Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τυχεῖν [150]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τυχεῖν


000-00-00 Serial Number=0102615893
Commentaria in Isaiam Ante [Go Back]  
 [00728]  Τότε φησὶν οἱ τῆς κατ' ἐμοῦ μανίας τίνοντες δίκας ἀνα βλέψουσι μὲν εἰς τὸν οὐρανὸν ἐπικουρίας τινὸς ἀντιβολοῦντες τυχεῖν, ὄψονται δὲ οὐ τὴν πρόνοιάν μου δίκην φωτὸς ἐπιφαι νομένην ἀλλὰ τὴν τιμωρητικὴν δύναμιν ζόφον αὐτῶν τοῖς ὀφθαλμοῖς ἐπιφέρουσαν.
 [02064]  ὀξέως δὲ ταύτης τυχεῖν ἐφιέμενος διὰ θαλάττης τοὺς πρέσβεις ἀπέστειλεν.
 [03949]  Οὕτω γάρ φησι στερηθήσεται τῶν ἐνοικούντων, ὡς ἀδεῶς τοὺς ἐχίνους τεκεῖν καὶ τὰ γεννώμενα ἀσφαλείας τυχεῖν καὶ τοὺς εἰς πολλὰς ἰδέας μετασχηματιζομένους δαίμονας σχολῆς ἀπολαύοντας ἀλλή λοις προσδιαλέγεσθαι.
 [04025]  Ἐγὼ δὲ εἰς δύο βίβλους τῆσδε τῆς προφητείας τὴν ἑρμηνείαν διελεῖν δοκιμάσας τοῦτο τῇ προτέρᾳ δίδωμι πέρας καὶ παρακαλῶ τοὺς ἐντευξομένους καὶ συντόνως καὶ ἐννόμως δραμεῖν καὶ τὴν νύσσαν καταλαβεῖν καὶ τὸ βραβεῖον λαβεῖν καὶ τῶν στεφάνων τυχεῖν καὶ τῆς μακαρίας ἐκείνης ἀπολαῦσαι ζωῆς ὡς καὶ ἡμᾶς μεγαλαυχεῖν γένοιτο χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ πρέπει δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04360]  διὸ αἰτῶ εἰρήνης τυχεῖν παρὰ πᾶσάν μου τὴν ζωήν, οὐ μόνον δὲ εἰρήνης ἀλ λὰ καὶ δικαιοσύνης·
 [05131]  Ἡμεῖς δὲ τὴν τῶν εὐεργεσιῶν ἄσβεστον δι α φυλάξωμεν μνήμην καὶ βίῳ καθαρῷ τὸν εὐεργέτην ἀμειβόμενοι προσμεί νωμεν τῶν ἐλ πιζ ομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, ὧν ἡμᾶς τυχεῖν γένοιτο χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν [οὗ τῷ πατρὶ δόξα σὺν τῷ
 [06335]  Ἡμαρτηκότες ἐξεπολεμήθημεν τῷ θεῷ, ἔδει δὲ ἡμᾶς παιδευθέντας οὕτω τυχεῖν τῆς εἰρήνης, ἀλλ' αὐτὸς εἰς ἑαυτὸν τὴν παιδείαν δεξάμενος τῆς εἰρήνης ἡμᾶς ἠξίωσεν.
 [06820]  Πονηρίᾳ συζῶντες τῆς παρ' ἐμοῦ τυχεῖν ἀξιοῦσι προνοίας καὶ οὐ λογίζονται ὡς ἀναξίους σφᾶς αὐτοὺς τῆς ἐμῆς καταστήσαντες κηδεμονίας ταύτης οὐκ ἀπολαύσονται.
 [07408]  Καιρὸς γάρ ἐστι καὶ τούτους δοῦναι ὧν ἐτόλμησαν δίκας καὶ τοὺς ἀδίκως αὐτοῖς δεδουλευκότας ἐλευθερίας τυχεῖν.
000-00-00 Serial Number=0688288212
De providentia orationes decem Ante [Go Back]  
 [01549]  Οὐ γὰρ ἐπὶ μισθῷ τῷ πεποιηκότι δουλεύομεν, οὐδὲ τῇ εὐ σεβείᾳ τὴν σωτηρίαν ὠνούμεθα, οὐδὲ ἐκ παντὸς τρόπου ζωῆς τυχεῖν ἐφιέμεθα·
000-00-00 Serial Number=0451718032
De sancta trinitate Ante [Go Back]  
 [00488]  πῶς γὰρ ἂν τοῖς ὁμοδούλοις μεταδοίη ὧν οὐ μετέχει, οὗ τυχεῖν οὐκ ἰσχύει, οὗ ἀπολαῦσαι βούλεται μὲν, ὡς εἰκὸς, οὐ δύναται δέ;
000-00-00 Serial Number=0537588239
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00023]  Ἐμοὶ δὲ μέγιστον ἀγαθὸν τὸ τῆς θείας ἐπὶ τοῖς ἐπταισμένοις φιλανθρωπίας τυχεῖν·
 [00105]  Ἐνταῦθα τῶν ἀκλινῶν ὑμῶν ζυγῶν καὶ τῆς ἀδεκάστου ψήφου δεόμεθα, ἵνα τὸν μὲν πάσης αἰδοῦς ἀξιώτατον φιλόσοφον τυχεῖν τῶν δικαίων κελεύσητε, τῷ δὲ συκοφαντουμένῳ στρατιώτῃ θάρσος παράσχητε, ὅπως τὰ γεγενημένα διδάξας, ψευδῆ δείξῃ τὴν τολμηθεῖσαν κατηγο ρίαν.
