Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τροφῆς [138]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τροφῆς


000-00-00 Serial Number=0889494896
Commentaria in Isaiam Ante [Go Back]  
 [00495]  οὐκέτι γὰρ τὴν ἀπὸ τῆς τροφῆς ἀρδείαν δεχόμεναι διαρρέουσιν.
 [02583]  τὴν γὰρ παρανόμως καὶ δυσσεβῶς πάλαι πολιτευομένην ἔφη προσοίσειν τῆς ἐμπορίας τὰ κέρδη τοῖς ἐσχολακόσι τῇ τοῦ θεοῦ θερα πείᾳ , ὥστε αὐτοὺς ἐκ τούτων καὶ τῆς τροφῆς τὴν χρείαν καὶ τὴν περιβολὴν ἔχειν.
 [03598]  Ἴδιον τῶν ἀνοήτων διδασκάλων τοὺς μαθητευομένους πλανᾶν καὶ λιμῷ κατα τήκειν τοὺς τῆς θείας δεομένους τροφῆς.
 [05088]  χρῄζει δὲ καὶ τροφῆς καὶ πόσεως ὁ ταῦτα τεκταινόμενος·
 [05807]  Ἐνταῦθα δὲ τὴν ἀφθονίαν τοῖς εἰς αὐτὸν πεπιστευκόσι τῆς θείας τροφῆς καὶ τῆς θείας πόσεως ἐπαγγέλλεται καὶ τῶν σωτηρίων πηγῶν τὴν ἀέναον χορηγίαν.
 [07757]  οὐκέτι σαρκοβόρος ἔσται ὁ λέων ἀλλὰ τῆς τῶν βοῶν τροφῆς μεταλήψεται.
 [07838]  Ταύτης Κορινθίοις μετέδωκε τῆς τροφῆς ὁ θεῖος ἀπόστολος λέγων·
000-00-00 Serial Number=0610305011
De incarnatione domini Ante [Go Back]  
 [00222]  ὡς δὲ τῆς πείνης τὴν προσβολὴν ὑπεδέξατο, καὶ τροφῆς αὐτὸν εἶδεν ἀνθρωπίνης δεό μενον, καὶ καρτερεῖν περαιτέρω τῶν παλαιῶν ἀν δρῶν οὐ δυνάμενον, προσέρχεται, λαβὴν οἰόμενος εὑ ρηκέναι μεγίστην, καὶ νικήσειν ῥᾳδίως πιστεύων.
 [00496]  καὶ ἵνα συντόμως εἴπω, παρα γίνεται πρὸς Ἰωάννην βαπτίζοντα, πείθει βαπτίσαι παραιτούμενον, προτυποῖ τὸ ἡμέτερον ἐν τῷ Ἰορ [75.1464] δάνῃ βάπτισμα, δίδωσι τέλος τῷ νόμῳ, καὶ τὴν θύ ραν ὑπανοίγει τῆς χάριτος, ὑπὸ τοῦ Πατρὸς οὐρανό θεν ἀνακηρύττεται, τῇ παρουσίᾳ τοῦ Πνεύματος δείκνυται, ἀνάγεται εἰς τὴν ἔρημον ὡς εἰς ἁρμοδίαν τινὰ παλαίστραν ὑπὸ τοῦ Πνεύματος, καὶ νηστεύει μὲν, οὐ πέρα δὲ τῶν μέτρων τῆς φύσεως, καὶ τροφῆς μὲν ἐφίεται, ἀλλὰ κρατεῖ τῆς ὀρέξεως, οὐ δουλεύει ταῖς ἡδοναῖς·
000-00-00 Serial Number=0275206208
De providentia orationes decem Ante [Go Back]  
 [00386]  Ὕλην δὲ τροφῆς αὐτῇ χορη γεῖ, οὐ τὸ πνεῦμα μόνον, ἀλλὰ καὶ τὸ αἷμα·
 [00392]  Οὕτω τὸ ἧπαρ τὸ καθαρὸν τῆς τροφῆς ὑποδεξάμενον, οὐκ ἀρκεῖται τῇ γενομένῃ καθάρσει καὶ διακρίσει, ἀλλ' οἷόν τισι πάλιν ἠθμοῖς, ταύτην διαιρεῖ καὶ κα θαίρει, καὶ τὴν μὲν οἷον ὑποστάθμην καὶ παχυτάτην τρύγα, διά τινων αἰτιῶν ἕλκων ὁ σπλὴν, ταύτην ποιεῖται τροφήν·
 [00394]  τὸ δὲ ῥοῶδες καὶ λίαν λεπτὸν, καὶ τροφῆς ἄμοιρον, εἰς τὸ τῶν ὑγρῶν περιττωμάτων δοχεῖον χωρεῖ.
 [00572]  τὸν δὲ τῶν ἐκκρίσεων πόρον, ἀποκναίειν τὰς ὄψεις δυνάμενον, καὶ τροφῆς ἀποτρέπειν, καὶ βδελυγμίας ἀναπιμπλᾶναι, οὐ μόνον πόῤῥω που τού των πεποίηκεν, ἀλλὰ καὶ παντελῶς ἀφανῆ τούτοις κατέστησεν, εἰς τοὐπίσω τὸ ἀπευθυσμένον ἔντερον ἀποκλίνας, μεταξὺ δὲ τῶν γλουτῶν τὸν πόρον ἀνοί ξας, καὶ τῇ τούτων προβολῇ πάλιν αὐτοφυὲς αὐτῷ μηχανησάμενος κάλυμμα.
 [00575]  Ἐπειδὴ γὰρ θνητόν ἐστι τὸ ὁρώμενον τοῦ ζώου, καὶ τροφῆς ἅτε δὴ θνητὸν ἐνδεὲς, ἀναγκαίως αὐτῷ καὶ στόμα ἐνέφυ σε, καὶ πόρους ἐκκρίσεων, καὶ κύκλους ἐντέρων πολυελίκτους ἐδημιούργησε, τὸ ἰλυῶδες, τῆς τροφῆς ὑποδεχομένων, καὶ οὐκ εὐθὺς προϊεμένων, ὅπως μὴ συνεχῶς ἡμῖν ἡ χρεία τῶν σιτίων παρενοχλῇ, τῆς κενώσεως ἀεὶ τὴν πλήρωσιν ἀπαιτούσης.
