Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τροφὴ [23]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τροφὴ


000-00-00 Serial Number=0636272073
Commentaria in Isaiam Ante [Go Back]  
 [01023]  Τῆς δὲ γῆς μηκέτι γεωργουμένης διὰ τὴν τῶν ἀνδρῶν ἐρημίαν εὐπόρει πόας ἀφθόνου τὰ θρέμματα, ἡ δὲ πλείων τροφὴ πηγάζειν ἐποίει τὸ γάλα·
 [03521]  τροφὴ γὰρ πυρὸς τὰ ξύλα.
 [03845]  Ἐν τῷ ὀνόματι κυρίου καὶ τὰ θαύματα ἐγένετο καὶ τὸ σωτήριον ἐπιτελεῖται βάπτισμα καὶ ἡ μυστικὴ τροφὴ μετα βάλλεται·
000-00-00 Serial Number=0899880707
De providentia orationes decem Ante [Go Back]  
 [01563]  οἱ δὲ περιεστῶ τες ἔξωθεν, καὶ τῇ καμίνῳ τὴν τροφὴν χορηγοῦντες, τροφὴ τοῦ πυρὸς ἐγίνοντο.
 [01947]  Οὕτω τοιγαροῦν γεννηθεὶς ὁ ∆εσπότης Χριστὸς, ἕλκει μὲν μητρῴαν θηλὴν παραπλησίως ἡμῖν, τίθε ται δὲ ἐπὶ φάτνης τῆς τῶν ἀλόγων τραπέζης, καὶ τῆς τῶν ἀνθρώπων ἀλογίας κατηγορῶν, καὶ τὴν οἰ κείαν φιλανθρωπίαν παραδηλῶν, ὅτι τροφεὺς ὑπάρ χων ὡς Θεὸς, καὶ τροφὴ γίνεται κατὰ τὸ ἀνθρώπειον τῶν ἀνθρώπων, τῶν τὴν πολλὴν ἀλογίαν νενοση κότων.
000-00-00 Serial Number=0441757441
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00443]  Γυψὶ γὰρ τοῖς νεκροβόροις, τροφὴ μέν ἐστι τὰ δυσώδη σώματα, τὸ δὲ μύρον ὄλεθρον.
 [00890]  Ὁ μὲν γὰρ ἐσθίεται καὶ γίνεται τροφὴ τῇ νύμφῃ·
000-00-00 Serial Number=0505519331
Historia religiosa Ante [Go Back]  
 [01247]  [13.1] Μακεδόνιον δὲ τὸν ἐπίκλην Κριθοφάγον ἡ γὰρ τοιάδε τροφὴ ταύτην αὐτῷ τὴν ἐπωνυμίαν ἐπέθηκεν ἴσασι μὲν ἅπαντες, Φοίνικές τε καὶ Σύροι καὶ Κίλικες·
 [01958]  Τἄλλα δὲ πάντα, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι, τροφὴ καὶ ἐσθὴς καὶ τὰ τοῦ σιδήρου φορτία τοῖς προειρημένοις ἐστὶ παραπλήσια.
 [01963]  Καί ἐστιν αὐτοῖς ἐσθὴς ἡ αὐτὴ καὶ τροφὴ καὶ στάσις καὶ προσευχὴ καὶ παννύχιοι πόνοι καὶ πανημέριοι·
 [02003]  Ἡ γὰρ αὐτὴ καὶ ἁπλότης καὶ πρᾳότης καὶ μετριότης καὶ τοῦ φθέγματος ἡμερότης καὶ συνουσίας γλυκύτης, ἐγρήγορσίς τε ψυχῆς καὶ τοῦ θεοῦ κατανόησις καὶ στάσις καὶ πόνος καὶ ἀγρυπνία καὶ τροφὴ καὶ ἡ κατὰ τὴν θείαν νομοθεσίαν ἀκτημοσύνη·
 [02047]  Καὶ τροφὴ γὰρ αὐτῷ ἡ αὐτὴ καὶ ἐσθὴς καὶ ἤθους μετριότης καὶ φιλοξενία καὶ φιλαδελφία, ἡμερότης τε καὶ πρᾳότης καὶ ἡ πρὸς τὸν θεὸν ὁμιλία καὶ ἡ ἀκροτάτη πενία καὶ ἡ τῆς ἀρετῆς περιουσία καὶ τῆς φιλοσοφίας ὁ πλοῦτος καὶ τἄλλα πάντα ὅσα περὶ τῆς ἱερᾶς ἐκείνης διεξήλθομεν κεφαλῆς.
 [02335]  Ταύταις πατρὶς μὲν ἡ Βέροια, γένος δὲ τὸ τῆς πατρίδος ἐπίσημον, τροφὴ δὲ τῷ γένει συμβαίνουσα·
 [02420]  ὅταν γὰρ ἡ τοιαύτη τροφὴ τὴν ἀλλοίωσιν δέξηται, καὶ οἷον ἠθμῷ τινι διακριθεῖσα, καὶ τὸ ἧπαρ καταλαβοῦσα, τὴν εἰς αἷμα μεταβολὴν ὑπομείνῃ, χωρεῖ μὲν εἰς τὴν καρδίαν διὰ τῆς κοίλης φλεβός·
 [02432]  Οὐκοῦν ἡ τροφὴ παντὸς ἱματίου πλέον διαθερμαίνει τὸ σῶμα·
 [02440]  οὔτε τροφὴ ὁμοία, ἀλλ' ἐναντία ἐκ διαμέτρου.
000-00-00 Serial Number=0183557391
Interpretatio in Danielem Ante [Go Back]  
 [00899]  Τοσαύτη δὲ ἦν χορηγουμένη τῇ πυρᾷ τροφὴ, ὡς ἐπ' ἐννέα καὶ τεσσαράκοντα πήχεις διαχυθῆναι, καὶ τῶν Χαλδαίων ἐμπρῆσαι τοὺς πλησιάζοντας.
 [01249]  Καὶ τροφὴ πάντων ἐν αὐτῷ.
 [01315]  Καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκει τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, σὺ εἶ, βασιλεῦ.
000-00-00 Serial Number=0728972018
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01679]  οὔτε γὰρ πάσσαλόν τις τὸν εὐτελέστατον ἐξ ἐκείνης κατα σκευάσαι δύναται, ἀλλὰ μόνον τοῦ πυρὸς ὑπάρχει τροφὴ, καὶ ἡ κατ' ἐνιαυτὸν δὲ αὐτῆς κάθαρσις τῷ πυρὶ παραδίδοται·
 [01698]  Ἐπειδὴ τοίνυν ὅσα προεγράφη, εἰς ἡμετέραν ὠφέλειαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, μὴ γενώμεθα ξύλα, καὶ χόρτος, [81.929] καὶ καλάμη, ἅπερ ἐστὶ τροφὴ τοῦ πυρὸς, ἀλλὰ χρυσὸς καὶ λίθοι τίμιοι, ὕλη τοῦ βασιλικοῦ διαδή ματος, ἵνα Χριστῷ συμβασιλεύσωμεν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0791641712
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02570]  τροφὴ καὶ τῷ μόσχῳ, οὐκ ἄρτος, ὁ τοῖς λογικοῖς προσφερόμενος, ἀλλὰ πόα καὶ χόρτος.
 [02571]  Τοῦ δὲ μόσχου, οὗ ἄλογος ἡ φύσις, καὶ ὁ χόρτος τροφὴ, καὶ ἡ δουλεία δεδωρημένη ἀνθρώ ποις, ἡ εἰκὼν εὐτελεστέρα πολλῷ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»