 [00179]  Ἡ δὲ ὑμετέρα μεγαλοπρέπεια τὸ πρακτέον σκοπήσασα καὶ τὸ εἰκὸς ἐν τοῖς εἰρημένοις εὖ οἶδ' ὅτι μεταδώσει φιλανθρωπίας, ἅτε δὴ ταύτης παρὰ τοῦ Θεοῦ τῶν ὅλων ποθοῦσα τυχεῖν.
 [00323]  Ἐπειδὴ τοίνυν ἐν χερσὶν ἔχοντες τὸν ἄνδρα προτετι μήκαμεν τὰ ὑμέτερα, τῆς αὐτῆς τυχεῖν χάριτος ἐπαγγέλλο μεν·
000-00-00 Serial Number=0338998616
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00531]  Ἐγὼ δὲ μειζόνων αὐτοὺς εὔχομαι τυχεῖν ἀγαθῶν, καὶ τὴν σὴν λαμπρότητα πλείονος εὐκλείας μεταλαχεῖν·
 [00546]  Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου, τῆς θείας ἡμᾶς φιλανθρω πίας τυχεῖν, καὶ τὸ στυγνὸν τοῦτο καὶ φοβερὸν διαλυθῆναι νέφος, καὶ αἰθρίας ἡμᾶς ὡς τάχιστα καθαρᾶς ἀπολαῦσαι.
 [00551]  Εὐξάσθω τοίνυν ἡ εὐλάβειά σου τὰ πράγματα μεταβο λῆς τυχεῖν ἀγαθῆς, ἵνα καὶ ἡμεῖς μεταβάλωμεν τῶν γραμμάτων τὸν χαρακτῆρα, καὶ ἀντὶ θρήνων ἐπιστέλλωμεν τὰ θυμήρη.
 [00772]  Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου, εἰ μὲν ταῦτα οὕτως ἔχει, τῆς θείας ἡμᾶς ἐπικουρίας τυχεῖν, ἵνα δυνηθῶμεν ἀντιστῆναι , κατὰ τὸν θεῖον Ἀπόστολον, τῇ ἡμέρᾳ τῇ πονηρᾷ .
 [00854]  εἴη δὲ καὶ τῶν μονίμων ἐκείνων καὶ διαρκῶν τὴν ὑμετέραν μεγαλοφυΐαν τυχεῖν ἀγαθῶν, καὶ μετὰ τῆς ὑπατικῆς ἀμπεχόνης προσλαβεῖν τὴν ἄρρητον καὶ θείαν περιβολήν.
 [01084]  Αὐτοὺς δὲ ὅμως εὔχομαι συγγνώμης παρὰ τοῦ Θεοῦ τῶν ὅλων τυχεῖν·
 [01294]  Εἰς ταύτην γὰρ ἔχομεν τὴν ἐλπίδα τῆς σωτηρίας καὶ διὰ ταύτης τυχεῖν προσδοκῶμεν φιλανθρωπίας.
 [01330]  τὴν δέ γε δογματικὴν τῶν ἀποστόλων διδασκα λίαν μέχρι τοῦ παρόντος ἀλώβητον ἐφυλάξαμεν, καὶ διὰ ταύτην μόνην οἴκτου τυχεῖν καὶ φιλανθρωπίας ἐν τῇ τῆς ∆εσποτικῆς ἐπιφανείας ἐλπίζομεν ἡμέρᾳ.
 [01757]  Οὗ δὴ χάριν αὐτὸν τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ συνίστημι καὶ παρακαλῶ τῆς ὑμετέρας αὐτὸν προμηθείας τυχεῖν, χρήσιμον αὐτὸν τῇ πόλει γενέσθαι δυνάμενον.
 [01892]  οὓς τῆς Ὀνησιφόρου τοῦ θαυμασίου τυχεῖν εὐλογίας μετὰ τῆς σῆς φιλοθεΐας προσεύχομαι, ὅτι τὴν ἄλυσιν ἡμῶν οὐκ ἐπῃσχύνθητε·
 [02519]  δίκαιον ἦν δήπου καὶ ταύτην τῆς ἰατρείας τυχεῖν.
000-00-00 Serial Number=0195204496
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00392]  καὶ ἀνα μένω καθ' ἑκάστην ἡμέραν τυχεῖν ἐφιεμένη τῶν ὑποσχέσεων.
 [02220]  αὗται δὲ ἐν τῷ κόσμῳ τούτῳ πολιτευόμεναι, τὸ τέλειον τῆς ἀρετῆς ὡς ἔνι μάλιστα μετίασι, τῆς βασιλείας τυχεῖν ἐφιέμεναι·
 [02306]  ∆ιδάσκει τῶν εὐσε βῶν τὸ σύστημα, ὃ νύμφην ἡ θεία προσαγορεύει Γραφὴ, ὡς οὐκ ἀρκοῦνται τῇ ἑαυτῶν σωτηρίᾳ, οὐδὲ ἀποχρῆν ἡγοῦνται τὸ μόνοι τοῦ προσδοκωμένου γάμου τυχεῖν·
 [02779]  ἄξιοι γὰρ οἱ τὸν θεῖον ἀμπελῶνα φυλάττοντες, τῶν παρὰ τοῦ φυτουρ γοῦ τυχεῖν ἀμοιβῶν·
000-00-00 Serial Number=0532775819
Graecarum affectionum curatio Ante [Go Back]  
 [01640]  Καὶ κατὰ ταὐτὸν καὶ τῆς ποιήσεως ἀναμιμνήσκει τὸν ποιητὴν καὶ τυχεῖν παρ' αὐτοῦ ξυνέσεως ἱκε τεύει.
 [02447]  καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων.