 [00652]  Τούτου χάριν ὁ Ποιητὴς, καὶ βοτάνας πολλὰς, οὐκ ἐδωδίμους μόνον, ἀλλὰ καὶ ἀχρήστους εἰς ἐδωδὴν, τῇ γῇ βλαστῆσαι προσέταξεν, ἐπειδήπερ οὐ μόνης τροφῆς, ἀλλὰ καὶ θεραπείας ἐνδεεῖς ἐσμεν οἱ ἄνθρωποι.
 [00943]  Ὃν ἡδέως ἂν ἐροίμην, τί δήποτε τοῖς τοῦ σώματος μέλεσιν, οὐ τὴν αὐτὴν ἅπασι δέδωκεν ὁ ∆ημιουργήσας ἐνέργειαν, ἀλλ' ὀφθαλμοῖς μὲν χρωμάτων καὶ σχημάτων διάκρισιν ἐνεχείρισεν, ἀκοαῖς δὲ φωνῶν καὶ ψόφων εἰδέναι δια φορὰν, τὰς δὲ ῥῖνας ἀτμῶν ἀντιλαμβάνεσθαι, καὶ τοῦ ἡδέος τὸ δυσῶδες διακρίνειν, τὴν δὲ γλῶτταν ταῖς τῶν γεύσεων ποιότησι δικάζειν, καὶ γλυκέος καὶ ὀξέος, δριμέος τε καὶ πικροῦ, καὶ πιμελώδους τὸ διάφορον εἰδέναι, καὶ τοῖς μὲν ποσὶ τὴν βαδιστικὴν δέδωκε δύναμιν, ταῖς δὲ χερσὶ τὴν παντοδαπὴν ἀπ ένειμεν ἐργασίαν, καὶ γαστέρα μὲν τροφῆς δοχεῖον, [83.653] ἧπαρ δὲ τροφῆς καθαρτήριον, ἐγκέφαλον δὲ μυελῶν θησαυρὸν, πηγὴν δὲ θερμότητος τὴν καρδίαν, καὶ ταῖς μὲν ἀρτηρίαις ἐναπέκλεισε τὸ πνεῦμα, τὰς δὲ φλέβας ἀγωγοὺς ἀπέφηνεν αἵματος, καὶ ἄλλῳ ἄλλην ἐνέργειαν ἐνέφυσε μορίῳ;
 [00955]  Οὔτε γὰρ ὄψις μόνη τῶν ὁρατῶν ἀπο λαύει, οὔτε ἀκοὴ τῶν ἀκουστῶν, οὔτε τὸ στόμα τῶν γεύσεων, οὔτε ἡ ῥὶν τῶν ὀσφρήσεων, οὔτε οἱ πόδες βαδίσεως, οὔτε ἐργασίας αἱ χεῖρες, οὔτε τροφῆς ἡ γαστὴρ, οὔτε θερμότητος ἡ καρδία, οὔτε αἰσθή σεως ὁ ἐγκέφαλος·
 [01010]  οὐχ ἑτέρῳ γάλακτι τὸ τοῦ πένητος τρέφεται, ἕτερον δὲ τῷ τοῦ πλουσίου προσφέρεται, ἀλλ' ἴσης καὶ τοῦτο κἀκεῖνο καὶ τῆς αὐτῆς ἀπολαύει τροφῆς.
 [01219]  ἀλλ' ἥδιον τοῦ δεσπότου τῆς τροφῆς ἀπολαύει.
 [01228]  τῇ δὲ δουλείᾳ, πλείονα δέδωκε τὴν ὑγείαν, καὶ ἡδίω τῆς τροφῆς τὴν ἀπόλαυσιν, καὶ ὕπνον ἡδὺν καὶ μακρότερον, λῦσαι τοῦ κόπου τὸ σῶμα δυνάμενον, καὶ πρὸς τοὺς πόνους αὐτὸ τῆς ὑστεραίας ἐῤῥωμενέστερον ἀποφῆναι.
 [01542]  τοῖς δὲ προσκυνεῖν οὐκ ἐθέλουσι προὔθηκε τιμωρίαν, τὴν κάμινον ἐκείνην, ἀπληστίᾳ τροφῆς ταύτην ἐπὶ πλεῖον αὐξήσας.
 [01560]  ἅψασθαι δὲ τῆς δοθείσης οὐκ ἠνέσχετο τροφῆς, ἔφυγε δὲ, καὶ τὰ νῶτα δέδωκε, καὶ κατὰ τῶν οἰκείων ἐχώρει προσκυνητῶν, τοὺς δὲ τοῦ Θεοῦ θεράποντας ἀκηράτους ἐφύλαττε.
000-00-00 Serial Number=0986007988
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00546]  Τοσοῦτον δὲ κληρονομήσας, εἰς τὴν δικαιοτάτην πραιτοῦραν ἐκλήθη, καὶ μόγις οἷός τε ὢν τροφῆς τῆς ἀναγκαίας μεταλαχεῖν, τοσοῦτον ζημίας φορτίον ἠνάγκασται μεριμνᾶν·
000-00-00 Serial Number=0174586535
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01117]  Καὶ πρὸ αὐτῆς τῆς συλλήψεως ὑπέσχοντό με τῷ Θεῷ προσφέρειν οἱ φύσαντες, καὶ ἐκ σπαργάνων κατὰ τὰς ἐπαγγελίας ἀνέθηκαν, τροφῆς τοιαύτης ἠξίωσαν.
