶν ἀντέταξεν ἀρετήν, καὶ πρόσφορα τῇ τοῦ καιροῦ δυσκολίᾳ τὰ ἀλεξίκακα ἔδωκε φάρμακα.
 [03343]  σὸν ἔργον, ἔφη, τὸ καὶ δεῖξαι καὶ κεράσαι τὰ φάρμακα, ἐμὸν δὲ τὸ δέξασθαι προσφερόμενα.
000-00-00 Serial Number=0273175418
Historia religiosa Ante [Go Back]  
 [00011]  Ὥσπερ γὰρ οἱ τὰ σώματα θεραπεύειν πεπιστευμένοι φάρμακα κατασκευάζουσι, τῇ νόσῳ πολεμοῦντες καὶ τοῖς κάμνουσιν ἐπαμύνοντες, οὕτως ἡ τῆς τοιᾶσδε συγγραφῆς φιλοπονία, οἷόν τι φάρμακον ἀλεξίκακον γίνεται, λήθης ἐπίβουλον καὶ μνήμης ἐπίκουρον.
 [01943]  Ἀλλ' οὐδὲ τότε τῆς ἰατρικῆς ἠνέσχετο τέχνης, ἀλλὰ τοῖς ἕλκεσι προσέφερε μόνα τὰ τῆς πίστεως φάρμακα, σφραγῖδα καὶ προσευχὴν καὶ τοῦ θεοῦ τὴν ἐπίκλησιν.
 [02574]  ἵν' ἰσάριθμα τοῖς ἕλκεσιν ἐπιθῇ τὰ φάρμακα, καὶ γυμνώσῃ τοῖς παροῦσι τῶν μαθητῶν τῆς ἀγάπης τὴν φλόγα.
000-00-00 Serial Number=0909641862
Interpretatio in Danielem Ante [Go Back]  
 [01154]  Τοῦτον τοίνυν ὁ τῶν ὅλων Θεὸς εἰς εὐσέβειαν ποδηγῆσαι θελήσας, πολλὰ πολλάκις σωτήρια προσενήνοχε φάρμακα, καὶ πρῶτον μὲν ἐν τῷ δευτέρῳ τῆς βασιλείας ἔτει, ὄναρ αὐτῷ τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν, εἶτα τῇ λήθῃ τοῦ ἐνυπνίου εἰς χρείαν τοῦ προφήτου κατέστησεν·
 [01185]  Τῇ πείρᾳ δὲ καὶ οὗτος διδαχθεὶς σωφρονεῖν, εὐσεβείας ἀπεφάνθη διδάσκαλος, καὶ τὰ οἰκεῖα πάθη φάρμακα πᾶσιν ἀνθρώποις προτίθησι, καὶ οὐ μόνον τοῖς ὑπηκόοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς βασιλείας ὑπάρχουσι.
000-00-00 Serial Number=0213560402
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00413]  Ἀλλ' ὅμως καὶἀνήκεστα νοσοῦντας εἰδὼς προσφέρει τὰ φάρμακα, ἵνα ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ ἀναντιῤῥήτως τὴν ἐκ φερομένην κατ' αὐτῶν οἱ ἀπειθοῦντες δέξωνται ψῆ φον, τῶν θείων εὐεργεσιῶν εἰς μέσον προσφερομέ νων.
000-00-00 Serial Number=0099351168
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01999]  Ἀλλ' αὐτὸς μὲν φιλάνθρωπος ὢν, τοι αῦτα προσενήνοχε φάρμακα·
 [02035]  ἡμῖν δὲ γενέσθω φάρμακα τὰ ἐκείνων παθήματα·
 [03567]  Ἡ δὲ ῥητίνη δένδρων ἐστὶ δάκρυον εἰς φάρμακα ἐπιτήδειον·
 [04251]  Ἀντὶ τοῦ, προσενέγκατε αὐτῇ τῆς βοηθείας τὰ φάρμακα·
000-00-00 Serial Number=0736839712
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01186]  ἀλλὰ πρῶτον μὲν δεῖξαι βουλόμενος ὅπως διέκειτο πάλαι τῶν ἀνθρώπων ἡ φύσις, καὶ ὅτι ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς καιρὸν ἐνανθρωπήσας κατάλληλα τοῖς τραύμασιν ἐπέθηκε φάρμακα.
000-00-00 Serial Number=0877291560
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00654]  τὴν δὲ ἀλή θειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος συγγνώμην τοῖς αἰτοῦσι τὰ φάρμακα.
000-00-00 Serial Number=0484683573
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [06140]  καὶ πόῤῥωθεν τοὺς ἐν δυναστείαις ὁρῶν, ἑκάστῳ φάρμακα προσφέρει κατάλληλα.
000-00-00 Serial Number=0013764858
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02704]  Καὶ καθάπερ ὁ μακά ριος ∆αβὶδ ἀνάγραπτον πεποίηκε τὴν οἰκείαν ἁμαρ τίαν, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν κηρύττων, καὶ τοῖς ἁμαρτάνουσι τὰ φάρμακα τῆς μετανοίας ὑπο [81.1733] δεικνύς·
 [05891]  Οὐδὲ γὰρ θεασάμενοι συγκινουμένην τὴν κτίσιν ἐπὶ τῷ τολμήματι τοῦ σταυροῦ, τὰ τῆς μετα μελείας προσεδέξαντο φάρμακα.
000-00-00 Serial Number=0060249031
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00295]  πολλὰ γὰρ καὶ ἐκ τούτων ἀλεξίκακα ἰατρῶν παῖδες κατασκευάζουσι φάρμακα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»