 [02461]  Τῷ δὲ οὕτως ἁρμόττει τοῦδε τοῦ γέρως τυχεῖν, ὡς τοῖς ἠγαπηκόσι μὲν ἐκθύμως τὰ θεῖα, μεμενηκόσι δὲ μέχρι τέλους οἷς ἐξ ἀρχῆς προ είλοντο καὶ τὴν τάξιν ἐν ᾗ σφᾶς ἔταξαν οὐκ ἀνασχομένοις κατα [8.53] λιπεῖν;
 [03821]  καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων.
000-00-00 Serial Number=0738994956
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00221]  Ὁ δὲ τελευταῖος Αἰὼν, ὃν Σοφίαν καλοῦσι, τὸν αὐτὸν εἰσδεξάμενος πόθον, ἐπι τυχεῖν δὲ τοῦ ποθουμένου μὴ δυνηθεὶς, ἔτεκε, φησὶν, οὐσίαν ἄμορφον.
 [00881]  Οὗτοι γαλήνης γενομένης τῶν τῆς μετανοίας φαρμάκων τυχεῖν ἠντιβόλησαν.
 [00888]  Ταύταις ὁ Ναυᾶτος ταῖς βουλαῖς οὐκ ἠρέσθη, ἀλλ' ἄντικρυς ἀντεῖπε, μὴ χρῆναι λέγων τοὺς ἀρνηθέντας σωτηρίας τυχεῖν·
 [00890]  Οἱ δὲ τῆς θεραπείας ἀντιβολοῦντες τυχεῖν, διήλεγχον αὐτὸν, πολλάκις μὲν παρακληθέντα δρα μεῖν παρ' αὐτοὺς, καὶ λόγοις γοῦν ὑπερεῖσαι ταῖς τοῦ τυράννου μηχαναῖς βαλλομένους·
 [01109]  καὶ οἱ τῆσδε τῆς προσηγορίας τυχεῖν ἱμειρόμενοι, πρὸ πολλοῦ μὲν τοῦτο χρόνου μηνύουσι τοῖς ὁμόφροσιν.
000-00-00 Serial Number=0651038229
Historia ecclesiastica Ante [Go Back]  
 [00483]  διὰ τοῦτο γοῦν τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο ἡ θεία πρόνοια βούλεται, ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι συνορᾶν.
 [00658]  ἐκείνη μὲν οὖν καὶ μετὰ τὴν τελευτὴν τιμῆς τετύχηκεν ὁποίας τυχεῖν ἐχρῆν τὴν οὕτως ἐπιμελῶς καὶ θερμῶς τὸν τῶν ὅλων τεθερα πευκυῖαν θεόν.
 [00916]  ἀνεβάλλετο δὲ μέχρι τοῦδε τοῦ χρόνου, ἐν Ἰορδάνῃ τῷ πο ταμῷ τούτου τυχεῖν ἱμειρόμενος.
 [01454]  ἧς ἵνα μετάσχωσιν, ἐφ' οἷς ἑαυτοῖς συνε γνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἀντίγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν ταῦτα ἐπράττετο ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ' ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευ ρετὰς παριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν.
 [03354]  ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, καὶ ταῖς χερσὶν ἀποτίλλων τὰς τρίχας καὶ τὸ μέτωπον τύπτων καὶ ταῖς τῶν δακρύων σταγόσι τοὔδαφος καταρραίνων συγγνώμης ἠντι βόλει τυχεῖν.
 [03536]  οἱ δὲ ταῦτα ὁρῶντες καὶ τὴν θείαν ἐπιγνόντες ἐπικουρίαν, τὰ ὅπλα ῥίψαντες, φειδοῦς παρὰ τοῦ βασιλέως τυχεῖν ἠντιβόλουν.
 [03638]  Ἀττικὸν δὲ τὸν Ἀρσακίου διάδοχον, πολλάκις μὲν πρεσβευσάμενον, πολλάκις δὲ τῆς εἰρήνης τυχεῖν ἀξιώσαντα, χρόνῳ ὕστερον ἐδέξαντο τὴν προσηγορίαν ἐγγράψαντα.
000-00-00 Serial Number=0760306358
Historia religiosa Ante [Go Back]  
 [00378]  Εὐθὺς τοίνυν μετὰ τούσδε τοὺς λόγους εἰς ἱκετείαν τραπόμενος καὶ συνήθως τὰ γόνατα καὶ τὸ μέτωπον τῷ ἐδάφει πελάσας, ἠντιβόλει τῆς ὑγιείας τυχεῖν, εἴπερ τις ὄνησις ἐντεῦθεν τοῖς συνεληλυθόσι γενήσεται.
 [00584]  Ἐγὼ δὲ πάλιν τούτῳ τέλος τῷ διηγήματι δεδωκὼς ἀντιβολῶ καὶ δέομαι διὰ τῆς τούτων ἁπάντων πρεσβείας τῆς θείας ἐπικουρίας τυχεῖν.
 [00831]  Ἐγὼ δὲ νῦν τῆς δυνατῆς αὐτοῦ τυχεῖν πρεσβείας ἀντιβολῶ καὶ οἶδα ὡς τεύξομαι·
 [00886]  ἑκκαίδεκα τοίνυν ἔτη μοί τινος συνοικήσαντος καὶ θυμήρους ὄντος ἀφίκετό τις φυλέτης ἐμοὶ συνοικεῖν ἐθέλων καὶ τούτου τυχεῖν ἀξιῶν.
 [00992]  οὗ χάριν καὶ τῆς παρ' αὐτοῦ πρεσβείας ἱκετεύω τυχεῖν.
 [01057]  [9.9] Ἄλλοτε δὲ οἰκέτην ὀψοποιὸν ὑπό τινος πονηροῦ δαί μονος ἐνοχλούμενον ἀπαγαγοῦσα, τῆς παρ' αὐτοῦ τυχεῖν ἐπικουρίας ἱκέτευεν.