000-00-00 Serial Number=0333399236
Eranistes Ante [Go Back]  
 [01688]  {ΕΡΑΝ.} Εἰ διέμεινεν ἀμιγῆ τὰ τῶν φύσεων ἴδια, πῶς μετὰ τοῦ σώματος ὀρέγεται τροφῆς ἡ ψυχή;
 [01689]  {ΟΡΘ.} Οὐχ ἡ ψυχὴ τροφῆς ὀριγνᾶται·
 [01690]  πῶς γὰρ ἥ γε ἀθάνατος καὶ κρείττων τροφῆς;
 [01923]  ἢ γὰρ δεηθεὶς μετέλαβεν, ἢ μὴ δεόμενος ἔδοξε μὲν ἐσθίειν, ἥκιστα δὲ μετέλαβε τροφῆς.
 [01934]  {ΕΡΑΝ.} Εἰ δοίημεν ἀληθῶς βεβρωκέναι τὸν κύριον, δῶμεν καὶ πάντας ἀνθρώπους μετὰ τὴν ἀνάστασιν μεταλαμβάνειν τροφῆς.
 [01948]  {ΟΡΘ.} Εἰ τοίνυν μετὰ τὴν ἀνάστασιν τροφῆς μετέλαβεν ὁ δεσπότης, καὶ τὰς χεῖρας ἔδειξε καὶ τοὺς πόδας τοῖς μαθηταῖς, καὶ τὰς ἐν τού τοις διατρήσεις τῶν ἥλων, καὶ μέντοι γε καὶ τὴν πλευρὰν καὶ τὴν ἐν αὐτῇ γεγενημένην ἐκ τῆς πληγῆς ὠτειλήν, καὶ ἔφη πρὸς αὐτούς·
 [02283]  Ὡς οὖν κατεδέξατο τὴν πεῖναν ὁ κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης αὐτῷ, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀναλωθείσης τῆς ἐν τῷ σώματι·
 [02737]  {ΟΡΘ.} Φυσιολογικῶς ἡμῖν τὰ περὶ τῆς τροφῆς διεξελήλυθας, καὶ δι' ὅσων αὕτη μορίων ὁδεύουσα καὶ πόσας ἀλλοιώσεις ὑφισταμένη ὕστερον εἰς τὴν τοῦ σώματος μεταβάλλεται φύσιν.
 [03401]  {ΟΡΘ.} Μέμνησαι πάντως τῶν εὐαγγελικῶν λογίων ἐκείνων, ἐν οἷς τοῦ μάννα καὶ τῆς ἀληθινῆς τροφῆς ὁ κύριος ἐποιήσατο σύγκρισιν.
000-00-00 Serial Number=0620816112
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02015]  Τοὺς μὲν γὰρ γαλακτο τροφοῦσι, ταύτης τῆς τροφῆς δεομένους·
000-00-00 Serial Number=0654500544
Graecarum affectionum curatio Ante [Go Back]  
 [00372]  καίτοιγε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς [1.123] καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
 [02330]  Τοιγαροῦν καὶ ἄνθρωπος ἦν, οὐδὲ τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως τραφείς, ἀλλὰ καὶ παρὰ κυνὸς τῆς πρώτης ἀπολαύσας τροφῆς καὶ τῷ τῶν θηρευόντων οἴκτῳ διασωθείς, καὶ οὐκ ἐκ θείας σοφίας καὶ ἐπιστήμης τὸ ἰατρεύειν ἔχων, ἀλλὰ παρὰ Χείρωνος τήνδε [8.21] τὴν τέχνην ἐκπαιδευθείς.
 [02716]  Ὅταν δὲ αἱ γυναῖκες οἵ τε ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς ξυγγίνεσθαι, ὡς ἂν ἐθέλωσι .., διακελευ σάμενοι προθυμεῖσθαι μάλιστα μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν δέ τις βιάσηται, οὕτω τιθέναι, ὡς οὐκ οὔσης τροφῆς τῷ [9.52] τοιούτῳ.
 [02799]  Οὐδὲν δὲ ἧττον καὶ τοὺς δεξαμένους εὐφημῆσαι προσήκει, ὅτι παρὰ τοῖς κήρυξιν οὐδὲν περιφανὲς ὁρῶντες οὐδὲ περίβλεπτον, ἀλλὰ γλώττας ἁλιευτικάς τε καὶ σκυτοτομικὰς καὶ πενίαν ἐσχάτην οὐδὲ γὰρ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς·
000-00-00 Serial Number=0303142071
Historia ecclesiastica Ante [Go Back]  
 [02177]  ἐνταῦθα δὴ καὶ ποτοῦ καὶ τροφῆς οἱ στρατιῶ ται σπανίζοντες, καὶ τῆς πορείας ἡγεμόνας οὐκ ἔχοντες ἀλλ' ἐν ἐρήμῳ χώρᾳ πλανώμενοι, τὴν τοῦ σοφωτάτου βασιλέως ἔγνωσαν ἀβουλίαν.
 [03656]  τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστα [339] σίαστον καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας.
 [03663]  ὁ δὲ πιστό τατος βασιλεὺς παραγενόμενος εἰς τὰ βασίλεια, καὶ τοῦ καιροῦ κα λοῦντος εἰς εὐωχίαν καὶ τῶν συσσίτων παρόντων, οὐκ ἔφη πρὶν λυθῆναί οἱ τὸν δεσμὸν μετασχήσειν τροφῆς·
000-00-00 Serial Number=0795633018
Historia religiosa Ante [Go Back]  
 [00160]  ἐν βδελυκτοῖς γὰρ καὶ δυσώδεσι χωρίοις ὁ ἀλάστωρ ἐκεῖνος τῆς ἀπλήστου τροφῆς ἐκκρίνων τὰ περιττώματα, καὶ τὰ τούτων μετὰ τούτων ἐξέκρινε δοχεῖα.
 [00212]  Σιτίον δὲ ἦν αὐτῷ ἄρτος ὁ καχρυδίας καὶ αὐτὸς πιτυρίας, ὄψον δὲ οἱ ἅλες, πόμα δὲ ἥδιστον τὸ αὐτοφυὲς τῶν ὑδάτων νᾶμα, καὶ τοῦτο δὲ οὐ τῷ κόρῳ μετρούμενον, ἀλλὰ τῇ χρείᾳ τῆς προκαταβληθείσης τροφῆς ὁριζόμενον.
 [00308]  Τοῦ δὲ ἀπομοσαμένου ὡς οὐκ ἀπαλλάξει τοῦ φορτίου τοὺς ὤμους, εἰ μὴ συνομολογήσειεν ὁ Πρεσβύτης μεταλήψεσθαι τῆς κομισθείσης τροφῆς·
 [00314]  Οὕτω δὲ καὶ ὁ θεῖος οὗτος ἀνὴρ ἐβαρύνετο μέν, ἑτέρου πονοῦντος, αὐτὸς ἀπολαύειν τροφῆς·
 [00424]  Ἄμεινον τοίνυν ἔλεγεν εἶναι καθ' ἡμέραν μὲν μεταλαμβάνειν τροφῆς, κόρον δὲ περιμεῖναι μηδέποτε·
 [00518]  Καὶ ἡμεῖς, ὦ φιλότης, τὸν αὐτόν σοι μέτιμεν βίον καὶ τὴν αὐτὴν ἀσπαζόμεθα πολιτείαν καὶ τῆς ἀναπαύλης προτιμῶμεν τοὺς πόνους καὶ τὴν νηστείαν τῆς τροφῆς προαιρούμεθα καί, νυκτὸς ἐπιγενο μένης, τότε ταύτης μεταλαγχάνομεν.
 [00522]  Τοιαῦτα πρὸς ἀλλήλους διαλεχθέντες, καὶ βραχείας μεταλαβόντες τροφῆς, καὶ τὸν θεὸν ὑμνήσαντες, καὶ τρεῖς ἀλλήλοις συνδιατρίψαντες ἡμέρας, ἐχωρίσθησαν, πάλιν ἀλλή λους ὁρῶντες τῷ πνεύματι.
 [00573]  Ἐβούλετο δὲ αὐτῷ τῆς τοιᾶσδε τροφῆς τὸ εἶδος ἀμβλύνειν τοῦ σώματος τὰς ὀρέξεις, καὶ τῇ δυσωδίᾳ τῆς τροφῆς μαραίνειν τὴν ἡδονήν.
 [00719]  Εἰ δέ ποτε καὶ τῶν πιτύρων ἀποκεκρι μένον τὸ ἄλευρον ἐθεάσατο ὡς συβαριτικῆς τροφῆς ἀπο λαύουσι τοῖς τοῦτο δεδρακόσιν ἐλοιδορεῖτο·
 [00824]  Ἐπειδὴ δὲ καὶ ἅπαντα τῆς ἑβδομάδος τὸν κύκλον οὕτω συγκεκυφὼς διετέλεσε, τροφῆς οὐδὲ βραχείας μετα λαχών, ἐκέλευσεν ἡ γενομένη φωνὴ καὶ τὰ προτεθέντα αὐτῷ λαβεῖν καὶ προθύμως καταφαγεῖν·
 [00826]  Γεγηθὼς τοίνυν καὶ γαννύμενος ἐπανῄει ἅτε δὴ καὶ θείας ἐπακούσας φωνῆς καὶ θεοσδότου πάλιν ἀπολαύσας τροφῆς.
 [01187]  Τίς γὰρ οὐκ ἂν ὑπερηγάσθη πρεσβύτην θεώμενος τὸ σῶμα τετρυχωμένον καὶ κόμης πολλῆς ἀνεχόμενον καὶ σίδηρον ὅτι πλεῖστον φέρειν αἱρούμενον καὶ τῷ ἐκ τριχῶν ἐσθήματι κεχρημένον καὶ τροφῆς ἀπολαύοντα κωλῦσαι μόνον ἀπο χρώσης τὸν ἐκ λιμοῦ θάνατον;
 [01260]  Καί ποτε πρὸς αὐτὴν ἀρρωστοῦσαν ἀφικόμενος καὶ μαθὼν ὡς οὐ πείθεται τροφῆς καταλλήλου τῇ νόσῳ μεταλαβεῖν τὸν ἀσκητικὸν γὰρ λοιπὸν καὶ αὐτὴ ἠσπάζετο βίον , εἶξαι παρῄνει τοῖς ἰατροῖς καὶ φάρμακον νομίσαι τὴν τοιαύτην τροφήν·
 [01312]  Καὶ οὕτω σφόδρα ἤμβλυνε τὴν τῆς ὀρέξεως ἀμετρίαν ὡς εἰς τὸν ἔπειτα χρόνον βραχύ τι μορίον ὄρνιθος καθ' ἑκάστην ἡμέραν τὴν τῆς τροφῆς αὐτῇ χρείαν πληροῦν.
 [01378]  τῆς γὰρ ἀλλοίας τοῦ παιδίου τροφῆς αἱρετώτερον ἡγοῦμαι τὸν ἀτέλεστον τόκον.
 [01623]  Ἄρτος δὲ καὶ ἅλες ὀλίγοι τῆς τροφῆς αὐτῷ τὴν χρείαν ἐπλήρουν.
 [01704]  Ὥσπερ γὰρ ὑγιαίνων τροφῆς ἐφιέμενος ἐνίκας τῇ καρτερίᾳ τὴν ἔφεσιν, οὕτως νῦν ἥκιστα ὀρεγόμενος τὴν τῆς μεταλήψεως καρτερίαν ἐπίδειξαι.