 [01164]  Ἐγὼ δὲ τοῦδε τοῦ διηγήματος τοῦτο ποιησάμενος πέρας, ἱκετεύω καὶ τῆς ἐντεῦθεν τυχεῖν εὐλογίας.
 [01314]  [13.10] Κόρης δέ τινος ἔτι θαλαμευομένης καὶ πονηροῦ δαίμονος ἐξαπιναίως δεξαμένης ἐνέργειαν, ἔδραμεν ὁ πατὴρ πρὸς τὸν θεῖον ἄνθρωπον, ἀντιβολῶν καὶ ποτνιώμενος καὶ τυχεῖν ἰάσεως παρακαλῶν τὸ θυγάτριον.
 [01336]  Οβοδιανὸς δὲ οὗτος ἦν, ἀνὴρ τῶν ἐν τέλει καὶ ἀξιωτάτων παρὰ τὴν θείαν ἐκείνην δραμὼν κεφαλὴν καὶ τῆς ὁμοζύγου διηγεῖτο τὸ πάθος καὶ τυχεῖν τῆς θεραπείας ἱκέτευεν.
 [01392]  Ἔργοις δὲ μὴ δεικνὺς τὴν παραίνεσιν, ἱκετεύω τῆς θείας ῥοπῆς διὰ τῆς ἐκείνου τυχεῖν προσευχῆς καὶ τὸ λειπόμενον τῆς ζωῆς κατὰ τὰς ὑποθήκας τὰς ἐκείνου βιῶναι.
 [01585]  Ἐγὼ δὲ τῆς πρεσβείας ἐκείνης τυχεῖν ἀξιῶ ἧς ἔτι περιόντος ἀπέλαυον·
 [01628]  Καὶ νῦν τοίνυν τῆς παρ' αὐτοῦ τυχεῖν ἐπικουρίας ἀντιβολήσας πέρας ἐπιθήσω τῷ διηγήματι.
 [01664]  Αἰσχρόν, ἔφην, ὦ πάτερ, ἐμὲ μὲν καὶ νέον ὄντα καὶ ἐρρωμένον τῆσδε τῆς ψυχαγωγίας τυχεῖν, σὲ δὲ πυρετῷ κατεχόμενον λάβρῳ καὶ τῆς τοιαύτης παραψυχῆς δεόμενον, ἔξω καθῆσθαι δεχόμενον τῆς ἡλιακῆς ἀκτῖνος τὴν προσβολήν.
 [02176]  Ἀλλὰ καὶ οὗτοι ἔλεγον μὴ δεῖν ἐκεῖνον ταύτης τυχεῖν, κἀκεῖνοι ταύτης ἀποστερεῖν ἐπειρῶντο τὸν ἕτερον.
 [02222]  καὶ ἐπειδὴ γυναιξὶν οὐκ εἰσιτητὸν ἦν, πρὸς αὐτὸν πέμψασα τὸ βρέφος τῆς παρ' αὐτοῦ τυχεῖν εὐλογίας ἱκέτευσε·
 [02491]  οὐκ αὐτοὶ τυχεῖν τῶν διαλλαγῶν ἱκετεύ σαντες, ἀλλὰ τὸν μονογενῆ δεξάμενοι πρεσβευτήν·
000-00-00 Serial Number=0583808124
Interpretatio in Danielem Ante [Go Back]  
 [00864]  Καὶ ἐπειδὴ τούτου, φησὶ, τυχεῖν ἀδύνατον, πόῤῥω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας, εὑρήκαμεν τρόπον τινὰ θεραπείας, ὦ ∆έσποτα.
 [01074]  ὧν γένοιτο πάντας ἡμᾶς ἐπι τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01342]  Ἐπειδὴ γὰρ ὀνειρο πολεῖς εἶναι θεὸς, μᾶλλον δὲ καὶ κρείττων Θεοῦ, ἀφαιρεῖταί σου Θεὸς καὶ τὸν ἀνθρώπινον λογισμὸν, καὶ τοῖς θηρίοις σε ἐοικέναι ποιήσει, ἵνα τῇ πείρᾳ μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τί μὲν ἀν θρωπίνη εὐκληρία, τί δὲ θεία βασιλεία, καὶ ὅτι ταύτης τυχεῖν ἀδύνατον μὴ βουλομένου Θεοῦ.
 [02524]  Φέρε τοίνυν, ἐκείνης τῆς αἴγλης τυχεῖν ἱκετεύσαντες, δήλην αὐτὴν τοῖς ἀγνο οῦσι ποιήσωμεν.
 [02628]  Καὶ ἐπειδὴ ἀνάξιος ἦν ὁ λαὸς τούτων τυχεῖν, σφόδρα ἁρμοδίως ἐπήγαγεν·
 [02697]  Φησὶ τοίνυν ὁ Θεὸς αὐ τὸν διὰ τοῦ ἀρχαγγέλου, ὅτι τὴν δέησίν σου δεξάμε νος, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλὴμ συγχωρήσω, καὶ τὸν λαόν σου τῆς ἐπανόδου τυχεῖν κελεύσω.
 [02840]  μετὰ δὲ τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνά στασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν, τὸν λοιπὸν τῆς ἑβδο μάδος χρόνον οἱ ἅγιοι ἀπόστολοι ἐν Ἱεροσολύμοις κηρύττοντές τε καὶ θαυματουργοῦντες, πολλάς τε ἀνθρώπων χιλιάδας εἰς τὴν εὐαγγελικὴν ποδηγήσαν τες διδασκαλίαν, τῆς Νέας ∆ιαθήκης ἠξίωσαν καὶ τῆς τοῦ παναγίου βαπτίσματος χάριτος τυχεῖν παρεσκεύα σαν.