 [01705]  Ταῦτά μοι λέγοντι παρῆν καὶ ὁ τοῦ θεοῦ ἄνθρωπος Πολυχρόνιος ὃς τῷ λόγῳ συναγωνιζόμενος, αὐτὸς πρῶτος μεταλαμβάνειν ἤθελε τῆς τροφῆς, καὶ ταῦτα ὄρθρου ὄντος, ὃς δι' ἑπτὰ πολλάκις ἡμερῶν τὸ σῶμα διέτρεφεν.
 [01719]  Ἑσπέρα ἦν καὶ ἑσπέρα βαθεῖα καὶ τῆς τροφῆς ὁ καιρός.
 [01729]  Γενοῦ δέ μοι καὶ σύσσιτος, καὶ τῆς τροφῆς μοι κοινώνησον.
 [01823]  Ἐγὼ δὲ ὁρῶν δέους τε ἐνεπιμπλάμην καὶ εἰς εὐχὴν ἐτρεπόμην καὶ μεταλαβεῖν οὐκ ἠνειχόμην τροφῆς·
 [01825]  Ὡς δὲ ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα διῆλθον ἡμέραι καὶ ἄσιτος διετέλουν, τέλος τῆς πονηρᾶς ἐφόδου καταφρονήσας, καθήμενος τῆς τροφῆς μετελάμβανον.
 [02093]  καὶ τῶν ἄλλων διὰ δύο ἡμερῶν ἀπολαυόντων τροφῆς, πᾶσαν αὐτὸς ἄσιτος τὴν ἑβδομάδα διέμενε, δυσα νασχετούντων μὲν τῶν προστατευόντων καὶ ζυγομαχούντων ἀεὶ καὶ ἀταξίαν τὸ πρᾶγμα καλούντων, οὐ πειθόντων δὲ τοῖς λεγομένοις οὐδὲ χαλινοῦν δυναμένων τὴν προθυμίαν.
 [02112]  Ἀλλὰ σύ γε, ἔφη, ὦ πάτερ, δέκα μοι ἄρτους καὶ στάμνον ὕδατος ἀπόθου, κἂν ἴδω τὸ σῶμα τροφῆς δεόμενον, μεταλήψομαι τούτων.
 [02117]  Καὶ οὕτω διὰ τούτων ἀναρρωσθεὶς ἀνέστησέ τε ἑαυτὸν καὶ τροφῆς τινος μετρίας μετέλαβε, θριδακίνας καὶ σέρεις καὶ τὰ τούτοις παραπλήσια κατὰ βραχὺ διαμασώμενος καὶ τῇ γαστρὶ παραπέμπων.
 [02197]  Ἡ δὲ ὑπόσχεσις ἦν πάσης ἀφέξεσθαι τοῦ λοιποῦ μέχρι τέλους ἐμψύχου τροφῆς.
 [02244]  οὐ γὰρ ἄν τις ταύτην ἔχων τὴν φύσιν τροφῆς δίχα καὶ ὕπνου διαβιώσειεν, ἐπιτεθῆναι μὲν τῷ κίονι κλίμακα προσέταξεν, ἀναβῆναι δὲ ἐκεῖνον ἐκέλευσε καὶ πρῶτον μὲν τὰς χεῖρας καταμαθεῖν, εἶτα εἴσω τοῦ δερματίνου περιβολαίου τὴν χεῖρα βαλεῖν καὶ ἰδεῖν μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὸ χαλεπώτατον ἕλκος.
 [02245]  Ἰδὼν δὲ καὶ θαυμάσας ὁ ἄνθρωπος τὴν τοῦ ἕλκους ὑπερβολὴν καὶ παρ' αὐτοῦ μαθὼν ὡς ἀπολαύει τροφῆς, κατελήλυθεν μὲν ἐκεῖθεν, πρὸς ἐμὲ δὲ ἀφικόμενος διηγήσατο ἅπαντα.
 [02357]  ∆ιὰ τεσσαράκοντα γὰρ ἡμερῶν τροφῆς βραχείας μετέλαβον.
 [02359]  Ποθήσασαι δέ ποτε τῶν σωτηρίων τοῦ Χριστοῦ παθημάτων τοὺς ἱεροὺς θεάσασθαι τόπους ἔδραμον εἰς τὴν Αἰλίαν, οὐδεμιᾶς κατὰ τὴν ὁδὸν ἐδωδῆς ἀπολαύσασαι, ἀλλ' εἰς ἐκείνην ἀφικόμεναι τὴν πόλιν καὶ τὴν προσκύνησιν ἐκπληρώσασαι, τροφῆς μετέλαβον καὶ πάλιν ἐπανῆλθον ἄσιτοι τὴν πορείαν ἀνύσασαι·
 [02384]  Πολλαὶ γὰρ καὶ ἄλλαι, αἳ μὲν τὸν μοναδικὸν ἠσπάσαντο βίον, αἳ δὲ τὴν μετὰ πλειόνων ἠγάπησαν πολιτείαν ὡς καὶ πεντήκοντα καὶ διακοσίας καὶ πλείους καὶ ἐλάττους κατὰ ταὐτὸν βιοτεύειν, μιᾶς ἀνεχομένας τροφῆς, ἐπὶ ψιάθων μόνον καθεύδειν αἱρουμένας καὶ τὰς μὲν χεῖρας ἀπονεμούσας ἐρίῳ, ὕμνοις δὲ τὴν γλῶτταν ἀφιερούσας.
 [02418]  καὶ δίς, καὶ τρὶς τῆς ἡμέρας, τάχα δὲ καὶ τετράκις τροφῆς ἀπολαύουσι.
 [02435]  Οἱ δὲ μήτε σιτίων, μήτε ποτῶν καθ' ἑκάστην ἀπο λαύοντες ἡμέραν, καὶ ἡνίκα δ' ἂν ἀπολαύσωσιν, οὐ τὸν κόρον ἀναμένοντες, ἀλλὰ τὴν ὄρεξιν ἀκμάζουσαν χαλι νοῦντες, καὶ μεταλαμβάνοντες οὐ τῶν θερμᾶναι δυναμένων τὸ σῶμα, ἀλλ' ἢ ποηφαγοῦντες τοῖς ἀλόγοις παραπλησίως, ἢ διαβρόχοις ὀσπρίοις χρώμενοι μόνοις, ποῖον ἂν ἐκ τῆς τοιαύτης τροφῆς ἀρύσαιντο θάλπος;
 [02441]  Ποιμέσι μὲν γὰρ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις, τροφῆς καιρὸς ἅπας καιρός·
 [02445]  Ἐνταῦθα δὲ καὶ ἡμέραι καὶ καιροὶ καὶ εἴδη τροφῆς καὶ μέτρα, καὶ κόρος ταύτης κεχω ρισμένος.
000-00-00 Serial Number=0940413594
Interpretatio in Danielem Ante [Go Back]  
 [00214]  κἂν εὕρῃς βλάβην τινὰ γινομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις, ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν.
 [00248]  Πῶς γὰρ ἔμαθε, τῆς μὲν τροφῆς ὁμοίως παρ' αὐ τοῦ χορηγουμένης, ὑπὸ δὲ τοῦ Ἀμελάσαρ ἀναλισκο μένης;
 [02927]  ∆ιὰ τοῦτο τὸν ἄρτον ἐπιθυμιῶν προσηγόρευσεν, ὡς καὶ κοινὴν ὄντα τρο φὴν, καὶ πάσης τροφῆς ἐρασμιώτατον.
000-00-00 Serial Number=0826811612
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00960]  Ποίαν γὰρ αὐτοῖς ὄνησιν παρέξει χρυσὸς ἢ ἄργυρος, λιμοῦ πολεμοῦντος, καὶ τῆς σπάνεως τῶν ἀναγκαίων ἐπικειμένης, δι' ἣν κεναὶ μὲν τροφῆς αἱ γαστέρες, αἱ δὲ ψυχαὶ τῶν σιτίων ἐφίενται, ἡ δὲ βάσανος καὶ ἡ ἐξέτασις τῶν ἀδικιῶν αὐτῶν γίνεται;
 [05160]  Πάσης, φησὶ, πνευματικῆς ἀπολαύσονται τροφῆς·
 [05801]  Καὶ ἐμπλησθήσεσθε, φησὶν, ἐπὶ τῆς τρα πέζης μου, τουτέστιν, ἐπὶ τῆς παρ' ἐμοῦ προσ ενεχθείσης ὑμῖν τροφῆς.
 [05953]  Ἔφη δὲ καὶ ταῦτα ἀφωρῖσθαι τοῖς ἱερεῦσιν εἰς τὸ τῆς ἡγιασμένης ἀπολαύειν τροφῆς, καὶ παρ εγγυῆσαι τὸν ταῦτα ὑποδεικνύντα, μηδένα κοινωνῆ σαι τοῖς ἱερεῦσι τῆς εἰς ἐκείνας εἰσόδου, μήτε μὴν αὐτοὺς τοὺς ἱερέας τὴν ἱερατικὴν περιβεβλημένους στολὴν, καὶ τὴν θείαν ἐπιτελοῦντας λειτουργίαν, εἰς τὴν ἐξωτέραν αὐλὴν ἐξιέναι.
 [06061]  Προσέταξε δὲ παρὰ τὴν θύραν καὶ τὸν ἡγούμενον, τουτέστι τὸν ἀρχιερέα, τῆς τροφῆς ἀπολαύειν, παρ ιέναι δὲ διὰ τοῦ προπυλαίου, καὶ ἀπιόντα, καὶ ἀνιόντα·
000-00-00 Serial Number=0642898321
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04372]  Μέμνηται καὶ ὁ ∆ανιὴλ τῆς προσφερομένης αὐτῷ τροφῆς, καὶ ὅπως ταύτην οἱ ἱερεῖς κατηνάλισκον.
000-00-00 Serial Number=0456295907
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01707]  Τὸ λογικὸν τῆς φύσεως ἀποῤῥίψαντες, θηρία μι μοῦνται τροφῆς ἐφιέμενα, καὶ ταύτην περισκο ποῦντα, καὶ ἐξαπιναίως ὁρμῶντα.
 [02585]  τούτους ἅτε δὴ πεινῶντας καὶ διψῶντας, κορεσθήσεσθαι ἔφη τῆς ἀθανάτου τροφῆς ἀπολαύσαντας·
 [02605]  Οἱ γὰρ φαγόντες καὶ ἐμπλησθέντες, χάριν ὁμολογοῦντες περὶ τῆς ἀθα νάτου τροφῆς, προσκυνήσουσιν ὡς Θεὸν τὸν τούτων γενόμενον χορηγόν.
 [02606]  Καὶ ἐπειδὴ ἐν τῷ προτέρῳ στίχῳ τῶν πιόνων ἐμνημόνευσε μόνων, ἅτε δὴ τοι ούτων ὑπὸ τῆς θείας ἐκείνης γεγενημένων τροφῆς, εἰκότως εἶπεν·
 [02636]  ὑποδείκνυ σιν ἐνταῦθα τὸν τῆς τοιαύτης τροφῆς χορηγόν·
 [02641]  Κἀνταῦθα τοίνυν ἅπαν τες οἱ τῆς σωτηρίου τροφῆς ἀπολαύσαντες βοῶσι·
 [02646]  Ἐπειδὴ ποιμένα τὸν τῶν ἀγαθῶν προσηγόρευσε χορηγὸν, εἰκότως καὶ τῆς τῶν προβάτων τροφῆς τροπικῶς ἐμνημόνευσε.
 [03842]  ∆ιὰ γὰρ τοῦ παναγίου βαπτίσματος ὁ ἀληθὴς φωτισμὸς τοῖς προσιοῦσι προσγίνεται, καὶ τῆς ζωοποιοῦ τροφῆς ἡ γεῦσις τὴν ἀγαθότητα τοῦ Σωτῆρος δείκνυσιν ἐν αργῶς.