 [02875]  Οὐκοῦν καὶ ὁ χρόνος, καὶ αἱ προσηγορίαι τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς ἡμῖν προεσήμαναν παρουσίαν, εἰς ὃν πεπιστευκότες, καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν προσμένοντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἐν ἡμέρᾳ διαγνώσεως τυχεῖν ἱκετεύσωμεν·
 [03078]  Οὐδεὶς γὰρ τῶν ἐπουρανίων δυνάμεων βού λεταί τινος ἀγαθοῦ τὸν ὑμέτερον τυχεῖν λαὸν, διὰ τὴν πολλὴν δηλονότι παρανομίαν, ἢ μόνος Μιχαὴλ, ὃς τὴν ὑμετέραν ἐνεχειρίσθη κηδεμονίαν.
000-00-00 Serial Number=0596884370
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00990]  ∆εηθήσονται δὲ, φησὶν, ἐν τῇ ἀκμῇ τῶν κακῶν τυχεῖν εὐμενείας καὶ ἀπαλλαγῆς, καὶ οὐ τεύξονται.
 [01385]  Ταύτης τυχεῖν τῆς καθαρότητος καὶ ἡμεῖς σπουδάσωμέν τε καὶ ἱκετεύσωμεν, ἵνα πάσης λύμης ἀπαλλαγέντες, ἐνδελεχῶς μὲν ἐπὶ τοῦ παρόντος βίου τοῦ Θεοῦ τὴν μνήμην ἐν τῇ ψυχῇ περιφέρωμεν, μετὰ παῤῥησίας δὲ αὐτὸν ἰδεῖν ἀξιω θῶμεν ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ.
 [02034]  ἐκεῖναι δὲ διὰ τὴν τῆς σῆς ἀσεβείας ὑπερ βολὴν τυχεῖν συγγνώμης ἐθέλουσι.
 [02219]  Ὑμῖν, φησὶ, κέχρημαι κριταῖς, εἰ δίκαιον τὸν παραβάτην ὅρκων καὶ συνθηκῶν γενόμενον τὴν δίκην ἐκφυγεῖν, καὶ σωτηρίας τυχεῖν·
 [02719]  Ἐλπίζετε, φησὶ, τῆς πατρῴας παρανομίας καὶ τῆς δυσσεβείας ἐν ὑμῖν πολιτευομέ νης, καὶ τούτων ἁπάντων ὧν διεξῆλθον ὑφ' ὑμῶν τολμωμένων, ἀποκρίσεώς τινος παρ' ἐμοῦ τυχεῖν.
 [04807]  καὶ ἡγοῦνται ἀδύνατον εἶναι, τοὺς οὕτω διακειμένους διὰ μετανοίας τῆς σωτηρίας τυχεῖν.
 [05334]  Τὸ δὲ πάντα τὸν Ἰσραὴλ τῆς ἐπανόδου τυχεῖν, καὶ ὑπέσχετο ὁ ∆εσπότης, καὶ τὸν οἰκεῖον πεπλήρωκε λόγον.
 [05347]  Ἰουδαῖοι τοίνυν αἴτιοι τοῦ μὴ τυχεῖν τῶν διὰ τῆς προφητείας ἐπαγγελθέν των ἀγαθῶν.
 [05377]  Οὐχ ὑμεῖς, φησὶν, ἄξιοι τῆς σωτηρίας, ἀλλὰ τὰ ἔθνη προσήκει θεραπείας τυχεῖν, ἀφορμὴν τῆς κατ' ἐμοῦ βλασφημίας παρ' ὑμῶν εἰληφότα·
000-00-00 Serial Number=0294411004
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01954]  Ἐμαυτὸν ἐγὼ τῇ σῇ προνοίᾳ προσάγω, καὶ τῆς παρὰ σοῦ σωτηρίας ἱκετεύω τυχεῖν.
 [01966]  Καὶ παρακαλεῖ τῆς τοῦ Θεοῦ κηδεμονίας τυχεῖν·
 [03127]  ὁ γὰρ νόμος σαφῶς διηγόρευ σεν, ἓξ μὲν ἔτη τούτους δουλεῦσαι, τῷ δὲ ἑβδόμῳ ἔτει τῆς ἐλευθερίας τυχεῖν.
 [03176]  Εἰκὸς γὰρ, φησὶν, ἀκριβέ στερον αὐτοὺς μεμαθηκότας τὰ ἀπειληθέντα κακὰ, διὰ τῆς μεταμελείας τῆς σωτηρίας τυχεῖν·
 [04547]  Ὅτι οὔτε ταῖς τῶν πατέρων, οὔτε ταῖς ἡμετέραις δικαιοσύναις θαῤῥοῦντες, οἴκτου τινὸς ἀντιβολοῦμεν τυχεῖν.
000-00-00 Serial Number=0429064989
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00648]  Οὐδὲ γὰρ ἐμαυτῷ, φησὶ, θαῤῥῶ, οὐδὲ τῇ ἐμαυτοῦ δικαιο σύνῃ τὴν σὴν ἐπιγράφω βοήθειαν, ἀλλὰ διὰ τὸν σὸν ἔλεον ταύτης ἱκετεύω τυχεῖν.
 [00704]  Οὐδεμιᾷ, φησὶν, ἀνθρωπίνῃ βοηθείᾳ θαῤῥῶν, τὴν δὲ σὴν ἐλπίδα μόνην ἐν ἐμαυτῷ περιφέρων, ἱκετεύω τῆς σῆς προμηθείας τυχεῖν.