 [04139]  Αἰνίττεται δὲ διὰ τού των, οὐ μόνον τῆς θείας διδασκαλίας τὰ νάματα, ἀλλὰ καὶ τῆς μυστικῆς τροφῆς τὴν ἀπόλαυσιν·
000-00-00 Serial Number=0168630004
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00493]  Ἐὰν, φησὶ, δεηθῶ τροφῆς, οὐ τῆς σῆς δέομαι χορηγίας.
 [01478]  εἶτα τῆς πνευματικῆς τροφῆς τὴν ἐσομένην αὐτοῖς ἔνδειαν προθεσπίζει.
 [01585]  ἵνα μή τις ἐναντίως εἰρηκέναι νομίσῃ τὸν προφήτην τὸ, ∆ιασκέδασον αὐτοὺς ἐν τῇ δυνάμει σου, εἰκότως τῇ ταυτολογίᾳ ἐχρήσατο, καί φησιν, αὐτοὺς κυνῶν δίκην λιμῷ τηκομένων, καὶ νύκτωρ τὴν πόλιν περινοστούντων, διάξειν οὐδεμιᾶς πνευ ματικῆς τροφῆς ἀπολαύοντας.
 [03040]  ἀλλὰ τῇ ἐπιπόνῳ δουλείᾳ τὴν ἔμφυτον τῆς τροφῆς ἡδονὴν ἀφελόμενοι.
 [04311]  καὶ μετὰ τοσαύτας εὐεργεσίας πεῖραν λαβεῖν ἠβούλοντο τῆς θείας δυνάμεως, καὶ τροφῆς δεηθέντες, οὐ λαβεῖν τὴν χρείαν ἐζήτησαν, ἀλλ' ὡς ἀδυνάτου τοῦ Θεοῦ κατηγόρησαν.
 [04347]  Εἰς κόρον, φησὶ, ταύτης μετέδωκεν αὐτοῖς τῆς τροφῆς.
 [04405]  τῆς τοῦ μάννα τροφῆς ἀπολαύοντες, ἠχαρίστησαν·
 [04728]  ὀδυρόμενοι γὰρ καὶ στένοντες μετα λαγχάνομεν τῆς ἀναγκαίας τροφῆς.
000-00-00 Serial Number=0761547148
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01722]  Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γε ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν.
 [01896]  τῆς ἐπουρανίου δὲ τροφῆς εἰκὼν τὸ μάννα.
 [02569]  Ἀντὶ γὰρ τοῦ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνερ γεῖν δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές·
 [02805]  Ἀλλ' ὅμως καὶ τούτοις ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθα νάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδραμεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε.
 [02868]  Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους, καὶ τῆς πνευματικῆς τροφῆς ἐν δεεῖς, ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς, καὶ τὴν εὐσεβῆ συνεστήσατο πολιτείαν.
000-00-00 Serial Number=0230537415
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01447]  Μυκᾶται δὲ καὶ τὰ βουκόλια, τὴν τῶν [81.1641] ὀδυρομένων ἐπιδεικνύμενα φωνὴν, ἐπειδὴ τῆς συν ήθους οὐκ ἀπολαύει τροφῆς·
 [02019]  Τῶν γὰρ μηδαμῶς ἐσθιόντων οὐδὲ λείψανον οἱ ὀδόντες ἐν αὐτοῖς τροφῆς ἐνισχόμενον ἔχουσι.
 [02738]  πάντας δὲ οὐ μόνον ἄνδρας καὶ γυναῖκας ἀσιτίᾳ προσέχειν, ἀλλὰ καὶ τῶν ἀλόγων προσέταξε τὰ γένη μηδεμιᾶς ἀπολαῦσαι τροφῆς, ὡς ἂν τῷ λιμῷ πιεζομένων, καὶ τῶν μὲν μυκωμένων, τῶν δὲ βληχομένων, καὶ ἑκάστων τῇ οἰκείᾳ κεχρημένων φωνῇ, θερμότερα μὲν οἱ ἄνθρωποι προσενέγκαιεν δάκρυα, ἀνοίξαιεν δὲ τοῦ Θεοῦ τὰς τοῦ ἐλέου πηγάς.
 [04159]  ∆ήλης δέ σου πᾶσιν ἀνθρώποις τῆς δυνάμεως γενομένης, καὶ οἱ τὰς μεγάλας περικείμενοι δυναστείας ἐν δέει τοσούτῳ γενήσονται, ὡς τοὺς ἐναντίους λόγους μὴ σὺν παῤ ῥησίᾳ προφέρειν, ἀλλ' ἐν παραβύστῳ καὶ κρύβδην, οὓς εἰκότως ἄν τις παραβάλοι πτωχῷ τινι προφανῶς μεταλαβεῖν οὐ τολμῶντι τροφῆς, ἀλλὰ μεμυκότος τοῦ στόματος ταύτην ἔνδον λεπτύνοντι.
000-00-00 Serial Number=0767841518
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00285]  καὶ τῷ ∆ανιὴλ πα ρεστήκεισαν οἱ λέοντες, ὀρεγόμενοι μὲν τροφῆς, πελάσαι δὲ μὴ τολμῶντες.
 [00613]  θνητῶν δὲ ἡ βρῶσις, ἀθάνατος γὰρ φύσις οὐ δεῖται τροφῆς.
 [02013]  διὰ δὲ τῶν ἀζύμων ἐμφαίνει οὐ μόνον τῆς ὁδοιπορίας τὸ σύντονον, καὶ τὸ τῆς τροφῆς αὐτοσχέδιον, ἀλλὰ καὶ ὅτι προσήκει μηδὲ ἴχνος τῆς αἰγυπτιακῆς ἐπιφέρεσθαι πολιτείας.