 [01440]  Ἐπειδὴ γὰρ αἱ δέκα φυλαὶ ἤδη ἦσαν ἐξηνδραποδισμέναι, καὶ μέντοι καὶ τῆς Ἰουδαίας πόλεις συχναὶ, ἐπεύχεται κἀκείνους τῆς αὐτῆς τε σωτηρίας τυχεῖν, καὶ τὴν ἐλευθερίαν ἀπολαβεῖν.
 [01680]  Τοιαύτης ἱκετεύει κη δεμονίας τυχεῖν.
 [01683]  Πάλιν ἑτέρᾳ χρησάμενος εἰκόνι προμηθείας τυχεῖν ἀξιοῖ.
 [01882]  ἐπειδὴ γὰρ πολλὴν ἔδειξε περὶ αὐτὸν τοῦ Θεοῦ γεγενημένην κηδεμονίαν, δείκνυσι ταύτης τὸ δίκαιον, προτρέ πων εἰς ἀρετὴν τοὺς ἀκούοντας, καὶ διδάσκων ὡς οὐχ οἷόν τε ταύτης ἡμᾶς τυχεῖν, μὴ γνησίαν εὔνοιαν περὶ τὸν Θεὸν κτησαμένους·
 [02233]  Ἐπειδὴ γὰρ εἰς τὸν θεῖον νεὼν ἔδραμεν ὁ θαυμάσιος Ἐζεκίας τὴν βλάσφημον κατέχων ἐπι στολὴν, ἱκετεύουσι δεχθῆναί τε αὐτοῦ τὴν ἱκετείαν, καὶ τῆς ἐκεῖθεν ἐπικουρίας τυχεῖν.
 [02808]  Οὐ γὰρ διὰ τὴν ἐμὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν, τούτου τυχεῖν ἱκε τεύω.
 [02872]  διὸ δὴ τῆς σῆς τυχεῖν ἀν τιλήψεως ἱκετεύω.
 [03121]  Ἔνεστι γὰρ ὁμοίως τῷ μακαρίῳ ∆αβὶδ, καὶ καρτερῆσαι τὸν βουλό μενον, καὶ τοῦ Θεοῦ δεηθῆναι, καὶ τῆς ἐκεῖθεν προ μηθείας τυχεῖν·
 [03432]  Οὐ γὰρ ᾔτησε διὰ τὴν οἰκείαν ἀρετὴν τῆς [80.1080] θείας ἐπικουρίας τυχεῖν, ἀλλὰ διὰ τὸ τοῦ Θεοῦ ὄνο μα, καὶ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ ὅτι ἐπ' αὐτῷ ἤλπισεν.
 [04703]  καὶ ταύτης ὅτι τάχιστα ἱκετεύει τυχεῖν.
 [04879]  Προσφέρω δὲ αὐτῷ καὶ δεήσεις, ταύτης τυχεῖν τῆς φιλανθρω πίας ἀντιβολῶν.
000-00-00 Serial Number=0030901372
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00758]  Εἰδὼς γὰρ ὁ θειότατος ∆αβὶδ, ἅτε τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς τοῦ Θεοῦ σοφίας μεμαθηκὼς, ὡς ἡ καινὴ διαθήκη τελείαν ἔχει τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ταχίστης καὶ τελείας τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐφιέμενος, καὶ τῆς συντόμου καὶ φιλοτίμου καθάρσεως τυχεῖν καὶ αὐτὸς ὀρεγόμενος, ταῦτά φησι.
 [01761]  Ἱκετεύω δέ σε τῆς παρὰ σοῦ ψυχαγω γίας τυχεῖν.
 [02133]  Νῦν γὰρ, φησὶν, ἡμεῖς ἱκετεύομεν τῆς ἐπαν όδου τυχεῖν, καὶ ἐν τῷ ἀφιερωμένῳ σοι ναῷ τὸν ὕμνον προσενεγκεῖν·
 [02266]  οὐκ ἔτι μὲν τῆς ἐπανόδου τυχεῖν ἱκετεύουσιν, ἀλλ' ἤδη ταύτης τετυχηκόσι, καὶ τῆς πορείας ἁψαμένοις.
 [02401]  Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι, καὶ τῆς ἐπανόδου τυχεῖν, ἀδικίαν τινὰ δράσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι·
 [02458]  Εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν.
 [04117]  Νύκτωρ ἡσυχίαν ἄγων τὰς χεῖρας ἐξ έτεινον, τυχεῖν φιλανθρωπίας ἀντιβολῶν, καὶ οὐ δι ήμαρτον τῆς ἐλπίδος.
 [04645]  Οὐδαμοῦ τῆς σφετέ ρας μνημονεύουσιν ἀρετῆς, ἀλλὰ διὰ τὸ θεῖον ὄνομα τῆς θείας ἐπικουρίας ἀντιβολοῦσι τυχεῖν·
 [05255]  οὗ δὴ χάριν ἀντιβολοῦσι τελείως τυχεῖν τῆς φιλανθρωπίας.
000-00-00 Serial Number=0145497203
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00277]  Καὶ γὰρ τοὺς πολεμίους καταλυθέντας ἐπιθυμοῦσιν ἰδεῖν, καὶ αὐτοὶ τῆς σωτηρίας ποθοῦσι τυχεῖν.
 [00627]  διὸ τῆς σῆς προνοίας ἀντιβολοῦμεν τυχεῖν.
 [01664]  Ἁρμόττει δὲ καὶ παντὶ συμφορᾷ τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκετεύοντι.
 [01677]  εἰκότως ὁ προφήτης, τῷ ἐκείνων κε χρημένος προσώπῳ, προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γέ νοιτο τούτου καιρός.
 [01829]  Ἐν ἐκείνῳ μὲν γὰρ, οἱ τὰς ἐν Βαβυλῶνι συμφορὰς ὀλοφυρόμενοι, τὸν Θεὸν ἱκέτευον τῆς ἐπανόδου τυχεῖν·
 [02485]  Ἐσχημάτισται δὲ ὡς ἐκ προσώπου τῶν εὐσεβε στέρων, τὰς κοινὰς ὀλοφυρομένων συμφορὰς, καὶ φειδοῦς τυχεῖν ἀντιβολούντων.
 [02679]  Καὶ ταῦτα δηλοῖ, ὡς ὁ προφητικὸς αὐ τοὺς διδάσκει λόγος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τῆς παρ' αὐτοῦ κηδεμονίας τυχεῖν.
 [03000]  Οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν.
 [04443]  ἀλλὰ κατὰ τὸ θεῖον λόγιον τοῦ ἐλέους τυχεῖν.
 [04567]  ἧς τοίνυν ἀπήλαυσεν ἰατρείας, κἀκείνους τυχεῖν ἀξιοῖ.
 [04773]  Καὶ γὰρ τυχεῖν τῆς σωτηρίας τῶν σῶν δικαιωμάτων οὐκ ἀμελήσω, ἀλλὰ διαπαντὸς τὴν τούτων μελέτην ποιήσομαι.
 [04816]  Ὁ τοσαύ της ἀρετῆς ἐργάτης ἐλέους τυχεῖν ἀξιοῖ, καὶ διὰ τούτου σωτηρίας ἀπολαῦσαι αἰτεῖ.
 [04864]  Τῆς θείας εὐμενείας ἱκετεύει τυχεῖν, οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον.
 [04950]  Ὁ το σούτοις κομῶν ἀγαθοῖς ἐλέου τυχεῖν ἀξιοῖ, καὶ οὐκ ἀορίστως αἰτεῖ τὸν ἔλεον·
 [05075]  Χεῖρα δὲ καλεῖ τὴν θείαν ἐνέργειαν, ὑφ' ἧς ἀντιβολεῖ τῆς θείας σωτηρίας τυχεῖν.
 [05078]  Ἱμείρομαι, φησὶ, παρὰ σοῦ σωτηρίας τυχεῖν, τὸν σὸν νόμον μελέτην ἔχων ἐνδελεχῆ.
 [05238]  ἀλλὰ τοὺς ὁμοφύλους ἱμειρόμενος εἰρήνης τυχεῖν, καὶ τὸν οἶ κον τοῦ Θεοῦ μου τὴν προτέραν περιφάνειαν ἀπο λαβεῖν ἐφιέμενος.
 [05261]  Αἰτοῦμεν δὲ, φησὶ, τὸν ἔλεον, οὐχ ὡς ἄξιοι τούτου τυχεῖν, ἀλλ' ὡς ἐπονεί διστοι λίαν γενόμενοι.
 [05334]  ἱκετεύει γὰρ τῶν ἴσων τυχεῖν τοὺς ἀγαθοὺς ἀντιδόσεων.
 [05356]  εὔχονται δὲ ταύτης καὶ τοὺς ὁμοφύλους τυχεῖν.
 [05607]  Εἰ μὴ παραπλησίως, φησὶ, βρέφει νῦν ἀπαλ λαγέντι θηλῆς, καὶ τὴν μητέρα δειμαίνοντι, ἔδεισά σε, καὶ ἐμαυτόν σοι ὑπέταξα, ἀλλὰ ὑψηλὴν ἔσχον διάνοιαν, τῆς αὐτῆς ἀντιδόσεως τυχεῖν ἀξιῶ.
 [05618]  Καὶ γὰρ ἐνταῦθα κἀκεῖ τὸν τῶν ὅλων Θεὸν ἱκετεύου σιν οἱ ἐν Βαβυλῶνι δορυάλωτοι, τὰς πρὸς τὸν μέγαν ∆αβὶδ ὑπ' αὐτοῦ γεγενημένας ὑποσχέσεις ἀνθ' ἱκετη ρίας προσφέροντες, καὶ τυχεῖν ἀξιοῦντες συγγνώμης.
 [06527]  Οὐδεμίαν γὰρ, φησὶν, ἄλλην ἔχω βοήθειαν, ἀλλὰ σὲ μόνον ἐπίκουρον, καὶ διὰ σοῦ τυχεῖν ἀντιβολῶ τῆς ζωῆς.
 [06562]  Ἱκετεύω τοί νυν τῆς σῆς ἀληθείας καὶ δικαιοσύνης τυχεῖν, οὐκ ἐμοῦ καὶ σοῦ κρινομένων, ἀλλ' ἐμοῦ καὶ τῶν πολε μίων δικαζομένων.
 [06812]  ἀνθρωπίνῃ δὲ χρησάμενος γλώττῃ, καὶ τυχεῖν οὐ δυνάμενος τοῦ ποθουμένου, πλείονα πάλιν συνάπτει ὀνόματα, καὶ προλέγει τῆς γενεᾶς τῆς ἐσομένης τὸ εὔγνωμον, ὅτι τοῖς θείοις ἐντρυφῶσα λογίοις, καθάπερ τινὰς ἐρυγὰς προσφέρει τὴν τῆς θείας φιλανθρωπίας διήγησιν.
000-00-00 Serial Number=0228894770
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01457]  Ἐπειδὴ δὲ, φησὶ, ἡμεῖς ἀνάξιοι τῆς παρὰ σοῦ φιλανθρωπίας τυχεῖν, φειδοῦς τινος ἀπολαυσάτω τὰ κτήνη μυκώ μενα καὶ βληχώμενα, Ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων.