 [02097]  τὸ δὲ μάννα, τῆς θείας τροφῆς·
 [02100]  ὥσπερ γὰρ ἐκεῖνοι μετὰ τὸ διαβῆναι τὴν ἐρυθρὰν θάλασσαν, καὶ τῆς ξένης τροφῆς, καὶ τοῦ παραδόξου ἀπήλαυσαν νάματος·
 [02108]  ἡ γὰρ ἀσώματος φύσις οὐ δεῖται τροφῆς.
 [03249]  ὥστε δὲ περὶ τῆς ἀναγκαίας μὴ ἐνδοιάζειν τροφῆς, ἅτε δὴ μὴ γεωργοῦντας τὴν γῆν ἐν τοῖς τῆς ἀφέσεως ἔτεσι, ταῖς φιλοτίμοις ἐψυχαγώγησεν ὑποσχέσεσιν.
 [04086]  καὶ ἐπειδὴ ἀτελεῖς ἦσαν, καὶ τροφῆς γαλακτώδους ἐδέοντο καὶ ἀκούειν περὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἐδύναντο, ὑπισχνεῖται αὐτοῖς πολυγονίαν, καὶ γῆς εὐκαρπίαν καὶ ποιμνίων καὶ βουκολίων εὐεξίαν, καὶ σώματος ὑγείαν καὶ τὴν ἐν πολέμοις νίκην καὶ ὅσα τοιαῦτα.
 [05258]  τροφῆς φησίν, οὐ δέομαι·
 [05261]  ἐγὼ δὲ οὔτε ὡς ἄνθρωπος χρῄζω τροφῆς, οὔτε τὴν θείαν ἁρπάζω τιμήν.
 [05419]  οὐ μόνον δὲ αὐτῇ τροφῆς μεταδέδωκεν, ἀλλὰ καὶ αὐτουργὸς τῆς θεραπείας ἐγένετο·
000-00-00 Serial Number=0260604501
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00403]  εἶτα τραπέντας ἐκείνους ἰδὼν, ἀνοήτως καὶ ἄγαν ἠλιθίως ἀνεθεμάτισε τὸν τροφῆς ἢ ποτοῦ πρὸ τῆς ἑσπέρας μεταλαμβάνοντα.
 [00439]  Καὶ αὐτὸς μὲν ἀναθε ματίσας μηδένα τροφῆς μεταβαλεῖν, ἢ ποτοῦ, τὸν ἐξ ἀγνοίας παραβάντα τὸν ὅρον ἀνελεῖν ἠβουλήθη·
 [00690]  καὶ προστέθεικεν, ὅτι διὰ τὴν προκειμένην ὁδὸν ἀναγκαίως τῆς ἱερᾶς τροφῆς μεταλήψεται, ἵν' ὑπ' αὐτῆς κρατυνθεὶς τὰ προκείμενα κατορθώσῃ.
 [01372]  Πολὺς ὁ πόλεμος καὶ σφοδρὸς, ἄνεσις καὶ τρυφὴ, καὶ βασιλεία, καὶ ἐξ ουσία, καὶ σώματος ὥρα, καὶ μετὰ τροφῆς κόρον ἡ προσβολή·
 [02353]  Ἀκούσασα γὰρ τὰ περὶ τῆς τοῦ Σολομῶντος σοφίας θρυλλούμενα, ὁδὸν παμπόλλων ἐξήνυσεν ἡμερῶν, καὶ κέρδος τὸν πόνον ὑπέλαβε, καὶ τοῦτον τῆς ἐν βασιλείοις τροφῆς προτετίμηκε, καὶ διὰ τοῦ Σολομῶντος τὸν τῆς σοφίας ἀνύμνησε χορηγόν.
 [02510]  Ἔφη γὰρ τὸν πεπομφότα προστεταχέναι, μὴ τροφῆς, μὴ ποτοῦ μεταλαβεῖν ἐν ἐκείνῃ τῇ γῇ.
 [02522]  καὶ πυθόμε νος ὅστις εἴη, καὶ μαθὼν τὸ ποθούμενον, ἱκέτευσεν ἀναστρέψαι, καὶ σὺν αὐτῷ τροφῆς μεταλαχεῖν.
 [02524]  προσετάχθη γὰρ, μὴ τροφῆς, μὴ ποτοῦ με ταλαβεῖν ἐν ἐκείνῃ τῇ γῇ·
 [02552]  Εἰ γὰρ τροφῆς μετάληψις παρὰ τὴν θείαν ἐντολὴν γενομένη, καὶ οὐκ ἐξ ἡδονῆς, ἀλλ' ἐξ ἀπάτης γεγενημένη, τοσαύτην ἀνδρὶ δικαίῳ τιμωρίαν ἐπήνεγκεν, ὁποίαις περιπεσοῦνται κολάσε σιν οἱ τὸν μὲν πεποιηκότα καταλελοιπότες Θεὸν, τὰ δὲ τῶν ἀλόγων προσκυνοῦντες ἰνδάλματα;
 [02713]  εἶτα τοῦτον ξηράνας, πρὸς τὴν χήραν ἀπήγαγε γυναῖκα, οὐδὲν ἔχουσαν πλὴν ὀλίγης τροφῆς εἰς μίαν ἀπο χρώσης ἡμέραν.
 [02729]  Ἀφθόνως ὁ προφήτης ἀπολαύων τροφῆς τῆς τῶν ἄλλων ἀνθρώπων ἐπελάθετο συμφορᾶς.
 [02978]  Καὶ νῦν δὲ αὐτὸν εἰς τὸ δεσμωτήριον ἔπεμψεν, τροφῆς αὐτὸν ὀλίγης ἄγαν μεταλαμβάνειν προστεταχὼς, ᾗ μόνον κωλύειν ἔμελλε τὴν ἐκ λιμοῦ τελευτήν.
 [03760]  Ὅτι δὲ οὐ ψευδοπροφήτης ἦν ὁ τὸν ἄνθρω πον τοῦ Θεοῦ παραπείσας τροφῆς μεταλαβεῖν παρ' αὐτῷ, καὶ ἐντεῦθεν καταμαθεῖν εὐπετές.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»