 [01476]  Τοιαύτῃ γὰρ πανωλεθρίᾳ παραδοθή [81.1644] σονται, ὡς μηδὲ τοὺς διαφυγόντας σωτηρίας τινὸς τυχεῖν.
 [01755]  ἡμεῖς δὲ, οἱ ἀντ' ἐκείνων εἰς νύμφης τάξιν κληθέντες, τὸν ἀγαπήσαντα νυμφίον καὶ μεγίστων δωρεῶν ἀξιώσαντα θερμῶς ἀγαπῶντες διατελέσωμεν, ἵνα μὴ τῶν αἰωνίων ἐκπέσωμεν ὑποσχέσεων, ὧν εἴη πάντας ἡμᾶς τυχεῖν χάριτι τοῦ σεσωκότος Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02398]  τυχεῖν δὲ τῶν ἐπηγ γελμένων ἀγαθῶν, χάριτι τοῦ Σωτῆρος Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02542]  Ταύτης καὶ ἡμᾶς τυχεῖν γένοιτο παρὰ τοῦ μεγαλο δώρου Θεοῦ·
 [03154]  ἐπὶ πλεῖστον δὲ οἰκῆσαι τὴν Βαβυλῶνα, μετὰ χρόνον τῆς ἐλευθερίας τυχεῖν, καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανελθεῖν.
000-00-00 Serial Number=0134646893
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01005]  ἐκ ταύ της δὲ τῆς ὀπτασίας ψυχαγωγίαν τινὰ ἐντίθησι τοῖς Ἰσραηλίταις τοῖς πρὸς τὴν κραταιάν τε καὶ ἰσχυρὰν σφόδρα τῶν Βαβυλωνίων δυναστείαν ἀποβλεψαμένοις, ἐν ἀπογνώσει καθεστῶσι τοῦ μὴ δύνασθαι ἔτι ἐκ τῆς τοιαύτης αἰχμαλωσίας τυχεῖν ἐλευθερίας.
 [01120]  Αὕτη ἐστὶν ἡ διαφορὰ τῶν βαπτισθέντων πρὸς τὰ μὴ βαπτισθέντα, τοῦ τυχεῖν μὲν τὰ βαπτισθέντα τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν, τὰ δὲ μὴ βαπτισθέντα μὴ τυχεῖν·
 [01192]  ἔστι δὲ τὸ περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου διήγημα ὑποτύπωσις λόγου διδασκαλίαν ἔχοντος τοῦ μὴ δύνασθαι μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς κατὰ πρόνοιάν τινα ἢ σπουδὴν ὠφελείας τινὸς τυχεῖν τοὺς ἀν θρώπους.
 [02212]  καίτοι νομίσας ὁ Ἀσσύριος, ὅτι κατὰ τὰς ἐπιτυχίας τῶν χρησμῶν, οὓς εἴληφε παρὰ τῶν θεῶν αὑτοῦ διὰ τῶν μάντεων, πρίζει καὶ πατάσσει τὰ ἑλληνικὰ ἔθνη, τὰ ὁμοίως αὐτῷ τῇ πεποιθήσει τῶν χρησμῶν συμβεβληκότα αὐτῷ εἰς πόλε μον καὶ ἀποτετυχηκότα τῆς διὰ τῶν χρησμῶν ἐλπίδος, τοῦ θεοῦ συγχωρήσαντος ἐπιτυχεῖν μὲν τὸν Ἀσσύριον τῶν χρησμῶν, ἀπο τυχεῖν δὲ τὰ ἔθνη·
000-00-00 Serial Number=0637056053
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00007]  παρ' αὐτοῦ τοίνυν τῆς νοερᾶς ἀκτῖνος ἀντιβολήσας τυχεῖν, τῶν τοῦ παναγίου πνεύματος ἀδύτων κατατολμῆσαι πειράσομαι.
 [04620]  ὁ δὲ Συμεὼν οὐδεμίαν ἔσχε πρόφασιν ὥστε τῆς εὐλογίας τυχεῖν.
000-00-00 Serial Number=0408331990
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00787]  Ἠξίωσε δὲ ἧς ἀπήλαυσε κηδεμονίας καὶ τὸ γένος τυχεῖν.
 [02280]  Εἰ δὲ καὶ ἡττηθεὶς ἐν πολέμῳ, διὰ τὰς τολμηθείσας παρανομίας δορυάλωτος ὁ λαός σου γένοιτο, εἶτα δουλεύων εἰς αἴσθησιν ἔλθοι τῶν ἐπταισμένων, καὶ οἴκτου τυχεῖν ἱκετεύσοι εἰς τοῦτον τὸν ναὸν ἀποβλέπων, ἐπίβλεψον οὐρανόθεν ἐξ ἐκεί νου τοῦ ἀκηράτου ναοῦ σου, καὶ τὴν προγονικὴν αὐτοῖς ἐλευθερίαν προσευξαμένοις ἀπόδος.
 [02282]  ὥστε τοὺς μὲν ἐν τῇ πατρίδι διάγοντας, καὶ εἰς τὸν θεῖον ναὸν συνθέοντας, καὶ θερμῶς ἱκετεύοντας, συγγνώμης τυχεῖν.
 [03222]  συγγνώμης τυχεῖν ἱκετεύων, ὅτι δὴ διὰ τὴν βασιλικὴν ἀνάγκην εἰσελθεῖν πρὸς τὸν ψευδώνυμον θεὸν ἀναγκάζομαι.
 [04042]  Ὁ δὲ Σολομὼν ἐν τῷ Μωσαϊκῷ θυσιαστηρίῳ χιλιόμβας ἱερατεύσας, ἱκέτευσε τὸν Θεὸν καὶ σοφίας τυχεῖν καὶ συνέσεως.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»